Migne Reading Room

PG 51 · cols. 51–54 bis · Read from the page

Homilia in paralyticum per tectum demissum (Mark 2:3-4; Hom. IV)

Homilia in paralyticum per tectum demissum (Mark 2:3-4; Hom. IV)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:51Read from the page
ἐπεὶ καὶ τοῦτο εὐεργεσίας ἐστὶν εἶδος. Καὶ γὰρ ἰατρὸς οὐχ ὅταν λούῃ, καὶ τρέφῃ, καὶ εἰς παραδείσους ἐξάγῃ τὸν κάμνοντα μόνον, ἀλλ' ὅταν καὶ καίῃ, καὶ τέμνῃ, ὁμοίως ἐστὶν ἰατρός· καὶ πατὴρ οὐχ ὅταν θεραπεύῃ τὸν υἱὸν μόνον, ἀλλὰ καὶ ὅταν ἐκβάλλῃ τῆς οἰκίας, καὶ ὅταν ἐπιτιμᾷ, καὶ μαστίζῃ, ὁμοίως ἐστὶ πατὴρ, καὶ οὐχ ἧττον, ἢ ὅταν ἐπαινῇ. Εἰδὼς τοίνυν ὅτι καὶ ἰατρῶν ἁπάντων φιλοστοργότερος ὁ Θεὸς, μὴ περιεργάζου, μηδὲ ἀπαίτει τὰς εὐθύνας αὐτὸν τῆς ἰατρείας, ἀλλ' ἄν τε ἀνεῖναι βούληται, ἄν τε κολάζῃ, πρὸς ἑκάτερα ὁμοίως παρέχωμεν ἑαυτούς· δι' ἑκατέρων γὰρ πρὸς ὑγείαν ἡμᾶς ἐπανάγει, καὶ πρὸς τὴν οἰκείωσιν τὴν ἑαυτοῦ, καὶ οἶδεν ὧν ἕκαστος χρείαν ἔχομεν, καὶ τί συμφέρον ἑκάστῳ, καὶ πῶς καὶ τίνι τρόπῳ σωθῆναι δεῖ, καὶ ταύτην ἡμᾶς ἄγει τὴν ὁδόν. Ἑπώμεθα τοίνυν οἷπερ ἂν αὐτὸς κελεύῃ, καὶ μηδὲν ἀκριβολογώμεθα, εἴτε διὰ ῥᾳδίας καὶ εὐκόλου, εἴτε διὰ χαλεπῆς καὶ τραχυτέρας ὁδοῦ βαδίζειν κελεύοι· ὥσπερ οὖν καὶ τὸν παράλυτον τοῦτον. Ἓν μὲν οὖν τοῦτο εὐεργεσίας εἶδος ἦν τὸ χρόνῳ τοσούτῳ τὴν ψυχὴν αὐτοῦ καθαίρειν, ὥσπερ χωνευτηρίῳ τινὶ τῇ πυρώσει τῶν πειρασμῶν αὐτὴν παραδόντα· ἕτερον δὲ οὐκ ἔλαττον τούτου, τὸ καὶ ἐν αὐτοῖς παρεῖναι τοῖς πειρασμοῖς, καὶ πολλὴν αὐτῷ παρέχειν τὴν παραμυθίαν. Αὐτὸς ἦν ὁ διακρατῶν αὐτὸν καὶ συνέχων, καὶ χεῖρα ὀρέγων, καὶ οὐκ ἀφιεὶς καταπεσεῖν. Ὅταν δὲ ἀκούσῃς ὅτι αὐτὸς ἦν, μὴ ἀποστερήσῃς τῶν ἐγκωμίων τὸν παράλυτον, μήτε ἐκεῖνον, μήτε ἄλλον τινὰ πειραζόμενον ἄνθρωπον καὶ καρτεροῦντα. Κἂν γὰρ μυριάκις φιλοσοφῶμεν, κἂν ἁπάντων ὦμεν ἰσχυρότεροι καὶ δυνατώτεροι, τῆς παρ' αὐτοῦ ῥοπῆς ἀπούσης, οὐδὲ πρὸς τὸν τυχόντα ἀντιστῆναι δυνησόμεθα πειρασμόν. Καὶ τί λέγω περὶ ἡμῶν τῶν εὐτελῶν καὶ ἀπεῤῥιμμένων; Κἂν γὰρ Παῦλός τις ᾖ; καὶ Πέτρος, κἂν Ἰάκωβος, κἂν Ἰωάννης, τῆς ἄνωθεν βοηθείας ἀποστερηθεὶς ἐλέγχεται ῥᾳδίως, καὶ ὑποσκελίζεται, καὶ καταπίπτει. Καὶ ὑπὲρ τούτων αὐτοῦ τοῦ Χριστοῦ φωνὴν ὑμῖν ἀναγνώσομαι· τῷ γὰρ Πέτρῳ φησίν· Ἰδοὺ ὁ Σατανᾶς ᾐτήσατο, ἵνα σινιάσῃ ὑμᾶς ὡς τὸν σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Τί ἐστι, σινιάσαι; Ἀγαγεῖν, περιαγαγεῖν, σαλεῦσαι, κινῆσαι, διαδονῆσαι, βασανίσαι, ὅπερ ἐπὶ τῶν κοσκινιζομένων γίνεται· ἀλλ' ἐγὼ, φησὶν, ἐπέσχον, εἰδὼς ὅτι τὸν πειρασμὸν ἐνεγκεῖν οὐ δύνασθε· τὸ γὰρ εἰπεῖν· Ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου, δηλοῦντός ἐστιν, ὅτι εἰ συνεχώρησεν, ἐξέλιπεν ἂν αὐτοῦ ἡ πίστις. Εἰ δὲ Πέτρος ὁ θερμὸς ἐραστὴς τοῦ Χριστοῦ καὶ τὴν ψυχὴν ὑπὲρ αὐτοῦ μυριάκις ἐπιδοὺς, καὶ προπηδῶν ἀεὶ τοῦ χοροῦ τῶν ἀποστόλων, καὶ παρὰ τοῦ Διδασκάλου μακαριζόμενος, καὶ διὰ τοῦτο Πέτρος κληθεὶς, ἐπειδὴ ἄσειστον εἶχε καὶ ἀπερίτρεπτον τὴν πίστιν, ἠνέχθη ἂν καὶ τῆς ὁμολογίας ἐξέπεσεν, εἰ συνεχώρησεν ὁ Χριστὸς τῷ διαβόλῳ πειράσαι ὅσον ἠβούλετο, τίς ἕτερας στῆναι δυνήσεται χωρὶς τῆς αὐτοῦ βοηθείας; Διὰ τοῦτο καὶ Παῦλός φησι· Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. Οὐ μόνον γὰρ, φησὶ, πειρασμὸν ὑπὲρ δύναμιν οὐκ ἀφίησιν ἐπενεχθῆναι, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ κατὰ δύναμιν ἐπαγομένῳ πάρεστι διαβαστάζων
