δʹ. Ὁρᾷς πῶς ἅπασιν ὁ λόγος χρήσιμος, τῇ τε ἐκείνων ἀσθενείᾳ συγκαταβαίνων, καὶ ταύτας οὐκ ἀποστερῶν τῶν οἰκείων ἐπαίνων; Ὅπερ γὰρ ἐπὶ τοῦ γάμου καὶ ἐπὶ τῆς παρθενίας ἐποίησε, τοῦτο καὶ ἐπὶ τοῦ προτέρου γάμου καὶ τοῦ δευτέρου. Καθάπερ γὰρ ἐκεῖ οὐκ ἀπέκλεισε τὸν γάμον, ἵνα μὴ βαρήσῃ τοὺς ἀσθενεστέρους, οὔτε ἀνάγκην ἐπέθηκεν, ἵνα μὴ τοὺς βουλομένους παρθενεύειν ἀποστερήσῃ τῶν κειμένων στεφάνων, ἀλλ' ἔδειξε μὲν ὅτι καλὸς ὁ γάμος, ἐδήλωσε δὲ ὅτι κρείττων ἡ παρθενία· οὕτω δὴ καὶ ἐνταῦθα πάλιν ἡμῖν ἑτέρους τίθησι βαθμοὺς, δεικνὺς ὅτι μεῖζον μὲν καὶ ὑψηλότερον τὸ τῆς χηρείας, δεύτερον δὲ καὶ κατώτερον τὸ τῶν δευτέρων γάμων, τούς τε ἰσχυροτέρους καὶ μὴ μεταπηδᾷν βουλομένους ἀλείφων, καὶ τοὺς ἀσθενεστέρους οὐκ ἀφιεὶς πεσεῖν. Εἰπὼν γὰρ, Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ, ἵνα μὴ νομίσῃς ἀνθρώπινον εἶναι τὸν νόμον, ἀκούων, Κατὰ τὴν ἐμὴν γνώμην, ἐπήγαγε· Δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν. Οὐκ ἔχεις τοίνυν εἰπεῖν, ὅτι ἀνθρωπίνη ἐστὶν ἡ γνώμη, ἀλλὰ τῆς τοῦ Πνεύματος χάριτος ἡ ἀπόφασις, καὶ θεῖος ὁ νόμος. Μὴ τοίνυν Παύλου νομίζωμεν εἶναι ταῦτα λέγοντος, ἀλλὰ τοῦ Παρακλήτου ταῦτα νομοθετοῦντος ἡμῖν. Εἰ δὲ λέγει, Δοκῶ, οὐχ ὡς οὐκ ἔχων λέγει, ἀλλὰ μετριάζων καὶ συστέλλων ἑαυτόν. Ὅτι μὲν οὖν μακαριωτέρα ἐστὶν, εἶπε· πῶς δὲ μακαριωτέρα, οὐκ ἔτι προσέθηκεν, ἀρκοῦσαν ἀπόδειξιν δοὺς τὸ παρὰ τοῦ Πνεύματος κομίζειν τὴν ἀπόφασιν. Εἰ δὲ βούλει καὶ λογισμοῖς ἐξετάσαι, πολλὴν ἀποδείξεων εὐπορίαν ἐνταῦθα εὑρήσεις· καὶ ὄψει τὴν χήραν μακαριωτέραν οὖσαν, οὐ κατὰ τὸν μέλλοντα αἰῶνα μόνον, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον. Καὶ τοῦτο αὐτὸ μάλιστα οἶδεν ὁ Παῦλος, ὃ καὶ περὶ τῶν παρθένων ᾐνίξατο λέγων. Παραινῶν γὰρ καὶ συμβουλεύων παρθενίαν αἱρεῖσθαι, οὕτω πως ἔλεγε· Νομίζω ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι διὰ τὴν ἐνεστῶσαν ἀνάγκην· καὶ πάλιν, Καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε· παρθένον ἐνταῦθα λέγων, οὐ τὴν ἀποταξαμένην, ἀλλὰ τὴν ἀπειρόγαμον μόνον, καὶ μὴ γενομένην ὑπεύθυνον τῇ τῆς διηνεκοῦς παρθενίας ὑποσχέσει. Θλίψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· ἐγὼ δὲ ὑμῶν φείδομαι. Ἑνὶ γὰρ καὶ ψιλῷ ῥήματι τούτῳ κατέλιπε τῷ συνειδότι τῶν ἀκροατῶν ἅπαντα ἀναλέξασθαι, τὰς ὠδῖνας, τὰς παιδοτροφίας, τὴν φροντίδα, τὰς ἀῤῥωστίας, τοὺς θανάτους τοὺς ἀώρους, τὰς ἀπεχθείας, τὰς φιλονεικίας, τὸ γνώμαις μυρίαις δουλεύειν, τὸ τῶν ἀλλοτρίων κακῶν ὑπεύθυνον εἶναι, τὸ μυρίας ἀναδέχεσθαι λύπας μίαν ἔχουσαν ψυχήν. Ἁπάντων δὲ τούτων ἀπαλλάττεται τῶν κακῶν ἡ τὴν ἐγκράτειαν ἑλομένη, καὶ μετὰ τῆς τῶν ἀνιαρῶν ἀπαλλαγῆς κατὰ τὴν μέλλουσαν ζωὴν πολὺν ἔχει κείμενον τὸν μισθόν. Ταῦτ' οὖν ἅπαντα εἰδότες, σπουδάζωμεν τοῖς προτέροις ἀρκεῖσθαι γάμοις. Ἂν δὲ καὶ ἐπὶ δευτέρους παρασκευαζώμεθα εἰσέρχεσθαι, μετὰ τοῦ προσήκοντος τρόπου καὶ σχήματος, μετὰ τῶν τοῦ Θεοῦ νόμων. Διὰ ξοῦτο γὰρ εἶπεν, Ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι· καὶ ἐπήγαγε, Μόνον ἐν Κυρίῳ, ὁμοῦ καὶ ἄδειαν διδοὺς, καὶ τειχίζων τὴν ἄδειαν, καὶ ἐξουσίαν παρέχων, καὶ τῇ ἐξουσίᾳ πάλιν ταύτῃ ὅρους καὶ νόμους τιθεὶς πανταχόθεν· οἷον, ἵνα μὴ μιαροὺς καὶ διεφθαρμένους ἄνδρας εἰς τὴν οἰκίαν εἰσαγάγῃ ἡ γυνὴ, ἢ τοὺς ἀπὸ τῆς σκηνῆς, ἢ τοὺς πορνείας προσέχοντας· ἀλλὰ μετὰ σεμνότητος, μετὰ σωφροσύνης, μετὰ εὐλαβείας, ἵνα πάντα εἰς δόξαν Θεου γένηται.
