Migne Reading Room

PG 51 · cols. 219–222 bis · Read from the page

De libello repudii, seu In illud: Mulier alligata est legi quanto tempore vir ejus vivit (1 Cor. 7:39-40; De matrimonio Hom. II / Hom. XIX)

De libello repudii, seu In illud: Mulier alligata est legi quanto tempore vir ejus vivit (1 Cor. 7:39-40; De matrimonio Hom. II / Hom. XIX)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:219Read from the page
αλύσεως, κατηγοροῦντα μοιχείαν, κατηγοροῦντα τῶν λαμβανόντων, καὶ λέγοντα· Περίεστιν ὁ ἀνὴρ ἔτι, καὶ μοιχεία τὸ γινόμενόν ἐστι. Γυνὴ γὰρ δέδεται νόμῳ, ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς. Καὶ πᾶς ὁ ἀπολελυμένην γαμῶν μοιχᾶται. Καὶ πότε, φησὶν, ἐξέσται αὐτῇ δευτέροις ὁμιλῆσαι γάμοις; Πότε; Ὅταν τῆς ἁλύσεως ἀπαλλαγῇ, ὅταν ὁ ἀνὴρ τελευτήσῃ. Τοῦτο γοῦν δηλῶν, οὐ προσέθηκεν, ὅτι Εὰν τελευτήσῃ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, ἀλλ', Ἐὰν κοιμηθῇ, μονονουχὶ παραμυθούμενος τὴν ἐν χηρείᾳ, καὶ πείθων μένειν ἐπὶ τῷ προτέρῳ, καὶ μὴ δεύτερον εἰσαγαγεῖν νυμφίον. Οὐκ ἐτελεύτησέ σου ὁ ἀνὴρ, ἀλλὰ καθεύδει. Τίς καθεύδοντα οὐκ ἀναμένει; Διὰ τοῦτό φησιν· Ἐὰν δὲ κοιμηθῇ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι· οὐκ εἶπε, Γαμείσθω, ἵνα μὴ δόξῃ βιάζεσθαι καὶ ἀναγκάζειν· οὔτε ἐκώλυσε βουλομένην ὁμιλεῖν δευτέρῳ γάμῳ, οὔτε μὴ θέλουσαν προετρέψατο, ἀλλὰ τὸν νόμον ἀνέγνω εἰπὼν, Ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι. Ἐλευθέραν δὲ αὐτὴν μετὰ τὴν τοῦ ἀνδρὸς τελευτὴν γεγενῆσθαι λέγων, ἔδειξεν ὅτι πρὸ τούτου δούλη ἦν, ζῶντος ἐκείνου· δούλη δὲ οὖσα καὶ ὑποκειμένη τῷ νόμῳ, κἂν μυριάκις βιβλίον ἀποστασίου λάβῃ, τῷ τῆς μοιχείας ἁλίσκεται νόμῳ. Οἰκέταις μὲν γὰρ ἔξεστι δεσπότας ἀμείβειν ζῶντας· γυναικὶ δὲ οὐκ ἔξεστιν ἄνδρας ἀμείβειν, ζῶντος τοῦ ἀνδρός· ἐπεὶ τὸ πρᾶγμα μοιχεία ἐστί. Μὴ γάρ μοι τοὺς παρὰ τοῖς ἔξωθεν κειμένους νόμους ἀναγνῷς, τοὺς κελεύοντας διδόναι βιβλίον ἀποστασίου, καὶ ἀφίστασθαι. Οὐ γὰρ δὴ κατὰ τούτους σοι μέλλει κρίνειν τοὺς νόμους ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀλλὰ καθ' οὓς αὐτὸς ἔθηκε. Καὶ οἱ τῶν ἔξωθεν δὲ νόμοι οὐχ ἁπλῶς, οὐδὲ προηγουμένως τοῦτο τεθείκασιν, ἀλλὰ καὶ αὐτοὶ κολάζουσι τὸ πρᾶγμα· ὥστε καὶ αὐτόθεν δείκνυται, ὅτι ἀηδῶς πρὸς ταύτην ἔχουσι τὴν ἁμαρτίαν. Τὴν γοῦν αἰτίαν τοῦ ἀποστασίου γινομένην γυμνὴν καὶ ἔρημον χρημάτων ἐκβάλλουσι, καὶ ὅθεν ἂν γένηται τῆς διαλύσεως ἡ πρόφασις, καὶ τῇ ζημίᾳ τῆς οὐσίας τοῦτον κολάζουσιν· οὐκ ἂν οὖν τοῦτο ποιήσαντες ἐπῄνουν τὸ γινόμενον.
solution, accusing it of adultery, accusing those who take such wives, and saying: The husband still survives, and what takes place is adultery. For a woman is bound by law for so long a time as her husband lives. And every one who marries a divorced woman commits adultery. And when, says he, shall it be lawful for her to enter into a second marriage? When? When she has been released from the chain, when her husband has died. Declaring this, at all events, he did not add: If her husband die, she is free to be married to whom she wills; but: If he fall asleep, almost comforting her in her widowhood, and persuading her to abide with the first, and not to bring in a second bridegroom. Your husband has not died, but sleeps. Who does not wait for one who sleeps? On this account he says: But if he fall asleep, she is free to be married to whom she wills; he did not say, Let her marry, lest he should seem to force and compel; neither did he hinder her if wishing to enter into a second marriage, nor did he urge her on if unwilling, but read out the law, saying: She is free to be married to whom she wills. And by saying that she has become free after the death of her husband, he showed that before this she was a bondservant while that man lived; and being a bondservant and subject to the law, even if ten thousand times she receive a bill of divorce, she is caught by the law of adultery. For domestic servants it is permitted to exchange masters while they live; for a wife, however, it is not permitted to exchange husbands while her husband lives, since the deed is adultery. For do not read out to me the laws laid down among outsiders, which bid one give a bill of divorce and depart. For assuredly God is not about to judge you on that day according to these laws, but according to those which He Himself laid down. Nay, even the laws of outsiders have not laid this down simply, nor by primary intent, but they themselves also punish the deed; so that from this very fact it is shown that they are displeased with this sin. Her who becomes the cause of the divorce, at all events, they cast out stripped and bereft of money, and from whichever side the occasion of the dissolution arises, they punish that party also with the forfeiture of property; had they done this, then, they would not have praised what takes place.
