Migne Reading Room

PG 51 · cols. 199–202 bis · Read from the page

In illud: Salutate Priscillam et Aquilam, et de non maledicendo sacerdotibus Homilia II (Hom. XVII)

In illud: Salutate Priscillam et Aquilam, et de non maledicendo sacerdotibus Homilia II (Hom. XVII)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:199Read from the page
ραν· καὶ ὁ μὴ ἔχων, πωλησάτω τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγοράσει μάχαιραν. Ἀλλ' ἴσως εἴποι τις ἂν, ὅτι Τοὺς μὲν ἀποστόλους διὰ τῶν εἰρημένων ἀπήλλαξας τῶν ἐγκλημάτων· τὸ δὲ ζητούμενόν ἐστιν εἰπεῖν, τίνος ἕνεκεν ἐναντία ὁ Χριστὸς ἐνομοθέτησε, ποτὲ μὲν λέγων, Μὴ κτήσησθε πήραν, ποτὲ δὲ λέγων, Ὁ ἔχων βαλάντιον, ἀράτω, καὶ πήραν. Τίνος οὖν ἕνεκεν τοῦτο πεποίηκεν; Ἀξίως τῆς αὐτοῦ σοφίας καὶ προνοίας τῆς ὑπὲρ τῶν μαθητῶν. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ταῦτα ἐπέταξεν, ἵνα ἔργῳ καὶ πείρᾳ τὴν ἀπόδειξιν τῆς αὐτοῦ δυνάμεως λάβωσι, καὶ λαβόντες θαῤῥήσωσι λοιπὸν εἰς τὴν οἰκουμένην ἐξελθεῖν ἅπασαν. Ἐπειδὴ δὲ λοιπὸν ἱκανῶς ἔγνωσαν αὐτοῦ τὴν δύναμιν, ἐβούλετο καὶ αὐτοὺς οἴκοθεν τὴν αὐτῶν ἀρετὴν ἐπιδείξασθαι, καὶ μὴ μέχρι τέλους αὐτοὺς διαβαστάζεσθαι, ἀλλ' ἐνδιδόναι πολλαχοῦ καὶ συγχωρεῖν, καὶ πειρασμοὺς αὐτοὺς ὑπομένειν, ἵνα μὴ διὰ τέλους ἀργοὶ μένωσι. Καὶ καθάπερ οἱ νήχεσθαι διδάσκοντες, παρὰ μὲν τὰς ἀρχὰς τὰς αὐτῶν ὑποτιθέντες χεῖρας μετὰ πολλῆς τῆς ἀκριβείας τοὺς μαθητὰς τοὺς ἑαυτῶν διαβαστάζουσι, μετὰ δὲ πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν πολλαχοῦ τὴν δεξιὰν αὐτῶν ὑποσύραντες ἐκείνοις, κελεύουσιν ἑαυτοῖς βοηθεῖν, καί που καὶ μικρὸν βαπτίζεσθαι ἐπιτρέπουσι, καὶ πολλὴν τῷ στόματι δέχεσθαι τὴν ἅλμην· οὕτω δὴ καὶ ὁ Χριστὸς ἐποίησεν ἐπὶ τῶν μαθητῶν. Ἐν ἀρχῇ καὶ ἐν προοιμίοις οὐ μικρὸν, οὐ μέγα αὐτοὺς ἀφῆκε παθεῖν, ἀλλὰ πανταχοῦ παρῆν τειχίζων αὐτοὺς, περιφράττων, πάντα μετὰ ἀφθονίας αὐτοῖς ἐπιῤῥεῖν παρασκευάζων· ἐπειδὴ δὲ ἔδει καὶ τὴν ἀνδρείαν αὐτοὺς ἐπιδείξασθαι τὴν αὐτῶν, συνέστειλεν ὀλίγῳ τὴν χάριν, ἐγκελευσάμενος αὐτοῖς πολλὰ καὶ δι' ἑαυτῶν ἀνύειν. Διά τοι τοῦτο, ὅτε μὲν οὐκ εἶχον ὑποδήματα, οὐδὲ ζώνην, οὐδὲ ῥάβδον, οὐδὲ χαλκὸν, οὐδενὸς ὑστερήθησαν· Μή τινος γὰρ, φησὶν, ὑστερήσατε; Οἱ δὲ ἀποκριθέντες εἶπον· Οὐδενός. Ἐπειδὴ δε αὐτοὺς ἐκέλευσε καὶ βαλάντιον ἔχειν, καὶ πήραν, καὶ ὑποδήματα, εὑρίσκονται καὶ πεινῶντες καὶ διψῶντες καὶ γυμνητεύοντες. Ὅθεν δῆλον, ὅτι πολλαχοῦ συνεχώρει καὶ παρακινδυνεύειν αὐτοὺς καὶ στενοχωρεῖσθαι, ἵνα τινὰ μισθὸν ἔχωσιν Οὕτω που καὶ οἱ ὄρνιθες τοῖς νεοττοῖς ποιοῦσι τοῖς ἑαυτῶν· καὶ γὰρ ἐκεῖνοι, ἕως μὲν τὰ πτερὰ ἁπαλὰ ἔχουσιν, ἐπὶ τῆς καλιᾶς καθήμενοι θάλπουσιν· ἐπειδὰν δὲ ἴδωσι πτεροφυήσαντας, καὶ δυναμένους τὸν ἀέρα τέμνειν, πρῶτον μὲν περὶ αὐτὴν τὴν καλιὰν ἵπτασθαι παρασκευάζουσιν, ἔπειτα δὲ καὶ ποῤῥωτέρω περιάγουσι, παρὰ μὲν τὴν ἀρχὴν ἑπόμεναι καὶ διαβαστάζουσαι, μετὰ δὲ ταῦτα αὐτοὺς ἑαυτοῖς ἀφιεῖσαι βοηθεῖν. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, καθάπερ ἐν καλιᾷ, τῇ Παλαιστίνῃ τρέφων τοὺς μαθητάς· ἐπειδὴ δὲ πέτεσθαι ἐδίδαξε παρὼν καὶ διαβαστάζων αὐτοὺς, τέλος ἀφῆκεν εἰς τὴν οἰκουμένην πτῆναι, κελεύσας καὶ ἑαυτοῖς πολλαχοῦ βοηθεῖν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ ἵνα τὴν δύναμιν αὐτοῦ μάθωσι, πάντων αὐτοὺς ἐγύμνωσε, καὶ μονοχίτωνας ἀπέστειλε, καὶ χωρὶς ὑποδημάτων ἐκέλευσε βαδίζειν, αὐτῆς οὖν τῆς ῥήσεως ἀκούσαντες σαφῶς εἰσόμεθα. Οὐ γὰρ ἁπλῶς εἶπεν αὐτοῖς· Ἄρατε βαλάντιον καὶ πήραν, ἀλλ' ἀνέμνησεν αὐτοὺς τῶν προτέρων, οὕτως εἰπών· Ὅτε απεστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας, μή τινος ὑστερήσατε; τουτέστιν, Ου πάντα μετὰ ἀφθονίας ὑμῖν ἐπέῤῥει, καὶ πολλῆς ἀπελαύσατε δαψιλείας; ἀλλὰ νῦν βούλομαι ὑμᾶς καὶ δι' ἑαυτῶν ἀγωνίζεσθαι· βούλομαι ὑμᾶς καὶ πενίας πεῖραν λαβεῖν· διὰ τοῦτο λοιπὸν ἐπὶ τὴν ἀνάγκην οὐκ ἄγω τοῦ προτέρου νόμου, ἀλλ' ἐπιτρέπω καὶ βαλάντιον ἔχειν καὶ πήραν, ἵνα μὴ, καθάπερ δι'
