ζʹ. Τοιοῦτον τῶν ἀποστόλων τὸ ἦθος ἦν, τοιοῦτον τῶν προφητῶν καὶ τῶν δικαίων ἁπάντων. Ὁ γοῦν Δαυῒδ τῆς μὲν ἁμαρτίας τῆς ἑαυτοῦ συνεχῶς ἐμέμνητο, τῶν δὲ κατορθωμάτων οὐδαμοῦ, πλὴν εἴ ποτε κατηναγκάσθη. Ὅτε γοῦν ὁ βαρβαρικὸς ἐκεῖνος πόλεμος τὴν Ἰουδαίαν κατέλαβε, καὶ πάντα κινδύνων ἦν μεστὰ, νέος ὢν ἔτι καὶ πολέμων ἄπειρος, καταλιπὼν τὰ πρόβατα, καὶ εἰς τὴν παράταξιν ἐλθὼν, πάντας κατεπτηχότας βλέπων καὶ δεδοικότας καὶ τρέμοντας, οὐδὲν ἔπαθεν ἀνθρώπινον, οὐδὲ ἐγένετο δειλότερος τοὺς οἰκείους τεταπεινωμένους ὁρῶν· ἀλλὰ τῇ πίστει πάντα τὰ βλεπόμενα ὑπερβὰς, καὶ πρὸς τὸν Βασιλέα τῶν οὐρανῶν ἰδὼν, καὶ πολλῆς ἑαυτὸν ἐμπλήσας προθυμίας, προσῆλθε τοῖς στρατιώταις καὶ τοῖς ἀδελφοῖς, ἐπαγγελλόμενος ἀπαλλάσσειν αὐτοὺς τοῦ κατέχοντος κινδύνου. Ὡς δὲ ἐγέλασαν τὸ εἰρημένον οἱ ἀδελφοὶ (οὐ γὰρ ἑώρων τὸν ἔνδον αὐτὸν ἀλείφοντα Θεὸν, οὐδὲ τὴν ψυχὴν τὴν γενναίαν ἐκείνην, καὶ οὐρανομήκη, καὶ πολλῆς γέμουσαν φιλοσοφίας), καταλιπὼν ἐκείνους, πρὸς ἑτέρους ἀπῆλθεν. Ὡς δὲ πρὸς τὸν βασιλέα αὐτὸν εἰσήγαγον, καὶ εὗρεν αὐτὸν ἀποτεθνηκότα τῷ δέει, πρῶτον αὐτοῦ διανίστησι τὸ φρόνημα, οὕτω λέγων· Μὴ συμπεσέτω ἡ καρδία τοῦ κυρίου μου ἐπ' αὐτὸν, ὅτι ὁ δοῦλός σου πορεύσεται καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου τούτου. Ἐπειδὴ δὲ ἐκεῖνος ἠπίστει λέγων, Οὐ δυνήσῃ πορευθῆναι· σὺ παιδάριον εἶ, αὐτὸς δὲ ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ, ἐν ἀπορίᾳ ὢν λοιπὸν ὁ Δαυῒδ ἀναγκάζεται τὰ οἰκεῖα διηγεῖσθαι ἐγκώμια. Ὅτι γὰρ οὐκ ἐβούλετο, διὰ τῶν προτέρων ἔδειξεν, οὔτε πρὸς τοὺς ἀδελφοὺς εἰπών τι τῶν αὐτοῦ κατορθωμάτων, οὔτε πρὸς τοὺς στρατιώτας, ἀλλ' οὐδὲ πρὸς αὐτὸν τὸν βασιλέα, ἕως εἶδεν αὐτὸν ἀπιστοῦντα καὶ ἀγωνιῶντα καὶ κωλύοντα τὴν ἔφοδον τὴν κατ' ἐκείνου. Τί γὰρ ἔδει πρᾶξαι λοιπόν; σιγῆσαι τὰ ἐγκώμια; Ἀλλ' οὐκ ἂν ἐπέτρεψεν ἀπελθεῖν, οὐδὲ ἀπαλλάξαι τῶν κατεχόντων κινδύνων. Διὰ τοῦτο σιγήσας ἡνίκα ἔδει, ἐπειδὴ τὸν καιρὸν εἶδε καταναγκάζοντα εἰπεῖν, οὐκ ἔτι σιγᾷ, ἀλλά φησι πρὸς αὐτόν· Ποιμαίνων ἤμην ὁ δοῦλός σου ἐν τῷ ποιμνίῳ τοῦ πατρός μου, καὶ ὅταν ἤρχετο λέων ἢ ἄρκτος, καὶ ἐλάμβανε πρόβατον ἐκ τῆς ἀγέλης, ἐξηρχόμην κατόπισθεν αὐτοῦ, καὶ ἐπάτασσον αὐτὸν, καὶ ἐξέσπων ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἐκράτουν τοῦ φάρυγγος αὐτοῦ, καὶ ἐθανάτουν αὐτόν· καὶ τὸν λέοντα καὶ τὴν ἄρκτον ἔτυπτεν ὁ δοῦλός σου· καὶ ἔσται ὁ ἀλλόφυλος οὗτος καὶ ἀπερίτμητος, ὡς ἓν τούτων. Ὁρᾷς πῶς ἐδήλωσε, τίνος ἕνεκεν εἶπε τὰ οἰκεῖα κατορθώματα; Τότε δὴ, τότε θαῤῥήσας ὁ βασιλεὺς λοιπὸν ἐκέλευσεν ἀπελθεῖν. Καὶ ἀπῆλθε, καὶ παρετάξατο, καὶ ἐνίκησεν. Εἰ δὲ μὴ ἐγκώμια εἶπεν, οὐκ ἂν αὐτῷ τὴν μονομαχίαν ἐκείνην ἐπίστευσεν ὁ βασιλεύς· μὴ πιστεύσας δὲ, οὐκ ἂν ἀφῆκεν αὐτὸν εἰς τὴν παράταξιν ἀπελθεῖν· μὴ ἀφεὶς δὲ, διεκώλυσεν ἂν τὸ κατόρθωμα· τοῦ δὲ κατορθώματος κωλυθέντος, οὔτε ὁ Θεὸς ἂν ἐδοξάσθη τότε, οὔτε ἡ πόλις τῶν ἐπικειμένων ἀπηλλάγη κινδύνων. Ἵν' οὖν μὴ τοσαῦτα γένηται ἄτοπα, μηδὲ οἰκονομίας μέγεθος κωλυθῇ τοσοῦτον, ἠναγκάσθη τοὺς οἰκείους ἄθλους εἰπεῖν ὁ Δαυΐδ. Ὥσπερ γὰρ σιγᾷν ἴσασιν, οὐδεμιᾶς οὔσης ἀνάγκης, οὕτω καὶ λέγειν ἐπίστανται, ἐπειδὰν πολλὴν ἴδωσι βίαν ἐπικειμένην.