βʹ. Τί οὖν καὶ Μωϋσῆς; Τοῦτο ἔπραττε κἀκεῖνος διὰ τὴν αὐτὴν αἰτίαν. Σὺ δὲ ἄκουε τοῦ Χριστοῦ λέγοντος, ὅτι Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄκουε αὐτοῦ πάλιν λέγοντος, Ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι, καὶ ὁ ἀπολελυμένην γαμῶν μοιχᾶται. Διὰ τοῦτο ἦλθεν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ τοῦτο δούλου μορφὴν ἔλαβε, διὰ τοῦτο τὸ αἷμα ἐξέχεε τὸ τίμιον, τὸν θάνατον κατέλυσε, τὴν ἁμαρτίαν ἔσβεσε, δαψιλεστέραν τὴν τοῦ Πνεύματος ἔδωκε χάριν, ἵνα πρὸς μείζονά σε ἀγάγῃ φιλοσοφίαν. Ἄλλως δὲ, οὐδὲ ὁ Μωϋσῆς προηγουμένως τοῦτο ἐνομοθέτησεν, ἀλλ' ἀναγκαζόμενος συγκαταβῆναι τῇ τῶν νομοθετουμένων ἀσθενείᾳ. Ἐπειδὴ γὰρ πρὸς φόνους ἦσαν ἕτοιμοι, καὶ συγγενικῶν αἱμάτων τὰς οἰκίας ἐπλήρουν, καὶ οὔτε τῶν οἰκείων, οὔτε τῶν ἀλλοτρίων ἐφείδοντο· ἵνα μὴ κατασφάττωσι τὰς γυναῖκας ἔνδον, ἃς ἂν ἀηδῶς ἔχωσιν, ἐκέλευσεν ἐκβαλεῖν, μεῖζον ἀναιρῶν κακὸν τὴν περὶ τὰς σφαγὰς εὐκολίαν. Ὅτι γὰρ μιαιφόνοι τινὲς ἦσαν, ἄκουε αὐτῶν τῶν προφητῶν λεγόντων· Οἰκοδομοῦντες Σιὼν ἐν αἵματι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις· καὶ πάλιν, Αἵματα ἐφ' αἵμασι μίσγουσι·
2. What then of Moses also? That man too did this for the same reason. Do you, however, hear Christ saying: Unless your righteousness abound more than that of the scribes and Pharisees, you shall in no wise enter into the kingdom of heaven. Hear Him saying again: He who puts away his wife, saving for the cause of fornication, makes her commit adultery, and he who marries a woman put away commits adultery. On this account the only-begotten Son of God came, on this account He took the form of a servant, on this account He poured out His precious blood, destroyed death, quenched sin, and bestowed more abundantly the grace of the Spirit, that He might lead you to a greater philosophy. Besides, neither did Moses enact this law by primary intent, but being compelled to condescend to the weakness of those receiving the law. For since they were ready for murders, and filled their houses with kindred blood, and spared neither their own kin nor strangers, lest they should butcher inside the house the wives towards whom they felt dislike, he bade cast them out, doing away with a greater evil—their readiness for slaughters. And that they were bloodguilty men, hear the prophets themselves saying: They who build up Sion with blood, and Jerusalem with iniquities; and again: They mingle blood upon blood;
Notes, col. 219

On the reading

Printed Εὰν, for Ἐὰν.

PG 51:220Read from the page
καὶ πάλιν, Αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ὅτι δὲ οὐ κατὰ τῶν ἀλλοτρίων μόνον, ἀλλὰ καὶ κατὰ τῶν οἰκείων ἐμαίνοντο, καὶ τοῦτο δηλῶν ὁ Προφήτης ἔλεγε· Καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις. Οἱ δὲ παίδων αὐτῶν μὴ φεισάμενοι, οὐκ ἂν ἐφείσαντο γυναικῶν. Ἵν' οὖν μὴ τοῦτο γένηται, τοῦτο ἐπέτρεψε. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τοῖς Ἰουδαίοις ἐρωτῶσι καὶ λέγουσι, Πῶς Μωϋσῆς ἐπέτρεψε δοῦναι βιβλίον ἀποστασίου; δεικνὺς ὅτι οὐκ ἀντινομοθετῶν αὐτῷ ταῦτα ἔγραψεν, οὕτω πώς φησι· Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν εἶπεν, ἀπ' ἀρχῆς δὲ οὐ γέγονεν οὕτως· ἀλλ' ὁ ποιήσας ἐξ ἀρχῆς ἄῤῥεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Εἰ καλὸν τοῦτο ἦν, φησὶν, οὐκ ἂν ἕνα ἄνδρα ἐποίησε καὶ μίαν γυναῖκα, ἀλλὰ ἕνα ποιήσας τὸν Ἀδὰμ, δύο ἂν ἐποίησε τὰς γυναῖκας, εἴ γε ἐβούλετο τὴν μὲν ἐκβαλεῖν, τὴν δὲ εἰσαγαγεῖν· νῦν δὲ διὰ τοῦ τρόπου τῆς δημιουργίας τὸν νόμον εἰσήγαγεν, ὃν ἐγὼ γράφω νῦν. Ποῖον δὴ τοῦτον; Τὸ τὴν κληρωθεῖσαν ἐξ ἀρχῆς γυναῖκα, ταύτην ἔχειν διαπαντός· οὗτος ἐκείνου παλαιότερος ὁ νόμος, καὶ τοσοῦτον, ὅσον ὁ Ἀδὰμ τοῦ Μωϋσέως. Ὥστε οὐ καινοτομῶ νῦν ἐγὼ, οὐδὲ ξένα ἐπεισφέρω δόγματα, ἀλλὰ τοῦ Μωϋσέως πρεσβύτερα καὶ ἀρχαιότερα. Ἄξιον δὲ καὶ αὐτὸν τὸν νόμον ἀκοῦσαι Μωϋσέως, ὃν περὶ τούτου ἔθηκεν. Ἐάν τις γυναῖκα λάβῃ, φησὶ, καὶ συνοικήσῃ αὐτῇ, καὶ ἔσται, ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ, ὅτι εὗρεν ἐν αὐτῇ ἀσχημοσύνης πρᾶγμα, γράψει αὐτῇ βιβλίον ἀποστασίου, καὶ δώσει αὐτῇ εἰς τὰς χεῖρας αὐτῆς. Ὅρα· οὐκ εἶπε, Γραψάτω, καὶ δότω· ἀλλὰ τί; Γράψει αὐτῇ βιβλίον ἀποστασίου, καὶ δώσει αὐτῇ εἰς τὰς χεῖρας αὐτῆς. Πολὺ δὲ τούτου κἀκείνου τὸ μέσον· τὸ μὲν γὰρ εἰπεῖν, Γραψάτω, καὶ δότω, κελεύοντος καὶ ἐπιτάττοντος· τὸ δὲ εἰπεῖν, Γράψει βιβλίον ἀποστασίου, καὶ δώσει εἰς τὰς χεῖρας αὐτῆς, τὸ γεγενημένον ἀπαγγέλλοντος, οὐκ οἴκοθεν τὸν νόμον εἰσάγοντος. Ἐὰν οὖν τις, φησὶν, ἐκβάλῃ τὴν γυναῖκα, καὶ ἀποστείλῃ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ἀπελθοῦσα γένηται ἀνδρὶ ἑτέρῳ, καὶ μισήσῃ αὐτὴν καὶ ὁ ἀνὴρ ὁ ἔσχατος, καὶ γράψῃ αὐτῇ βιβλίον ἀποστασίου, καὶ δώσῃ εἰς τὰς χεῖρας αὐτῆς, καὶ ἐξαποστείλῃ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ, ἢ ἀποθάνῃ ὁ ἀνὴρ αὐτῆς, ὃς ἔλαβεν αὐτὴν ἑαυτῷ γυναῖκα, οὐ δυνήσεται ὁ ἀνὴρ ὁ πρότερον ἐξαποστείλας