since this too is a kind of benefaction. For a physician also, not only when he bathes, and nourishes, and leads the sick man out into gardens, but also when he cauterizes and cuts, is likewise a physician; and a father, not only when he cherishes his son, but also when he casts him out of the house, and when he rebukes, and scourges him, is likewise a father, and no less so than when he praises him. Knowing, therefore, that God is more tenderly affectionate than all physicians, do not pry curiously, nor demand of Him an accounting of His treatment; but whether He wills to grant relief, or whether He chastises, let us present ourselves alike towards both; for through both He leads us back towards health, and towards familiarity with Himself, and knows of what things each of us has need, and what is expedient for each, and how and in what manner one must be saved, and along this way He leads us. Let us follow, therefore, whithersoever He Himself bids, and let us not cavil over strictly, whether through an easy and smooth road, or through a difficult and rougher road He should bid us walk — even as He dealt with this paralytic also. One kind of benefaction, then, was this: the cleansing of his soul over so long a time, having delivered it over to the fiery trial of temptations as to some smelting-furnace; and a second, no less than this, was His being present in the very temptations themselves, and affording him great consolation. It was He Himself Who held him fast and sustained him, and stretched out a hand, and did not let him fall down. Yet when you hear that it was He, do not deprive the paralytic of his praises — neither that man, nor any other man who is tried and endures. For even if we practise philosophy ten thousand times, even if we be stronger and mightier than all, if the inclination of help from Him be absent, we shall not be able to withstand even the most ordinary temptation. And why do I speak of us who are mean and castaway? For even if one be a Paul, and a Peter, even a James, even a John, once deprived of the help from above he is easily confuted, and tripped up, and falls down. And on behalf of these things I will read to you the voice of Christ Himself; for He says to Peter: Behold, Satan has asked to sift you as wheat; but I made supplication concerning you, that your faith may not fail. What is "to sift"? To drive, to drive round about, to shake, to agitate, to toss to and fro, to torment, just as happens with things shaken in a sieve; but I, He says, held him back, knowing that you are not able to bear the temptation; for to say, That your faith may not fail, belongs to One declaring that if He had permitted it, his faith would have failed. Now if Peter, the fervent lover of Christ, who surrendered even his life for Him ten thousand times, and ever leaped forward at the head of the choir of the apostles, and was pronounced blessed by the Teacher, and on this account was called Peter, because he held his faith unshaken and immovable, would have been swept away and fallen from his confession, if Christ had permitted the devil to tempt him as much as he wished, who else shall be able to stand apart from His help? On this account Paul also says: Faithful is God, Who will not suffer you to be tempted above what you are able, but with the temptation will make also the way out, that you may be able to bear up under it. For not only, he says, does He not allow a temptation above our strength to be brought upon us, but even in that very temptation which is adduced according to our strength He is present, bearing up
Notes, col. 51

