Migne Reading Room

PG 51 · cols. 315–318 bis · Read from the page

De profectu Evangelii, seu In eos qui male utuntur dicto Apostoli: Sive per occasionem, sive per veritatem Christus annuntiatur (Phil. 1:18; Hom. XXVIII)

De profectu Evangelii, seu In eos qui male utuntur dicto Apostoli: Sive per occasionem, sive per veritatem Christus annuntiatur (Phil. 1:18; Hom. XXVIII)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:315Read from the page
ἢ ὅτι πτωχὸς καὶ ἀπερριμμένος, καὶ εὐτελὴς, καὶ οὐδενὸς ἄξιος λόγου· ἀλλ' ἐννόησον ὅτι καὶ ὑπὲρ τούτου Χριστὸς ἀπέθανε, καὶ ἀρκεῖ σοι τοῦτο εἰς πάσης προνοίας ὑπόθεσιν. Ἐννόησον ὁποῖόν τινα ἐκεῖνον εἶναι χρὴ, ὃν τοσούτου Χριστὸς ἐτιμήσατο, ὡς μηδὲ τοῦ αἵματος φείσασθαι τοῦ ἑαυτοῦ. Οὐδὲ γὰρ, εἰ βασιλεὺς ὑπέρ τινος εἵλετο καταθῦσαι ἑαυτὸν, ἐζητήσαμεν ἂν ἑτέραν ἀπόδειξιν τοῦ μέγαν τινὰ εἶναι καὶ περισπούδαστον ἐκεῖνον τῷ βασιλεῖ, οὐκ ἔγωγε οἶμαι· ἤρκει γὰρ ἡ τελευτὴ δεῖξαι τοῦ τετελευτηκότος τὴν περὶ αὐτὸν ἀγάπην. Νυνὶ δὲ οὐκ ἄνθρωπος, οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, ἀλλ' αὐτὸς ὁ τῶν οὐρανῶν Δεσπότης, αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ σάρκα περιβαλόμενος ἐπέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν. Οὐ πάντα οὖν ποιήσομεν καὶ πραγματευσόμεθα, ὥστε τοὺς οὕτω τιμηθέντας ἀνθρώπους πάσης ἀπολαῦσαι παρ' ἡμῶν προνοίας; Καὶ ποίαν ἕξομεν ἀπολογίαν; τίνα συγγνώμην; Τοῦτο γοῦν αὐτὸ καὶ ὁ Παῦλος ἐνδεικνύμενος ἔλεγε· Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, δι' ὃν Χριστὸς ἀπέθανε. Τοὺς γὰρ καταφρονοῦντας τῶν ἀδελφῶν, καὶ ὡς ἀσθενούντων ὑπερορῶντας βουλόμενος ἐντρέψαι καὶ εἰς σπουδὴν ἀγαγεῖν καὶ πεῖσαι κήδεσθαι τῶν πλησίον, ἀντὶ πάντων τὸν τοῦ Δεσπότου θάνατον τέθεικε. Καθήμενος τοίνυν ἐν τῷ δεσμωτηρίῳ τοῖς Φιλιππησίοις ἐπέστελλεν ἐκ τοσούτου τοῦ διαστήματος. Τοιαύτη γὰρ ἡ κατὰ Θεὸν ἀγάπη· οὐδενὶ τῶν ἀνθρωπίνων διακόπτεται, ἄνωθεν ἔχουσα τὰς ῥίζας ἐκ τῶν οὐρανῶν καὶ τὰς ἀμοιβὰς. Καὶ τί φησι; Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί. Εἶδες πρόνοιαν ὑπὲρ μαθητῶν; εἶδες διδασκάλου κηδεμονίαν; Ἄκουσον καὶ φιλοστοργίαν μαθητῶν περὶ τὸν διδάσκαλον, ἵνα ἴδῃς ὅτι τοῦτο ἦν τὸ ποιοῦν ἰσχυροὺς ἐκείνους καὶ ἀκαταγωνίστους, τὸ συνδεδέσθαι ἀλλήλοις. Εἰ γὰρ Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρὰ, πολλῷ μᾶλλον τοσοῦτοι συνδεδεμένοι τοῖς τῆς ἀγάπης δεσμοῖς, πᾶσαν ἂν ἀπεκρούσαντο τὴν τοῦ πονηροῦ δαίμονος ἐπιβουλήν. Ὅτι μὲν οὖν ὁ Παῦλος συνεδέδετο τοῖς μαθηταῖς, οὐδὲ ἀποδείξεως δεῖ λοιπὸν ἡμῖν, οὐδὲ λόγου, ὅπου γε καὶ δεδεμένος αὐτῶν ἐμερίμνα, καὶ καθ' ἑκάστην ἡμέραν καὶ ὑπὲρ αὐτῶν ἀπέθνησκε τῷ πόθῳ πυρούμενος.
or that he is poor and cast aside, and lowly, and worthy of no account; but consider that for his sake too Christ died, and this suffices you as a ground for every kind of care. Consider what sort of man that one must be, whom Christ honoured so greatly as not even to spare His own blood. For even if a king chose to sacrifice himself on someone's behalf, we would not have sought another proof that such a man was great and highly cherished by the king—not so far as I think; for his death would have sufficed to show the deceased's love towards him. Yet now not a man, not an angel, not an archangel, but the Lord of the heavens Himself, the only-begotten Son of God Himself, having clothed Himself in flesh, gave Himself up for our sake. Shall we not then do and undertake everything so that human beings thus honoured may enjoy every care from us? And what defence shall we have? What pardon? Pointing out this very thing, then, Paul also said: Do not by your food destroy that one for whom Christ died. For wishing to put to shame those who despise their brothers and look down on them as weak, and to lead them to earnest effort and persuade them to care for their neighbours, in place of everything else he set down the Master's death. Sitting, therefore, in the prison, he wrote to the Philippians from so great a distance. For such is love according to God: it is cut off by no human hindrance, having its roots from above out of the heavens, and its rewards as well. And what does he say? Now I want you to know, brothers. Did you see his care for his disciples? Did you see a teacher's solicitude? Hear also the tender affection of the disciples towards their teacher, so that you may see that this was what made them strong and unconquerable: their being bound to one another. For if a brother helped by a brother is like a fortified city, much more would so many bound together by the bonds of love beat back every plot of the evil demon. That Paul, then, was bound to his disciples leaves us no further need of proof or argument, seeing that even while bound he took thought for them, and every single day was even dying on their behalf, set afire with longing.