αὐτὴν ἐπαναστρέψαι καὶ λαβεῖν αὐτὴν ἑαυτῷ γυναῖκα. Εἶτα ἐνδεικνύμενος, ὅτι οὐκ ἐπαινεῖ τὸ γεγενημένον, οὐδὲ γάμον εἶναι νομίζει, ἀλλὰ διὰ τὴν ἀσθένειαν αὐτῶν συγκαταβαίνει, εἰπὼν, Οὐ δυνήσεται ὁ ἀνὴρ ὁ πρότερος λαβεῖν αὐτὴν ἑαυτῷ γυναῖκα, ἐπήγαγε, Μετὰ τὸ μιανθῆναι αὐτὴν, ἐμφαίνων διὰ τοῦ τρόπου τῆς λέξεως, ὅτι ὁ δεύτερος γάμος, ζῶντος τοῦ προτέρου ἀνδρὸς γενόμενος, μίασμα μᾶλλόν ἐστιν, ἢ γάμος. Διὰ τοῦτο οὐκ εἶπε, Μετὰ τὸ γαμηθῆναι αὐτήν. Ὁρᾷς ὅτι συνῳδὰ τῷ Χριστῷ φθέγγεται; Εἶτα καὶ τὴν αἰτίαν προσέθηκεν, Ὅτι βδέλυγμά ἐστιν ἐναντίον τοῦ Θεοῦ. Καὶ Μωϋσῆς μὲν οὕτως· ὁ δὲ προφήτης Μαλαχίας σαφέστερον πολλῷ τοῦ Μωϋσέως αὐτὸ τοῦτο ἐνδείκνυται, μᾶλλον δὲ οὐ Μαλαχίας, ἀλλ' ὁ Θεὸς διὰ τοῦ Μαλαχίου, λέγων οὕτως· Εἰ ἄξιον ἐπιβλέψαι εἰς θυσίαν ὑμῶν; ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν; εἶτα εἰπόντος, Τίνος ἕνεκεν, φησὶ, γυναῖκα ἐκ
and again: Your hands are full of blood. And that they raged not only against strangers, but also against their own kin, the Prophet declared this too when he said: And they sacrificed their sons and their daughters to demons. Now those who did not spare their own children would not have spared their wives. Lest this should come to pass, therefore, he permitted that course. On this account Christ also, to the Jews who questioned Him and said, How did Moses permit to give a bill of divorce? showing that He wrote these things not as legislating against Him, speaks somewhat thus: Moses spoke with regard to your hardness of heart, but from the beginning it has not been so; nay, He Who made them from the beginning made them male and female. If this had been good, says He, He would not have made one man and one woman, but having made one Adam, He would have made two women, if indeed He had wished him to cast out the one and bring in the other; whereas in fact, through the manner of creation He introduced the law which I now write. What law, pray, is this? To keep always that wife who was allotted from the beginning: this law is more ancient than that one, and by so much as Adam is older than Moses. So that I am not now making innovations, nor introducing strange decrees, but things elder and more ancient than Moses. And it is worthwhile also to hear the very law of Moses which he laid down concerning this. If any man take a wife, says he, and dwell with her, and it shall come to pass, if she find not favour before him, because he has found in her an unseemly thing, he will write her a bill of divorce, and will give it to her into her hands. Behold: he did not say, Let him write, and let him give; what then? He will write her a bill of divorce, and will give it to her into her hands. And vast is the difference between this and that: for to say, Let him write, and let him give, is the part of one commanding and enjoining; whereas to say, He will write a bill of divorce, and will give it into her hands, is the part of one reporting what has taken place, not introducing the law of his own accord. If then a man, says he, cast out his wife, and send her away out of his house, and she go forth and become another man's wife, and the latter husband also hate her, and write her a bill of divorce, and give it into her hands, and send her away out of his house, or if her husband die who took her to himself to wife, her husband who formerly sent her away shall not be able to return and take her to himself to wife. Then, showing that he does not praise what has taken place, nor deems it to be marriage, but condescends on account of their weakness, after saying, Her former husband shall not be able to take her to himself to wife, he added, After she has been defiled, indicating by the form of the expression that a second marriage contracted while the former husband lives is a pollution rather than a marriage. On this account he did not say, After she has been married. Do you see that he utters words in harmony with Christ? Then he added the reason as well: Because it is an abomination before God. Thus spoke Moses; while the prophet Malachi declares this very thing far more clearly than Moses—or rather not Malachi, but God through Malachi—speaking thus: Is it worthy to look upon your sacrifice? or to receive an acceptable offering from your hands? Then, upon one's saying, Wherefore? He says: The wife of
PG 51:221Read from the page
νεότητός σου ἐγκατέλιπες; καὶ δεικνὺς ἡλίκον ἐστὶ κακὸν, καὶ ἀποστερῶν πάσης συγγνώμης τὸν τοῦτο ποιήσαντα, διὰ τῶν ἑξῆς τὴν κατηγορίαν αὔξει, ἐπάγων οὕτω καὶ λέγων· Καὶ αὕτη κοινωνός σου, καὶ γυνὴ διαθήκης σου, καὶ ἐγκατάλειμμα πνεύματός σου, καὶ οὐκ ἄλλος ἐποίησεν. Ὅρα πόσα τίθησι δικαιώματα· πρῶτον τὸ τῆς ἡλικίας, Γυνὴ νεότητός σου· εἶτα τὸ ἀναγκαῖον, Καὶ αὕτη κοινωνός σου· εἶτα τὸν τῆς δημιουργίας τρόπον, Ἐγκατάλειμμα πνεύματός σου.
