ἡμῶν καὶ τῆς ἡμετέρας γνώμης τοὺς τὰ αὐτῶν δαπανῶντας τοῦτο ποιεῖν; Καὶ ὅρα πῶς ἑαυτοῦ πανταχοῦ μέμνηται, καὶ οὐδαμοῦ ἐπιλανθάνεται, οὐδὲ γὰρ ἐνταῦθα ἐντολὴν ἐκάλεσεν, οὐδὲ ἐλεημοσύνην, ἀλλὰ, Χάριν· δεικνὺς, ὅτι καθάπερ νεκροὺς ἐγείρειν, καὶ δαίμονας ἐλαύνειν, καὶ λεπροὺς καθαίρειν, χάριτος ἔργον ἐστίν· οὕτω καὶ πενίαν διορθοῦν, καὶ τοῖς δεομένοις χεῖρα ὀρέγειν, καὶ πολλῷ μᾶλλον τοῦτο ἢ ἐκεῖνο· ἀλλ' εἰ καὶ χάρις ἐστὶ, καὶ τῆς ἡμετέρας δεῖται σπουδῆς καὶ προθυμίας, ἵνα ἑλώμεθα καὶ βουληθῶμεν, καὶ τῆς χάριτος ἀξίους ἑαυτοὺς παρασκευάσωμεν. Ἑνὶ μὲν οὖν τούτῳ παρεμυθήσατο, τῷ τὰ γράμματα αὐτοῦ πέμπειν μετ' ἐκείνων· ἑτέρῳ δὲ μείζονι τοῦ προτέρου πάλιν, τῷ καὶ αὐτὸν ὑποσχέσθαι τῆς ἀποδημίας ταύτης κοινωνήσειν αὐτοῖς. Ἐὰν γὰρ ᾖ ἄξιον, φησὶ, τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. Καὶ σκόπει κἀνταῦθα αὐτοῦ τὴν σύνεσιν. Οὔτε γὰρ ἠρνήσατο συναπιέναι, οὔτε ὑπέσχετο καθάπαξ, ἀλλὰ πάλιν τῇ τῶν διδόντων γνώμῃ τοῦτο ἐπέτρεψε, καὶ κυρίους αὐτοὺς ἐποίησε τῆς ἀποδημίας τῆς ἑαυτοῦ, ἐνδειξάμενος ὅτι εἰ δαψιλὲς εἴη τὸ δεδομένον καὶ τοσοῦτον ὡς καὶ αὐτὸν διαναστῆσαι, πάντως ἅψεται τῆς ὁδοῦ. Τὸ γὰρ εἰπεῖν, Ἐὰν ᾖ ἄξιον, τοῦτό ἐστιν αἰνιττομένου. Εἰ μὲν οὖν καθόλου τὴν ἀποδημίαν ταύτην ἠρνήσατο, ἀθυμοτέρους ἂν ἐποίησε καὶ ὀκνηροτέρους αὐτούς· πάλιν εἰ ἀμφιβόλως ὡμολόγησε καὶ ὑπέσχετο, ῥᾳθυμοτέρους ἂν εἰργάσατο. Διὰ δὴ τοῦτο οὔτε ἀπαγορεύει καθόλου, οὔτε ὑπισχνεῖται· ἀλλ' ἐπὶ τῇ γνώμῃ τῶν Κορινθίων τοῦτο ποιεῖ, εἰπὼν, Ἐὰν δὲ ᾖ ἄξιον. Ἀκούοντες γὰρ ὅτι Παῦλος μέλλει τὴν προσφορὰν αὐτῶν ἀποφέρειν, πλείονι προθυμίᾳ καὶ σπουδῇ πρὸς τὸ πρᾶγμα ἐκέχρηντο· ὥστε τὰς ἁγίας χεῖρας ἐκείνας διακονήσασθαι τοῖς διδομένοις, καὶ τὰς εὐχὰς τὰς ἐκείνου προστεθῆναι τῇ θυσίᾳ ταύτῃ, Εἰ δὲ Παύλῳ διδόναι μέλλοντες οἱ Κορίνθιοι ὥστε διακομίσαι, μετὰ πλείονος τοῦτο ἐποίουν τῆς προθυμίας· σὺ τῷ Παύλου μέλλων διδόναι Δεσπότῃ (διὰ γὰρ τῶν πενήτων ἐκεῖνος λαμβάνει), ποίαν ἕξεις ἀπολογίαν ἀναβαλλόμενος; Οὐδὲ γὰρ ἂν, εἰ μὴ μέγα ἦν τὸ πρᾶγμα καὶ πολλῆς ἄξιον σπουδῆς, ὁ τὴν οἰκουμένην πᾶσαν ἐγχειρισθεὶς, καὶ τὰς ὑφ' ἡλίῳ κειμένας μεριμνῶν Ἐκκλησίας, ὑπέσχετο τῇ τῶν χρημάτων οἰκονομίᾳ διακονήσασθαι τούτων. Ταῦτ' οὖν καὶ ἡμεῖς λογιζόμενοι, ἄν τε δοῦναι δέῃ, ἄν τε παρέχουσιν ἑτέροις ὑπηρετεῖν, μὴ κατοκνῶμεν, μηδὲ ἀθυμῶμεν, ὡς τῆς οὐσίας ἡμῖν ἐλαττουμένης. Πῶς γὰρ οὐκ ἄτοπον, τὸν μὲν γηπόνον τὰ σπέρματα καταβάλλοντα, καὶ τὰ ὄντα κενοῦντα, μὴ δάκνεσθαι, μηδὲ ἀλγεῖν, μηδὲ ἀνάλωμα νομίζειν εἶναι τὸ γινόμενον, ἀλλὰ κέρδος καὶ πρόσοδον, καίτοι ἀδήλου τῆς ἐλπίδος οὔσης· σὲ δὲ οὐκ ἐπὶ τοιούτοις, ἀλλ' ἐπὶ πολλῷ μείζοσι σπείροντα, καὶ αὐτῷ μέλλοντα τὸ ἀργύριον ἐγχειρίζειν τῷ Χριστῷ, ἀναδύεσθαι, καὶ ναρκᾷν, καὶ πενίαν προβάλλεσθαι; Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς κελεῦσαι τῇ γῇ χρυσίον ἀπηρτισμένον ἐκβαλεῖν; Ὁ γὰρ εἰπὼν. Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, καὶ δείξας αὐτὴν ἐξαίφνης κομῶσαν, ἠδύνατο κελεῦσαι καὶ πηγὰς καὶ ποταμοὺς χρυσίου ῥεῦσαι πάντοθεν. Ἀλλ' οὐκ ἠθέλησεν, ἀλλ' ἀφῆκεν εἶναι πολλοὺς ἐν πτωχείᾳ, διά τε τὸ ἐκείνοις, διά τε τὸ σοὶ συμφέρον. Καὶ γὰρ πρὸς ἀρετὴν ἐπιτηδειότερον πενία πλούτου· καὶ τοῖς ἐν ἁμαρτήμασι καθεστηκόσιν οὐ μικρὰ παραμυθία γίνεται ἀπὸ τῆς εἰς τοὺς δεομένους βοηθείας, καὶ τοσαύτη τοῦ πράγματος σπουδὴ τῷ Θεῷ, ὅτι καὶ παραγενόμενος, καὶ σάρκα περιβαλόμενος, καὶ τοῖς ἀνθρώποις συναναστραφεὶς, οὐ παρῃτήσατο, οὐδὲ αισχύνης ἄξιον εἶναι ἐνόμισεν οἰκονομεῖν αὐτὸς τὰ τῶν πενήτων. Καίτοι γε τοσούτους ἐργασάμενος ἄρτους, καὶ πάντα ἐξ ἐπιτάγματος ποιῶν ἅπερ