and let him who has none sell his garment and buy a sword. Yet perhaps someone might say: Through what has been spoken you have acquitted the apostles of the charges; what is sought, however, is to tell why Christ legislated opposite things, at one time saying, Acquire no scrip, and at another time saying, Let him who has a purse take it, and a scrip. For what reason, then, has He done this? Worthily of His wisdom and of His forethought on behalf of the disciples. For near the beginning He enjoined these things so that by deed and experience they might receive proof of His power, and having received it might henceforth take courage to go forth into the whole inhabited world. Once they had known His power sufficiently, however, He wished them also to display their own virtue from themselves, and not to be carried along until the end, but in many places to give way and permit them even to endure trials, so that they might not remain idle to the end. And just as those who teach swimming at first place their own hands underneath and bear up their pupils with great care, yet after the first and second and third day oftentimes slip their right hand out from under them, bidding them help themselves, and at times even allow them to sink a little and take much brine into their mouth: even so did Christ act towards the disciples. In the beginning and at the outset He suffered them to endure neither small nor great harm, but was present everywhere walling them round, fencing them about, causing all things to flow in upon them with abundance; when it was necessary for them also to display their own manliness, however, He drew back His grace a little, bidding them accomplish many things through themselves as well. For this very reason, when they had neither sandals, nor girdle, nor staff, nor brass, they lacked nothing: for Did you lack anything? He says; and they answering said: Nothing. Yet once He commanded them to have purse, and scrip, and sandals, they are found hungering and thirsting and going naked. Whence it is evident that in many places He permitted them both to encounter dangers and to suffer straits, so that they might have some reward. Thus too, we know, birds deal with their own nestlings: for while they have tender feathers, they sit upon the nest and warm them; when they see them fledged, however, and able to cleave the air, first they train them to fly round the nest itself, and then lead them further afield, at the beginning following and bearing them up, yet afterwards leaving them to help themselves. Thus Christ too acted, nourishing the disciples in Palestine as in a nest; and once He had taught them to fly by being present and bearing them up, at last He let them fly forth into the inhabited world, commanding them also in many places to help themselves. And that this is true, and that He stripped them of all things and sent them out with a single tunic and commanded them to walk without sandals in order that they might learn His power, we shall clearly know by hearing the saying itself. For He did not say to them simply: Take purse and scrip, but reminded them of former things, speaking thus: When I sent you without purse and scrip, did you lack anything? that is, Did not all things stream in upon you in abundance, and did you not enjoy great plenty? Yet now I wish you to contend through yourselves as well; I wish you also to make trial of poverty; on this account I no longer bring you under the necessity of the former law, but permit you to have both purse and scrip, lest, as though through
Notes, col. 199