On the reading

Printed ᾖ;, for ᾖ,.

Printed ἕτερας, for ἕτερος.

PG 51:52Read from the page
ἡμᾶς καὶ συγκροτῶν, ὅταν ἡμεῖς πρότερον τὰ παρ' ἑαυτῶν εἰσενέγκωμεν, οἷον προθυμίαν, ἐλπίδα τὴν εἰς αὐτὸν, εὐχαριστίαν, καρτερίαν, ὑπομονήν. Οὔτε γὰρ μόνον ἐν τοῖς ὑπὲρ δύναμιν κινδύνοις, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς κατὰ δύναμιν τῆς ἄνωθεν δεόμεθα βοηθείας, εἰ μέλλοιμεν ἑστάναι γενναίως· καὶ ἀλλαχοῦ γάρ φησι· Καθὼς περισσεύει τὰ παθήματα Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. Ὥστε καὶ ὁ τοῦτον παρακαλέσας αὐτός ἐστιν ὁ τὸν πειρασμὸν συγχωρήσας ἐπενεχθῆναι. Ὅρα δὲ καὶ μετὰ τὴν θεραπείαν πόσην κηδεμονίαν ἐπιδείκνυται. Οὐ γὰρ ἀφεὶς αὐτὸν ἀπῆλθεν, ἀλλ' εὑρὼν αὐτὸν ἐν τῷ ἱερῷ φησιν· Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Εἰ γὰρ μισῶν συνεχώρησε τὴν κόλασιν, οὐκ ἂν ἀπήλλαξεν, οὐκ ἂν πρὸς τὸ μέλλον ἠσφαλίσατο· τὸ δὲ λέγειν· Ἵνα μὴ χεῖρόν τί σοι γένηται, τὰ μέλλοντά ἐστι προαναστέλλοντος δεινά. Ἔλυσε τὴν νόσον, καὶ οὐκ ἔλυσε τὴν ἀγωνίαν· ἀπήλασε τὴν ἀῤῥωστίαν, καὶ οὐκ ἀπήλασε τὸν φόβον, ὥστε ἀκίνητον εἶναι την γενομένην εὐεργεσίαν. Τοῦτο ἰατροῦ κηδεμονικοῦ μὴ τὰ παρόντα λύειν μόνον, ἀλλὰ καὶ πρὸς τὰ μέλλοντα ἀσφαλίζεσθαι, ὅπερ καὶ ὁ Χριστὸς ἐποίησε τῇ μνήμῃ τῶν παρελθόντων συγκροτῶν ἐκείνου τὴν ψυχήν. Ἐπειδὴ γὰρ ἀπελθόντων τῶν ὀδυνώντων ἡμᾶς, συναπέρχεται καὶ ἡ μνήμη πολλάκις, βουλόμενος αὐτὴν μένειν διηνεκῆ, φησί· Μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται.
us and welding us together, when we first contribute the things from ourselves, such as eagerness, hope in Him, thanksgiving, patience, endurance. For not only in dangers above our strength, but also in those very ones that are according to our strength we stand in need of the help from above, if we are to stand nobly; for elsewhere too he says: Even as the sufferings of Christ abound to us, so through Christ does our consolation also abound, so that we may be able to console those in every affliction through the consolation wherewith we ourselves are consoled by God. So that He Who consoled this man is Himself the One Who permitted the temptation to be brought upon him. See, moreover, even after the healing, how great a solicitude He displays. For He did not leave him and depart, but finding him in the temple says: Behold, you have become whole; sin no more, lest something worse befall you. For if out of hatred He had permitted the chastisement, He would not have released him, He would not have secured him for the future; whereas to say: Lest something worse befall you, is the mark of One checking beforehand future ills. He loosed the sickness, and did not loose the anxiety; He drove away the infirmity, and did not drive away the fear, so that the benefaction that had taken place might remain unshaken. This is the mark of a caring physician, not to loose present ills only, but also to secure against future ones, which very thing Christ also did, welding together that man's soul by the remembrance of things past. For since, when the things that pain us depart, the remembrance also oftentimes departs along with them, wishing it to remain continual, He says: Sin no more, lest something worse befall you.
γʹ. Οὐκ ἀπὸ τούτου δὲ μόνον τὴν πρόνοιαν αὐτοῦ καὶ τὴν ἐπιείκειαν αὐτοῦ ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἀπὸ αὐτῆς τῆς δοκούσης εἶναι ἐπιτιμήσεως. Οὐδὲ γὰρ ἐξεπόμπευσεν αὐτοῦ τὰ ἁμαρτήματα, ἀλλ' ὅτι μὲν δι' ἁμαρτήματα ἔπαθεν, ἅπερ ἔπαθεν, εἶπε· τίνα δὲ ἦν τὰ ἁμαρτήματα οὐκ ἐδήλωσεν, οὐδὲ εἶπε, Τὸ καὶ τὸ ἥμαρτες, οὐδὲ, Τὸ καὶ τὸ ἐπλημμέλησας, ἀλλ' ἑνὶ ψιλῷ ῥήματι τοῦτο ἐνδειξάμενος τῷ· Μηκέτι ἁμάρτανε, καὶ τοσοῦτον εἰπὼν, ὅσον ἀναμνῆσαι μόνον, σπουδαιότερον αὐτὸν πρὸς τὸ μέλλον εἰργάσατο, καὶ τὴν μὲν ὑπομονὴν αὐτοῦ καὶ τὴν ἀνδρείαν καὶ τὴν φιλοσοφίαν πᾶσαν δήλην ἡμῖν ἐποίησεν εἰς ἀνάγκην αὐτὸν καταστήσας τοῦ πᾶσαν ἐκτραγῳδῆσαι τὴν συμφορὰν, καὶ τὴν σπουδὴν ἐπιδειξάμενος τὴν ἑαυτοῦ· Ἐν ᾧ γὰρ, φησὶν, ἐγὼ ἔρχομαι, ἄλλος πρὸ ἐμοῦ καταβαίνει· τὰ δὲ ἁμαρτήματα οὐκ ἐξεπόμπευσεν. Ὥσπερ γὰρ ἡμεῖς βουλόμεθα τὰ ἡμέτερα συσκιάζεσθαι, οὕτω καὶ ὁ Θεὸς πολλῷ πλέον ἢ ἡμεῖς· διὰ τοῦτο τὴν μὲν θεραπείαν ἐπὶ πάντων ἐποιήσατο, τὴν δὲ ⟨…⟩αίνεσιν ἢ τὴν συμβουλὴν κατιδίαν ποιεῖται. Οὐδέποτε γὰρ ἡμῶν ἐκπομπεύει τὰ ἁμαρτήματα, πλὴν εἰ μή ποτε ἴδοι ἀναισθήτως ἔχοντας πρὸς αὐτά. Καὶ γὰρ ὅταν λέγῃ· Πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε· καὶ διψῶντα, καὶ οὐκ ἐποτίσατε, διὰ τοῦτο λέγει κατὰ τὸν παρόντα καιρὸν, ἵνα μὴ κατὰ τὸν μέλλοντα τούτων ἀκουσώμεθα τῶν ῥημάτων. Ἀπειλεῖ, ἐκπομπεύει ἐνταῦθα, ἵνα μὴ ἐκπομπεύσῃ ἐκεῖ· ὥσπερ οὖν καὶ καταστρέψαι διὰ τοῦτο ἠπείλησε τὴν τῶν Νινευϊτῶν πόλιν, ἵνα μὴ καταστρέψῃ. Εἰ γὰρ ἠβούλετο δημοσιεύειν ἡμῶν τὰ ἁμαρτήματα, οὐκ ἂν
3. Not from this alone, however, may one see His providence and His gentleness, but also from the very thing that seems to be a rebuke. For He did not make a public show of his sins, but while He said that he suffered what he suffered on account of sins, what the sins were He did not disclose, nor did He say, You sinned this and that, nor, You transgressed in this and that, but having indicated this by one bare word, namely, Sin no more, and having said only so much as merely to remind him, He rendered him more earnest for the future, and made manifest to us all his endurance and his courage and his philosophy by placing him under the necessity of recounting his whole calamity at full length, and displaying his own diligence: For while I am coming, he says, another goes down before me; yet his sins He did not make a public show of. For just as we wish our own faults to be shaded over, so also does God much more than we; on this account He wrought the healing before all, whereas the exhortation or the counsel He makes privately. For He never makes a public show of our sins, save only if perchance He should see us insensible towards them. For even when He says: You saw Me hungering, and fed Me not; and thirsting, and gave Me not to drink, on this account He speaks thus at the present season, so that at the future one we may not hear these words. He threatens, He makes a public show here, so that He may not make a public show there; even as on this account He also threatened to overthrow the city of the Ninevites, so that He might not overthrow it. For if He had wished to publish abroad our sins, He would not
Notes, col. 52

On the reading

Printed την, for τὴν.