ϛʹ. Ὅτι δὲ καὶ οἱ μαθηταὶ τῷ Παύλῳ συνδεδεμένοι μετὰ ἀκριβείας ἦσαν ἁπάσης, καὶ οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες, ἄκουσον τί φησι περὶ τῆς Φοίβης· Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν, διάκονον οὖσαν τῆς Ἐκκλησίας τῆς ἐν Κεγχρέαις, ἵνα προσδέξησθε αὐτὴν ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ, ἐν ᾧ ἂν ὑμῶν πράγματι χρήζῃ, ἥτις προστάτις πολλῶν ἐγενήθη, καὶ αὐτοῦ ἐμοῦ. Ἀλλ' ἐνταῦθα μὲν μέχρι προστασίας ἐμαρτύρησεν αὐτῇ τὴν σπουδήν· Πρίσκιλλα δὲ καὶ Ἀκύλας καὶ μέχρι θανάτου διὰ τὸν Παῦλον ἐχώρησαν, καὶ περὶ αὐτῶν δὲ οὕτω γράφει λέγων· Ἀσπάζονται ὑμᾶς Ἀκύλας καὶ Πρίσκιλλα, οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, εἰς θάνατον δηλονότι. Καὶ περὶ ἑτέρου πάλιν αὐτοῖς τούτοις γράφων, φησίν· Ὅτι ἤγγισεν ἕως θανάτου, παραβουλευσάμενος τῇ ψυχῇ, ἵνα τὸ ὑμῶν ὑστέρημα ἀναπληρώσῃ τῆς πρός με λειτουργίας. Εἶδες πῶς ἐφίλουν τὸν διδάσκαλον; πῶς πρὸ τῆς ψυχῆς τῆς ἑαυτῶν τὴν ἄνεσιν ἐσκόπουν τὴν ἐκείνου; Διὰ τοῦτο οὐδεὶς αὐτῶν περιεγένετο τότε. Ταῦτα δὲ λέγω, οὐχ ἵνα ἀκούωμεν μόνον, ἀλλὰ ἵνα καὶ μι-
6. And that the disciples too were bound to Paul with all strictness, and not men only, but women also, hear what he says concerning Phoebe: I commend to you Phoebe our sister, who is a deacon of the Church at Cenchreae, so that you may receive her in the Lord in a manner worthy of the saints, and stand by her in whatever matter she may need you; for she has been a patroness of many, and of myself as well. Yet here he bore witness to her zeal only as far as patronage; Priscilla and Aquila, however, advanced even to the point of death on Paul's account, and concerning them he writes thus, saying: Aquila and Priscilla greet you, who for my life laid down their own necks—that is to say, to death. And again, writing to these very people about another man, he says: Because he came close to death, having disregarded his own life, so that he might fill up what was lacking in your service towards me. Did you see how they loved their teacher? How before their own lives they looked to his relief? For this reason no one prevailed over them at that time. And these things I say, not so that we may merely hear, but so that we may also
PG 51:316Read from the page
μώμεθα· καὶ οὐ πρὸς τοὺς ἀρχομένους μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἄρχοντας ἡμῖν ὁ λόγος ἀποτείνεται, ἵνα καὶ οἱ μαθηταὶ πολλὴν περὶ τοὺς διδασκάλους κηδεμονίαν ἐπιδεικνύωνται, καὶ οἱ διδάσκαλοι τὴν αὐτὴν τῷ Παύλῳ φιλοστοργίαν περὶ τοὺς ὑποταττομένους ἔχωσιν, οὐχὶ τοὺς παρόντας μόνον, ἀλλὰ καὶ τοὺς πόρρωθεν ὄντας. Καὶ γὰρ ὁ Παῦλος καθάπερ μίαν οἰκῶν οἰκίαν τὴν οἰκουμένην ἅ⟨π⟩ασαν, οὕτω τῆς πάντων ἐφρόντιζε σωτηρίας, καὶ τὰ αὑτοῦ πάντα ἀφεὶς δεσμὰ καὶ θλίψεις καὶ πληγὰς καὶ στενοχωρίας, ἐπεσκόπει καὶ ἐπυνθάνετο καθ' ἑκάστην ἡμέραν, πῶς τὰ τῶν μαθητῶν ἔχοι· καὶ πολλάκις δι' αὐτὸ τοῦτο μόνον ἔπεμψε, νῦν μὲν Τιμόθεον, νῦν δὲ Τυχικόν· καὶ περὶ μὲν ἐκείνου φησίν· Ἵνα γνῷ τὰ περὶ ὑμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν· περὶ δὲ Τιμοθέου· Ἔπεμψα αὐτὸν πρὸς ὑμᾶς μηκέτι στέγων, μήπως ἐπείρασεν ὑμᾶς ὁ πειράζων· καὶ Τίτον πάλιν ἀλλαχοῦ, καὶ ἄλλον ἑτέρωσε. Ἐπειδὴ γὰρ αὐτὸς τῇ τῶν δεσμῶν ἀνάγκῃ πολλάκις ἐν ἑνὶ κατεχόμενος τόπῳ συγγενέσθαι τοῖς αὑτοῦ σπλάγχνοις οὐκ ἠδύνατο, διὰ τῶν μαθητῶν αὐτοῖς συνεγένετο.
imitate them; and our discourse is directed not only to those who are ruled, but also to those who rule, so that both disciples may display great solicitude towards their teachers, and teachers may hold the same tender affection as Paul towards those placed under them—not merely those who are present, but also those who are far off. For just as though inhabiting a single house—the entire inhabited world—so Paul cared for the salvation of all; and setting aside all his own affairs—bonds and afflictions and blows and distresses—he watched over and inquired every single day how matters stood with his disciples; and often for this very reason alone he sent now Timothy, now Tychicus; and concerning the latter he says: So that he may know your affairs, and encourage your hearts; and concerning Timothy: I sent him to you when I could bear it no longer, lest somehow the tempter had tempted you; and Titus again elsewhere, and another to another place. For since he himself, often detained in a single place by the constraint of his bonds, was unable to be with his own dear ones, he kept company with them through his disciples.