On the reading

Printed δε, for δὲ.

Printed απεστειλα, for ἀπέστειλα.

Printed Ου, for Οὐ.

PG 51:200Read from the page
ἀψύχων ὀργάνων, ἐνεργεῖν τὰ καθ' ὑμᾶς νομίζωμαι, ἀλλὰ καὶ ὑμεῖς τὴν οἰκείαν ἔχητε ἐπιδείκνυσθαι φιλοσοφίαν.
inanimate instruments, I should be thought to work the things that concern you, and so that you too may have your own philosophy to display.
γʹ. Καὶ τί, φησιν, οὐκ ἂν μείζων ἐφάνη ἡ χάρις, εἰ διαπαντὸς οὕτως ἐτέλεσαν ὄντες; Ἀλλ' αὐτοὶ οὐκ ἐγένοντο οὕτω δόκιμοι· εἰ γὰρ μηδεμιᾶς ἔλαβον θλίψεως πεῖραν, μὴ πενίας, μὴ διωγμοῦ, μὴ στενοχωρίας, ἔμειναν ἂν ἀργοὶ καὶ νωθεῖς· νῦν δὲ οὐχὶ τὴν χάριν διαλάμψαι μόνον, ἀλλὰ καὶ τὴν τῶν ὑπακουόντων δοκιμὴν ἠθέλησεν ἐπιδειχθῆναι, ἵνα μὴ μετὰ ταῦτά τινες ἔχωσι λέγειν, ὅτι Οὐδὲν παρ' ἑαυτῶν εἰσήνεγκαν ἐκεῖνοι, ἀλλὰ τὸ πᾶν τῆς τοῦ Θεοῦ ῥοπῆς ἐγένετο. Ἠδύνατο μὲν γὰρ αὐτοὺς ὁ Θεὸς μέχρι τέλους ἐν ἀφθονίᾳ καταστῆσαι τοσαύτῃ, ἀλλ' οὐκ ἠθέλησε διὰ πολλὰς καὶ ἀναγκαίας προφάσεις, ἃς πολλάκις πρὸς τὴν ὑμετέραν ἀγάπην εἰρήκαμεν· μίαν μὲν δὴ ταύτην, ἑτέραν δὲ οὐκ ἐλάττονα ταύτης, ἵνα καὶ μετριάζειν εἰδῶσι· τρίτην δὲ, ἵνα μὴ μείζονα ἢ κατὰ ἄνθρωπον λάβωσι δόξαν. Διὰ δὴ ταῦτα, καὶ πολλῷ πλείονα τούτων, ἀφεὶς αὐτοὺς πολλοῖς τῶν ἀδοκήτων περιπίπτειν, οὐκ ἠβουλήθη ὑπὸ τὴν ἀκρίβειαν τῆς νομοθεσίας τῆς προτέρας ἀφεῖναι, ἀλλ' ἐχάλασε καὶ ἀνῆκε τῆς φιλοσοφίας τὸν τόνον ἐκείνης, ὥστε μὴ βαρύν τινα καὶ ἀφόρητον αὐτοῖς γενέσθαι τὸν βίον, πολλαχοῦ ἐγκαταλιμπανομένοις, καὶ τὸν ἀκριβῆ νόμον ἐκεῖνον ἀναγκαζομένοις τηρεῖν. Ἐπειδὴ δὲ χρὴ καὶ τὸ προκείμενον ἀσαφὲς ὂν ποιῆσαι καταφανὲς, ἀναγκαῖον καὶ τοῦτο εἰπεῖν. Εἰπὼν γὰρ, Ὁ ἔχων βαλάντιον, ἀράτω, καὶ πήραν, ἐπήγαγε· Καὶ ὁ μὴ ἔχων, πωλήσει τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγοράσει μάχαιραν. Τί ποτε τοῦτό ἐστι; καθοπλίζει τοὺς μαθητὰς ὁ λέγων, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα. στρέψον αὐτῷ καὶ τὴν ἄλλην; ὁ κελεύων εὐλογεῖν τοὺς λοιδορουμένους, ἀνέχεσθαι τῶν ἐπηρεαζόντων, εὔχεσθαι ὑπὲρ τῶν διωκόντων, εἶτα καθοπλίζει, καὶ διὰ μαχαίρας μόνης; Καὶ ποῖον ἂν ἔχοι τοῦτο λόγον; Εἰ γὰρ ὅλως ἔδει καθοπλίσαι, οὐ μαχαίρας ἔδει κτήσασθαι μόνον, ἀλλὰ καὶ ἀσπίδα καὶ κράνος καὶ κνημῖδας. Ὅλως δὲ, εἴ γε ἀνθρωπίνως τὰ τοιαῦτα ἔμελλεν οἰκονομεῖν, πόσοις οὐκ ἦν τὸ ἐπίταγμα γέλως; Εἰ γὰρ μυρία τοιαῦτα ὅπλα ἐκτήσαντο πρὸς τοσαύτην ἔφοδον καὶ ἐπιβουλὴν δήμων, τυράννων, πόλεων, ἐθνῶν, τίνες ἔμελλον οἱ ἕνδεκα φανεῖσθαι; Φωνῆς γὰρ ἀκοῦσαι χρεμετίζοντος ἵππου δυνατὸν ἦν αὐτοῖς; πρὸς δὲ τὴν ὄψιν μόνην οὐκ ἂν κατεπλάγησαν τῶν στρατοπέδων, ἐν λίμναις καὶ ποταμοῖς καὶ ἀκατίοις τραφέντες μικροῖς; Τίνος οὖν ἕνεκεν τοῦτο λέγει; Τὴν ἔφοδον τῶν Ἰουδαίων ἐνδείξασθαι βουλόμενος, καὶ ὅτι μέλλουσιν αὐτὸν συλλαμβάνειν. Καὶ τοῦτο φανερῶς μὲν οὐκ ἠθέλησεν εἰπεῖν, δι' αἰνιγμάτων δὲ, ὥστε μὴ θορυβῆσαι πάλιν αὐτούς. Ὥσπερ οὖν ὅταν ἀκούσῃς αὐτοῦ λέγοντος, ὅτι Ὃ ἠκούσατε εἰς τὸ οὖς, κηρύξατε ἐπὶ τῶν δωμάτων, καὶ ὃ ἠκούσατε ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτὶ, οὐ τοῦτο ὑποπτεύεις, ὅτι κελεύει τοὺς στενωποὺς καὶ τὴν ἀγορὰν ἀφέντας ἐπὶ τῶν δωμάτων κηρύττειν· οὐδὲ γὰρ φαίνονται τοῦτο ποιήσαντες οἱ μαθηταί· ἀλλὰ τὸ, Ἐπὶ τῶν δωμάτων, καὶ τὸ, Ἐν τῷ φωτὶ, τὸ μετὰ παῤῥησίας αἰνίττεται· τὸ δὲ, Εἰς τὸ οὖς, καὶ τὸ, Ἐν τῇ σκοτίᾳ, τοῦτο δηλοῖ, ὅτι Ὅπερ ἐν μικρῷ μέρει τῆς οἰκουμένης, καὶ ἐν ἑνὶ χωρίῳ τῆς Παλαιστίνης ἠκούσατε, τοῦτο πανταχοῦ τῆς γῆς ἐξ-
3. And why, someone says, would not the grace have appeared greater if they had continued being thus perpetually? Yet they themselves would not have become so approved; for had they received experience of no affliction at all, neither poverty, nor persecution, nor distress, they would have remained idle and sluggish; whereas now He wished not only His grace to shine forth, but also the proved worthiness of those who obeyed to be displayed, lest afterwards certain men should be able to say that those men contributed nothing from themselves, and that the whole was the work of God's inclining power. For God could indeed have kept them to the end in such great abundance, yet He did not wish to do so for many necessary reasons, which we have often spoken to your charity: one indeed being this, and another no less than this, that they might also know how to practise moderation; and a third, lest they should receive greater glory than befits man. On account of these things, therefore, and far more than these, allowing them to fall into many unexpected trials, He did not wish to leave them under the strictness of the former ordinance, but slackened and relaxed the tension of that philosophy, lest life should become burdensome and unendurable to them if they were abandoned in many places and yet compelled to keep that strict law. Since, however, we must also