4. Do you see how the word is profitable to all, both condescending to the weakness of the one sort and not depriving the other of their proper praises? For what he did in the case of marriage and virginity, this he did also in the case of first marriage and second. For just as there he neither shut out marriage, lest he should burden the weaker, nor laid down necessity, lest he should deprive those wishing to practise virginity of the crowns appointed, but showed that marriage is good while declaring that virginity is better; even so here also he again lays down other degrees for us, showing that widowhood is greater and loftier, while second marriage is second and lower, both anointing for the contest the stronger who do not wish to leap over to another, and not suffering the weaker to fall. For after saying, But she is more blessed if she so abide, lest upon hearing, According to my judgement, you should suppose the law to be human, he added: And I think that I also have the Spirit of God. You can not say, therefore, that the judgement is human; nay, the sentence belongs to the grace of the Spirit, and the law is divine. Let us not suppose, therefore, that these things belong to Paul speaking, but to the Paraclete enacting these laws for us. And if he says, I think, he speaks not as one not possessing the Spirit, but showing moderation and humbling himself. That she is more blessed, then, he stated; how she is more blessed, he did not go on to add, giving as sufficient proof his bringing the sentence from the Spirit. Yet if you wish to examine it by reasonings also, you shall find here an abundant store of proofs; and you shall see that the widow is more blessed not only in the age to come, but also in the present life. And Paul knew this very thing best of all, which he also hinted at concerning virgins when he spoke. For exhorting and counselling to choose virginity, he spoke somewhat thus: I suppose that this is good for a man by reason of the present distress; and again: Yet even if the virgin marry, she has not sinned—meaning here by virgin not her who has made renunciation, but simply her who is unmarried and has not become bound by the promise of perpetual virginity. Yet such shall have tribulation in the flesh; and I spare you. For by this single bare word he left it to the conscience of his hearers to gather up all the rest: the birth-pangs, the rearing of children, the anxiety, the sicknesses, the untimely deaths, the enmities, the quarrels, the slavery to ten thousand tempers, the being answerable for others' ills, the taking upon oneself ten thousand griefs while having a single soul. Now from all these ills she who has chosen continence is set free, and along with release from vexations she has a great reward laid up in the life to come. Knowing all these things, therefore, let us be eager to rest content with a first marriage. And if we do prepare to enter upon a second as well, let it be with fitting manner and deportment, with the laws of God. For on this account he said, She is free to be married to whom she wills; and added, Only in the Lord, at once granting liberty and walling round that liberty, both affording authority and again setting bounds and laws on every side to this authority: for instance, that the woman may not bring into her house polluted and corrupt men, or those from the stage, or those devoted to fornication; but with seemliness, with chastity, with reverence, that all things may come to pass to the glory of God.