βʹ. Ἄξιον δὲ κἀκεῖνο ἐξετάζειν, τίνες εἰσὶν οὗτοι οἱ ἅγιοι· οὐδὲ γὰρ ἐνταῦθα αὐτῶν μέμνηται μόνον, ἀλλὰ καὶ ἑτέρωθι πάλιν οὕτω λέγων· Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ διακονήσων τοῖς ἁγίοις. Καὶ Λουκᾶς δὲ ἐν ταῖς Πράξεσι, λιμοῦ προσδοκωμένου μεγάλου, τούτων αὐτῶν μεμνημένος τῶν ἁγίων φησί· Τῶν δὲ μαθητῶν, καθὼς εὐπορεῖτό τις, ὥρισεν ἕκαστος πέμψαι πρὸς τοὺς πτωχοὺς τῶν ἁγίων ἐν Ἱερουσαλήμ. Καὶ πάλιν, ὃ καὶ ἔμπροσθεν ἔφθην εἰπὼν, Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι. Ἐπειδὴ δὲ διειλόμεθα, ἐγὼ μὲν τοὺς Ἕλληνας, ὁ δὲ Πέτρος τοὺς Ἰουδαίους, κοινῇ γνώμῃ συνεθέμεθα, φησὶν, ὥστε ἐν τοῖς πτωχοῖς μὴ εἶναι τὴν διαίρεσιν ταύτην. Ὅτε μὲν γὰρ ἐκήρυττον, ὁ μὲν τοῖς Ἰουδαίοις, ὁ δὲ τοῖς Ἕλλησιν ἐκήρυττον· ὅτε δὲ πενήτων προΐσταντο, οὐκέτι οὕτως, ὁ μὲν τῶν πενήτων τῶν Ἰουδαίων, ὁ δὲ τῶν πενήτων τῶν Ἑλλήνων μόνον· ἀλλὰ καὶ τῶν παρὰ Ἰουδαίοις πτωχευόντων ἕκαστος πολλὴν ἐποιεῖτο πρόνοιαν. Διὸ καὶ ἔλεγε, Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι. Τίνες οὖν εἰσιν οὗτοι, περὶ ὧν ἐνταῦθα διαλέγεται, καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, καὶ ἐν τῇ πρὸς Γαλάτας, ὑπὲρ ὧν καὶ Μακεδόνας παρεκάλεσεν; Οἱ τῶν Ἰουδαίων πένητες, οἱ ἐν Ἱεροσολύμοις καθήμενοι. Καὶ τίνος οὖν ἕνεκεν τοσαύτην αὐτῶν ποιεῖται πρόνοιαν; μὴ γὰρ οὐχὶ καὶ καθ' ἑκάστην πόλιν ἦσαν πτωχοὶ καὶ πένητες; τί δήποτε οὖν πρὸς ἐκείνους πέμπει, καὶ πάντας ὑπὲρ αὐτῶν παρακαλεῖ; Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, οὐδὲ προσωποληψίᾳ χρώμενός τινι, ἀλλὰ χρησίμως καὶ συμφερόντως. Μικρὸν δὲ ἀνωτέρω τὸν λόγον ἀγαγεῖν ἀναγκαῖον. Ἐπειδὴ τὰ τῶν Ἰουδαίων μετέπεσε πράγματα, καὶ τὸν Ἰησοῦν σταυρώσαντες, τὴν φωνὴν ἐκείνην καθ' ἑαυτῶν ἐκύρωσαν, λέγοντες, Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα, καὶ λοιπὸν ὑπὸ τὴν Ῥωμαίων ἐτέθησαν ἀρχὴν, οὔτε αὐτόνομοι ἦσαν, καθάπερ καὶ πρότερον, οὔτε καθόλου δοῦλοι, καθάπερ καὶ νῦν· ἀλλ' ἐν τάξει συμμάχων ὄντες διετέλουν, φόρους μὲν τελοῦντες τοῖς βασιλεῦσιν ἑαυτῶν, καὶ τοὺς παρ' ἐκείνων ἄρχοντας δεχόμενοι· πολλαχοῦ δὲ τοῖς ἰδίοις κεχρημένοι νόμοις, καὶ τοὺς παρ' αὐτοῖς ἁμαρτάνοντας κατὰ τὰ πάτρια κολάζοντες νόμιμα. Καὶ ὅτι μὲν φόρους ἐτέλουν Ῥωμαίοις, δῆλον ἐξ ὧν πειράζοντες τὸν Ἰησοῦν, φησὶν, ἠρώτων, Διδάσκαλε, ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; ὅτε καὶ αὐτὸς δεῖξαι κελεύσας αὐτοῖς νόμισμα, εἶπεν, Ἀπόδοτε, λέγων, τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Ὁ Λουκᾶς δὲ καὶ ὅτι στρατηγοὺς καὶ χιλιάρχους εἶχε τὸ ἱερὸν, λέγει. Τὸ μὲν οὖν ὑποκεῖσθαι τοὺς Ἰουδαίους Ῥωμαίοις, οὐ μικρὰ ταῦτα δείγματα· ὅτι δὲ καὶ οἰκείοις ἐκέχρηντο νόμοις, δῆλον ἐκεῖθεν· Τὸν Στέφανον ἐλίθασαν, οὐκ εἰς δικαστήριον ἀγαγόντες· τὸν Ἰάκωβον ἀπέκτειναν τὸν ἀδελφὸν τοῦ Κυρίου· τὸν Χριστὸν αὐτὸν ἐσταύρωσαν, καίτοι τοῦ δικαστοῦ συγχωρήσαντος καὶ ἀφέντος πάσης αὐτὸν κατηγορίας. Διὰ γὰρ τοῦτο καὶ τὰς χεῖρας ἐνίψατο, λέγων· Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου. Καὶ ἐπειδὴ σφόδρα ἐπικειμένους εἶδεν, αὐτὸς μὲν τὴν ψῆφον οὐκ ἐξήνεγκεν, ἀλλ' ἀπέστη· ἐκεῖνοι δὲ οἰκείᾳ χρησάμενοι τυραννίδι τὸ πᾶν μετὰ ταῦτα εἰργάσαντο· καὶ Παύλῳ δὲ πολλάκις ἐπέθεντο.