make clear what lies before us, obscure as it is, it is necessary to state this too. For having said, Let him who has a purse take it, and a scrip, He added: And he who has none shall sell his garment and buy a sword. What on earth is this? Does He Who says, If anyone strikes you on the right cheek, turn to him the other also, arm the disciples? Does He Who commands us to bless those who revile us, to bear with those who maltreat us, to pray for those who persecute us, then arm them, and by means of a sword alone? And what reason could this hold? For if it had been necessary to arm them at all, they ought not to have acquired swords alone, but also shield and helmet and greaves. And altogether, if He had meant to arrange such matters in human fashion, to how many would the injunction not have been a laughing-stock? For even if they had acquired ten thousand such weapons against so great an onset and conspiracy of peoples, tyrants, cities, and nations, what would the eleven have appeared to be? Could they even have endured to hear the sound of a neighing horse? And at the mere sight of the armies would they not have been struck with dismay, reared as they were by lakes and rivers and in little skiffs? For what reason, then, does He say this? Because He wished to indicate the onset of the Jews, and that they were about to arrest Him. And He did not wish to state this plainly, but through riddles, lest He should again throw them into tumult. Just as when you hear Him saying, What you heard in the ear, proclaim upon the housetops, and what you heard in the darkness, speak in the light, you do not suspect this, that He bids them leave the lanes and the marketplace and preach upon the housetops—for the disciples do not appear to have done this—but Upon the housetops and In the light hint at speaking with boldness, while In the ear and In the darkness signify this: What you heard in a small part of the inhabited world, and in one district of Palestine, this everywhere on earth—
PG 51:201Read from the page
ηχήσατε. Οὐ γὰρ δὴ ἐν σκοτίᾳ, οὐδὲ εἰς τὸ οὖς διελέγετο αὐτοῖς, ἀλλ' ἐφ' ὑψηλῶν τῶν ὀρέων, καὶ ἐν ταῖς συναγωγαῖς πολλάκις. Οὕτω καὶ ἐνταῦθα ὑποληπτέον. Ὥσπερ οὖν ἐκεῖ δώματα ἀκούοντες, ἑτέρως ἐνοήσαμεν, οὕτω καὶ ἐνταῦθα μαχαίρας ἀκούοντες, μὴ τοῦτο νομίσωμεν, ὅτι ἐπέταξε μαχαίρας κεκτῆσθαι, ἀλλ' ὅτι διὰ τῶν μαχαιρῶν τὴν ἐνεστῶσαν αἰνίττεται ἐπιβουλὴν, καὶ ὅτι μέλλει πάσχειν παρὰ τῶν Ἰουδαίων, ἅπερ ἔπαθε. Καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. Εἰπὼν γὰρ, Ἀγοράσει μάχαιραν, ἐπήγαγε· Δεῖ γὰρ τὰ γεγραμμένα περὶ ἐμοῦ τελεσθῆναι, ὅτι ἐν τοῖς ἀνόμοις ἐλογίσθην. Εἰπόντων δὲ ἐκείνων, ὅτι Εἰσὶν ὧδε δύο μάχαιραι, καὶ τὸ λεχθὲν μὴ συνιέντων, φησὶν, Ἱκανόν ἐστι. Καίτοι γε οὐκ ἦν ἱκανόν· εἰ μὲν γὰρ ἀνθρωπίνῃ βοηθείᾳ κεχρῆσθαι αὐτοὺς ἐβούλετο, οὐ μόνον δύο καὶ τρεῖς, ἀλλ' οὐδὲ ἑκατὸν ἦσαν ἱκαναὶ μάχαιραι· εἰ δὲ οὐκ ἐβούλετο ἀνθρωπίνῃ βοηθείᾳ αὐτοὺς κεχρῆσθαι, καὶ αἱ δύο περιτταί. Ἀλλ' ὅμως οὐκ ἐξεκάλυψε τὸ αἴνιγμα· καὶ γὰρ πολλαχοῦ φαίνεται τοῦτο ποιῶν· ἐπειδὰν μὴ νοήσωσι τὸ λεχθὲν, παρατρέχει καὶ ἀφίησι, τῇ τῶν πραγμάτων ἐκβάσει τῶν μετὰ ταῦτα τὴν κατανόησιν τῶν εἰρημένων ἐπιτρέπων λοιπόν· ὅπερ οὖν καὶ ἀλλαχοῦ ἐποίησε. Καὶ γὰρ περὶ τῆς ἀναστάσεως αὐτοῦ διαλεγόμενος, οὕτω πως ἔλεγε· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν. Καὶ ὅμως οὐκ ᾔδεισαν οἱ μαθηταὶ τὸ λεγόμενον· καὶ ὅτι οὐκ ᾔδεισαν, ὁ εὐαγγελιστὴς ἐπεσημήνατο, λέγων· Ὅτε δὲ ἀνέστη ὁ Ἰησοῦς, τότε ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ τῇ Γραφῇ. Καὶ πάλιν ἀλλαχοῦ· Οὐδὲ γὰρ ᾔδεισαν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.
sounded forth. For indeed He did not converse with them in darkness, nor into the ear, but often upon the high mountains, and in the synagogues. So too must one suppose here. Just as there, then, when hearing of housetops, we understood it otherwise, so here too, when hearing of swords, let us not suppose this, that He commanded them to possess swords, but that by means of the swords He hints at the plot then pending, and that He is about to suffer at the hands of the Jews the very things which He suffered. And this is manifest from what follows. For having said, He shall buy a sword, He brought in: For the things written concerning Me must be accomplished, that I was reckoned among the lawless. And when they said, Here are two swords, and did not understand what was spoken, He says, It is enough. And yet it was not enough; for if He wished them to make use of human help, not only two and three, but not even a hundred swords were enough; whereas if He did not wish them to make use of human help, even the two were superfluous. Yet nevertheless He did not unveil the