PG 51:53Read from the page
προεῖπεν, ὅτι δημοσιεύσει· νῦν δὲ διὰ τοῦτο προλέγει, ἵνα τῷ φόβῳ τῆς δημοσιεύσεως ἐκείνης, εἰ καὶ μὴ τῷ φόβῳ τῆς κολάσεως σωφρονισθέντες, ἀπονιψώμεθα ἅπαντα. Τοῦτο καὶ ἐπὶ τοῦ βαπτίσματος γίνεται· καὶ γὰρ ἄγει πρὸς τὴν κολυμβήθραν τῶν ὑδάτων τὸν ἄνθρωπον, οὐδενὶ δῆλα ποιήσας αὐτοῦ τὰ ἁμαρτήματα, ἀλλὰ τὴν μὲν δωρεὰν πᾶσι καθίστησι φανερὰν, καὶ ποιεῖ δήλην, τὰ δὲ ἁμαρτηματα πλὴν αὐτοῦ καὶ τοῦ τὴν ἄφεσιν λαμβάνοντος οὐδεὶς ἕτερος οἶδε. Τοῦτο καὶ ἐπὶ τούτου γέγονε, καὶ ἀμάρτυρον ποιεῖται τὸν ἔλεγχον, μᾶλλον δὲ οὐκ ἔλεγχος μόνον, ἀλλὰ καὶ ἀπολογία τὸ εἰρημένον ἐστὶν, ὥσπερ ὑπὲρ τῆς τοσαύτης κακώσεως ἀπολογούμενος καὶ λέγων αὐτῷ, καὶ δεικνὺς, ὅτι οὐ μάτην, οὐδὲ εἰκῇ τοσοῦτον αὐτὸν ἐπέτρεψε κακωθῆναι χρόνον, τῶν ἁμαρτημάτων ἀνέμνησεν αὐτὸν, καὶ τὴν αἰτίαν εἶπε τῆς ἀῤῥωστίας. Εὑρὼν γὰρ αὐτὸν, φησὶν, ἐν τῷ ἱερῷ, εἶπεν αὐτῷ· Μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται.
have foretold that He will publish them; whereas now He foretells it on this account, so that, chastened by the fear of that public exposure, even if not by the fear of punishment, we may wash away all things. This happens in baptism also; for He leads the man to the pool of waters without making his sins manifest to anyone, but renders the free gift visible to all, and makes it manifest, while no one else save Himself and the one receiving the forgiveness knows the sins. This happened in this man's case too, and He makes the reproof unwitnessed — or rather what was spoken is not a reproof only, but also a defence; as though defending Himself for so great an affliction and speaking to him, and showing that not in vain, nor at random did He permit him to be afflicted for so long a time, He reminded him of his sins, and stated the cause of his infirmity. For finding him, it says, in the temple, He said to him: Sin no more, lest something worse befall you.
Ἐπεὶ οὖν τοσαῦτα ἐκαρπωσάμεθα ἐκ τοῦ προτέρου παραλύτου, φέρε ἔλθωμεν καὶ ἐφ' ἕτερον κἂν παρὰ τῷ Ματθαίῳ κείμενον. Καὶ γὰρ καὶ ἐν τοῖς μετάλλοις ὅπουπερ ἂν εὕροι τις χρυσίον, πλέον ἐκεῖ διασκάπτει πάλιν· καὶ οἶδα μὲν ὅτι πολλοὶ τῶν ἁπλῶς ἀναγινωσκόντων ἕνα καὶ τὸν αὐτὸν εἶναι νομίζουσι παράλυτον παρὰ τοῖς τέσσαρσιν εὐαγγελισταῖς κείμενον· οὐκ ἔστι δέ. Διὸ χρὴ διαναστῆναι καὶ προσέχειν μετὰ ἀκριβείας. Οὐ γὰρ ὑπὲρ τῶν τυχόντων ἡ ζήτησίς ἐστιν, ἀλλὰ καὶ πρὸς Ἕλληνας, καὶ πρὸς Ἰουδαίους, καὶ πρὸς πολλοὺς τῶν αἱρετικῶν χρήσιμος ὁ λόγος οὗτος ἔσται, τὴν προσήκουσαν λύσιν λαβών. Καὶ γὰρ οὕτω πάντες τοῖς εὐαγγελισταῖς ἐγκαλοῦσιν ὡς μαχομένοις καὶ διαφωνοῦσιν· οὐκ ἔστι δὲ, μὴ γένοιτο, ἀλλ' εἰ καὶ διάφορα τὰ πρόσωπα, μία τοῦ Πνεύματος ἡ χάρις ἐστὶν, ἡ τὴν ἑκάστου κινοῦσα ψυχήν· ὅπου δὲ τοῦ Πνεύματος χάρις, ἀγάπη, χαρὰ, εἰρήνη· πόλεμος καὶ ἀμφισβήτησις οὐκ ἔστι, καὶ μάχη καὶ φιλονεικία τις. Πῶς οὖν ποιήσομεν φανερὸν, ὅςι οὐκ ἔστιν ὁ παράλυτος οὗτος ἐκεῖνος, ἀλλ' ἕτερος παρ' ἐκεῖνον; Ἀπὸ πολλῶν σημείων, καὶ τόπου, καὶ χρόνου, καὶ καιρῶν, καὶ ἡμέρας, καὶ ἀπὸ τοῦ τρόπου τῆς θεραπείας, καὶ ἀπὸ τῆς παρουσίας τοῦ ἰατροῦ, καὶ ἀπὸ τῆς ἐρημίας τοῦ θεραπευθέντος. Καὶ τί τοῦτο; φησί· καὶ γὰρ ἕτερα σημεῖα οὐχὶ διαφόρως ἀπήγγειλαν πολλοὶ τῶν εὐαγγελιστῶν; Ἀλλ' ἕτερόν ἐστι διαφόρως εἰπεῖν, καὶ ἕτερον ἐναντίως· ἐκεῖνο μὲν γὰρ διαφωνίαν οὐ ποιεῖ τινα, οὐδὲ μάχην· τοῦτο δὲ τὸ νῦν προκείμενον ἡμῖν πολλὴν ἔχει τὴν ἐναντίωσιν, εἰ μὴ δειχθείη ἕτερος ὢν ὁ ἐν τῇ κολυμβήθρᾳ παραλυτικὸς παρ' ἐκεῖνον τὸν ἐν τοῖς τρισὶν ἀναγεγραμμένον. Καὶ ἵνα μάθητε τί ποτέ ἐστι διαφόρως, καὶ τί ποτέ ἐστιν ἐναντίως εἰπεῖν, τῶν εὐαγγελιστῶν ὁ μὲν ὅτι ὁ Χριστὸς τὸν σταυρὸν ἐβάσταζεν εἶπεν, ὁ δὲ ὅτι Σίμων ὁ Κυρηναῖος· τοῦτο δὲ ἐναντίωσίν τινα οὐ ποιεῖ, οὐδὲ μάχην. Καὶ πῶς οὐκ ἔστιν ἐναντίον, φησὶ, τὸ βαστάζειν τῷ μὴ βαστάζειν; Ὅτι ἀμφότερα γέγονε. Καὶ ἐξελθόντων μὲν ἐκ τοῦ πραιτωρίου, ὁ Χριστὸς ἐβάσταζε· προϊόντων δὲ, ὁ Σίμων ἔλαβεν ἀπ' αὐτοῦ καὶ ἔφερε. Πάλιν ἐπὶ τῶν ληστῶν, ὁ μέν φησιν, ὅτι οἱ δύο αὐτὸν
Since, then, we have reaped so great fruit from the former paralytic, come, let us proceed to the other one as well, even the one set down in Matthew. For in mines too, wheresoever one may find gold, there one digs more deeply again; and I know indeed that many of those who read superficially suppose that it is one and the same paralytic set down in the four evangelists; yet it is not so. Wherefore one must rouse oneself and attend with precision. For the inquiry is not concerning ordinary matters, but both against Greeks, and against Jews, and against many of the heretics this discourse will be useful, once it has received its fitting resolution. For thus all bring charges against the evangelists as fighting and disagreeing with one another; yet it is not so — far from it! — but even if the persons are diverse, one is the grace of the Spirit which moves the soul of each; and where the grace of the Spirit is, there are love, joy, peace; war and dispute are not there, nor battle and any contentiousness. How then shall we make it manifest that this paralytic is not that one, but another besides that one? From many signs: from place, and time, and seasons, and day, and from the manner of the healing, and from the presence of the Physician, and from the desolation of the one healed. And what of this? someone says; for did not many of the evangelists report other signs also diversely? Yet it is one thing to speak diversely, and another to speak contrariwise: for the former makes no discord, nor conflict; whereas this matter now lying before us holds great contradiction, unless the paralytic at the pool should be shown to be another besides that one recorded in the three. And so that you may learn what ever it is to speak diversely, and what ever it is to speak contrariwise: of the evangelists, one said that Christ bore the cross, and another that Simon the Cyrenian bore it; yet this makes no contradiction, nor conflict. And how is bearing not contrary, someone says, to not bearing? Because both happened. Both when they went out from the praetorium, Christ bore it; and as they advanced, Simon took it from Him and carried it. Again, in the case of the robbers, one says that the two
Notes, col. 53

