Migne Reading Room

PG 51 · cols. 313–316 bis · Read from the page

De profectu Evangelii, seu In eos qui male utuntur dicto Apostoli: Sive per occasionem, sive per veritatem Christus annuntiatur (Phil. 1:18; Hom. XXVIII)

De profectu Evangelii, seu In eos qui male utuntur dicto Apostoli: Sive per occasionem, sive per veritatem Christus annuntiatur (Phil. 1:18; Hom. XXVIII)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:313Read from the page
ἀκάθαρτα καὶ ἐναγῆ καὶ βδελυρὰ ταπεινοφροσύνης ἀπούσης. Πανταχοῦ τοίνυν αὐτὴν παραλαμβάνωμεν, ἐν ῥήμασιν, ἐν πράγμασιν, ἐν ἐνθυμήμασι, καὶ μετὰ ταύτης ταῦτα οἰκοδομῶμεν.
unclean and polluted and abominable when humility is absent. Everywhere, therefore, let us take her as our companion—in words, in deeds, in thoughts—and with her let us build these things up.
γʹ. Ἀλλὰ τὰ μὲν περὶ ταπεινοφροσύνης ἱκανῶς εἴρηται, οὐ πρὸς τὴν ἀξίαν τοῦ κατορθώματος· οὐδεὶς γὰρ αὐτὴν κατ' ἀξίαν ὑμνῆσαι δυνήσεται· ἀλλὰ πρὸς τὴν σύνεσιν τῆς ὑμετέρας ἀγάπης. Εὖ γὰρ οἶδ' ὅτι καὶ ἀπὸ ὀλίγων τῶν εἰρημένων μετὰ πολλῆς αὐτὴν ἐπισπάσεσθε τῆς σπουδῆς. Ἐπειδὴ δὲ ἀνάγκη καὶ τὴν ἀποστολικὴν ῥῆσιν τὴν σήμερον ἀναγνωσθεῖσαν, πολλοῖς δοκοῦσαν παρέχειν ῥᾳθυμίας πρόφασιν, ποιῆσαι φανερὰν καὶ δήλην, ὥστε μὴ ψυχράν τινα ἀπολογίαν ἐντεῦθέν τινας ποριζομένους τῆς οἰκείας ἀμελεῖν σωτηρίας, φέρε, ἐπὶ ταύτην τὸν λόγον ἀγάγωμεν. Τίς οὖν ἐστιν ἡ ῥῆσις; Εἴτε προφάσει, φησὶν, εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται. Τοῦτο πολλοὶ περιφέρουσιν ἁπλῶς καὶ ὡς ἔτυχεν, οὐ τὰ πρότερα, οὐ τὰ μετὰ ταῦτα ἀναγινώσκοντες· ἀλλὰ τῆς ἀκολουθίας τῶν λοιπῶν ἀποκόψαντες μελῶν ἐπ' ὀλέθρῳ τῆς ἑαυτῶν ψυχῆς τοῖς ῥᾳθυμοτέροις προβάλλονται. Ἐπιχειροῦντες γὰρ αὐτοὺς τῆς ὑγιοῦς ἀπάγειν πίστεως, εἶτα ὁρῶντες δεδοικότας καὶ τρέμοντας, ὡς οὐκ ἀκίνδυνον ὂν τοῦτο ποιεῖν, καὶ βουλόμενοι τὸν φόβον αὐτῶν ἐκλῦσαι, τὴν ἀποστολικὴν ταύτην παράγουσιν ῥῆσιν, λέγοντες· Ὁ Παῦλος συνεχώρησε τοῦτο, εἰπών· Εἴτε προφάσει, εἴτε ἀληθείᾳ Χριστὸς καταγγελλέσθω. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Πρῶτον μὲν γὰρ οὐκ εἴρηκε, καταγγελλέσθω, ἀλλὰ, καταγγέλλεται· πολὺ δὲ τὸ μέσον τούτου κἀκείνου. Τὸ μὲν γὰρ εἰπεῖν, καταγγελλέσθω, νομοθετοῦντός ἐστι· τὸ δὲ εἰπεῖν, καταγγέλλεται, τὸ συμβαῖνον ἀπαγγέλλοντος. Ὅτι δὲ οὐ νομοθετεῖ Παῦλος αἱρέσεις εἶναι, ἀλλὰ ἀπάγει πάντας τοὺς αὐτῷ προσέχοντας, ἄκουσον τί φησιν· Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω, κἂν ἐγὼ, κἂν ἄγγελος ἐξ οὐρανῶν. Οὐκ ἂν δὲ ἀνεθεμάτισε καὶ ἑαυτὸν καὶ ἄγγελον, εἰ τὸ πρᾶγμα ἀκίνδυνον ᾔδει. Καὶ πάλιν, Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ, φησίν· ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνήν. Φοβοῦμαι δὲ μήποτε ὡς ὁ ὄφις Εὔαν ἠπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν. Ἰδοὺ καὶ ἁπλότητα τέθεικε, καὶ συγγνώμην οὐκ ἔδωκεν. Εἰ γὰρ ἦν συγγνώμη, κίνδυνος οὐκ ἦν· εἰ δὲ κίνδυνος οὐκ ἦν, οὐκ ἂν ἐφοβήθη Παῦλος· καὶ οὐχ ὁ Χριστὸς δὲ τὰ ζιζάνια κἂν ἐκέλευσε κατακαῆναι, εἰ πρᾶγμα ἀδιάφορον ἦν καὶ τούτῳ, κἀκείνῳ, καὶ ἑτέρῳ προσέχειν, καὶ πᾶσιν ἁπλῶς.