riddle; for indeed in many places He is seen doing this: whenever they do not grasp what has been spoken, He passes by and leaves it, entrusting for the rest the comprehension of what had been said to the issue of events thereafter; which very thing, then, He also did elsewhere. For indeed, when discoursing concerning His resurrection, He spoke somewhat thus: Destroy this temple, and in three days I will raise it up. And nevertheless the disciples did not know what was meant; and that they did not know, the evangelist pointed out, saying: When therefore Jesus rose from the dead, then they believed His word, and the Scripture. And again elsewhere: For as yet they did not know that He must rise from the dead.
δʹ. Ἀλλὰ τὸ μὲν ζήτημα ἱκανὴν ἔχει τὴν λύσιν· ἡμεῖς δὲ ἐπὶ τὸ λειπόμενον τῆς προσρήσεως μέρος τὸν λόγον ἀγάγωμεν. Τί ποτ' οὖν ἐστι τὸ λεγόμενον, καὶ πόθεν εἰς ταῦτα ἐξέβημεν; Ἐμακαρίζομεν τὴν Πρίσκιλλαν καὶ τὸν Ἀκύλαν, ὅτι συνῴκουν τῷ Παύλῳ, ὅτι καὶ τὸν τρόπον τῆς στολῆς, καὶ τὸν τρόπον τῶν ὑποδημάτων, καὶ τὰ ἄλλα ἅπαντα μετὰ ἀκριβείας αὐτοῦ κατεμάνθανον. Ἐντεῦθεν τὸ ζήτημα ἡμῖν ἐτέχθη τοῦτο. Ἐζητοῦμεν γὰρ, τίνος ἕνεκεν, τοῦ Χριστοῦ ἀπαγορεύοντος μηδὲν ὅλως ἔχειν, εἰ μὴ μόνον ἱμάτιον, ἐφαίνοντο καὶ ὑποδήματα καὶ φελόνην ἔχοντες. Εἶτα ὁ λόγος ἀπέδειξεν, ὅτι οὐ παραβαίνοντες τὸν νόμον, ἀλλὰ καὶ σφόδρα τηροῦντες τούτοις ἐχρῶντο. Ταῦτα δὲ ἐλέγομεν, οὐκ εἰς περιουσίαν χρημάτων ὑμᾶς ἀλείφοντες, οὐδὲ παρακαλοῦντες πλείω τῆς χρείας κεκτῆσθαι, ἀλλ' ἵνα ἔχητε πρὸς τοὺς ἀπίστους ἀντιλέγειν τοὺς διαχλευάζοντας τὰ ἡμέτερα. Καὶ γὰρ ὁ Χριστὸς λύσας τὸν πρότερον νόμον, οὐχὶ οἰκίας, οὐδὲ ἀνδράποδα, οὐδὲ κλίνας, οὐδὲ ἀργυρώματα, οὐδὲ ἄλλο τι τοιοῦτον οὐδὲν ἐκέλευσεν ἔχειν, ἀλλὰ τῆς ἀνάγκης ἀπηλλάχθαι τῶν πρότερον εἰρημένων. Καὶ ὁ Παῦλος δὲ οὕτω παρῄνει λέγων· Ἔχοντες τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Τὸ γὰρ περιττὸν τῆς χρείας εἰς τοὺς δεομένους ἀναλίσκεσθαι δεῖ· καθάπερ οὖν καὶ οὗτοι ἐποίουν, Πρίσκιλλα καὶ Ἀκύλας. Διόπερ αὐτοὺς ἐπαινεῖ καὶ θαυμάζει, καὶ μέγιστον αὐτῶν συντίθησιν ἐγκώμιον. Εἰπὼν γὰρ, Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Κυρίῳ, καὶ τὴν αἰτίαν τίθησι τῆς τοιαύτης ἀγάπης. Ποίαν δὴ ταύτην; Οἵτινες ὑπὲρ τῆς ψυχῆς μου, φησὶ, τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. Οὐκοῦν διὰ τοῦτο αὐτοὺς ἀγαπᾷς καὶ φιλεῖς, ἴσως εἴποι τις; Μάλιστα μὲν οὖν· εἰ καὶ τοῦτο μόνον ἦν, ἀρκοῦν ἐγκώμιον ἦν. Ὁ γὰρ τὸν στρατηγὸν σώσας, τους στρατιώτας διέσωσεν ἄν· ὁ τὸν ἰατρὸν ἀπαλλάξας τῶν κινδύνων, τοὺς κάμνοντας εἰς ὑγείαν ἐπανήγαγεν· ὁ τὸν κυβερνήτην ἐξαρπάσας τοῦ κλύδωνος, τὸ πλοῖον ὅλον
4. Now the question has a sufficient solution; let us, however, lead our discourse on to the remaining part of the salutation. What ever, then, is that which is said, and whence did we digress into these matters? We were calling Priscilla and Aquila blessed, because they dwelt together with Paul, because they were also learning with exactness both the manner of his robe, and the manner of his sandals, and all his other ways. Thence was this question born for us. For we were inquiring for what reason, when Christ forbade possessing anything at all save a garment only, they were seen possessing both sandals and a cloak. Then our discourse showed that not in transgressing the law, nay rather in keeping it exceedingly, did they make use of these things. And these things we were saying, not anointing you to an abundance of money, nor exhorting you to acquire more than your need, but so that you may be able to gainsay the unbelievers who scoff at our affairs. For Christ too, in dissolving the former law, did not command us to possess neither houses, nor slaves, nor couches, nor silver vessels, nor any other such thing at all, but to be freed from the necessity of the things spoken of before. And Paul also used to exhort thus, saying: Having food and coverings, with these we shall be content. For what exceeds our need must be spent upon those in want; just as these very ones also used to do, Priscilla and Aquila. Wherefore he praises and admires them, and composes the greatest encomium of them. For having said, Greet Priscilla and Aquila my fellow workers in the Lord, he also sets down the cause of such love. What sort is this? Who for my soul, he says, laid down their own neck. Is it therefore on account of this that you love and cherish them, someone might perhaps say? Most certainly indeed; even if there had been this alone, it would have been a sufficient encomium. For he who saved the general would have saved the soldiers too; he who rid the physician of dangers restored the sick to health; he who snatched the helmsman out of the surge, the whole ship
Notes, col. 201