ζʹ. Καὶ τότε τοίνυν ἐν δεσμοῖς ὢν γράφει τοῖς Φιλιππησίοις λέγων· Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, τοὺς μαθητὰς ἀδελφοὺς καλῶν. Τοιοῦτον γὰρ ἡ ἀγάπη· πᾶσαν ἀνωμαλίαν ἐκβάλλει, καὶ ὑπεροχὴν καὶ ἀξίαν οὐκ οἶδεν, ἀλλὰ κἂν ἁπάντων ὑψηλότερος ᾖ τις, πρὸς τὸν πάντων κάτεισι ταπεινότερον· ὅπερ καὶ Παῦλος ἐποίει. Ἀλλ' ἀκούσωμεν τί βούλεται γινώσκειν αὐτούς· Ὅτι τὰ κατ' ἐμὲ, φησὶ, μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν. Εἰπέ μοι, πῶς καὶ τίνι τρόπῳ; Ἆρα τῶν δεσμῶν ἀφέθης; ἆρα ἀπέθου τὴν ἅλυσιν, καὶ μετὰ ἀδείας κηρύττεις ἐν τῇ πόλει; ἆρα εἰς ἐκκλησίαν εἰσελθὼν, μακροὺς καὶ πολλοὺς κατέτεινας λόγους περὶ τῆς πίστεως, καὶ πολλοὺς λαβὼν μαθητὰς ἀπῆλθες; ἆρα νεκροὺς ἤγειρας, καὶ ἐθαυμαστώθης; ἆρα λεπροὺς ἐκάθηρας, καὶ ἐξεπλάγησαν ἅπαντες; ἆρα δαίμονας ἀπήλασας, καὶ ἀνυψώθης; Οὐδὲν τούτων, φησί. Πῶς οὖν ἡ προκοπὴ γέγονε τοῦ Εὐαγγελίου; εἰπέ. Ὥστε τοὺς δεσμούς μου, φησὶ, φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοῖς λοιποῖς πᾶσι. Τί λέγεις; τοῦτο ἄρα, τοῦτο ἡ προκοπή; τοῦτο ἡ ἐπίδοσις; τοῦτο ἡ αὔξησις τοῦ κηρύγματος, ὅτι πάντες ἔμαθον ὅτι δέδεσαι; Ναὶ, φησίν. Ἄκουσον γοῦν τῶν ἑξῆς, ἵνα μάθῃς ὅτι τὰ δεσμὰ οὐ μόνον οὐκ ἐγίνετο κώλυμα, ἀλλὰ καὶ ὑπόθεσις πλείονος παρῥησίας· Ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ, πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Τί λέγεις, ὦ Παῦλε; οὐκ ἀγωνίαν ἐνέβαλεν, ἀλλὰ θάρσος τὰ δεσμά; οὐ φόβον, ἀλλὰ πόθον; Οὐκ ἔχει τὰ λεγόμενα ἀκολουθίαν. Οἶδα κἀγώ. Οὐδὲ γὰρ κατὰ ἀνθρωπίνων πραγμάτων ἀκολουθίαν ταῦτα συνέβαινε, φησίν· ἀλλ' ὑπὲρ φύσιν ἦν τὰ γινήμενα, καὶ θείας χάριτος τὰ κατορθώματα. Διὰ τοῦτο ὃ τοῖς ἄλλοις ἀγωνίαν ἐποίει, τοῦτο ἐπ' ἐκείνῳ θάρσος παρεῖχε. Καὶ γὰρ στρατηγὸν ἐὰν λαβών τις καὶ καθείρξας ποιήσῃ φανερὸν τοῦτο, εἰς φυγὴν ἐμβάλλει τὸ στρατόπεδον ἅπαν· καὶ ποιμένα δὲ ἐάν τις τῆς ποίμνης ἀπαγάγῃ, μετὰ πολλῆς τῆς ἀδείας ἀπελαύνει τὰ πρόβατα. Ἀλλ' οὐκ ἐπὶ Παύλου οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν. Ὁ στρατηγὸς γὰρ ἐδέδετο, καὶ οἱ στρατιῶται προθυμότεροι ἐγίνοντο, καὶ μετὰ πλείονος τῆς παρῥησίας τοῖς ἐναντίοις ἐπεπήδων· ὁ ποιμὴν καθεῖρκτο, καὶ τὰ πρόβατα οὐκ ἀνηλοῦτο, οὐδὲ ἐσκορπίζετο.
7. And at that time too, then, while in bonds, he writes to the Philippians, saying: Now I want you to know, brothers, calling his disciples brothers. For such a thing is love: it casts out all inequality, and knows neither superiority nor rank, but even if someone is loftier than all, he comes down to the lowliest of all—the very thing Paul also used to do. Yet let us hear what he wants them to know: That my affairs, he says, have rather come to the advancement of the Gospel. Tell me, how and in what manner? Were you released from your bonds? Did you put off your chain, and are you preaching with impunity in the city? Did you enter an assembly, deliver long and numerous discourses on the faith, and depart having won many disciples? Did you raise the dead, and win admiration? Did you cleanse lepers, and was everyone astounded? Did you drive out demons, and were you exalted? None of these things, he says. How then has the advancement of the Gospel come about? Tell us. So that my bonds, he says, have become manifest in Christ throughout the whole praetorium, and to all the rest. What are you saying? Is this, then, this the advancement? Is this the progress? Is this the growth of the preaching, that everyone learned that you have been bound? Yes, he says. Hear at least what follows, so that you may learn that his bonds not only did not become a hindrance, but became even a ground for greater boldness: So that most of the brothers in the Lord, having confidence in my bonds, dare all the more fearlessly to speak the word. What are you saying, O Paul? Did your bonds cast into them not distress, but courage? Not fear, but longing? What is said lacks logical sequence. I know it too. For neither did these things take place according to the sequence of human affairs, he says; rather, the things taking place were above nature, and the achievements belonged to divine grace. Therefore what caused distress to others afforded courage in his case. For if someone seizes a general and shuts him up and makes this known, he throws the entire camp into flight; and if someone leads a shepherd away from the flock, with great impunity he drives off the sheep. Yet in Paul's case it was not so, but quite the contrary. For the general was bound, and the soldiers grew more eager, and with greater boldness leapt upon their adversaries; the shepherd was shut up, and the sheep were neither destroyed nor scattered.
