εἰπών· Διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Ὁ Θεὸς οἶδεν. Ἀλλ' ὃ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν· καὶ ἀνωτέρω δὲ τούτων παρακαλεῖ τοὺς μαθητὰς μὴ καταστῆσαι αὐτὸν εἰς ἀνάγκην τοῦ τὴν οἰκείαν ἐπιδεῖξαι δύναμιν αὐτοῖς, οὑτωσὶ λέγων· Δέομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας. Αὐτοὶ γὰρ οὗτοι, περὶ ὧν ταῦτά φησιν, εἰς εἰρωνείαν αὐτὸν διαβάλλοντες, οὕτως ἔλεγον, ὅτι αἱ μὲν ἐπιστολαὶ Παύλου πολὺν ἔχουσιν ὄγκον καὶ ῥημάτων ἀπόνοιαν, αὐτὸς δὲ οὐδαμινὸς καὶ εὐτελὴς καὶ ἀπεῤῥιμμένος. Ἐπειδὰν γοῦν ἐνταῦθα παραγένηται, οὐδενὸς ἄξιος φαίνεται λόγου· ὅπερ οὖν καὶ αὐτὸ πάλιν ἐμφαίνων ἔλεγεν, Ἵνα δὲ μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν· ὅτι αἱ μὲν ἐπιστολαὶ, φησὶ, βαρεῖαι καὶ ἰσχυραὶ, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος. Εἶτα αὐτοῖς ἐγκαλῶν τοῖς Κορινθίοις τοῖς ἀναπειθομένοις, φησίν· Ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν, ἵν' ὑμεῖς ὑψωθῆτε; Καὶ ἀποδυόμενος δὲ τὸ ἔγκλημα αὐτὸ ἐκεῖνο πάλιν λέγει· Ὅτι οἷοί ἐσμεν δι' ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ. Ἐπεὶ οὖν πολλοὶ παρ' αὐτοῖς ἦσαν ψευδαπόστολοι, οὓς καὶ ἐργάτας δολίους καλεῖ, οὕτω λέγων· Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ. Καὶ οὐ θαυμαστόν· καὶ γὰρ αὐτὸς ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. Οὐ μέγα οὖν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης. Ἐπεὶ οὖν οὗτοι μυρίας εὑρόντες κατ' αὐτοῦ διαβολὰς, τοὺς μαθητὰς ἔβλαπτον, οὐ τὴν προσήκουσαν περὶ αὐτοῦ πείθοντες αὐτοὺς ἔχειν δόξαν, ἀναγκάζεται λοιπὸν εἰς διήγησιν τῶν οἰκείων ἐγκωμίων ἐμπεσεῖν· οὐδὲ γὰρ ἦν τὸ σιγᾷν λοιπὸν ἀσφαλές. Ἐπεὶ οὖν μέλλει τοὺς οἰκείους ἄθλους ἡμῖν ἐξηγεῖσθαι, καὶ τὰς ἀποκαλύψεις, ἃς εἶδε, καὶ τοὺς μόχθους, οὓς ἐμόχθησε, βουλόμενος δεῖξαι πᾶσιν, ὅτι ἄκων καὶ βιαζόμενος τοῦτο ποιεῖ, καὶ ἀνάγκην οὖσαν ὁρῶν, ὅμως ἀφροσύνης αὐτὸ πρᾶγμα ἐκάλεσεν, οὕτως εἰπών· Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ. Μέλλω, φησὶ, πρᾶγμα ἀνόητον ποιεῖν, καὶ ἐγκωμιάζειν καὶ ἐπαινεῖν· ἀλλ' οὐκ ἐγὼ τούτων αἴτιος, ἀλλ' οἱ εἰς τοιαύτην με ἀνάγκην ἐμβαλόντες· διὰ τοῦτο παρακαλῶ ὑμᾶς ἀνασχέσθαι, κἀκείνοις τὴν αἰτίαν λογίσασθαι.