your youth have you forsaken? And showing how great an evil it is, and depriving of all pardon him who has wrought this, through the words that follow He heightens the accusation, continuing thus and saying: Yet she is your partner, and the wife of your covenant, and the remnant of your spirit, and no other made her. Behold how many just claims He lays down: first, that of age, The wife of your youth; next, the close tie, Yet she is your partner; next, the manner of creation, The remnant of your spirit.
γʹ. Πρὸς τούτοις ἅπασιν, ὃ πάντων τούτων μεῖζον ἦν, τὸ τοῦ ποιήσαντος ἀξίωμα. Τοῦτο γάρ ἐστι τὸ, Οὐκ ἄλλος ἐποίησεν. Οὐκ ἔχεις, φησὶν, εἰπεῖν, ὅτι σὲ μὲν ὁ Θεὸς ἐποίησεν, ἐκείνην δὲ οὐχ ὁ Θεὸς, ἀλλ' ἄλλος τις ἐκείνου καταδεέστερος· ἀλλ' εἷς καὶ ὁ αὐτὸς ἀμφοτέρους εἰς τὸ εἶναι παραγαγών· ὥστε εἰ καὶ μηδὲν ἕτερον, τοῦτο γοῦν αἰδεσθεὶς, φύλαττε τὴν πρὸς αὐτὴν ἀγάπην. Εἰ γὰρ δούλοις πολλάκις τοῖς πρὸς ἀλλήλους στασιάζουσιν ὑπόθεσις τοῦτο γεγένηται, τὸ δεῖν λέγω τοὺς ἀμφοτέρους ἑνὶ καὶ τῷ αὐτῷ δουλεῦσαι δεσπότῃ, πολλῷ μᾶλλον ἐφ' ἡμῶν τοῦτο γίνεσθαι χρὴ, ὅταν καὶ δημιουργὸν καὶ δεσπότην τὸν αὐτὸν ἔχωμεν οἱ ἀμφότεροι. Εἶδες πῶς καὶ ἐν τῇ Παλαιᾷ ἀρχὰς καὶ προοίμια λοιπὸν ἐλάμβανε τῆς καινῆς φιλοσοφίας τὰ προστάγματα; Ἐπειδὴ γὰρ πολὺν ἐνετράφησαν τῷ νόμῳ χρόνον, καὶ πρὸς τὰ τελειότερα παραγγέλματα ὁδεύειν ὤφειλον, καὶ πρὸς τὸ τέλος λοιπὸν ἀπήντα αὐτοῖς τὰ τῆς πολιτείας, μετὰ τοῦ προσήκοντος καιροῦ λοιπὸν ἐπὶ ταύτην ἄγει τὴν φιλοσοφίαν αὐτοὺς ὁ προφήτης. Πειθώμεθα τοίνυν τῷ καλῷ τούτῳ νόμῳ, καὶ πάσης αἰσχύνης ἑαυτοὺς ἀπαλλάξωμεν καὶ μήτε τὰς ἑαυτῶν ἐκβάλωμεν, μήτε τὰς ὑπὸ ἑτέρων ἐκβληθείσας δεχώμεθα. Ποίῳ γὰρ ὄψει προσώπῳ τὸν ἄνδρα τῆς γυναικός; ποίοις ὀφθαλμοῖς τοὺς φίλους τοὺς ἐκείνου, τοὺς οἰκέτας; Εἰ γὰρ τελευτήσαντος τοῦ συνοικοῦντος, τὴν γυναῖκά τις τὴν ἐκείνου λαβὼν, εἶτα τὴν εἰκόνα μόνην ἀνακειμένην ἰδὼν, ἔπαθέ τι καὶ ἐδυσχέρανεν, ὡς ζῶντα τὸν ἄνδρα ὁρῶν τῆς αὐτῷ συνοικούσης, ποῖον βιώσεται βίον; πῶς οἴκαδε εἰσελεύσεται; μετὰ ποίας γνώμης, μετὰ ποίων ὀφθαλμῶν ὄψεται τὴν ἐκείνου γυναῖκα τὴν αὐτοῦ;
3. In addition to all these things, there was what surpassed them all: the dignity of Him Who made her. For this is the meaning of: And no other made her. You can not say, says he, that God made you, while not God, but some other inferior to Him, made her; nay, it is one and the same Who brought both into being; so that even if for nothing else, yet revering this at least, keep your love towards her. For if among slaves who quarrel with one another this has often become a ground of reconciliation—I mean that both must serve one and the same master—much more ought this to take place in our case, when both of us have the same Creator and Master. Have you seen how even in the Old Testament the injunctions of the new philosophy were already receiving their beginnings and preludes? For since they had been nurtured for a long time in the law, and ought to journey on towards more perfect precepts, and their polity was now drawing near its close, in due season the prophet now leads them to this philosophy. Let us obey, therefore, this noble law, and rid ourselves of all shame, and neither cast out our own wives, nor receive those cast out by others. For with what countenance shall you look upon the woman's husband? with what eyes upon that man's friends, his domestic servants? For if, when her consort has died, one who has taken that man's wife and then merely sees his portrait set up is affected somewhat and vexed, as though beholding alive the husband of her who dwells with him, what sort of life will the other live? how will he enter his house? with what mind, with what eyes will he look upon that man's wife as his own?