On the reading

Printed ἁμαρτηματα, for ἁμαρτήματα.

Printed ὅςι, for ὅτι.

PG 51:54Read from the page
ἐβλασφήμουν· ὁ δὲ ὅτι ὁ εἷς ἐπεστόμιζε τὸν κατηγοροῦντα. Ἀλλ' οὐδὲ τοῦτο πάλιν ἐναντίον. Διατί; Ὅτι καὶ ἐνταῦθα ἀμφότερα γέγονε καὶ παρὰ μὲν τὴν ἀρχὴν ἀμφότεροι ἦσαν οἱ πονηρευόμενοι· μετὰ δὲ ταῦτα σημείων γενομένων καὶ τῆς γῆς κλονουμένης, καὶ τῶν πετρῶν σχιζομένων, καὶ ἡλίου κρυπτομένου, θάτερος αὐτῶν μετεβλήθη, καὶ σωφρονέστερος γέγονε, καὶ τὸν ἐσταυρωμένον ἐπέγνω, καὶ τὴν βασιλείαν ὡμολόγησε τὴν ἐκείνου. Ἵνα γὰρ μὴ νομίσῃς, ὅτι ἀνάγκῃ τινὶ καὶ βίᾳ τινὸς ἔνδοθεν ὠθοῦντος αὐτὸν τοῦτο γίνεται, μηδὲ διαπορῇς, δείκνυσί σοι καὶ ἐν τῷ σταυρῷ τὴν πονηρίαν αὐτοῦ ἔτι διατηροῦντα τὴν προτέραν, ἵνα εἰδῇς, ὅτι οἴκοθεν καὶ παρ' ἑαυτοῦ μεταβαλόμενος, καὶ τῆς τοῦ Θεοῦ χάριτος ἀπολαύσας, οὕτω βελτίων ἐγένετο.
blasphemed Him; and another, that the one muzzled the accuser. Yet neither is this contrary again. Why? Because here too both happened, and at the beginning both were acting wickedly; but after these things, when signs occurred, and the earth was shaken, and the rocks were rent, and the sun was hidden, the one of them was changed, and became more sober-minded, and recognized the Crucified One, and confessed His kingdom. For lest you should suppose that this happens by some necessity and by force of someone pushing him from within, and lest you should be at a loss, it shows him to you even upon the cross still preserving his former wickedness, so that you may know that, having changed from within and of himself, and having enjoyed the grace of God, he thus became better.
δʹ. Καὶ ἕτερα πολλὰ τοιαῦτα ἔστιν ἐκ τῶν Εὐαγγελίων ἀναλέγεσθαι, ἃ δοκεῖ μὲν ἐναντιώσεως ὑποψίαν ἔχειν, οὐκ ἔστι δὲ ἐναντίωσις, ἀλλὰ καὶ τὰ παρὰ τούτου καὶ τὰ παρ' ἐκείνου εἰρημένα γεγένηται· εἰ δὲ μὴ κατὰ τὴν αὐτὴν ὥραν, καὶ ὁ μὲν πρότερον, ὁ δὲ τὸ δεύτερον εἴρηκεν· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν· ἀλλὰ τὸ πλῆθος τῶν εἰρημένων σημείων δείκνυσι καὶ τοῖς ὁπωσοῦν προσέχουσιν, ὅτι ἕτερος μὲν αὐτὸς ἦν, ἕτερος δὲ ἐκεῖνος. Οὐ μικρὰ δὲ καὶ αὕτη γένοιτ' ἂν ἀπόδειξις πρὸς τὸ δεῖξαι τοὺς εὐαγγελιστὰς συμφωνοῦντας ἀλλήλοις, καὶ οὐ μαχομένους. Ἂν μὲν γὰρ αὐτὸς ᾖ, πολλὴ ἡ μάχη· ἂν δὲ ἕτερος ἐκεῖνος, πᾶσα ἀμφισβήτησις λέλυται.
4. And many other such things may be gathered from the Gospels, which seem indeed to hold a suspicion of contradiction, yet there is no contradiction; rather, both the things spoken by this one and those spoken by that one happened, albeit not at the same hour, and the one has stated what came first, and the other what came second; whereas here there is nothing of the sort, but the multitude of the signs mentioned shows even to those who attend in any way whatever that this man was one, and that man another. And no small proof would this too prove for showing that the evangelists agree with one another, and do not fight. For if he be the same man, great is the conflict; whereas if that one be another, all dispute is resolved.