Notes, col. 316

On the reading

Printed γινήμενα, for γινόμενα.

PG 51:317Read from the page
ηʹ. Τίς εἶδε, τίς ἤκουσεν ἐν τοῖς τῶν διδασκάλων δεινοῖς πλείονα παράκλησιν λαμβάνοντας τοὺς μαθητάς; Πῶς οὐκ ἔδεισαν; πῶς οὐκ ἐφοβήθησαν; πῶς οὐκ εἶπον πρὸς τὸν Παῦλον, Ἰατρὲ, θεράπευσον σεαυτόν; ἀπάλλαξον σεαυτὸν τῶν πολυπλόκων δεινῶν, καὶ τότε ἡμῖν τὰ μυρία προξενήσεις ἀγαθά. Πῶς ταῦτα οὐκ εἶπον; Πῶς; ὅτι πεπαιδευμένοι ἦσαν παρὰ τῆς τοῦ Πνεύματος χάριτος, ὅτι ταῦτα οὐκ ἐξ ἀσθενείας ἐγίνετο, ἀλλ' ἐκ τῆς τοῦ Χριστοῦ συγχωρήσεως, ἵνα μειζόνως ἡ ἀλήθεια διαλάμπῃ, διὰ δεσμῶν καὶ φυλακῶν καὶ θλίψεων καὶ στενοχωριῶν αὐξανομένη καὶ πρὸς μεῖζον αἰρομένη μέγεθος. Οὕτως ἡ δύναμις τοῦ Χριστοῦ ἐν ἀσθενείᾳ τελειοῦται. Εἰ μὲν γὰρ ὑπεσκέλισε τὸν Παῦλον τὰ δεσμὰ, καὶ δειλότερον ἐποίησεν, ἢ αὐτὸν, ἢ τοὺς ἐκείνῳ προσήκοντας ἔδει διαπορεῖν· εἰ δὲ μᾶλλον θαρῥεῖν παρεσκεύασε καὶ εἰς πλείονα δόξαν ἤγαγεν, ἐκπλήττεσθαι δεῖ καὶ θαυμάζειν, πῶς διὰ πράγματος ἀτιμίαν ἔχοντος δόξα τῷ μαθητῇ προεξενεῖτο, διὰ πράγματος δειλίαν ἐμβάλλοντος θάρσος καὶ παράκλησις πᾶσιν ἐκείνοις ἐγένετο. Τίς γὰρ αὐτὸν οὐκ ἐξεπλήττετο τότε, ὁρῶν ἅλυσιν περικείμενον; Τότε δαίμονες ἐδραπέτευον μᾶλλον, ὅτε ἑώρων αὐτὸν ἐν δεσμωτηρίῳ διατρίβοντα. Οὐ γὰρ οὕτω βασιλικὴν κεφαλὴν λαμπρὰν τὸ διάδημα ποιεῖ, ὡς τὰς ἐκείνου χεῖρας ἡ ἅλυσις, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἐπανθοῦσαν αὐταῖς χάριν. Διὰ τοῦτο πολλὴ παράκλησις ἐγίνετο τοῖς μαθηταῖς. Καὶ γὰρ ἑώρων τὸ μὲν σῶμα δεδεμένον, τὴν δὲ γλῶτταν οὐ δεδεμένην· τὰς μὲν χεῖρας ἐσφιγμένας, τὸν δὲ λόγον λελυμένον, καὶ τῆς ἀκτῖνος τῆς ἡλιακῆς ταχύτερον τὴν οἰκουμένην ἐπιτρέχοντα πᾶσαν. Καὶ τοῦτο αὐτοῖς παράκλησις ἐγίνετο διὰ τῶν ἔργων μανθάνουσιν, ὅτι οὐδὲν τῶν παρόντων δεινόν. Καὶ γὰρ ὅταν ὑπὸ θείου πόθου καὶ ἔρωτος ἡ ψυχὴ βαφεῖσα τύχῃ γνησίως, πρὸς οὐδὲν ἐπιστρέφεται τῶν παρόντων· ἀλλ' ὥσπερ οἱ μαινόμενοι καὶ πυρὸς καὶ σιδήρου καὶ θηρίων καὶ πελάγους καὶ πάντων κατατολμῶσιν, οὕτω καὶ οὗτοι μανίαν τινὰ καλλίστην καὶ πνευματικωτάτην μανέντες, μανίαν ἀπὸ σωφροσύνης γινομένην, πάντων κατεγέλων τῶν ὁρωμένων. Διὰ τοῦτο δεδεμένον ὁρῶντες τὸν διδάσκαλον, μᾶλλον ἐσκίρτων, μᾶλλον ἠγάλλοντο, διὰ τῶν ἔργων τοῖς ἐναντίοις δόντες ἀπόδειξιν, ὅτι πάντοθέν εἰσιν ἀνάλωτοι καὶ ἀχείρωτοι.
8. Who has seen, who has heard of disciples receiving greater consolation amid their teachers' calamities? How did they not dread? How were they not afraid? How did they not say to Paul: Physician, heal yourself; rid yourself of these manifold terrors, and then you will procure ten thousand good things for us? How did they not say these things? How? Because they had been taught by the grace of the Spirit that these things came about not out of weakness, but by Christ's permission, so that the truth might shine forth all the more, growing through bonds and prisons and afflictions and distresses and rising to greater magnitude. Thus is the power of Christ made perfect in weakness. For if the bonds had tripped Paul up and made him more cowardly, either he or those belonging to him ought to have been at a loss; yet if rather they prepared them to take courage and led them to greater glory, one must be astounded and marvel how through a matter carrying dishonour glory was procured for the disciple, and through a matter inspiring cowardice courage and consolation came about for them all. For who was not astounded at him then, seeing a chain cast about him? Then demons fled all the more, when they saw him dwelling in prison. For a diadem does not make a royal head so resplendent as the chain made his hands—not from its own nature, but from the grace blossoming upon them. For this reason great consolation came to the disciples. For they saw his body bound, yet his tongue unbound; his hands fastened tight, yet his word set free, and traversing the whole inhabited world swifter than the sun's ray. And this became a consolation to them as they learned through deeds that none of the things present is dreadful. For when the soul has genuinely been dyed with divine longing and love, it turns towards none of the things present; rather, just as madmen venture boldly against fire and iron and wild beasts and sea and everything else, so these too, gone mad with a most noble and most spiritual madness—a madness arising from self-control—laughed to scorn all visible things. Therefore, seeing their teacher bound, they leapt all the more, they exulted all the more, giving proof through deeds to their adversaries that on every side they are impregnable and unconquerable.