3. Yet what concerns humility has been spoken of sufficiently—not in proportion to the worth of the virtue, for no one will be able to hymn her according to her worth, but in proportion to the understanding of your love. For I know well that even from the few things that have been said you will draw her to yourselves with abundant zeal. Yet since it is necessary also to make plain and clear the apostolic saying that was read today, which seems to many to afford a pretext for slackness, lest some men, procuring from it a frigid excuse, should neglect their own salvation—come, let us lead our discourse to it. What then is the saying? Whether in pretence, says he, or in truth, Christ is proclaimed. Many bandy this about lightly and at random, reading neither what precedes nor what follows; nay, severing it from the connected sequence of the remaining members to the ruin of their own soul, they put it forward to the more indolent. For attempting to lead them away from the sound faith, and then seeing them fearful and trembling inasmuch as to do this is not free from peril, and wishing to dispel their fear, they adduce this apostolic saying, saying: Paul permitted this, having said: Whether in pretence or in truth, let Christ be proclaimed. Yet this is not so, it is not so! For in the first place he did not say, let Him be proclaimed, but, He is proclaimed; and vast is the difference between the one and the other. For to say, let Him be proclaimed, belongs to one enacting a law; whereas to say, He is proclaimed, belongs to one reporting what takes place. And that Paul does not enact a law that heresies should exist, but leads away from them all who give heed to him, hear what he says: If anyone preaches to you a gospel besides that which you received, let him be anathema, even if it be I, even if an angel from heaven. Now he would not have pronounced anathema both upon himself and upon an angel had he known the matter to be free from peril. And again: For I am jealous over you with a jealousy of God, says he; for I espoused you to one husband, to present you as a chaste virgin. Yet I fear lest, as the serpent deceived Eve in his craftiness, so your minds should be corrupted from the singleness that is towards Christ. Behold, he both set down singleness and granted no indulgence. For if there had been indulgence, there would have been no peril; and if there had been no peril, Paul would not have feared; and Christ too would not even have bidden the tares to be burned up, had it been an indifferent matter to give heed both to this man, and to that man, and to another, and to all indiscriminately.
δʹ. Τί ποτ' οὖν ἐστι τὸ λεγόμενον; Μικρὸν ἄνωθεν ὑμῖν τὴν ἱστορίαν ἅπασαν διηγήσασθαι βούλομαι· δεῖ γὰρ εἰδέναι ἐν τίσιν ὁ Παῦλος ἦν, ἡνίκα ταῦτα ἐπέστελλεν. Ἐν τίσι τοίνυν ἦν τότε; Ἐν δεσμωτηρίῳ καὶ ἁλύσεσι καὶ κινδύνοις ἀφορήτοις. Πόθεν τοῦτο δῆλον; Ἐξ αὐτῆς τῆς ἐπιστολῆς. Ἀνωτέρω γὰρ τούτου φησί· Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὰ κατ' ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοῖς λοιποῖς ἅπασι· καὶ τοὺς πλείονας δὲ τῶν ἀδελφῶν πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Νέρων δὲ ἦν αὐτὸν ἐμβεβληκὼς τότε τῷ δεσμωτηρίῳ. Καθάπερ γάρ τις
4. What ever then is it that is said? I wish to recount to you the whole history from a little higher up; for one must know in what circumstances Paul stood when he wrote these things. In what circumstances, then, did he stand at that time? In prison and chains and unendurable perils. Whence is this manifest? From the epistle itself. For higher up than this passage he says: Now I wish you to know, brethren, that the things concerning me have come rather to the advancement of the Gospel, so that my bonds have become manifest in Christ in the whole praetorium, and to all the rest; and most of the brethren, trusting in my bonds, dare all the more abundantly to speak the word fearlessly. Now it was Nero who had cast him at that time into prison. For just as some