us and our judgement those who spend their own means should do this? And observe how everywhere he is mindful of himself and nowhere forgets, for not even here did he call it a commandment, nor alms, but Grace; showing that just as raising the dead, driving out demons, and cleansing lepers is a work of grace, so too is amending poverty and outstretching a hand to those in need, nay, this far more than that; yet even if it is grace, it also needs our earnestness and readiness, that we may choose and will it, and prepare ourselves worthy of the grace. By this one means, therefore, he encouraged them, namely by sending his letters with those men; and again by another greater than the former, namely by promising that he himself would share this journey with them. For if it be worthy, he says, of my going also, they shall go with me. And observe here too his prudence. For he neither refused to depart with them, nor promised outright, but again entrusted this to the judgement of the givers, and made them masters of his own journey, indicating that if what was given should be bountiful and great enough to rouse him as well, he would by all means set hand to the road. For to say, If it be worthy, is the speech of one hinting at this. Had he altogether refused this journey, he would have rendered them more despondent and more hesitant; on the other hand, had he agreed and promised doubtfully, he would have rendered them more lax. On this very account he neither refuses altogether nor promises, but leaves this upon the judgement of the Corinthians, saying, And if it be worthy. For hearing that Paul was about to carry away their offering, they employed greater readiness and zeal towards the matter, so that those holy hands might minister to what was given, and his prayers might be added to this sacrifice. Now if the Corinthians, when about to give to Paul to convey it, did this with greater readiness, what defence will you have when you delay, though about to give to Paul's Master (for He receives through the poor)? For had the matter not been great and worthy of much zeal, he who was entrusted with the whole inhabited world, and cared for the Churches lying beneath the sun, would not have promised to minister in the dispensation of these funds. Reckoning upon these things, therefore, let us too, whether we must give or serve others who give, neither shrink back nor lose heart, as though our substance were being diminished. For how is it not absurd that the tiller of the soil, when casting down seeds and emptying out his stores, is neither stung nor grieved, nor deems what takes place an outlay, but rather gain and revenue, even though his hope is uncertain; whereas you, who sow not upon such terms, but upon far greater ones, and are about to place your silver into the very hands of Christ, hang back, grow numb, and plead poverty? Could not God have commanded the earth to bring forth ready-made gold? For He Who said, Let the earth bring forth herbage of grass, and showed it suddenly in full leaf, could also have commanded springs and rivers of gold to flow from every side. Yet He did not wish it, but permitted many to be in poverty, for the advantage both of those men and of yourself. For poverty is more serviceable towards virtue than wealth; and to those who stand in sins no small consolation arises from succour towards the needy, and God has so great care for the matter that when He came, clothed Himself in flesh, and conversed among men, He neither declined nor deemed it worthy of shame to administer the affairs of the poor Himself. Although He wrought so many loaves, and by command did all things whatsoever