Φέρε οὖν αὐτὰς τὰς αἰτίας εἴπωμεν, δι' ἃς οὔ φαμεν τοῦτον εἶναι ἐκεῖνον. Τίνες οὖν εἰσιν αὗται; Ὁ μὲν ἐν Ἱεροσολύμοις θεραπεύεται, οὗτος δὲ ἐν Καπερναούμ, καὶ ὁ μὲν παρὰ τὴν κολυμβήθραν τῶν ὑδάτων, οὗτος δὲ ἐν οἰκίσκῳ τινί· ἰδοὺ ἀπὸ τοῦ τόπου· κἀκεῖνος μὲν ἐν ἑορτῇ· ἰδοὺ ἀπὸ τοῦ καιροῦ· κἀκεῖνος μὲν τριάκοντα καὶ ὀκτὼ ἔτη εἶχεν ἐν τῇ ἀσθενείᾳ· περὶ τούτου δὲ οὐδὲν τοιοῦτον ὁ εὐαγγελιστής· ἰδοὺ καὶ ἀπὸ τοῦ χρόνου· κἀκεῖνος μὲν ἐθεραπεύθη ἐν σαββάτῳ· ἰδοὺ καὶ ἀπὸ ἡμέρας· εἰ γὰρ ἐν σαββάτῳ ἐθεραπεύθη καὶ οὗτος, οὐδ' ἂν τοῦτο παρεσιώπησεν ὁ Ματθαῖος, οὐδ' ἂν ἡσύχασαν οἱ παρόντες Ἰουδαῖοι· οἱ γὰρ καὶ μὴ ἐν σαββάτῳ θεραπευθέντος αὐτοῦ δυσχεράναντες δι' ἄλλην αἰτίαν, πολλῷ μᾶλλον ει καὶ τὴν ἀπὸ τοῦ καιροῦ λαβὴν ἔσχον, οὐκ ἂν ἐφείσαντο τῶν ἐγκλημάτων τῶν κατὰ τοῦ Χριστοῦ. Καὶ οὗτος μὲν πρὸς τὸν Χριστὸν φέρεται· πρὸς ἐκεῖνον δὲ αὐτὸς ὁ Χριστὸς παραγίνὲται, κἀκείνῳ μὲν οὐδεὶς ἄνθρωπος ἦν ὁ βοηθήσων· Κύριε γὰρ, φησὶν, ἄνθρωπον οὐκ ἔχω· οὗτος δὲ πολλοὺς εἶχε τοὺς προσήκοντας, οἳ καὶ διὰ τοῦ στέγους αὐτὸν ἐχάλασαν. Κἀκείνου μὲν πρὸ τῆς ψυχῆς τὸ σῶμα διώρθωσε· πρότερον γὰρ αὐτοῦ τὴν παράλυσιν σφίγξας, τότε φησίν· Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ πρότερον αὐτοῦ τὴν ψυχὴν ἰασάμενος (φησὶ γὰρ αὐτῷ· Θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου), τότε τὴν παράλυσιν διώρθωσεν. Ὅτι μὲν οὖν οὐκ ἔστιν οὗτος ἐκεῖνος, ἀπὸ τούτων ἡμῖν σαφῶς ἀποδέδεικται, δεῖ δὲ λοιπὸν ἐπὶ τὴν ἀρχὴν τοῦ διηγήματος ἐλθόντας ἰδεῖν, πῶς μὲν τοῦτον, πῶς δὲ ἐκεῖνον ἐθεράπευσεν ὁ Χριστὸς, καὶ διὰ τί διαφόρως· διὰ τί τὸν μὲν ἐν σαββάτῳ, ἐκεῖνον δὲ οὐκ ἐν σαββάτῳ, καὶ πρὸς ἐκεῖνον μὲν αὐτὸς ἦλθε, τοῦτον
Come then, let us state the very causes for which we say that this man is not that one. What then are these? The one is healed in Jerusalem, and this one in Capernaum; and the one beside the pool of waters, and this one in a certain small house — behold, from the place; and that one at a feast — behold, from the season; and that one had spent thirty-eight years in his weakness, whereas concerning this one the evangelist says nothing of the sort — behold, from the length of time as well; and that one was healed on the sabbath — behold, from the day also: for if this man too had been healed on the sabbath, neither would Matthew have passed this over in silence, nor would the Jews who were present have kept quiet; for they who even when he was not healed on the sabbath chafed for another cause, much more, if they had also gotten a handle from the season, would not have spared their accusations against Christ. And this man is carried to Christ, whereas to that one Christ Himself comes; and that one had no man to help him — For, Lord, he says, I have no man — whereas this one had many relatives, who even let him down through the roof. And in that man's case He set right the body before the soul: for having first braced up his paralysis, He then says: Behold, you have become whole; sin no more; whereas here it is not so, but having first healed his soul (for He says to him: Take courage, child, your sins are forgiven you), He then set right his paralysis. That this man, then, is not that one has been clearly demonstrated by us from these things; and it remains necessary, coming to the beginning of the narrative, to see how Christ healed this one, and how He healed that one, and why diversely: why the one on the sabbath, and that one not on the sabbath, and why to that one He Himself came, while this one
Notes, col. 54

On the reading

Printed ει, for εἰ.