saying: Why? Because I do not love you? God knows. But what I do, I will also do, that I may cut off the occasion of those who desire an occasion; and higher up than these words, too, he entreats the disciples not to reduce him to the necessity of displaying his own power to them, saying thus: And I beg that when present I may not have to be bold with the confidence wherewith I reckon to dare against some who reckon us as walking according to the flesh. For these very men, concerning whom he says these things, traducing him for ironic dissimulation, spoke thus: that Paul's epistles, on the one hand, possess great pomp and arrogance of words, whereas he himself is nobody, paltry and abject. Whenever, at all events, he arrives here, he appears worthy of no account; which very point, therefore, indicating once more, he said, Lest I should seem as it were to frighten you through the epistles; for his epistles, says one, are weighty and strong, but his bodily presence is weak, and his speech of no account. Then, reproaching the Corinthians themselves who were being won over, he says: Did I commit a sin in abasing myself that you might be exalted? And stripping off that very charge, he says again: Such as we are in word by epistles when absent, such also are we in deed when present. Since, therefore, there were many false apostles among them, whom he also calls deceitful workers, saying thus: For such men are false apostles, deceitful workers, disguising themselves as apostles of Christ. And no wonder; for Satan himself disguises himself as an angel of light. It is no great thing, therefore, if his ministers also disguise themselves as ministers of righteousness. Since, therefore, these men, devising ten thousand slanders against him, were harming the disciples, persuading them not to hold the fitting opinion concerning him, he is compelled henceforth to enter upon a recital of his own encomiums; for keeping silence was no longer safe. Since, then, he is about to recount to us his own contests, and the revelations which he saw, and the toils which he laboured through, wishing to show to all that he does this unwillingly and under compulsion, and even though seeing necessity present, he nevertheless called the matter itself one of folly, saying thus: Would that you bore with me a little in my folly. I am about, says he, to do a senseless thing, and to deliver encomiums and praises; yet it is not I who am to blame for these things, but those who cast me into such necessity; on this account I entreat you to bear with me, and to reckon the blame to them.
δʹ. Καὶ ὅρα τὴν Παύλου σύνεσιν· εἰπὼν, Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· ἀλλὰ καὶ ἀνέχεσθέ μου· ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ, οὐκ εὐθέως ἦλθεν ἐπὶ τὴν διήγησιν τῶν ἐγκωμίων, ἀλλὰ μεταξὺ πάλιν ἐνθεὶς ῥήματα, οὕτω πώς φησιν· Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με. Καὶ οὐδὲ οὕτως ἥψατο τῆς διηγήσεως, ἀλλὰ πάλιν ἐπάγει καὶ λέγει· Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον, ἀλλ' ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Καὶ οὐδὲ μετὰ ταῦτα τὰ ῥήματα ἐτόλμησε καθεῖναι, ἀλλὰ πάλιν ὁρμήσας ἀνακρούεται καί φησιν· Ἐπειδὴ πολλοὶ καυχῶνται κατὰ τὴν σάρκα, κἀγὼ καυχήσομαι· ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες. Εἶτα πάλιν ἀναδύεται καὶ ὀκνεῖ, καὶ ἕτερά τινα εἰπὼν, πάλιν ἐπάγει· Ἐν ᾧ δ' ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Καὶ τότε μόλις
4. And behold Paul's understanding: having said, Would that you bore with me a little in my folly; and indeed do bear with me; for I am jealous over you with a jealousy of God, he did not come straightway to the recital of his encomiums, but interposing words again in between, he speaks somewhat thus: I say again, let no one think me to be foolish; or if otherwise, receive me even as a fool. And not even thus did he set hand to the recital, but again he adds and says: What I speak, I speak not according to the Lord, but as it were in folly, in this confident undertaking of boasting. And not even after these words did he venture to launch out, but having started forward again he draws back and says: Since many boast according to the flesh, I too will boast; for you gladly bear with foolish men, being wise yourselves. Then again he shrinks back and hesitates, and after saying some other things, he adds again: In whatever anyone dares—I speak in folly—I too dare. And then scarcely,