PG 51:314Read from the page
λῃστὴς τῆς οἰκίας ἐπιβὰς, καθευδόντων ἁπάντων, τὰ πάντα ὑφαιρούμενος, ἐπειδὰν ἴδῃ τινὰ λύχνον ἅψαντα, καὶ τὸ φῶς σβέννυσι, καὶ τὸν λυχνοῦχον αναιρεῖ, ἵνα μετὰ ἀδείας αὐτῷ τὰ τῶν ἄλλων ὑφαιρεῖσθαι καὶ ἁρπάζειν ἐξῇ· οὕτω δὴ καὶ Νέρων ὁ Καῖσαρ τότε, ὥσπερ τις λῃστὴς καὶ τοιχωρύχος, καθευδόντων ἁπάντων βαθύν τινα καὶ ἀναίσθητον ὕπνον, τὰ πάντων ἁρπάζων, γάμους διορύττων, οἰκίας ἀνατρέπων, ἅπαν κακίας εἶδος ἐπιδεικνύμενος, ἐπειδὴ τὸν Παῦλον εἶδε λύχνον ἅψαντα κατὰ τὴν οἰκουμένην, τὸν τῆς διδασκαλίας λόγον, καὶ ἐλέγχοντα αὐτοῦ τὴν πονηρίαν, ἐσπούδαζε καὶ τὸ κήρυγμα σβέσαι, καὶ τὸν διδάσκαλον ἀνελεῖν, ἵνα μετ' ἐξουσίας αὐτῷ πάντα ποιεῖν ἐξῇ, καὶ δήσας τὸν ἅγιον ἐκεῖνον ἐνέβαλεν εἰς δεσμωτήριον. Τότε τοίνυν ταῦτα ἔγραφεν ὁ μακάριος Παῦλος.
robber who has set foot in a house while all are sleeping, filching everything away, whenever he sees anyone who has kindled a lamp, both quenches the light and slays the lamp-bearer, so that he may be free with impunity to filch and plunder the goods of others; even so Nero Caesar also at that time, like some robber and house-breaker, while all were sleeping a deep and insensible sleep, plundering all men's goods, burrowing into marriages, overturning households, displaying every form of wickedness, once he saw that Paul had kindled a lamp throughout the inhabited world—the word of teaching—and was reproving his wickedness, was eager both to quench the preaching and to do away with the teacher, so that he might be free with licence to do all things, and binding that holy man he cast him into prison. At that time, therefore, the blessed Paul was writing these things.
Τίς οὐκ ἂν ἐκπλαγείη; τίς οὐκ ἂν θαυμάσειε; μᾶλλον δὲ τίς κατ' ἀξίαν ἐκπλαγείη καὶ θαυμάσειεν ἂν τὴν γενναίαν ἐκείνην καὶ οὐρανομήκη ψυχὴν, ὅτι δεδεμένος ἐν Ῥώμῃ καὶ καθειργμένος, ἀπὸ τοσούτου διαστήματος Φιλιππησίοις ἐπέστελλεν; Ἴστε γὰρ ὅσον τὸ μέσον Μακεδονίας καὶ Ῥώμης. Ἀλλ' οὔτε τῆς ὁδοῦ τὸ μῆκος, οὔτε τοῦ χρόνου τὸ πλῆθος, οὔτε ὁ τῶν πραγμάτων ὄχλος, οὔτε ὁ κίνδυνος καὶ τὰ ἐπάλληλα δεινὰ, οὔτε ἄλλο οὐδὲν τὴν ἀγάπην καὶ τὴν μνήμην ἐξέβαλε τῶν μαθητῶν, ἀλλ' εἶχεν αὐτοὺς ἅπαντας ἐν διανοίᾳ· καὶ οὐχ οὕτως αὐτῷ ταῖς ἁλύσεσιν αἱ χεῖρες ἐδέδεντο, ὡς τῷ πόθῳ τῶν μαθητῶν ἡ ψυχὴ συνεδέδετο καὶ προσήλωτο· ὅπερ οὖν καὶ αὐτὸ δηλῶν ἐν τῷ προοιμίῳ τῆς ἐπιστολῆς ἔλεγε· Διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ μου ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ Εὐαγγελίου. Καὶ καθάπερ βασιλεὺς ἐπὶ τὸν θρόνον ἀναβὰς ὑπὸ τὴν ἕω καὶ καθίσας ἐν ταῖς βασιλικαῖς αὐλαῖς, μυρίας εὐθέως δέχεται πανταχόθεν ἐπιστολάς· οὕτω δὴ κἀκεῖνος, καθάπερ ἐν βασιλικαῖς αὐλαῖς τῷ δεσμωτηρίῳ καθήμενος, πολλῷ πλείω καὶ ἐδέχετο καὶ ἔπεμπε τὰ γράμματα, τῶν πανταχόθεν ἐθνῶν ἐπὶ τὴν ἐκείνου σοφίαν ὑπὲρ τῶν καθ' ἑαυτοὺς πραγμάτων ἀναφερόντων ἅπαντα· καὶ τοσούτῳ πλείονα πράγματα τοῦ βασιλεύοντος ᾠκονόμει, ὅσῳ καὶ μείζονα ἀρχὴν ἐμπεπίστευτο. Οὐ γὰρ δὴ τοὺς τὴν Ῥωμαίων οἰκοῦντας χώραν μόνον, ἀλλὰ καὶ τοὺς βαρβάρους ἅπαντας, καὶ γῆν καὶ θάλατταν φέρων εἰς τὰς ἐκείνου χεῖρας ἐνέθηκεν ὁ Θεός. Καὶ τοῦτο δηλῶν Ῥωμαίοις ἔλεγεν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι πολλάκις ἐλθεῖν προεθέμην πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν· Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί. Καθ' ἑκάστην