Printed παραγίνὲται, for παραγίνεται.

PG 51:53 bisRead from the page
Hoc et in baptismo fit: siquidem ad aquarum lavacrum hominem deducit, nec ulli ejus peccata patefacit: sed donum quidem manifestum omnibus reddit, et notum: peccata vero praeter se et ipsum, cui remissio tribuitur, nemo alius novit. Hoc et in isto accidit: reprehensio remotis arbitris adhibetur, imo vero non reprehensio tantum, sed et excusatio quaedam est haec oratio, quasi ob tantam illatam afflictionem se excusaret, eique diceret, et significaret non temere, neque frustra permissum esse, ut ipse tanto tempore affligeretur, peccata in memoriam illi revocavit, et causam aperuit infirmitatis. Cum enim, inquit, invenisset eum in templo, dixit illi: Noli amplius peccare, ne deterius tibi aliquid contingat (Joan. 5. 14).
This comes to pass in baptism also: for he leads a man down to the laver of waters and makes his sins known to no one; on the contrary, the gift indeed he renders manifest and known to all, whereas the sins no other knows save himself and the man to whom remission is granted. This happened in this man's case also: the reproof is administered with witnesses removed—nay rather, this speech is not merely a reproof, but also a kind of defence, as though defending himself for so great an affliction brought upon him, and saying and signifying to him that it was neither rashly nor in vain that he had been permitted to be afflicted for so long a time, he recalled his sins to his memory and disclosed the cause of his infirmity. For when, says he, he had found him in the temple, he said to him: Sin no more, lest something worse befall you (John 5:14).
Transit ad posteriorem Paralyticum; Evangelistae non inter se pugnant. Quid sit diversa loqui et contraria. — Quando igitur ex priori paralytico tantum fructum collegimus, age jam ad alterum etiam veniamus, de quo apud Matthaeum agitur (Matth. 9). Nam et in metallorum fodinis ubi quis plus auri repererit, illic effodit rursus: et multos scimus eorum, qui negligenter legerunt, unum et eumdem esse putare paralyticum, de quo apud quatuor evangelistas agitur. Atqui non est idem. Quamobrem erigite vos, ac diligenter attendite. Neque enim de rebus trivialibus quaestio habetur, sed et adversus gentiles et adversus Judaeos, et adversus multos haereticos utilis haec erit oratio, ubi conveniens solutio fuerit addita. Nam et ita reprehendunt omnes evangelistas tamquam inter se pugnantes ac dissonantes. Atqui non ita res se habet, absit: licet diversae personae sint, una est Spiritus gratia, qua cujusque anima movetur: at ubi Spiritus est gratia, caritas, gaudium, pax; bellum non est, nec discordia, nec pugna, nec ulla contentio. Quo tandem igitur pacto manifestum reddemus hunc non esse illum paralyticum, sed alterum ab illo diversum? Ex multis indiciis cum loci tum temporis, et occasionum, et diei, et ex modo curationis, et ab adventu medici, et ejus qui curatus est solitudine. Quid tum postea? dicet aliquis: nam et alia signa nonne diversa ratione multi evangelistae narrarunt? At enim aliud est diverse narrare, aliud contrario modo: siquidem illud dissonantiam nullam gignit aut pugnam: in hoc vero quod est prae manibus, multa apparet repugnantia, nisi alterum esse ostendatur in piscina paralyticum, quam is, de quo tres evangelistae scripserunt. Atque ut intelligatis quid sit diverse et quid contrarie loqui: unus ex evangelistis dixit crucem portasse Christum, alter autem Simonem Cyrenaeum: hoc vero contrarietatem nullam gignit, aut pugnam. Qui potest, inquit, non esse contrarium, portare et non portare? Quia nimirum utrumque accidit. Et cum exiissent quidem ex praetorio, portavit Christus: cum autem longius progressi essent, Simon ab illo accepit et tulit. Rursus de latronibus unus quidem ait duos ipsum blasphemasse, alter vero, unum compescuisse illum qui accusabat. Sed neque hoc rursus est contrarium.
He passes on to the latter Paralytic; the Evangelists do not clash with one another; what it is to speak differently and what to speak contradictorily. — Since, then, we have gathered so much fruit from the former paralytic, come now, let us proceed to the other one as well, who is treated of in Matthew (Matt. 9). For in gold-mines also, wheresoever anyone finds more gold, there he digs out again; and we know that many of those who have read carelessly suppose that the paralytic treated of in the four evangelists is one and the same. Yet he is not the same. Wherefore rouse yourselves and pay heed diligently! For the inquiry is not concerned with trifling matters; nay, both against pagans and against Jews, and against many heretics, this discourse will be useful, once the fitting solution has been supplied. For in this way too they find fault with all the evangelists, as though clashing and at variance with one another. Yet it is not so—far be it! Though the persons be diverse, one is the grace of the Spirit whereby the soul of each is moved; and where the grace of the Spirit is, there are charity, joy, and peace—there is no war, nor discord, nor strife, nor any contention. How then at last shall we make it plain that this man is not that paralytic, but another different from him? From many proofs: both of place and of time, and of circumstances, and of the day, and from the manner of the healing, and from the coming of the Physician, and from the loneliness of him who was healed. What then? someone will say: have not many evangelists recounted other signs also in diverse ways? Nay, it is one thing to recount diversely, and another in a contradictory manner: for the former breeds no discord or clashing, whereas in the matter now in hand great contradiction appears unless it be shown that the paralytic at the pool is another than he of whom the three evangelists wrote. And that you may understand what it is to speak diversely and what contradictorily: one of the evangelists said that Christ carried the cross, while another said Simon of Cyrene; yet this breeds no contradiction or clashing. How can it not be contradictory, says one, to carry and not to carry? Because, to be sure, both things happened: when they went forth from the praetorium, Christ carried it; when they had gone farther on, Simon took it from him and bore it. Again, concerning the robbers, one says that the two blasphemed him, while another says that one checked him who railed at him. Yet neither is this contradictory in turn.
PG 51:54 bisRead from the page