On the reading

Printed αὐτὸν., for αὐτόν..

Printed τους, for τοὺς.

PG 51:202Read from the page
τῶν κυμάτων ἀπήλλαξεν· οὕτω καὶ οἱ τὸν διδάσκαλον τῆς οἰκουμένης διασώσαντες, καὶ τὸ αἷμα τὸ ἑαυτῶν ἐκχέαντες ὑπὲρ τῆς ἐκείνου σωτηρίας, κοινοὶ τῆς οἰκουμένης ἦσαν εὐεργέται, ἐν τῇ περὶ τὸν διδάσκαλον προνοίᾳ τοὺς μαθητὰς ἅπαντας διασώσαντες. Ἵνα δὲ μάθῃς, ὅτι οὐ περὶ τὸν διδάσκαλον ἦσαν τοιοῦτοι μόνον, ἀλλὰ καὶ περὶ τῶν ἀδελφῶν τὴν αὐτὴν ἐπεδείκνυντο πρόνοιαν, ἄκουσον τῶν ἑξῆς. Εἰπὼν γὰρ, Οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, ἐπήγαγε λέγων· Οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ Ἐκκλησίαι τῶν ἐθνῶν. Τί λέγεις; σκηνοποιοῖς, πτωχοῖς χειροτέχναις, οὐδὲν πλέον τῆς ἀναγκαίας ἔχουσι τροφῆς, πᾶσαι αἱ Ἐκκλησίαι τῶν ἐθνῶν εὐχαριστοῦσι; καὶ τί τοσοῦτον οἱ δύο οὗτοι Ἐκκλησίας τοσαύτας ὠφελῆσαι ἴσχυσαν; ποίαν χρημάτων εἶχον περιουσίαν; ποῖον δυναστείας μέγεθος; τίνα παρὰ ἄρχουσι παῤῥησίαν; Χρημάτων μὲν περιουσίαν καὶ δυναστείαν παρὰ τοῖς κρατοῦσιν οὐκ ἐκέκτηντο· ὃ δὲ τούτων ἁπάντων μεῖζον ἦν, προθυμίαν γενναίαν καὶ ψυχὴν πρὸς κινδύνους παρατεταγμένην μετὰ πολλῆς τῆς περιουσίας εἶχον. Διὰ τοῦτο πολλῶν εὐεργέται ἐγένοντο καὶ σωτῆρες. Οὐ γὰρ οὕτως οἱ πλουτοῦντες καὶ ψοφοδεεῖς ὡς οἱ πενίᾳ συζῶντες καὶ μεγαλόψυχοι τὰς Ἐκκλησίας ὠφελεῖν δύναιντ' ἄν. Καὶ μηδεὶς παράδοξον εἶναι νομιζέτω τὸ λεγόμενον· ἀληθὲς γάρ ἐστι, καὶ ἀπ' αὐτῶν δείκνυται τῶν πραγμάτων. Ὁ μὲν γὰρ πλούσιος πολλὰς ἔχει τοῦ παραβλάπτεσθαι τὰς λαβάς. Δέδοικεν ὑπὲρ οἰκίας, ὑπὲρ οἰκετῶν, ὑπὲρ ἀγρῶν, ὑπὲρ χρημάτων, μή τις αὐτόν τι τούτων ἀφέληται. Καὶ τὸ πολλῶν εἶναι κύριον, πολλῶν εἶναι δοῦλον ποιεῖ. Ὁ μέντοι πένης, εὔζωνός τις ὢν καὶ πάσας ταύτας ἀποθέμενος τὰς λαβὰς; λέων ἐστὶ πῦρ πνέων, καὶ ψυχὴν ἔχει γενναίαν, καὶ πάντων ἐξανιστάμενος ῥᾳδίως ἅπαντα πράττει τὰ δυνάμενα τὰς Ἐκκλησίας ὠφελεῖν, κἂν ἐλέγξαι δέῃ, κἂν ἐπιτιμῆσαι, κἂν μυρίας διὰ τὸν Χριστὸν ἀναδέξασθαι ἐπαχθείας· καὶ ἐπειδὴ ἅπαξ τῆς ζωῆς ὑπερεῖδε τῆς παρούσης, πάντα ῥᾳδίως καὶ μετὰ πολλῆς ποιεῖ τῆς εὐκολίας. Τί γὰρ καὶ δέδοικεν, εἰπέ μοι; Μή τις αὐτοῦ τὰ χρήματα ἀφέληται; Ἀλλ' οὐκ ἔστι τοῦτο εἰπεῖν. Ἀλλὰ μὴ τῆς πατρίδος ἐκπέσῃ; Ἀλλὰ πᾶσα ἡ ὑπ' οὐρανὸν πόλις αὐτῷ ἐστιν. Ἀλλὰ μὴ τῆς τρυφῆς αὐτόν τις περικόψῃ καὶ τῆς δορυφορίας; Ἀλλὰ καὶ τούτοις ἅπασι χαίρειν εἰπὼν, ἐν οὐρανῷ πολιτεύεται, καὶ προς τὴν μέλλουσαν ἐπείγεται ζωήν. Κἂν αὐτὴν ἐπιδοῦναι δέῃ τὴν ψυχὴν, καὶ τὸ αἷμα εισενεγκεῖν, οὐ παραιτήσεται. Ἐντεῦθεν ὁ τοιοῦτος καὶ τυράννων, καὶ βασιλέων, καὶ δήμων, καὶ πάντων ἐστὶ δυνατώτερός τε καὶ εὐπορώτερος. Καὶ ἵνα μάθῃς ὅτι οὐ κολακεία τὸ λεγόμενον, ἀλλ' ἀληθῶς, οἱ μηδὲν κεκτημένοι, οὗτοι μάλιστα πάντων ἐλευθεροστομεῖν δύναιντ' ἂν, πόσοι πλούσιοι κατὰ τὸν καιρὸν ἦσαν Ἡρώδου; πόσοι δυνάσται; τίς παρῆλθεν εἰς μέσον; τίς ἐπετίμησε τῷ τυράννῳ; τίς ἤμυνεν ἀδικουμένοις τοῖς τοῦ Θεοῦ νόμοις; Τῶν μὲν εὐπόρων οὐδείς· ὁ δὲ πένης καὶ πτωχὸς, ὁ μὴ κλίνην, μήτε τράπεζαν, μήτε στέγην ἔχων, ὁ τῆς ἐρήμου πολίτης Ἰωάννης, οὗτος μόνος καὶ πρῶτος μετά παῤῥησίας ἁπάσης τὸν τύραννον ἤλεγχε, καὶ τοὺς μοιχαλίους ἐξεκάλυπτε γάμους, καὶ παρόντων ἁπάντων καὶ ἀκουόντων, τὴν καταδικάζουσαν αὐτὸν ἐξέφερε ψῆφον. Καὶ πρὸ τούτου δὲ πάλιν ὁ μέγας Ἠλίας, τῆς μηλωτῆς μηδὲν κεκτημένος πλέον, τὸν ἀσεβῆ καὶ παράνομον
delivered from the waves; so too those who preserved the teacher of the inhabited world, and poured out their own blood for his salvation, were common benefactors of the inhabited world, having preserved all the disciples in their provident care for the teacher. And that you may learn that they were such not towards the teacher only, but also displayed the same provident care for the brethren, hear what follows. For having said, Who for my soul laid down their own neck, he brought in, saying: To whom not I only give thanks, but also all the Churches of the Gentiles. What do you say? To tentmakers, poor artisans, possessing nothing more than their necessary food, do all the Churches of the Gentiles give thanks? And how much were these two able to benefit so many Churches? What abundance of wealth did they have? What magnitude of power? What boldness of speech before rulers? Abundance of wealth and power before those in authority they did not possess; yet what was greater than all these things, a noble readiness of mind and a soul ranged in battle array against dangers, they had in great abundance. On account of this they became benefactors and saviours of many. For those who are wealthy and startled at every noise could not so benefit the Churches as those who live in companionship with poverty and are great of soul. And let no one suppose what is said to be a paradox; for it is true, and is shown from the very facts themselves. For the rich man has many handles whereby he may be harmed. He is in fear for his house, for his household servants, for his fields, for his money, lest someone take away from him one of these things. And to be master of many things makes one a slave of many things. The poor man, however, being girt for action and having put off all these handles, is a lion breathing fire, and has a noble soul, and rising above all things he easily does everything able to benefit the Churches, even if it be needful to reprove, even if to rebuke, even if to take upon himself ten thousand odious burdens for Christ's sake; and since once for all he has looked down upon the present life, he does all things easily and with great facility. For what indeed does he fear, tell me? Lest someone take away his money? Yet one cannot say this. Lest he be cast out of his fatherland? Yet every city under heaven is his. Lest someone lop off his luxury and his retinue? Yet having bidden farewell to all these things too, he has his citizenship in heaven, and presses on towards the life to come. And even if it be needful to give up his very soul, and to bring in his blood, he will not beg off. Hence such a man is both more powerful and wealthier than tyrants, and kings, and peoples, and all men. And that you may learn that what is said is not flattery, nay rather in truth, those who possess nothing, these most of all men are able to speak with freedom: how many rich men were there in the time of Herod? How many potentates? Who stepped forth into the midst? Who rebuked the tyrant? Who came to the aid of the laws of God when wronged? Of the wealthy, not one; whereas the poor and destitute man, who had not a couch, nor a table, nor a roof, the citizen of the wilderness, John—he alone and first with all boldness of speech reproved the tyrant, and laid bare his adulterous nuptials, and with all present and listening, brought forth the vote that condemned him. And before him again, the great Elijah, possessing nothing more than his sheepskin mantle, the impious and lawless
Notes, col. 202

On the reading

Printed λαβὰς;, for λαβὰς,.