τοίνυν ἐφρόντιζε τὴν ἡμέραν, τοῦτο δὴ Κορινθίοις, τοῦτο δὴ Μακεδόσι, πῶς Φιλιππήσιοι, πῶς Καππαδόκαι, πῶς Γαλάται, πῶς Ἀθηναῖοι, πῶς οἱ τὸν Πόντον οἰκοῦντες, πῶς ἅπαντες ἄνθρωποι. Ἀλλ' ὅμως τὴν γῆν ἅπασαν ἐγκεχειρισμένος οὐχ ὑπὲρ ἐθνῶν ὁλοκλήρων ἐμερίμνα μόνον, ἀλλὰ καὶ ὑπὲρ ἑνὸς ἀνθρώπου· καὶ νῦν μὲν δι' Ὀνήσιμον τὴν ἐπιστολὴν ἔπεμπε, νῦν δὲ διὰ τὸν παρὰ Κορινθίοις πεπορνευκότα. Οὐδὲ γὰρ τοῦτο ἐσκόπει, ὅτι εἷς ἦν ὁ ἁμαρτῶν, καὶ δεόμενος προστασίας· ἀλλ' ὅτι ἄνθρωπος ἦν, ἄνθρωπος τὸ τῷ Θεῷ τιμιώτατον ζῶον, καὶ δι' ὃν οὐδὲ τοῦ Μονογενοῦς ὁ Πατὴρ ἐφείσατο.
Who would not be astounded? Who would not marvel? Nay rather, who could worthily be astounded and marvel at that noble soul, reaching to heaven, because while bound in Rome and shut up in prison, from so great a distance he wrote to the Philippians? For you know how great is the distance between Macedonia and Rome. Yet neither the length of the way, nor the multitude of time, nor the throng of affairs, nor the peril and the successive terrors, nor anything else at all cast out his love and remembrance of the disciples, but he held them all in his mind; and his hands were not so fast bound with chains as his soul was bound and riveted fast by longing for the disciples; which very thing, therefore, declaring in the preface of the epistle, he said: Because I have you in my heart, both in my bonds and in the defence and confirmation of the Gospel. And just as a king who has ascended his throne at dawn and taken his seat in the royal courts straightway receives ten thousand letters from every quarter; even so that man too, sitting in the prison as though in royal courts, both received and sent far more letters, as the nations from every quarter referred all matters to his wisdom concerning their own affairs; and he administered all the more affairs than the reigning emperor, inasmuch as he had been entrusted with a greater empire. For God brought and placed in that man's hands not only those who inhabit the land of the Romans, but also all barbarians, both land and sea. And declaring this to the Romans, he said: Now I would not have you ignorant, brethren, that oftentimes I purposed to come to you, and was hindered hitherto, that I might have some fruit among you also, even as among the rest of the Gentiles; both to Greeks and to barbarians, both to the wise and to the foolish I am debtor. Every day, therefore, he took thought—now for the Corinthians, now for the Macedonians—how the Philippians fared, how the Cappadocians, how the Galatians, how the Athenians, how those dwelling in Pontus, how all men. Yet nevertheless, though entrusted with the whole earth, he was anxious not only on behalf of entire nations, but also on behalf of a single man; and now he sent an epistle on account of Onesimus, now on account of the man among the Corinthians who had committed fornication. For he did not look at this, that he who was sinning and in need of protection was a single man; nay, that he was a human being, a human being—the creature most precious to God, and one for whose sake the Father did not spare even the Only-begotten.
εʹ. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι Δραπέτης ὁ δεῖνα, καὶ λῃστὴς καὶ κλέπτης, καὶ μυρίων γέμων κακῶν,
5. For do not say this to me, that So-and-so is a runaway slave, and a robber and a thief, and teeming with ten thousand evils,
Notes, col. 314