θʹ. Τότε τοίνυν, ὅτε ἐν τούτοις τὰ πράγματα ἦν, τινὲς τῶν ἐχθρῶν τῶν Παύλου βουλόμενοι τὸν πόλεμον ἀναρῥιπίσαι χαλεπώτερον, καὶ μείζονα τοῦ τυράννου ποιῆσαι τὴν πρὸς αὐτὸν ἀπέχθειαν, προσεποιοῦντο καὶ αὐτοὶ κηρύττειν, καὶ ἐκήρυττον τὴν ὀρθὴν καὶ ὑγιῆ πίστιν ὑπὲρ τοῦ τὸ δόγμα ἐπιδοῦναι μειζόνως· τοῦτο δὲ ἐποίουν, οὐχὶ τὴν πίστιν σπεῖραι βουλόμενοι, ἀλλ' ἵνα μαθὼν ὁ Νέρων, ὅτι τὸ κήρυγμα αὔξεται καὶ τὸ δόγμα ἐπιδίδωσι, ταχύτερον τὸν Παῦλον ἐπὶ τὸ βάραθρον ἀπαγάγῃ. Δύο τοίνυν ἦν διδασκαλεῖα, τῶν Παύλου μαθητῶν, καὶ τῶν ἐχθρῶν τῶν τοῦ Παύλου· τῶν μὲν ἐξ ἀληθείας κηρυττόντων, τῶν δὲ ἀπὸ φιλονεικίας καὶ τῆς πρὸς τὸν Παῦλον ἀπεχθείας. Καὶ ταῦτα δηλῶν ἔλεγε· Τινὲς μὲν διὰ φθόνον καὶ ἔριν τὸν Χριστὸν κηρύττουσιν, ἐκείνους ἐμφαίνων τοὺς ἐχθρούς· Τινὲς δὲ καὶ δι' εὐδοκίαν, περὶ τῶν ἑαυτοῦ μαθητῶν τοῦτο λέγων. Εἶπε πάλιν περὶ ἐκείνων, Οἱ μὲν ἐξ ἐριθείας, οἱ ἐχθροί· οὐχ ἁγνῶς,
9. At that time, then, when affairs stood thus, certain of Paul's enemies, wishing to fan the war up more fiercely and to make the tyrant's hatred towards him greater, pretended themselves also to preach, and preached the right and sound faith so that the doctrine might advance all the more; yet this they did not because they wished to sow the faith, but so that Nero, learning that the preaching was growing and the doctrine gathering headway, might lead Paul off more swiftly to the pit. There were, then, two schools: that of Paul's disciples, and that of Paul's enemies—the former preaching out of truth, the latter out of rivalry and hatred towards Paul. And declaring these things he said: Some indeed preach Christ out of envy and strife, indicating those enemies; and some also out of goodwill, saying this concerning his own disciples. He spoke again concerning those men: The one group out of selfish ambition—the enemies—not purely,
PG 51:318Read from the page
οὐχ ὑγιῶς, ἀλλ' Οἰόμενοι θλίψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου· οἱ δὲ ἐξ ἀγάπης· πάλιν τοῦτο περὶ τῶν ἀδελφῶν τῶν ἑαυτοῦ· Εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ Εὐαγγελίου κεῖμαι. Τί γάρ; Πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει, εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται. Ὥστε μάτην καὶ εἰκῆ ἐπὶ τῶν αἱρέσεων τοῦτο τὸ ῥῆμα παραλαμβάνεται. Οἱ γὰρ τότε κηρύττοντες οὐχὶ δόγμα διεφθαρμένον ἐκήρυττον, ἀλλὰ πίστιν ὑγιῆ καὶ ὀρθήν. Εἰ γὰρ δόγμα διεφθαρμένον ἐκήρυττον, καὶ ἕτερα παρὰ τὸν Παῦλον ἐδίδασκον, οὐκ ἔμελλεν αὐτοῖς προχωρεῖν, ὅπερ ἐβούλοντο. Τί δὲ ἐβούλοντο; Τῆς πίστεως αὐξηθείσης καὶ πολλῶν γενομένων τῶν Παύλου μαθητῶν, εἰς μείζονα πόλεμον τὸν Νέρωνα διεγεῖραι. Εἰ δὲ ἕτερα δόγματα ἐκήρυττον, οὐκ ἂν πολλοὺς ἐποίησαν τοὺς Παύλου μαθητάς· μὴ ποιοῦντες δὲ, οὐκ ἂν παρώξυναν τὸν τύραννον. Οὐ τοίνυν τοῦτό φησιν, ὅτι διεφθαρμένα δόγματα εἰσῆγον, ἀλλ' ὅτι ἡ αἰτία, ἀφ' ἧς ἐκήρυττον, αὕτη ἦν διεφθαρμένη. Ἕτερον γάρ ἐστι λαλεῖν τὴν πρόφασιν τοῦ κηρύγματος, καὶ ἕτερον αὐτὸ τὸ κήρυγμα μὴ εἶναι ὑγιές. Τὸ μὲν γὰρ κήρυγμα οὐ γίνεται ὑγιὲς, ὅταν τὰ δόγματα ᾖ πλάνης γέμοντα· ἡ πρόφασις δὲ οὐ γίνεται ὑγιὴς, ὅταν τὸ μὲν κήρυγμα ὑγιὲς ᾖ, οἱ δὲ κηρύττοντες μὴ διὰ τὸν Θεὸν κηρύττωσιν, ἀλλ' ἢ πρὸς ἔχθραν, ἢ πρὸς χάριν ἑτέρων.
not soundly, but supposing that they bring affliction upon my bonds; whereas the other group do so out of love—this again concerning his own brothers—knowing that I am set for the defence of the Gospel. What then? Only that in every way, whether in pretence or in truth, Christ is proclaimed. So in vain and to no purpose is this saying applied to heresies. For those who preached at that time were preaching not a corrupted doctrine, but a sound and right faith. For if they had preached a corrupted doctrine, and taught things different from Paul, what they intended would not have succeeded for them. And what did they intend? That once the faith had grown and Paul's disciples had become many, they might rouse Nero to a greater war. Yet if they had preached different doctrines, they would not have made Paul's disciples numerous; and had they not done so, they would not have provoked the tyrant. He does not, therefore, say this—that they were introducing corrupted doctrines—but that the motive from which they preached was itself corrupted. For it is one thing to speak of the pretext of the preaching, and another for the preaching itself not to be sound. For the preaching fails to be sound when the doctrines are full of error; whereas the pretext fails to be sound when the preaching is indeed sound, yet those who preach do not preach for God's sake, but either out of enmity or as a favour to others.