Printed προς, for πρὸς.

Printed εισενεγκεῖν, for εἰσενεγκεῖν.

Printed μετά, for μετὰ.

PG 51:201 bisRead from the page
Ita et hic intellige. Nam sicut ibi audientes tecta, alio modo intelleximus, ita et hic cum gladios audimus, ne putemus eum jussisse haberi gladios, sed per gladios insinuasse imminere insidias, et passurum se a Judaeis quae et passus est. Atque hoc ex sequentibus manifestum est. Nam ut dixit emendum gladium, mox adjecit : Quia oportet adimpleri ea quae de me sunt scripta (Luc. 22. 37), Quod cum iniquis reputatus sum (Isai. 53. 12). Discipulis autem dicentibus, Hic sunt duo gladii, et non intelligentibus id quod dictum fuerat, ait, Satis est (Luc. 22. 38). Tametsi non satis erat : neque enim suffecissent vel duo, vel tres, vel centum, si humano auxilio eos uti voluisset; quod si noluit eos humano praesidio uti, sunt utique et hi duo superflui. Proinde hic aenigma non exposuit; id quod saepe facere deprehenditur, ut quoties dicta minus intelligunt discipuli, eventui rerum dictorum intelligentiam explanandam relinquens, praetereat. Ita et alibi facit. De resurrectione enim disserens, sic dicebat : Solvite templum hoc, et in tribus diebus excitabo illud (Joan. 2. 19) : et non intelligebant discipuli quid diceret, sicut et evangelista testatur, dicens : Quando autem resurrexit Jesus, crediderunt verbo ejus, et Scripturae (Ib. v. 22). Et iterum alibi : Nondum enim sciebant, quod oportebat ipsum e mortuis resurgere (Joan. 20. 9).
Understand it so here as well. For just as there, upon hearing 'housetops,' we understood it in another sense, so here too, when we hear 'swords,' let us not suppose that He commanded swords to be kept, but rather that through 'swords' He intimated that plots were imminent, and that He was about to suffer at the hands of the Jews the very things He did suffer. And this is manifest from what follows. For as soon as He spoke of buying a sword, He presently added: 'For the things that are written concerning Me must be fulfilled' (Luke 22:37)—'that I was reckoned with the lawless' (Isa. 53:12). And when the disciples said, 'Here are two swords,' not understanding what had been spoken, He said, 'It is enough' (Luke 22:38). Yet it was not enough; for neither two, nor three, nor a hundred would have sufficed had He wished them to make use of human aid; whereas if He did not wish them to make use of human protection, even these two are certainly superfluous. Accordingly, He did not explain the riddle here—a thing He is often found to do, passing on whenever the disciples fail to grasp what is said, and leaving the understanding of His words to be made clear by the outcome of events. So He does elsewhere as well. For when discoursing of the resurrection, He spoke thus: 'Destroy this temple, and in three days I shall raise it up' (John 2:19); yet the disciples did not understand what He meant, just as the evangelist also testifies, saying: 'When, however, Jesus rose from the dead, they believed His word and the Scripture' (ibid., v. 22). And again elsewhere: 'For as yet they did not know that He must rise again from the dead' (John 20:9).
4. Sed quaestio satis soluta est. Nos nunc ad reliquam salutationis partem sermonem flectamus. Quidnam ergo est, quod dictum est, et unde istuc digressi sumus? Priscillam et Aquilam beatos diximus, quod cum Paulo habitarent, diligenter addiscentes morem habitus et calceamentorum, atque omnia quae agebat. Hinc nobis enata est quaestio : cujus gratia Christo prohibente aliquid praeter unam vestem haberi, visi sunt hi habere sandalia et penulam? Et sermone demonstratum est, apostolos his utendo legem non transgressos esse, sed diligenter observasse. Haec autem dicebamus, non ut vos ad coacervandas divitias exhortaremur, et provocaremus ut plus quam necessitas postulat, possideatis, sed in promptu sint quae infidelibus nostra ridentibus respondeatis. Etenim Christus superiorem legem solvens, non jussit nos habere domos, servos, lectos, vasa argentea, vel quidpiam horum : sed nos a prius dictorum necessitate liberos esse voluit. Unde et Paulus sic admonebat, dicens : Habentes victum et tegumenta, his contenti sumus (1. Tim. 6. 8). Tribuendum enim egentibus, si quid usui nostro superest : id quod Priscilla et Aquila perquam studiose faciebant. Et idcirco eos laudat et admiratur apostolus, insigne illorum praeconium apponens. Nam ut dixit, Salutate Priscillam et Aquilam cooperarios meos in Domino (Rom. 16. 3), etiam causam ponit tantae caritatis. Qualem? Qui pro mea, ait, anima cervicem suam supposuere (Ibid. v. 4). Igitur, dicet fortasse aliquis, hac de causa eos diligis et amas? Maxime : quia et si id unum egissent, vel hinc laude digni erant. Qui enim ducem exercitus salvum fecit, et milites fecit salvos : qui medicum liberavit periculis, et liberantes morbis ad sanitatem reduxit : qui gubernatorem fluctibus eripuit, navem totam ex undis liberavit : sic utique qui magistrum orbis salvarunt, et pro illius salute sanguinem suum effuderunt, orbis quoque totius fuerunt benefactores, utpote qui sua erga praeceptorem providentia discipulos omnes servaverint.
4. Now the question has been sufficiently resolved; let us turn our discourse to the remaining part of the salutation. What, then, is it that was said, and whence did we digress to this point? We called Priscilla and Aquila blessed because they dwelt with Paul, diligently learning the manner of his garments and sandals, and all that he did. From this our question arose: why, when Christ forbade possessing anything beyond a single garment, were these men seen to have sandals and a cloak? And our discourse demonstrated that in using these things the apostles did not transgress the law, but observed it diligently. Now we spoke these things not to exhort you to heap up riches or to urge you to possess more than necessity demands, but so that you may have an answer ready for unbelievers who mock our ways. For when Christ released the former ordinance, He did not bid us possess houses, servants, couches, silver vessels, or anything of that sort, but willed us to be free from the compulsion of the things spoken before. Whence Paul too admonished us thus, saying: 'Having food and raiment, with these we are content' (1 Tim. 6:8). For whatever remains over and above our own need must be bestowed upon the needy—the very thing Priscilla and Aquila practised with utmost zeal. And on that account the apostle praises and admires them, subjoining their distinguished encomium. For after saying, 'Greet Priscilla and Aquila, my fellow-labourers in the Lord' (Rom. 16:3), he also sets down the cause of such great charity. What cause? 'Who for my life,' he says, 'laid down their own necks' (ibid., v. 4). 'Is it for this reason, then,' someone will perhaps say, 'that you love and cherish them?' Most assuredly; for even if they had done this one thing alone, on this account by itself they deserved praise. For he who saved the commander of the army saved the soldiers as well; he who delivered the physician from perils restored the sick also to health; he who snatched the helmsman from the billows rescued the whole ship from the waves: just so, those who saved the teacher of the world and poured out their own blood for his safety proved benefactors of the entire world as well, inasmuch as by their care for the master they preserved all the disciples.