On the reading

Printed αναιρεῖ, for ἀναιρεῖ.

PG 51:313 bisRead from the page
Ubique igitur illam in verbis, in operibus, in cogitationibus assumamus, et cum illa haec aedificemus.
Everywhere, therefore, in words, in deeds, and in thoughts let us take humility to ourselves, and with her let us build up all these good works.
3. Verum de humilitate haec satis sunto, non pro dignitate rei; nemo quippe illam condigne celebrare possit; sed ad intelligentiam vestrae caritati dandam. Novi quippe vos ex paucis illis, quae praefati sumus, illam multo studio suscepisse. Quia vero necesse est apostolicum dictum hodiernae lectionis, quod multis videtur segnitiei occasionem praebere, planum facere, ut ne quidam inde frigida sumpta excusatione salutem suam negligant: age illo sermonem transferamus. Quodnam est dictum illud? Sive per occasionem, inquit, sive per veritatem, Christus annuntiatur (Philipp. 1. 18). Hoc multi simpliciter et temere circumferunt, qui nec priora nec sequentia legerunt; sed resecta reliquorum membrorum serie, in animarum suarum perniciem haec segnioribus proponunt. Nam dum tentant eos a sana fide abducere, deindeque vident eos formidolosos ac tremulos, quasi id non vacet periculo: ut timorem eorum solvant, hoc apostolicum proferunt dicentes, Paulus hoc concessit, inquiens, Sive per occasionem, sive per veritatem, Christus annuntietur. Sed haec non ita se habent, non ita utique. Nam primo non dixit, annuntietur, sed, Annuntiatur, quod multum differt ab illo. Etenim dicere, annuntietur, legem dantis est; Annuntiatur, vero dicere, id quod contingit narrantis est. Quod vero Paulus non legem ferat ut sint haereses, sed abducat omnes qui ipsi attenderent, audi quid dixerit: Si quis vobis evangelizat praeter id quod accepistis, anathema sit, etsi ego, etsi angelus de caelis (Gal. 1. 8. 9). Non autem et se et angelum anathematizasset, si rem sine periculo esse scivisset. Ac rursum: Aemulor enim vos Dei aemulatione: despondi enim vos uni viro virginem castam; timeo autem ne, sicut serpens Evam decepit astutia sua, sic corrumpantur sensus vestri a simplicitate quae est in Christo (Gen. 3. 4; 2 Cor. 11. 2. 3). Ecce et simplicitatem posuit, et veniam non dedit. Nam si venia esset, certe periculum non erat; si periculum non erat, non utique timuisset Paulus; neque Christus zizania comburi jussisset, si res indifferens erat huic, illi vel alii attendere omnibusque simpliciter.
3. Yet let what has been said about humility suffice — not in proportion to the worthiness of the subject, for no one could praise her worthily, but so as to impart understanding to your charity; for I know that from those few words we have spoken beforehand you have welcomed her with great eagerness. Since, however, it is necessary to make plain the apostolic saying in today's reading, which seems to many to afford a pretext for sloth, lest certain people draw a frigid excuse from it and neglect their own salvation, come, let us turn our discourse thither. What is that saying? 'Whether in pretence', he says, 'or in truth, Christ is proclaimed' (Phil. 1:18). Many bandy this saying about uncritically and rashly without having read either what precedes or what follows, and severing the sequence of the remaining clauses, set these words before the more slothful to the ruin of their own souls. For when they attempt to draw people away from sound faith, and then see them fearful and trembling, knowing well that such a step is not free from danger, in order to dispel their fear they bring forward this apostolic word and say, 'Paul granted this when he said, Whether in pretence or in truth, let Christ be proclaimed.' Yet matters do not stand so — assuredly not! For in the first place he did not say, 'let him be proclaimed', but, 'he is proclaimed', which differs greatly from that. To say, 'let him be proclaimed', is the part of one laying down a law, whereas to say, 'he is proclaimed', is the part of one relating what actually happens. And that Paul is not enacting a law permitting heresies to exist, but drawing away everyone who would heed him, hear what he said: 'If anyone preaches a gospel to you contrary to what you received, let him be accursed, even if it be I myself or an angel from heaven' (Gal. 1:8–9). He would never have pronounced a curse upon both himself and an angel had he known the matter to be free from danger. And again: 'For I am jealous over you with a godly jealousy; for I betrothed you to one husband, to present you as a chaste virgin; but I fear lest, as the serpent deceived Eve by his cunning, so your minds should be corrupted from the simplicity that is in Christ' (Gen. 3:4; 2 Cor. 11:2–3). See how he laid down simplicity, and granted no indulgence! For if there were indulgence, assuredly there would be no danger; if there were no danger, Paul certainly would not have feared; nor would Christ have commanded the tares to be burned up if it were an indifferent matter to pay heed to this teacher, or that one, or another, and to all indiscriminately.
4. Quid sibi vult illud quod dictum est? Paulo altius vobis totam historiam repetam: sciendum quippe est quo in statu Paulus esset cum haec scriberet. Quo in statu igitur erat? in carcere, et catenis, ingentibusque periculis. Undenam id liquet? Ex ea ipsa epistola: nam antea dixerat: Scire autem vos volo, fratres, quod ea, quae circa me sunt, magis ad profectum venerunt evangelii; ita ut vincula mea manifesta fierent in Christo in toto praetorio et caeteris omnibus; et plures e fratribus in Domino confidentes vinculis meis, abundantius auderent sine timore verbum Dei loqui (Philipp. 1. 12-14). Nero erat, qui illum in carcerem conjecerat. Quemadmodum enim praedo quidam cunctis dormientibus domum ingressus, dum omnia abripit, si quem videat lucernam accendere, lumen exstinguit, et illum interimit, ut omnia libere possit auferre et abripere: sic et tunc Nero Caesar, ceu quidam praedo et compilator, dormientibus omnibus, profundoque somno obrutis, omnium bona abripiebat, nuptias invadebat, domos subvertebat, omne genus nequitiae exhibebat: cumque Paulum videret lucernam per totum orbem accendere, nempe doctrinae verbum, ejusque nequitiam redarguere, praedicationem exstinguere et doctorem occidere conatus est, ut omnia cum potestate sibi facere liceret: vinctumque sanctum illum conjecit in carcerem.
4. What, then, does that saying mean? I shall trace the whole history back a little further for you, for one must know in what circumstances Paul stood when he wrote these words. In what state, then, was he? In prison, in chains, and in immense perils. Whence is this clear? From that very epistle, for earlier he had said: 'Now I want you to know, brethren, that the things which have happened to me have turned out rather for the advancement of the gospel, so that my chains have become manifest in Christ throughout the whole praetorian guard and to all the rest, and most of the brethren in the Lord, growing confident through my chains, dare all the more fearlessly to speak the word of God' (Phil. 1:12–14). It was Nero who had cast him into prison. For just as a brigand who breaks into a house while everyone is asleep and plunders everything puts out the light and kills anyone whom he sees lighting a lamp, so that he may carry off and plunder everything unhindered, so too at that time Nero Caesar, like some brigand and pillager while all men were asleep and sunk in deep slumber, was plundering everyone's goods, violating marriages, overturning households, and practising every kind of wickedness; and when he saw Paul lighting a lamp throughout the whole world — namely the word of teaching — and reproving his wickedness, he endeavoured to extinguish the preaching and put the teacher to death, so that he might have licence to do everything at his pleasure, and cast that holy man in chains into prison.
Notes, col. 313 bis

On the reading

Printed annuntictur, for annuntietur.

Printed perieulis, for periculis.