ιʹ. Οὐ τοίνυν τοῦτό φησιν, ὅτι αἱρέσεις εἰσῆγον, ἀλλ' ὅτι οὐκ ἀπὸ προφάσεως ὀρθῆς, οὐδὲ δι' εὐλάβειαν ἐκήρυττον, ὅπερ ἐκήρυττον. Οὐ γὰρ ἵνα τὸ Εὐαγγέλιον αὐξήσωσι, τοῦτο ἐποίουν, ἀλλ' ἵνα αὐτὴ πολεμήσωσι, καὶ εἰς μείζονα αὐτὸν ἐμβάλωσι κίνδυνον· διὰ τοῦτο αὐτοῖς ἐγκαλεῖ. Καὶ ὅρα πῶς μετὰ ἀκριβείας αὐτὸ τέθεικεν· Οἰόμενοι θλίψιν, φησὶν, ἐπιφέρειν τοῖς δεσμοῖς μου. Οὐκ εἶπεν, ἐπιφέροντες, ἀλλ', Οἰόμενοι ἐπιφέρειν, τουτέστι, νομίζοντες· δεικνὺς ὅτι εἰ καὶ ἐκεῖνοι νομίζουσιν, ἀλλ' οὐκ αὐτὸς οὕτω διάκειται, ἀλλὰ καὶ χαίρει διὰ τὴν τοῦ κηρύγματος ἐπίδοσιν. Ἐπήγαγεν οὖν λέγων· Ἀλλὰ καὶ ἐν τούτῳ χαίρω καὶ χαρήσομαι· εἰ δὲ πλάγην τὰ δόγματα εἶχε, καὶ αἱρέσεις εἰσῆγον ἐκεῖνοι, οὐκ ἠδύνατο χαίρειν ὁ Παῦλος. Ἐπειδὴ δὲ ὑγιὲς καὶ ἀνόθευτον τὸ δόγμα, διὰ τοῦτό φησι, Χαίρω καὶ χαρήσομαι. Τί γὰρ, εἰ ἑαυτοὺς ἀπολλύουσιν ἐκεῖνοι, ἐξ ἀπεχθείας τοῦτο ποιοῦντες; Ἀλλὰ τὰ ἐμὰ καὶ ἄκοντες αὔξουσιν. Εἶδες πόση τοῦ Παύλου ἡ δύναμις; πῶς οὐδενὶ τῶν τοῦ διαβόλου μηχανημάτων ἁλίσκεται; Καὶ οὐ μόνον οὐχ ἁλίσκεται, ἀλλὰ καὶ αὐτοῖς τούτοις αὐτὸν χειροῦται. Πολλὴ μὲν γὰρ οὖν καὶ ἡ τοῦ διαβόλου κακουργία, καὶ τῶν ἐκείνῳ διακονούντων ἡ πονηρία· ἐν προσχήματι γὰρ τοῦ τὰ αὐτὰ φρονεῖν, σβέσαι τὸ κήρυγμα ἐβούλοντο. Ἀλλ' Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, οὐ συνεχώρει τοῦτο γενέσθαι τότε. Τοῦτο γοῦν αὐτὸ ἐμφαίνων ὁ Παῦλος ἔλεγε· Τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς, καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν. Ἐκεῖνοι μὲν γὰρ τῆς παρούσης με ζωῆς ἐκβαλεῖν ἐπιθυμοῦσι, καὶ πάντα διὰ τοῦτο ὑπομένουσιν· ὁ δὲ Θεὸς οὐκ ἀφίησι δι' ὑμᾶς.
10. He does not, therefore, say this—that they were introducing heresies—but that they were preaching what they preached neither from an upright pretext nor out of reverence. For they were doing this not so that they might make the Gospel grow, but so that they might war against it, and cast him into greater danger; therefore he brings a charge against them. And see with what exactness he has set it down: Supposing that they bring affliction, he says, upon my bonds. He did not say 'bringing', but 'supposing that they bring'—that is, thinking—showing that even though those men think so, he himself is not so disposed, but even rejoices on account of the progress of the preaching. Accordingly he added, saying: Yet in this too I rejoice, yes, and I shall rejoice. Now if the doctrines had held error, and those men had been introducing heresies, Paul could not have rejoiced. Since, however, the doctrine is sound and unadulterated, for this reason he says: I rejoice, yes, and I shall rejoice. For what of it, if those men destroy themselves by doing this out of hatred? Yet even unwillingly they advance my cause. Did you see how great is Paul's power? How he is caught by none of the devil's devices? And not only is he not caught, but by these very things he vanquishes him. Great indeed was the malice of the devil, and the wickedness of those ministering to him; for under the guise of holding the same mind, they wished to quench the preaching. Yet He Who catches the wise in their craftiness did not allow this to come to pass at that time. Pointing out this very thing, then, Paul said: Yet to remain in the flesh is more necessary on your account; and having confidence in this, I know that I shall remain and continue with you all. For those men longed to cast me out of the present life, and endure everything on this account; yet God does not permit it for your sake.
Ταῦτα τοίνυν μετὰ ἀκριβείας ἅπαντα μνημονεύετε, ἵνα τοὺς ἁπλῶς καὶ ὡς ἔτυχε ταῖς Γραφαῖς κεχρημένους καὶ ἐπ' ὀλέθρῳ τῶν πλησίον, μετὰ πάσης σοφίας δύνησθε διορθοῦν. Δυνησόμεθα δὲ καὶ μεμνῆσθαι
Keep all these things in mind, therefore, with exactness, so that with all wisdom you may be able to correct those who use the Scriptures casually and at random, and to the ruin of their neighbours. And we shall be able both to remember
Notes, col. 318

On the reading

Printed αὐτὴ, for αὐτῷ.