7. Such was the custom of the apostles, such that of the prophets and of all the righteous. David, at all events, continually remembered his own sin, whereas his noble deeds he mentioned nowhere, save if ever he was compelled. When, at all events, that barbarian war overtook Judaea, and all things were full of perils, being still young and inexperienced in wars, having left his sheep and come to the battle-line, seeing all men cowering, fearful, and trembling, he suffered nothing merely human, nor did he grow more cowardly upon seeing his own kinsmen humbled; nay, transcending by faith all things seen, and looking to the King of heaven, and filling himself with abundant eagerness, he approached the soldiers and his brothers, promising to rid them of the peril that held them fast. And when his brothers laughed at what was said (for they did not behold God within anointing him for the contest, nor that noble soul, reaching to heaven and teeming with abundant philosophy), leaving them, he departed to others. And when they brought him in to the king, and he found him half dead with dread, he first raises up his spirit, saying thus: Let not my lord's heart sink upon him, for your servant will go and fight with this Philistine. Yet since that man disbelieved, saying, You shall not be able to go; you are a lad, and he is a man of war from his youth, David, being now at an impasse, is compelled to recount his own encomiums. For that he did not wish to do so, he showed by what went before, having spoken nothing of his noble deeds either to his brothers, or to the soldiers, nay, not even to the king himself, until he saw him disbelieving and in anguish and hindering the onset against that man. For what else was left to do? To keep silent about his encomiums? Yet he would not have permitted him to go out, nor to rid them of the perils holding them fast. On this account, having kept silent when he ought, once he saw the moment compelling him to speak, he keeps silent no longer, but says to him: Your servant was tending sheep in his father's flock, and whenever a lion or a bear came and took a sheep out of the herd, I went out after it, and struck it, and wrenched it out of its mouth, and seized its throat, and slew it; both the lion and the bear did your servant smite; and this uncircumcised Philistine too shall be as one of these. Do you see how he made plain for what sake he uttered his own noble deeds? Then indeed, then taking courage, the king bade him go forth. And he went forth, and drew up for battle, and conquered. Had he not spoken his encomiums, the king would not have entrusted that single combat to him; and not entrusting it, he would not have let him go out to the battle-line; and not letting him go, he would have hindered the triumph; and had the triumph been hindered, neither would God have been glorified then, nor would the city have been rid of the impending perils. Lest so many absurdities should come to pass, therefore, and lest so great a dispensation should be hindered, David was compelled to utter his own contests. For just as they know how to keep silent when no necessity exists, so too they know how to speak whenever they see great compulsion pressing upon them.