PG 51:314 bisRead from the page
Tunc igitur haec beatus Paulus scripsit.
It was then, therefore, that blessed Paul wrote these words.
Sollicitudo Pauli erga discipulos; discipulorum erga magistrum amor. — Quis non stupeat? quis non admiretur? imo quis, ut par est, stupeat et admiretur generosum illum et ad caelos pertingentem animum, qui Romae vinctus et incarceratus, ex tanto intervallo Philippensibus scriberet? Scitis quantum spatium sit Macedoniam inter et Romam. Sed neque itineris longitudo, neque diuturnitas temporis, neque rerum tumultus, neque pericula et frequentia mala, neque aliud quidpiam caritatem memoriamque discipulorum dejiciebat; sed omnes ille in mente servabat: neque ita catenis manus ligabantur, ut anima ejus amore discipulorum devincta affixaque erat: quod ipsum initio epistolae declarabat: Eo quod habeam vos in corde in vinculis meis, et in defensione et confirmatione evangelii (Philipp. 1. 7). Et sicut rex mane in solium conscendens, in regalibus aulis sedens, innumeras statim undique recipit epistolas: sic et ille quemadmodum in regiis aulis in carcere sedens, multo plures accipiebat atque mittebat epistolas, gentibus undique negotia sua omnia ad ejus sapientiam referentibus: tantoque plura ille negotia, quam ipse Imperator, gerebat, quanto majus sibi commissum imperium habebat. Neque enim Romanam tantum ditionem, sed etiam barbaros omnes, terram et mare in manus ejus tradiderat Deus. Idque Romanis declarans dicebat: Nolo autem vos ignorare, fratres, quia saepe proposui venire ad vos, et prohibitus sum usque adhuc; ut aliquem fructum habeam et in vobis, sicut et in caeteris gentibus: Graecis et barbaris, sapientibus et insipientibus debitor sum (Rom. 1. 13. 14). Quotidie ergo sollicitus erat, quid Corinthii, quid Macedones agerent: quomodo Philippenses, quomodo Cappadoces, quomodo Galatae, quomodo Athenienses, quomodo Pontum incolentes, quomodo omnes homines se haberent. Attamen, cum universus orbis ipsi concreditus esset, non tantum de gentibus omnibus erat sollicitus, sed etiam de uno quopiam homine: et nunc propter Onesimum epistolam mittebat, nunc propter eum, qui apud Corinthios fornicatus erat. Neque enim hoc considerabat, quod unus esset is qui peccaverat, et patrocinio egeret, sed quod homo esset: homo, inquam, pretiosissimum Deo animal, et propter quem Pater Filio suo non pepercit.
Paul's solicitude for his disciples; the disciples' love for their master. — Who would not be amazed? Who would not marvel? Nay rather, who could be amazed and marvel as it deserves at that noble soul reaching up to the very heavens, which while bound and imprisoned at Rome wrote from so great a distance to the Philippians? You know how vast a distance lies between Macedonia and Rome. Yet neither length of journey, nor lapse of time, nor the turmoil of affairs, nor perils and crowded hardships, nor anything else cast out his love and remembrance of his disciples; rather, he kept them all in his mind, nor were his hands so bound with chains as his soul was bound fast and riveted by love for his disciples — the very thing he declared at the beginning of the epistle: 'Because I hold you in my heart, both in my chains and in the defence and confirmation of the gospel' (Phil. 1:7). And just as a king ascending his throne at dawn and sitting in his royal halls straightway receives countless letters from every quarter, so too Paul, sitting in prison as though in royal halls, received and sent far more letters, as nations on every side referred all their affairs to his wisdom; and he conducted all the more business than the Emperor himself, in proportion as the empire entrusted to him was greater. For God had delivered into his hands not merely the Roman realm, but all barbarians as well, both land and sea. Declaring this to the Romans, he said: 'Now I do not want you to be unaware, brethren, that I often purposed to come to you (and was hindered until now), that I might have some fruit among you also, just as among the rest of the Gentiles. Both to Greeks and to barbarians, both to the wise and to the foolish, I am a debtor' (Rom. 1:13–14). Daily, therefore, he was anxious as to how the Corinthians and the Macedonians were faring, how the Philippians, how the Cappadocians, how the Galatians, how the Athenians, how the dwellers in Pontus, and how all mankind stood. Yet although the whole world had been entrusted to him, he was solicitous not only for entire nations, but even for a single individual, now sending an epistle on behalf of Onesimus, now on behalf of the man who had committed fornication among the Corinthians. For he did not reckon that it was merely one person who had sinned and stood in need of advocacy, but that he was a human being — a human being, I say, the creature most precious of all to God, for whose sake the Father spared not his own Son.
5. Ne mihi dixeris quod ille fugitivus, quod latro, quod fur, et innumeris onustus vitiis; vel quod mendicus, abjectus, vilis et nullius pretii: sed cogita pro illo Christum mortuum esse, idque tibi satis est ad omnem suscipiendam curam.
5. Do not tell me that such a man is a runaway, a brigand, a thief, and laden with countless vices, or that he is a beggar, outcast, cheap, and of no account; reflect rather that Christ died for him, and that suffices for you to undertake every care on his behalf.
Notes, col. 314 bis

On the reading

Printed beatns, for beatus.

Printed quem ipse Imperator, for quam ipse Imperator.