Printed πλάγην, for πλάνην.

PG 51:317 bisRead from the page
Quomodo non timuerunt? Qui fieri potuit, ut Paulo non dicerent: Medice, cura teipsum (Luc. 4. 23): erue te ipsum ab iis, quibus constringeris, malis, et tunc nobis innumera bona conciliabis. Cur hoc non dixerunt? Quam ob rem? Quoniam edocti erant a gratia Spiritus, haec non ex infirmitate, sed ex permissione Christi fieri, ut veritas magis effulgeret, per vincula, per carceres et aerumnas, angustiasque aucta, et majorem in modum evecta. Sic virtus Christi in infirmitate perficitur (2. Cor. 12. 9). Si enim vincula Paulum supplantassent, et timidiorem reddidissent, sive illum, sive eos, qui ipsi haerebant, tunc formidandum erat; sin majorem fiduciam indiderunt, et ad ampliorem gloriam evexerunt, obstupescere ac mirari oportet, quomodo per rem ignominia plenam gloria discipulo conciliaretur; perque rem quae metum incutere debebat, fiducia et consolatio illis omnibus pareretur. Quis enim non tum obstupescebat, virum cernens catena constrictum? Tunc maxime daemones fugiebant, cum viderent eum in carcere degentem. Neque enim diadema regium caput perinde conspicuum facit, atque catenae manus illius, non quidem suapte natura, sed per gratiam in ipsis efflorescentem. Hinc magna consolatio discipulis. Videbant enim corpus vinctum, linguam vero minime ligatam; manus ligatas, sed verbum solutum, quod velocius quam solaris radius totum mundum percurreret. Eratque id illis consolationi, cum per opera ediscerent, nullam rerum praesentium esse gravem. Anima quippe, cum amore desiderioque divino vere corripitur, ad nullam rerum praesentium sese convertit: sed quemadmodum furiosi et ignem et ferrum, et feras et mare et omnia adire nihil dubitant: sic et hi pulcherrimo quodam et spirituali furore correpti, furore, inquam, qui a temperantia proficiscitur, visibilia omnia deridebant. Quapropter cum magistrum cernerent vinctum, magis exsultabant et gaudebant, per ipsa opera adversariis declarantes, se undique invictos insuperabilesque esse.
Why were they not afraid? How could it happen that they did not say to Paul: 'Physician, heal yourself' (Luke 4:23) — rescue yourself from the ills by which you are bound fast, and then you will procure countless blessings for us? Why did they not say this? For what reason? Because they had been taught by the grace of the Spirit that these things occurred not out of weakness, but by the permission of Christ, so that the truth might shine forth all the more brightly, increased and exalted to a greater height through chains, prisons, hardships, and distresses. Thus is the power of Christ made perfect in weakness (2 Cor. 12:9). Had his chains tripped Paul up and rendered either him or those who clave to him more fearful, then there would have been cause for dread; if, however, they inspired greater boldness and raised him to fuller glory, one must stand amazed and marvel at how glory was won for the disciple through a thing full of ignominy, and how confidence and comfort were begotten for them all through something meant to strike terror. For who was not amazed at that time on beholding the man bound with a chain? Demons fled most of all then, when they saw him dwelling in prison; for a royal diadem never makes a head so illustrious as chains made his hands — not indeed of their own nature, but through the grace flowering upon them. Hence came great comfort to the disciples: they saw his body bound, yet his tongue in no way fettered; his hands bound, yet the word unbound, speeding across the whole world swifter than a ray of the sun. And that brought them consolation, as they learnt through deeds themselves that nothing among present things is grievous. For when a soul is truly seized by divine love and longing, it turns toward none of the things of the present life; rather, just as men beside themselves do not hesitate at all to face fire, sword, wild beasts, the sea, and anything whatever, so too these men, seized by a most noble and spiritual frenzy — a frenzy, I mean, springing from sobriety — laughed all visible things to scorn. Wherefore when they saw their master in chains, they exulted and rejoiced all the more, declaring to their adversaries by very deeds that on every side they were unconquered and invincible.
9. Tunc igitur, cum res ita se haberent, quidam Pauli inimici, cum vellent acrius bellum movere, et tyrannum ad majorem adversus illum inimicitiam inflammare, se praedicare simulabant, et revera praedicabant rectam sanamque fidem, ut doctrina augeretur: illud vero faciebant, non ut fides disseminaretur, sed ut hoc comperto Nero, quod nempe praedicatio cresceret, et doctrina invalesceret, citius Paulum in barathrum conjiceret. Duo itaque magisteria erant, Pauli nempe discipulorum, ejusdemque inimicorum, illis ex veritate, his ex contentione et odio Pauli praedicantibus. Haec porro declarans dicebat ille: Quidam propter invidiam et contentionem Christum praedicant (Philipp. 1. 15), proprios indicans adversarios; Quidam propter bonam voluntatem (Ib.), de suis loquens discipulis. Deinde rursum de illis: Alii quidem ex contentione, inimici nempe, non caste, non sincere, sed Existimantes se pressuram suscitare vinculis meis; alii vero ex caritate (Ib. v. 17, 16); rursus hoc dicit de discipulis suis: Scientes quoniam in defensionem evangelii positus sum (Ib. v. 16).
9. At that time, therefore, when matters stood thus, certain enemies of Paul, wishing to stir up fiercer warfare and inflame the tyrant to greater hostility against him, pretended to preach — and in fact did preach the right and sound faith — so that the teaching might spread; yet they did this not in order that the faith might be disseminated, but so that Nero, on learning that the preaching was growing and the teaching gaining strength, might cast Paul all the sooner into the pit of destruction. There were accordingly two schools of teachers, that of Paul's disciples and that of his enemies, the former preaching out of truth and the latter out of rivalry and hatred of Paul. Declaring this, he said: 'Some indeed preach Christ out of envy and contention' (Phil. 1:15), pointing to his own adversaries; 'and some out of goodwill' (Phil. 1:15), speaking of his own disciples. Then again concerning the former: 'The one group out of contention' — namely his enemies — 'not purely, not sincerely, but supposing that they are stirring up affliction for my chains; the other out of love' (Phil. 1:17, 16) — saying this again of his own disciples — 'knowing that I am appointed for the defence of the gospel' (Phil. 1:16).