2. And it is worthy to examine that point also: who these saints are; for he makes mention of them not here alone, but elsewhere also again, speaking thus: But now I am going to Jerusalem to minister to the saints. And Luke also in the Acts, when a great famine was expected, making mention of these very saints, says: And each of the disciples, according as anyone prospered, determined to send relief to the poor among the saints in Jerusalem. And again, what I already said before: Only that we should remember the poor, which very thing I was also eager to do. And after we divided the work—I taking the Greeks, and Peter the Jews—we agreed by common consent, says he, that in the case of the poor this division should not exist. For when they preached, the one preached to the Jews and the other to the Greeks; whereas when they presided over the poor, it was no longer so—the one caring only for the poor of the Jews and the other for the poor of the Greeks—but each took great care also for those who begged among the Jews. Therefore also he said, Only that we should remember the poor, which very thing I was also eager to do. Who then are these concerning whom he discourses here, and in the Letter to the Romans, and in that to the Galatians, on whose behalf he exhorted the Macedonians also? The poor of the Jews who dwelt in Jerusalem. And for what reason, then, does he take such great care of them? Why, were there not beggars and poor folk in every city as well? Why ever, then, does he send to those men and exhort all on their behalf? Not lightly, nor at random, nor employing any partiality, but usefully and profitably. And it is necessary to carry our account a little higher up. After the affairs of the Jews suffered a reversal, and, having crucified Jesus, they ratified against themselves that utterance, saying, We have no king save Caesar, and henceforth were placed under the rule of the Romans, they were neither independent, just as before, nor altogether slaves, just as now; but they continued to stand in the rank of allies, paying tribute to their emperors and receiving rulers from them, yet in many matters making use of their own laws and punishing offenders among them according to their ancestral customs. And that they paid tribute to the Romans is plain from the things which they asked when testing Jesus, says it: Teacher, is it lawful to give census-tribute to Caesar, or not?—when He also, bidding them show Him a coin, spoke, saying, Render the things of Caesar to Caesar, and the things of God to God. And Luke says also that the temple had captains and tribunes. That the Jews, therefore, were subject to the Romans, these are no small proofs; and that they also made use of their own laws is plain from this: they stoned Stephen without bringing him into a court of justice; they slew James the brother of the Lord; they crucified Christ Himself, even though the judge yielded and acquitted Him of every charge. For on this account he also washed his hands, saying: I am innocent of this blood. And since he saw them pressing on vehemently, he himself did not pronounce the verdict, but withdrew; whereas they, employing their own tyranny, wrought the whole deed after these things; and they often attacked Paul as well.