PG 51:315 bisRead from the page
Cogita quem esse oporteat eum quem Christus sic honoraverit, ut neque sanguini suo pepercerit. Neque enim, si rex pro aliquo sese immolare vellet, aliud quaereremus argumentum, quod magnus ille esset, regique carissimus, ut ego quidem existimo: mors quippe satis esset ad declarandum ejus qui mortem susciperet erga illum affectum. Jam vero non homo, non angelus, non archangelus, sed ipse caelorum Dominus, ipse unigenitus Filius Dei carne indutus seipsum tradidit pro nobis. Annon igitur omnia faciemus, omnia tentabimus, ut homines tanto affecti honore nostra fruantur cura et sollicitudine? Ecquam habebimus excusationem? quam veniam? Hoc ipsum Paulus indicans dicebat: Ne cibo tuo illum perdas, propter quem Christus mortuus est (Rom. 14. 15). Eos enim qui fratres spernunt et tamquam infirmos despiciunt ut pudefaciat, et ad proximi curam studiumque inducat, vice omnium mortem Domini posuit. Ex tanto igitur intervallo in carcere sedens Philippensibus scripsit. Talis quippe est caritas erga Deum; nullis rebus impeditur humanis, utpote quae in caelis radicem habeat et remunerationem. Et quid dicit? Scire vos volo, fratres (Philipp. 1. 12). Vidistin' curam erga discipulos? vidistin' magistri sollicitudinem? Audi et affectum discipulorum erga magistrum, ut scias ideo illos fortes invictosque fuisse, quod mutuo amore devincti essent. Nam si Frater qui adjuvatur a fratre, quasi civitas firma (Prov. 18. 19), multo magis tot homines caritatis vinculis constricti, omnes depellant maligni daemonis insidias. Certe quod Paulus devinctus esset discipulis, non opus est demonstrare vel dicere, quando etiam vinculis constrictus illorum sollicitudinem gerebat, et quotidie pro illis moriebatur, incensus amore.
Reflect what sort of being he must be whom Christ has so honoured as not even to spare his own blood. Indeed, if an earthly king were willing to sacrifice himself for someone, we would seek no further proof, so at least I judge, that that man was great and most dear to the king; for his death would suffice to declare the affection of him who underwent death towards that man. Yet here it is no mere man, no angel, no archangel, but the very Lord of the heavens, the only-begotten Son of God himself clothed in flesh, who gave himself up for us. Shall we not, therefore, do everything and attempt everything so that men graced with so great an honour may enjoy our care and solicitude? What excuse shall we have? What pardon? Pointing to this very truth, Paul said: 'Do not by your food destroy him for whom Christ died' (Rom. 14:15). In order to put to shame those who spurn their brethren and look down upon them as weak, and to lead them to care and zeal for their neighbour, in place of every other argument he set forth the death of the Lord. Sitting in prison, therefore, he wrote from so great a distance to the Philippians; for such is love towards God: it is hindered by no human obstacle, inasmuch as it has its root and its reward in heaven. And what does he say? 'I want you to know, brethren' (Phil. 1:12). Have you seen his care for his disciples? Have you seen the master's solicitude? Hear too the affection of the disciples for their master, so that you may know that they were strong and unconquerable precisely because they were bound together in mutual love. For if 'a brother helped by a brother is like a fortified city' (Prov. 18:19), how much more will so many men knit together by the bonds of charity beat back all the snares of the wicked demon! Assuredly there is no need to prove or state in words how devoted Paul was to his disciples, seeing that even while fettered in chains he bore solicitude for them and died daily on their behalf, ablaze with love.
6. Quod vero discipuli Paulo essent omni studio devincti, non viri solum, sed etiam mulieres, audi quid dicat de Phoebe: Commendo vobis Phoebem sororem, quae in ministerio est Ecclesiae, quae est in Cenchreis, ut eam suscipiatis in Domino digne sanctis, et assistatis ei in quocumque negotio vestri indiguerit, quae adstitit multis, et mihi ipsi (Rom. 16. 1. 2). Verum hic circa patrocinium tantum ipsius studio testimonium dedit: Priscilla vero et Aquila usque ad mortem Pauli gratia processerunt. De illis autem hoc modo scribit: Salutant vos Aquila et Priscilla, qui pro anima mea cervicem suam supposuerunt (Rom. 16. 3. 4) (a), ad mortem videlicet. De alio quoque sic ad illos scribit: Usque ad mortem accessit, tradens animam suam, ut impleret id, quod ex vobis deerat erga me obsequium (Philipp. 2. 30). Viden' quomodo magistrum diligerent, quomodo prius, quam animae suae, ejus tranquillitati prospicerent? Quamobrem nemo tunc illos superabat. Haec porro dico, non ut audiamus tantum, sed etiam ut imitemur: neque subditis tantum loquor, sed etiam magistratibus; ut discipuli multam erga magistros curam exhibeant, utque magistri eumdem quem Paulus erga subditos affectum habeant, nec solum praesentes, sed etiam procul positos.
6. And that the disciples — not men only, but women as well — were devoted to Paul with all zeal, hear what he says of Phoebe: 'I commend to you Phoebe our sister, who is in the ministry of the Church at Cenchreae, that you may receive her in the Lord in a manner worthy of the saints, and stand by her in whatever matter she may need you; for she has been a patroness of many, and of myself as well' (Rom. 16:1–2). Here, however, he bore witness to her zeal only in the matter of patronage, whereas Priscilla and Aquila went all the way to death for Paul's sake. Concerning them he writes thus: 'Aquila and Priscilla greet you, who for my life laid down their own necks' (Rom. 16:3–4) (a) — even to death, that is. Concerning another man as well he writes thus to the Philippians: 'He came close to death, hazarding his own life to supply what was lacking in your service towards me' (Phil. 2:30). Do you see how they loved their master, how they looked to his peace before their own lives? For that reason no one at that time could overcome them. Now I say these things not merely that we may listen, but that we may also imitate them; nor am I speaking only to subjects, but to rulers as well, so that disciples may show abundant care for their teachers, and teachers may cherish the same affection for those under them as Paul did — not only when present, but also when far away.
PG 51:316 bisRead from the page