Μᾶλλον δὲ οὐδὲ ἐκείνου, οὔτε αὐτοῦ δικαίως ἄν τις τὴν τοιαύτην προσείποι· ἡ γὰρ μοιχαλὶς οὐδενός ἐστι γυνή. Καὶ γὰρ τὰς πρὸς ἐκεῖνον συνθήκας ἐπάτησε, καὶ πρὸς σὲ μετὰ τῶν προσηκόντων νόμων οὐκ ἦλθε. Πόσης οὐκ ἂν εἴη παρανοίας, πρᾶγμα τοσούτων γέμον κακῶν εἰς τὴν οἰκίαν εἰσαγαγεῖν; Μὴ γὰρ σπάνις ἐστὶ γυναικῶν; Τίνος ἕνεκεν, πολλῶν οὐσῶν, ἃς μετὰ τῶν προσηκόντων νόμων καὶ μετὰ καθαροῦ συνειδότος λαμβάνειν ἔξεστιν, ἐπὶ τὰς κεκωλυμένας τρέχομεν, τὰς οἰκίας ἀνατρέποντες, καὶ πολέμους ἐμφυλίους εἰσάγοντες, καὶ πανταχόθεν ἔχθραν ἑαυτοῖς παρασκευάζοντες, μυρίων κατηγόρων ἀνοίγοντες στόματα, καὶ τὴν ζωὴν τὴν ἑαυτῶν καταισχύνοντες, καὶ, τὸ πάντων χαλεπώτατον, ἀπαραίτητον ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως συνάγοντες ἑαυτοῖς κόλασιν; Τί γὰρ ἐροῦμεν τότε τῷ μέλλοντι κρίνειν ἡμᾶς, ὅταν τὸν νόμον παρενεγκὼν εἰς μέσον καὶ ἀναγνοὺς εἴποι· Ἐκέλευσα ἀπολελυμένην γυναῖκα μὴ λαμβάνειν, εἰπὼν ὅτι μοιχεία τὸ πρᾶγμά ἐστι. Πῶς οὖν ἐτόλμη-
Or rather, no one could justly call such a woman either that man's wife or his own; for the adulteress is no man's wife. For she both trampled upon her covenants with that man, and did not come to you with fitting laws. Of how great madness would it not be, to bring into one's house an affair teeming with so many ills? Is there a scarcity of women? For what reason, when there are many whom it is lawful to take with fitting laws and with a pure conscience, do we run to the forbidden ones, overturning households, and bringing in internecine wars, and preparing enmity for ourselves from every quarter, opening the mouths of ten thousand accusers, and disgracing our own life, and—what is most grievous of all—gathering up for ourselves inescapable punishment in the day of judgement? For what shall we say then to Him Who is about to judge us, when bringing forward the law into the midst and reading it aloud He says: I commanded not to take a divorced woman, declaring that the deed is adultery. How then did you da-
PG 51:222Read from the page
σας ἐπὶ κεκωλυμένον γάμον ἐλθεῖν; Τί ἐροῦμεν, καὶ τί ἀποκρινούμεθα; Οὐ γὰρ δεῖ τοὺς παρὰ τῶν ἔξωθεν κειμένους νόμους ἐκεῖ προβαλέσθαι, ἀλλ' ἀνάγκη σιγῶντας καὶ δεδεμένους εἰς τὸ τῆς γεέννης ἀπάγεσθαι πῦρ μετὰ τῶν μοιχῶν καὶ τῶν τοὺς ἀλλοτρίους ἀδικησάντων γάμους· ὅ τε γὰρ ἀπολύσας χωρὶς αἰτίας τῆς ἐπὶ πορνείᾳ, ὅ τε ἐκβεβλημένην γαμῶν, τοῦ ἀνδρὸς ζῶντος, ὁμοίως μετὰ τῆς ἐκβληθείσης κολάζονται. Διὸ παρακαλῶ, καὶ δέομαι καὶ ἀντιβολῶ, μήτε ἄνδρας ἐκβάλλειν γυναῖκας, μήτε γυναῖκας ἄνδρας ἀφιέναι, ἀλλ' ἀκούειν τοῦ Παύλου λέγοντος· Γυνὴ δέδεται νόμῳ, ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ.
re to enter upon a forbidden marriage? What shall we say, and what shall we answer? For one may not put forward there the laws laid down by outsiders, but of necessity, silent and bound, men must be led away into the fire of Gehenna with adulterers and those who have wronged others' marriages; for both he who puts away his wife without the cause of fornication and he who marries her who was cast out while her husband lives are punished alike along with her who was cast out. Wherefore I exhort, and beg, and entreat, that neither husbands cast out wives, nor wives leave husbands, but that they hearken to Paul saying: A woman is bound by law for so long a time as her husband lives; but if her husband fall asleep, she is free to be married to whom she wills, only in the Lord.