PG 51:318 bisRead from the page
Quid enim? Dum omni modo, sive per occasionem, sive per veritatem, Christus annuntietur (Ib. v. 18). Itaque frustra et incassum hoc dictum de haeresibus accipitur. Nam qui tunc praedicabant, non corruptam doctrinam annuntiabant, sed fidem sanam et rectam. Etenim si corruptam doctrinam praedicassent, et alia, quam Paulus docuissent, neutiquam illis accidisset id quod volebant. Quid autem volebant? Ut aucta fide, multisque additis Paulo discipulis, ad majus inferendum bellum Neronem excitarent. Si autem alia dogmata praedicassent, non multos fecissent Pauli discipulos: si non fecissent, non exasperassent tyrannum. Non illud itaque dicit, quod corrupta dogmata inducerent: sed quod causa propter quam praedicabant, vitiosa esset. Aliud quippe est praedicationis causam dicere, et aliud dicere praedicationem non sanam esse. Tunc enim doctrina non est sana, cum dogmata errore plena sunt; occasio autem non est sana, cum doctrina quidem sana est, qui vero praedicant, non propter Deum praedicant, sed aut propter inimicitiam, vel ad aliorum gratiam.
'What then? Only that in every way, whether in pretence or in truth, Christ is proclaimed' (Phil. 1:18). Vainly and to no purpose, therefore, is this saying applied to heresies! For those who were preaching at that time were proclaiming no corrupt teaching, but the sound and right faith. Indeed, had they preached corrupt doctrine and taught things other than Paul taught, what they wished would by no means have come about for them. And what did they wish? That as the faith grew and many disciples were added to Paul, they might rouse Nero to wage fiercer war. Had they preached other doctrines, they would not have made many disciples of Paul; had they not done so, they would not have provoked the tyrant. Paul is not saying, therefore, that they were introducing corrupt doctrines, but that the motive from which they preached was corrupt. For it is one thing to call the motive of the preaching unsound, and quite another to say that the preaching itself is unsound: doctrine is unsound when its teachings are full of error, whereas the pretext is unsound when the doctrine itself is sound, yet those who preach it do not preach for God's sake, but either out of enmity or to curry favour with others.
10. Non itaque dicit eos haereses induxisse, sed non recta occasione, nec pietatis causa id praedicasse quod praedicabant. Id quippe non ideo agebant, ut evangelium augerent, sed ut illud impugnarent, et in gravius periculum conjicerent: ideo illos incusat. Et vide quam accurate illud proferat: Existimantes, inquit, se pressuram inferre vinculis meis (Philipp. 1. 17). Non dixit, inferentes; sed, Existimantes se inferre; id est, arbitrantes: ostendens, etiamsi illi sic arbitrarentur, se tamen non ita affectum esse; imo gaudere de praedicationis incremento. Adjecit ergo dicens: Sed et in hoc gaudeo, et gaudebo (Ib. v. 18). Si autem error fuisset in dogmatibus, et illi haereses induxissent, non potuisset gaudere Paulus. Quia vero sanum et non adulteratum dogma erat, ideo dicit, Gaudeo, et gaudebo. Quid enim, si illi ex inimicitia id agentes, se in perniciem conjiciunt? At mea vel inviti augebunt. Viden' quanta fuerit Pauli virtus? quomodo nullis diaboli machinis captus sit? Nec solum non captus est, sed etiam iisdem ipsum machinis cepit. Ingens profecto erat diaboli vafrities, et ministrorum ejus nequitia: nam se idem ipsum sentire simulantes, praedicationem exstinguere volebant. Sed Qui comprehendit sapientes in astutia eorum (1 Cor. 3. 19), id fieri non permittebat. Id ipsum porro declarans Paulus dicebat: Permanere autem in carne magis necessarium est propter vos; et hoc confidens scio quia manebo, et permanebo cum omnibus vobis (Philipp. 1. 24. 25). Illi siquidem ex praesenti vita ejicere me cupiunt, et ea de causa nihil non sustinent: Deus autem vestri causa id non permittet.
10. Accordingly, he does not say that they brought in heresies, but that they preached what they preached not from an upright motive or out of piety. For they did this not in order to advance the gospel, but to assail it and cast him into graver peril; that is why he censures them. And see how accurately he expresses it: 'Supposing', he says, 'that they are bringing affliction upon my chains' (Phil. 1:17). He did not say 'bringing', but 'supposing that they are bringing' — that is, imagining — showing that even though they imagined so, he himself was by no means so affected, nay rather rejoiced at the growth of the preaching. Hence he added: 'And in this I rejoice, yes, and will rejoice' (Phil. 1:18). Had there been error in the doctrines, and had those men introduced heresies, Paul could not have rejoiced; because, however, the doctrine was sound and unadulterated, therefore he says, 'I rejoice, and will rejoice.' What if they destroy themselves by doing this out of enmity? Even against their will they will advance my cause! Do you see how great Paul's power was — how he was caught by none of the devil's stratagems? Not only was he not caught, he even caught the devil himself by those very stratagems! Vast indeed was the cunning of the devil and the malice of his ministers, for by pretending to hold the selfsame mind they sought to quench the preaching. Yet 'He who catches the wise in their own craftiness' (1 Cor. 3:19) did not suffer that to come to pass. Declaring this very thing, Paul said: 'Yet to remain in the flesh is more needful for your sake; and confident of this, I know that I shall remain and continue with you all' (Phil. 1:24–25). Those men desire to drive me out of the present life and endure everything to that end, yet for your sake God will not permit it.
11. Ad precationem hortatur. Perseverantia in precando quantum valeat. Deus per nos rogatus magis exaudit, quam si per alios rogemus. — Horum itaque omnium diligenter recordamini; ut eos qui temere et perfunctorie Scripturis utuntur in perniciem proximi, cum omni sapientia emendare valeatis.
11. He exhorts them to prayer; how much perseverance in prayer avails; God hears more readily when entreated by us ourselves than when we entreat him through others. — Keep all these things carefully in remembrance, therefore, so that with all wisdom you may be able to correct those who use the Scriptures rashly and carelessly to the ruin of their neighbour.
Notes, col. 318 bis

On the reading

Printed nee pietatis, for nec pietatis.