Siquidem Paulus ac si in toto orbe ceu una in domo habitaret, sic de omnium salute sollicitus erat, missisque vinculis suis, aerumnis, plagis, angustiis, considerabat et sciscitabatur quotidie, quomodo se haberent ea, quae ad discipulos spectabant: saepeque illa solum de causa mittebat, nunc Timotheum, nunc Tychicum: nam de hoc quidem ait: Ut sciat quae ad vos spectant, et consoletur corda vestra (Ephes. 6. 22): de Timotheo autem: Misi eum ad vos non amplius sustinens, ne forte tentaverit vos is qui tentat (1. Thes. 3. 5). Alibi vero Titum, alibi alium. Quia enim ipse uno detentus in loco illis adesse non poterat, qui viscera ejus erant, per discipulos suos ipsos conveniebat.
Indeed, just as though he dwelt in the whole world as in a single house, Paul was solicitous for the salvation of all; setting aside his own chains, hardships, stripes, and distresses, he pondered and inquired day by day how matters stood with his disciples, and often for that sole reason sent now Timothy, now Tychicus. Concerning the latter he says: 'That he may know your affairs and comfort your hearts' (Eph. 6:22); and concerning Timothy: 'When I could bear it no longer, I sent him to you, lest by some means the tempter had tempted you' (1 Thess. 3:5); elsewhere he sent Titus, and elsewhere someone else. For because he himself, detained in one place, could not be present with those who were his very heart, he visited them through his disciples.
7. Caritas inaequalitatem abjicit. — Tunc ergo in vinculis cum esset, Philippensibus scripsit: Scire autem vos volo, fratres (Philipp. 1. 12); discipulos vocat fratres. Talis quippe caritas est: inaequalitatem omnem abjicit, praeeminentiam et dignitatem non novit; sed etiamsi quis sit omnibus sublimior, ad omnium humillimum descendit, quod et Paulus faciebat. Sed audiamus quid illos scire velit: Quia quae circa me sunt, magis ad profectum venerunt evangelii (Ibid.). Dic mihi, quomodo et qua ratione? Num a vinculis liberatus es? num catenam deposuisti, et cum libertate in urbe praedicas? num in Ecclesiam ingressus longos multosque texuisti sermones circa fidem, multosque adeptus discipulos abscessisti? num mortuos suscitasti, et admirationi fuisti? num leprosos mundasti, et omnes stupefacti sunt? num daemones fugasti, et sublimis inde factus es? Nihil horum, inquit. Quomodo igitur profectus evangelii fuit? dic, quaeso. Ita ut, inquit, vincula mea manifesta in Christo fierent in toto praetorio, et in caeteris omnibus (Ibid. v. 13). Quid dicis? Hiccine profectus? haec accessio? hoc augmentum praedicationis, quod omnes didicerint, te vinctum esse? Etiam, inquit. Audi igitur ea, quae sequuntur, ut discas, vincula non modo impedimentum non fuisse, sed etiam argumentum majoris fiduciae: Ita ut plures e fratribus in Domino, confidentes vinculis meis, abundantius auderent sine timore verbum loqui (Ibid. v. 14). Quid dicis, Paule? Vincula non anxietatem, sed fiduciam indidere? non timorem, sed amorem? Non habent haec dicta consequentiam. Scio et ego. Non enim secundum humanarum rerum morem haec contigerunt, inquit: sed supra naturam sunt illa, et divinae gratiae gesta. Ideo quod aliis anxietatem parit, id apud illum fiduciam praebebat. Etenim si quis capto constrictoque duce id evulget, totum exercitum in fugam conjicit: et si quis pastorem ex ovili abduxerit, abigendi gregis libertatem praebet. Verum non sic in Paulo, sed contrarium eveniebat. Nam dux alligabatur, et alacriores milites erant, majorique animo adversarios adoriebantur: pastor constrictus erat, et oves non consumebantur, nec dispergebantur.
7. Charity casts out inequality. — Being in chains at that time, therefore, he wrote to the Philippians: 'Now I want you to know, brethren' (Phil. 1:12); he calls his disciples 'brethren'. For such is charity: it casts aside all inequality and knows nothing of pre-eminence and rank; even if one is loftier than all others, he comes down to the lowliest of all, just as Paul also used to do. Let us hear, then, what he wishes them to know: 'That the things which have happened to me have turned out rather for the advancement of the gospel' (Phil. 1:12). Tell me, how and in what manner? Have you been released from your chains? Have you laid aside your fetters, and are you preaching freely in the city? Have you entered the church, woven many lengthy discourses on the faith, won many disciples, and come away? Have you raised the dead and been held in wonder? Have you cleansed lepers so that everyone was dumbfounded? Have you driven out demons and become exalted thereby? None of these things, he says. How then has there been an advancement of the gospel? Tell me, pray. 'So that', he says, 'my chains have become manifest in Christ throughout the whole praetorian guard and to all the rest' (Phil. 1:13). What are you saying? Is this advancement? Is this progress? Is this the growth of the preaching, that everyone has learnt that you are a prisoner? Yes indeed, he says. Hear, then, what follows, so that you may learn that his chains were not merely no hindrance, but a ground for even greater boldness: 'So that most of the brethren in the Lord, growing confident through my chains, dare all the more fearlessly to speak the word' (Phil. 1:14). What are you saying, Paul? Did chains instil not anxiety, but confidence — not fear, but love? Your words defy ordinary logic! I know it too, he says; for these things did not come to pass after the manner of human affairs, but are above nature and the works of divine grace. Therefore what breeds anxiety in others afforded boldness in his case. Indeed, if when a general has been captured and bound someone publishes the news abroad, he puts the whole army to flight; and if someone carries off the shepherd from the fold, he gives free rein to drive away the flock. Yet with Paul it was not so; the very opposite happened: the general was bound, and the soldiers grew more eager and attacked their adversaries with higher spirit; the shepherd was fettered, and the sheep were neither destroyed nor scattered.
8. Aerumnae et catenae Pauli magnae consolationi discipulis erant. — Quis vidit, quis audivit in magistrorum aerumnis plus solatii capere discipulos?
8. Paul's hardships and chains were a great consolation to his disciples. — Who ever saw, who ever heard of disciples drawing greater comfort from the hardships of their teachers?
Notes, col. 316 bis

On the reading

Printed couveniebat, for conveniebat.