Ποίαν γὰρ ἔχοιεν συγγνώμην οἱ, τοῦ Παύλου καὶ δεύτερον ἐπιτρέποντος γάμον μετὰ τὴν τελευτὴν τοῦ συνοικοῦντος, καὶ τοσαύτην παρέχοντος ἄδειαν, πρὸ τῆς τελευτῆς τολμῶντες τοῦτο ποιεῖν; τίνος ἂν τύχοιεν ἀπολογίας, ἢ οὗτοι οἱ ζώντων τῶν ἀνδρῶν τὰς γυναῖκας λαμβάνοντες, ἢ ἐκεῖνοι οἱ πρὸς τὰς πανδήμους ἀπερχόμενοι πόρνας; Καὶ γὰρ καὶ ἐκεῖνο μοιχείας ἕτερον εἶδος, τὸν γυναῖκα ἔχοντα ἔνδον, πόρναις γυναιξὶν ὁμιλεῖν. Ὥσπερ γὰρ ἡ τὸν ἄνδρα ἔχουσα γυνὴ, κἂν οἰκέτῃ κἂν ἐλευθέρῳ τινὶ γυναῖκα μὴ ἔχοντι ἑαυτὴν ἐκδῷ, τοῖς τῆς μοιχείας ἁλίσκεται νόμοις· οὕτω καὶ ὁ ἀνὴρ, κἂν εἰς πάνδημον πόρνην, κἂν εἰς ἑτέραν γυναῖκα ἄνδρα οὐκ ἔχουσαν ἁμάρτοι, γυναῖκα ἔχων, μοιχείας τὸ πρᾶγμα νενόμισται. Φεύγωμεν τοίνυν καὶ τοῦτον τὸν τρόπον τῆς μοιχείας. Τί γὰρ ἕξομεν εἰπεῖν, τί δὲ προβαλέσθαι τοιαῦτα τολμῶντες; ποίαν εὐπρόσωπον παρεξόμεθα πρόφασιν; Τὴν τῆς φύσεως ἐπιθυμίαν; Ἀλλ' ἐφέστηκεν ἡ κληρωθεῖσα γυνὴ, τῆς ἀπολογίας ἡμᾶς ταύτης ἀποστεροῦσα. Διὰ τοῦτο γάμος εἰσενήνεκται, ἵνα μὴ πορνεύσῃς· μᾶλλον δὲ οὐχ ἡ γυνὴ μόνον, ἀλλὰ καὶ ἕτεροι πολλοὶ τῆς αὐτῆς ἡμῖν μετασχόντες φύσεως ταύτης ἡμᾶς ἀποστεροῦσι τῆς συγγνώμης. Ὅταν γὰρ ὁ σύνδουλός σου, τὸ αὐτὸ σῶμα ἔχων, τὴν αὐτὴν ἐπιθυμίαν κεκτημένος, ὑπὸ τῆς αὐτῆς ἀνάγκης ὠθούμενος, μηδεμίαν ἑτέραν ἴδῃ γυναῖκα, ἀλλὰ μένῃ τὴν αὑτοῦ στέργων μόνην, ποίαν ἕξεις ἀπολογίαν σὺ τὴν ἐπιθυμίαν προβαλλόμενος; Καὶ τί λέγω τοὺς ἔχοντας γυναῖκας; Ἐννόησόν μοι τοὺς διαπαντὸς ἐν παρθενίᾳ ζῶντας, καὶ μηδ' ὅλως ὁμιλήσαντας γάμῳ, καὶ πολλὴν ἐπιδειξαμένους σωφροσύνην. Ὅταν οὖν ἄλλοι χωρὶς γάμου σωφρονῶσι, ποίας σὺ τεύξῃ συγγνώμης μετὰ γάμον πορνεύων; Ταῦτα καὶ ἄνδρες καὶ γυναῖκες ἀκουέτωσαν, καὶ χῆραι, καὶ γεγαμηκυῖαι· πᾶσι γὰρ ὁ Παῦλος διαλέγεται, καὶ ὁ νόμος οὗτος ὁ λέγων· Γυνὴ δέδεται νόμῳ, ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ. Καὶ ταῖς ἐχούσαις ἄνδρας, καὶ ταῖς οὐκ ἐχούσαις, καὶ ταῖς χηρευούσαις, καὶ ταῖς δεύτερον εἰσαγούσαις νυμφίον, καὶ πάσαις ἁπλῶς ὁ λόγος οὗτος χρήσιμος. Ἡ μὲν γὰρ ἔχουσα ἄνδρα οὐχ αἱρήσεται, ζῶντος ἐκείνου, ἔσεσθαι ἑτέρου, ἀκούσασα ὅτι ζῶντος αὐτοῦ δέδεται· ἡ δὲ ἀποβαλοῦσα πάλιν, ἂν μὲν βουληθῇ δευτέροις ὁμιλῆσαι γάμοις, οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε, τοῦτο ἐργάζεται, ἀλλὰ μετὰ τῶν κειμένων παρὰ τοῦ Παύλου νόμων, εἰπόντος, Ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ, τουτέστι, μετὰ σωφροσύνης, μετὰ σεμνότητος. Ἂν δ' ἄρα ἕληται πρὸς τὸν ἀπελθόντα τὰς συνθήκας φυλάξαι, ἀκούσεται τοὺς ἀποκειμένους αὐτῇ στεφάνους, καὶ μείζονα λήψεται προθυμίαν. Μακαριωτέρα γάρ ἐστι, φησὶν, ἐὰν οὕτω μείνῃ.
For what pardon could those men have who, when Paul permits even a second marriage after the death of one's consort and grants so great liberty, dare to do this before his death? What defence could either these men obtain who take women while their husbands live, or those who go off to common harlots? For that too is another form of adultery: for him who has a wife at home to consort with harlot women. For just as the woman who has a husband, even if she give herself away to a domestic servant or to some free man who has no wife, is caught by the laws of adultery; even so the man also, whether he sin with a common harlot or with another woman who has no husband, while having a wife, the deed is reckoned adultery. Let us flee, therefore, this manner of adultery also. For what shall we have to say, or what to put forward, when we dare such things? what specious pretext shall we furnish? The desire of nature? Yet our allotted wife stands at hand, depriving us of this defence. On this account marriage was introduced, that you may not commit fornication; or rather, not our wife alone, but many others also who share the same nature with us deprive us of this pardon. For when your fellow servant, having the same body, possessing the same desire, driven on by the same necessity, looks upon no other woman, but abides cherishing his own wife alone, what defence shall you have when you put forward desire? And why do I speak of those who have wives? Call to mind for me those who live always in virginity, and have not entered into marriage at all, and have displayed abundant chastity. When others, therefore, practise chastity without marriage, what pardon shall you obtain when committing fornication after marriage? Let both men and women hear these things, and widows, and married women; for Paul converses with all, and so does this law which says: A woman is bound by law for so long a time as her husband lives; but if he fall asleep, she is free to be married to whom she wills, only in the Lord. Both to women who have husbands, and to those who have none, and to those in widowhood, and to those who bring in a bridegroom a second time, and to all simply is this word profitable. For she who has a husband will not choose, while that man lives, to belong to another, hearing that while he lives she is bound; while she who has lost him, in turn, if she wishes to enter into a second marriage, does this not casually, nor at random, but with the laws laid down by Paul when he said: She is free to be married to whom she wills, only in the Lord, that is, with chastity, with seemliness. And if indeed she choose to keep her covenants with the departed, she will hear of the crowns laid up for her, and will receive greater eagerness. For she is more blessed, says he, if she so abide.