PG 51:202 bisRead from the page
Ut autem discas, eos non solum erga magistrum tales fuisse, sed et fratribus eamdem curam impendisse, audi sequentia. Nam cum dixisset, Pro anima mea cervicem supposuerunt, adjecit : Quibus non ego solus gratias ago, sed et omnes Ecclesiae gentium. Quid ais? Tentoriorum opificibus, pauperibus, artificibus, quibus nihil praeter victum necessarium suppetebat, omnes Ecclesiae gentium gratias agunt? Et quid tantum duo illi prodesse potuerunt tot Ecclesiis? qua opum abundantia, qua potentiae magnitudine, quo apud principes favore claruerunt? Opum quidem abundantia, et potentia, et gratia apud imperantes nihil valuerunt, sed erat eis, qui omnibus major est, animus ad pericula admodum promptus. Hinc est quod de multis bene meruerunt, multosque servarunt. Neque enim Ecclesiis tam prodesse valent divites illi fastosi, ut pauperes magnanimi. Nemo dictum hoc miretur : verum enim est, quod dicimus, idque rebus ipsis comprobatur : nam multae sunt divitis molestiae et pericula. Timet pro domo, pro famulis, pro agris, pro opibus, ne quis aliquid ex iis auferat. Et qui multorum est dominus, idem multorum servus esse cogitur. Pauper autem his expeditus, et curis omnibus carens, leo est, ignem spirat, generoso et forti est animo, de omnibus sese expedit, facile omnia agit, quae prodesse possunt Ecclesiis, sive opus sit ut arguantur aliqui, sive ut increpentur, sive sexcenta propter Christum opera subeunda sint : ac quoniam semel vitam despexit praesentem, magna facilitate conficit omnia. Quid enim timeret, dic, obsecro? Num ne opes ejus auferantur? Hoc nemo dicere poterit. Num ne pellatur e patria? Sed universus orbis terrarum ei civitas est? Num ne quis imminuat ei delicias et satellitium? Sed his omnibus valere jussis in caelo habitat, et ad futuram festinat vitam. Non deprecabitur item, si anima ipsa tradenda sit, et effundendus sanguis. Hinc est, quod talis etiam et tyrannis, et regibus, et populis, et omnibus potentior est ac ditior. Et ut discas, quod vere haec, et non adulanter sint dicta, et quod qui nihil possident, hi omnium liberrimi sint ad loquendum : quot divites erant tempore Herodis, quot potentes? et quis in medium prorupit? quis tyrannum increpavit? quis contemptas leges Dei ultus est? Divitum quidem nullus, sed pauper ille et inops, qui neque lectum, neque mensam, neque tectum habebat : ille, inquam, solitudinis inquilinus Joannes, ille solus et primus omni libertate tyrannum arguit, et adulterinas nuptias detexit, et praesentibus omnibus ac audientibus pronuntiata sententia eum condemnavit. Et ante hunc magnus quoque Helias, qui nihil praeter meloten possidebat, impium et praevaricatorem illum Achab solus viriliter corripuit.
And so that you may learn that they were not only such towards their teacher, but bestowed the very same care upon the brethren as well, hear what follows. For after saying, 'For my life they laid down their own necks,' he added: 'To whom not I alone give thanks, but also all the Churches of the Gentiles.' What do you say? To tentmakers, poor men, artisans, who had nothing beyond their necessary livelihood, all the Churches of the Gentiles give thanks? And how could those two men avail so much for so many Churches? By what abundance of wealth, by what greatness of power, by what favour with rulers were they distinguished? In abundance of wealth, in power, and in influence with rulers they availed nothing; yet they possessed what is greater than all things: a spirit wholly ready to face dangers. Hence it is that they deserved well of many and saved many. For those haughty rich men are not so able to benefit the Churches as are great-souled poor men. Let no one marvel at this saying; for what we say is true, and is proved by the facts themselves. Many indeed are the troubles and hazards of the rich man: he trembles for his house, for his servants, for his lands, for his wealth, lest someone take something of them away; and he who is master of many is compelled at the same time to be the slave of many. The poor man, however, unencumbered by these things and free from every care, is a lion, breathes fire, is of a noble and brave spirit, rises clear of all hindrances, and easily accomplishes everything that can benefit the Churches—whether there is need for some to be convicted, or rebuked, or for countless toils to be undertaken for Christ's sake; and because once for all he has despised the present life, he carries everything through with great ease. For what should he fear, tell me, I pray? Lest his wealth be taken away? No one will be able to say this. Lest he be driven from his fatherland? Why, the whole wide world is his city! Lest someone curtail his luxury and retinue? Having bidden farewell to all these things, he dwells in heaven and hastens towards the life to come. Nor will he shrink back if his very life must be surrendered and his blood poured out. Hence it is that such a man is both mightier and richer than tyrants, kings, peoples, and all men. And so that you may learn that these words are spoken in truth and not in flattery, and that those who possess nothing enjoy the freest speech of all: how many rich men were there in the time of Herod, how many men of power? And who stepped forth into the midst? Who rebuked the tyrant? Who avenged the despised laws of God? Not one of the rich, but that poor and needy man who had neither couch, nor table, nor roof—that dweller in the wilderness, I say, John: he alone and first of all convicted the tyrant with full freedom of speech, laid bare his adulterous marriage, and in the presence and hearing of all pronounced sentence and condemned him. And before him again, great Elijah too, who possessed nothing save his sheepskin mantle, alone manfully rebuked that ungodly transgressor Ahab.
Notes, col. 202 bis

On the reading

Printed coutemptas, for contemptas.