Quid ita? Quoniam hic quoque utrumque accidit, atque initio quidem uterque improbe se gerebat: postea vero cum facta essent miracula, terra mota, petrae scissae, et sol absconditus, alter eorum conversus et modestior est factus, et crucifixum agnovit, ejusque regnum confessus est. Nam ne forte existimares necessitate quadam ac vi cujusdam intus eum impellentis hoc fieri, neve dubitares, illum in cruce tibi exhibet priorem adhuc improbitatem retinentem, ut agnoscas eum sponte atque a se ipso mutatum, Deique gratia donatum ita meliorem evasisse.
Why so? Because here also both things happened, and at the outset indeed both bore themselves wickedly; afterwards, however, when the signs had taken place—the earth shaken, the rocks rent, and the sun hidden—one of them was changed and became more sober-minded, recognized the Crucified, and confessed his kingdom. For lest perchance you should suppose that this happened by some compulsion and force of someone driving him from within, and lest you should stand in doubt, Scripture shows him to you upon the cross still clinging to his former wickedness, so that you may recognize that of his own accord and from himself he changed, and, endowed with the grace of God, thus became better.
4. Alia quoque multa ejusmodi ex Evangeliis colligere licet, quae videntur suspicionem habere repugnantiae: sed nulla tamen est repugnantia, sed et quae ab hoc, et quae ab illo dicta sunt, evenerunt: tametsi non eadem hora, et unus primum illud dixit, alter illud secundum: at hoc loco nihil est tale, sed eorum indiciorum multitudo, quae notata sunt, iis, qui utcumque animum adverterint, ostendit alterum hunc fuisse, et alterum illum. Neque vero mediocris ista esse potest demonstratio ad probandum evangelistas inter se consentire, non pugnare. Si enim idem sit, magna pugna: sin autem alter est ille, sublata est omnis dubitatio.
4. Many other things of this kind may also be gathered from the Gospels which seem to harbour a suspicion of contradiction; yet there is no contradiction at all, nay, both the things said by this evangelist and those said by that one came to pass, albeit not at the same hour, one recounting the first part and the other the second; in this passage, however, there is nothing of the sort, but the multitude of proofs that have been pointed out shows to those who pay any heed at all that this man was one person and that man another. Nor can this be a slight proof for showing that the evangelists agree with one another and do not clash. For if he be the same man, the conflict is great; whereas if that man is another, all doubt is done away with.
Quibus distinguantur duo Paralytici; incisiones et ustiones medicorum comparantur cum curatione ista. — Age igitur causas ipsas proponamus, quibus adducti dicimus hunc illum non esse. Quaenam illae porro sunt? Ille sanatur Jerosolymis, hic vero in Capharnaum, et ille quidem juxta piscinam aquarum, iste autem in quodam cubiculo, ecce indicium a loco: atque ille quidem in die festo, ecce a temporis conditione: et ille quidem triginta et octo annos habebat in infirmitate sua; de hoc autem nihil tale evangelista narrat, ecce a tempore: et ille quidem in sabbato sanatus est, ecce a die: si enim in sabbato fuisset hic quoque sanatus, neque id tacuisset Matthaeus, neque Judaei qui aderant, quievissent: qui enim etiam tum cum ille in sabbato sanatus non est, aliam ob causam indignati sunt, multo magis si a tempore data esset ansa reprehendendi, nequaquam jactandis in Christum criminationibus pepercissent. Atque hic quidem ad Christum defertur, ad illum autem Christus accedit, et illi nullus erat homo qui suppetias ferret: Domine, enim, inquit, hominem non habeo (Joan. 5. 7): iste vero multos habebat propinquos, qui et per tectum illum demiserunt. Et illius quidem ante animam corpus correxit: siquidem cum prius paralysim ejus sanasset, deinde dixit, Ecce sanus factus es, noli amplius peccare: hic autem non ita: sed cum prius animae illius medicatus esset; ait enim ipsi: Confide, fili, remittuntur tibi peccata tua (Matth. 9. 2), tum deinde paralysim sanavit. Hunc igitur illum non esse clare nobis ex his est demonstratum: jam autem ad ipsum narrationis initium veniendum est, ac videndum, quo pacto hunc et quo pacto illum sanarit Christus, et cur diversa ratione: cur hunc in sabbato, illum non in sabbato, et ad illum ipse venerit, hunc autem exspectaverit ad se deferri, et quam ob causam illius corpori prius, hujus vero animae prius medeatur.
Whereby the two Paralytics are distinguished; the cuttings and burnings of physicians are compared with this healing. — Come then, let us set forth the very reasons led by which we say that this man is not that one. Now what are they? That one is healed at Jerusalem, whereas this one is healed at Capernaum, and that one beside a pool of waters, while this one is healed in a certain chamber—behold the proof from place; and that one upon a feast day—behold the proof from the circumstance of season; and that one had spent thirty-eight years in his infirmity, whereas of this man the evangelist relates nothing of the sort—behold the proof from duration; and that one was healed on the Sabbath—behold the proof from the day: for had this man also been healed on the Sabbath, neither would Matthew have passed it over in silence, nor would the Jews who were present have kept quiet; for they who grew indignant on another ground even when he was not healed on the Sabbath, much more, had a handle for finding fault been given them by the time, would by no means have refrained from hurling accusations against Christ. Furthermore, this man is carried to Christ, whereas Christ goes to that one; and that one had no man to bring him aid—for Lord, says he, I have no man (John 5:7)—whereas this one had many kinsfolk, who also let him down through the roof. And in that man's case he set right the body before the soul—for after he had first healed his paralysis, he then said, Behold, you have been made whole; sin no more—whereas here it was not so, but after he had first healed his soul—for he says to him: Take courage, son; your sins are forgiven you (Matt. 9:2)—then afterwards he healed the paralysis. That this man, therefore, is not that one has been clearly demonstrated to us from these facts; and now we must come to the very beginning of the narrative, and see how Christ healed this man and how he healed that one, and why in a different manner: why that one on the Sabbath and this one not on the Sabbath, why to that one he came himself while he waited for this one to be brought to him, and for what reason he heals that man's body first, but this man's soul first.