PG 51:221 bisRead from the page
Vide quanta apponit jura; primum aetatem, dicens: Uxor adolescentiae tuae; deinde societatem vitae, dicens: Et ista socia tua; postea modum formationis, dicens: Reliquiae spiritus tui. [Non enim de terra formata est sicut Adam, sed deformati e terra latere, et hoc est quod dicit, ἐγκατάλειμμα, Et reliquiae spiritus tui (a).]
See how many claims of right He sets forth: first her age, saying, The wife of thy youth; next the partnership of life, saying, Yet she is thy companion; thereafter the manner of her formation, saying, The remnant of thy spirit. [For she was not formed out of the earth as Adam was, but from the side of him who had been fashioned out of the earth, and this is what enkataleimma means: And the remnant of thy spirit (a).]
3. Ad haec omnia, quod omnibus illis majus fuerit, accedit conditoris dignitas. Hoc enim significat illud, Non alius fecit. Non potes, inquit, dicere, quod te quidem Deus fecit, illam vero non Deus, sed alius quidam illo inferior; sed unus et idem utrosque ut essent produxit: et ita quamvis nihil aliud, hoc saltem reveritus, caritatem erga illam custodi. Nam si saepe hoc servis litigantibus mutuae dilectionis causa fuit, quia ambo uni et eidem domino serviunt: multo magis nobis hoc fieri convenit, quando eumdem et conditorem, et opificem utrique habemus. Vidisti quomodo etiam in Veteri initia et prooemia fere acceperint novae philosophiae praecepta? Nam ubi multo tempore in lege versati essent, et ad perfectiora mandata transire deberent, jamque properaret ad finem ipsorum politia, opportuno tempore ad ejusmodi sapientiam illos propheta inducit. Pareamus igitur huic bonae legi, et nos ab omni confusione liberemus, neque nostras ejiciamus, neque ab aliis ejectas recipiamus. Nam qua facie virum uxoris aspicies? quibus oculis amicos illius et famulos? Nam si is qui mortui conjugis, cujus uxorem accepit, imaginem recumbentem viderit, afficitur aliquo modo, et graviter fert, ac si viventem maritum videat ejus quae sibi cohabitat, qualem vitam aget? quo pacto ingredietur domum? quo animo, quibus oculis videbit illius uxorem suam?
3. In addition to all these things, there is added what is greater than all of them: the dignity of the Creator. For this is the meaning of that saying, None other hath made her. You cannot say, He declares, that God made you, whereas God did not make her, but someone else inferior to Him; rather, one and the same Maker brought both forth into being: and so, even if nothing else moves you, reverencing this at least, preserve your love towards her. For if among quarrelling servants it has often been a ground of mutual affection that both serve one and the same master, how much more fitting is it that this should obtain among us, seeing that both of us have one and the same Creator and Artificer! Have you seen how even in the Old Testament the precepts of the new philosophy virtually received their beginnings and preludes? For once they had been conversant with the Law for a long time, and ought now to pass over to more perfect commandments, and their polity was already hastening to its close, at the opportune season the prophet leads them onward to wisdom of this kind. Let us therefore obey this good law, and free ourselves from all disorder, neither casting out our own wives nor receiving those cast out by others. For with what countenance will you look upon the woman's husband? with what eyes upon his friends and household servants? Indeed, if a man who has married a deceased husband's widow, upon seeing the portrait of the dead spouse set up, is affected in some measure and bears it heavily, as though looking upon the living husband of her who dwells with him, what sort of life will the other lead? how will he enter his house? with what mind, with what eyes will he behold that man's wife as his own?
Adultera nullius est uxor. — Imo neque illius, neque suam juste quis talem appellet: adultera enim nullius est uxor. Fefellit pacta quae cum illo habuit, et ad te cum honestis legibus non venit. Quantae igitur dementiae fuerit, rem tot malis plenam in domum inducere? Num est feminarum penuria? Quare, cum multae sint, quas licet pura conscientia et permittentibus legibus ducere, ad prohibitas currentes, domos subvertimus, bella civilia excitamus, ac undique inimicitias nobis conciliantes, innumeris accusatoribus ora aperientes, nostram vitam dedecoramus, et quod omnium gravissimum est, inevitabile supplicium in die judicii nobis accumulamus? Quid enim dicemus ei qui de nobis judicaturus est, quando legem in medium illatam legerit dicens: Jussi repudiatam uxorem non ducere, dicens id adulterium esse (Matth. 5. 32). Quomodo igitur ausus es ad prohibitas nuptias accedere?
An adulteress is no man's wife. — Nay, one could not justly call such a woman either that man's wife or one's own: for an adulteress is the wife of no man. She broke faith with the covenants that she had with him, and she did not come to you under honourable laws. What madness would it be, then, to bring into one's house a thing fraught with so many evils! Is there any scarcity of women? Why, when there are many whom it is lawful to marry with a pure conscience and with the sanction of the laws, do we run after forbidden women, overturn households, stir up civil wars, and, drawing down enmities upon ourselves from every side and opening the mouths of countless accusers, disgrace our own life and—what is gravest of all—heap up for ourselves inescapable punishment on the day of judgement? For what shall we say to Him who is to judge us, when He brings forward the law and reads it aloud, saying: I commanded you not to marry a divorced woman, declaring that to be adultery (Matt. 5:32). How then did you dare to enter upon a forbidden marriage?
PG 51:222 bisRead from the page
Quid dicemus, quid respondebimus? Numquam enim illic fas externas leges praetexere, sed necessarium est tacentes et ligatos in gehennae ignem immitti cum adulteris et alienum torum injuria afficientibus; nam et qui dimiserit absque causa stupri, et qui ejectam vivente viro duxerit, cum ejecta illa punientur. Propter quod oro, obsecro et supplico, ne viri mulieres ejiciant, neque mulieres viros relinquant, sed audiant Paulum dicentem: Mulier adstricta est legi, quanto tempore vixerit vir ejus. Si autem dormierit vir, libera erit cui volet nubere, tantum in Domino (1. Cor. 7. 39).
What shall we say, what answer shall we make? For there it is never lawful to plead secular laws as a pretext; rather, speechless and bound, one must needs be cast into the fire of Gehenna along with adulterers and those who wrong another's marriage-bed; for both he who puts away his wife without cause of fornication and he who marries a woman cast out while her husband is living shall be punished together with her who was cast out. Wherefore I pray, beseech, and entreat that husbands neither cast out their wives, nor wives forsake their husbands, but listen to Paul when he says: A woman is bound by the law as long as her husband liveth; but if her husband fall asleep, she will be free to be married to whom she will, only in the Lord (1 Cor. 7:39).
Genus est adulterii conjugatum cum scortis misceri. In Domino nubere quid sit. — Qualem enim habebunt veniam, qui Paulo etiam secundas permittente nuptias post mortem conjugis, et tantam concedente copiam, ante mortem audent talia facere? Quam assequentur defensionem, vel illi qui viventibus viris uxores accipiunt, vel hi qui ad publica scorta accedunt? Etenim et illud est adulterii aliud genus, habere domi uxorem, et foris scortis jungi. Nam quemadmodum mulier habens virum, etiamsi famulo vel libero cuipiam uxorem non habenti se exponat, adulterii legibus implicatur: sic et vir licet ad vulgare scortum, vel ad mulierem aliam, quamvis non habentem virum, ipse uxorem habens accesserit, adulterii reus censebitur. Fugiamus igitur et hunc adulterii modum. Quid enim poterimus dicere, quid item praetexere, qui talia audemus? quam honestam excusationem adhibebimus? Naturae concupiscentiam? Sed adest quidem uxor, quae nobis obtigit, hac nos excusatione privans. Idcirco nuptiae invectae sunt, ut ne scorteris; imo non uxor sola, sed et multi alii, qui eamdem, quam nos, habent naturam, hac nos privant venia. Quando enim conservus tuus, idem habens corpus, eamdemque concupiscentiam, eadem necessitate exstimulatus, nullam aliam videt mulierem, sed manet sua sola contentus, qualem tu habebis excusationem, concupiscentiam praetexens? Et quid dico habentes uxores? Cogita mihi eos, qui semper in virginitate vixerunt, et contemptis nuptiis magnam prae se tulerunt continentiam. Cum igitur alii absque nuptiis continentes sint, quam tu assequeris veniam post nuptias scortans? Haec et viri et mulieres audiant, et viduae et nuptae: omnibus enim Paulus loquitur, et lex illa dicens: Mulier adstricta est legi quanto tempore vixerit vir illius: si autem dormierit, libera est cui vult nubere, tantum in Domino. Et habentibus viros, et non habentibus, et viduis, et secundo nubentibus marito, et omnibus simpliciter sermo ille utilis est. Nam quae habet virum, non volet vivente illo quaerere alium, audiens se vivente illo adstrictam esse; quae vero est libera, siquidem voluerit secundo nubere, non simpliciter neque temere hoc facit, sed cum legibus, quae sunt a Paulo positae. Dicit enim: Libera est cui vult nubere, tantum in Domino (1. Cor. 7. 39): hoc est, cum continentia et honestate. Sin voluerit cum defuncto servare foedera, audiet repositas sibi coronas, majoremque alacritatem capiet. Beatior enim est, inquit, si sic manserit (Ibid. v. 40).
For a married man to consort with harlots is a form of adultery. What it means to marry in the Lord. — For what pardon will those have who, though Paul permits even second marriages after a spouse's death and grants such ample liberty, dare to do such things before death? What defence will they obtain—either those who take wives while their husbands are living, or those who resort to common harlots? For that too is another form of adultery: to have a wife at home and be joined to harlots abroad. Just as a woman who has a husband, even if she exposes herself to a servant or to some free man who has no wife, is held fast by the laws of adultery, so too a man who himself has a wife, even though he goes in to a common harlot or to another woman who has no husband, will be accounted guilty of adultery. Let us therefore flee this manner of adultery as well. For what shall we be able to say, or what pretext to allege, we who dare such things? What reputable excuse shall we put forward? The desire of nature? Yet the wife allotted to us is right at hand, depriving us of this excuse. For this very purpose marriage was introduced, that you might not commit fornication; nay, not your wife alone, but also many others who share the selfsame nature as we deprive us of this pardon. For when your fellow-servant, possessing the same body and the same desire, goaded by the same necessity, looks upon no other woman, but remains content with his own wife alone, what excuse will you have when you plead desire as a pretext? And why do I speak of married men? Consider for me those who have lived ever in virginity and, disdaining marriage, have displayed great continence. When others, then, practise continence without marriage, what pardon will you obtain if you commit fornication after marriage? Let both men and women hear these things, both widows and married wives: for Paul speaks to all, as does that law which says: A woman is bound by the law as long as her husband liveth; but if he fall asleep, she is free to be married to whom she will, only in the Lord. Both to women who have husbands and to those who have none, both to widows and to those marrying a second husband, and simply to all alike, that saying is profitable. For she who has a husband will not wish to seek another while he lives, hearing that she is bound so long as he is alive; whereas she who is free, if indeed she wishes to marry a second time, does this neither lightly nor rashly, but in keeping with the laws laid down by Paul. For he says: She is free to be married to whom she will, only in the Lord (1 Cor. 7:39): that is, with continence and modesty. But if she wishes to keep her covenant with the departed, she will hear of the crowns laid up for her and will take greater heart. For she is happier, he says, if she so abide (ibid. v. 40).