οὐδεμίαν οὐδενί ποτε παρεσχήκασι λαβὴν), ἀλλ' ἵνα ὑμεῖς μάθητε, ὅτι εἰ καὶ μοχθηροὺς εἴχετε πατέρας καὶ φορτικοὺς διδασκάλους, οὐδὲ οὕτως ἀκίνδυνον ὑμῖν ἦν, οὐδὲ ἀσφαλὲς βλασφημεῖν αὐτοὺς καὶ λοιδορεῖσθαι. Εἰ γὰρ ἐπὶ τῶν σωματικῶν γονέων σοφός τίς φησι, Κἂν ἀπολίπῃ σύνεσιν, συγγνώμην ἔχε· τί γὰρ αὐτοῖς ἀποδώσεις, καθὼς αὐτοί σοι; πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν τοῦτον φυλάττεσθαι χρὴ τὸν νόμον, καὶ τὸν ἑκάστου βίον ἑαυτὸν ἕκαστον περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, ἵνα μὴ ἀκούσωμεν κατ' ἐκείνην τὴν ἡμέραν, Ὑποκριτὰ, τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ οὐ κατανοεῖς δοκόν; Καὶ γὰρ ὑποκριτῶν ἔργον, τὸ δημοσίᾳ μὲν καὶ πάντων ὁρώντων τὰς χεῖρας φιλεῖν τῶν ἱερέων, καὶ γονάτων ἅπτεσθαι, καὶ παρακαλεῖν ὑπὲρ αὐτῶν εὔχεσθαι, καὶ δεομένους βαπτίσματος ἐπὶ τὰς ἐκείνων τρέχειν θύρας, οἴκοι δὲ καὶ ἐν ἀγοραῖς τοὺς τοσούτων ἀγαθῶν αἰτίους ἡμῖν καὶ διακόνους μυρίοις πλύνειν ὀνείδεσιν, ἢ ἑτέρ⟨ω⟩ν ὀνειδιζόντων ἀνέχεσθαι. Εἰ μὲν γὰρ ἀληθῶς κακὸς ὁ πατὴρ, πῶς αὐτὸν ἀξιόπιστον εἶναι νομίζεις διάκονον τῆς τῶν φρικτῶν ἐκείνων μυσταγωγίας; Εἰ δὲ ἀξιόπιστος ἐκείνων εἶναί σοι δοκεῖ διάκονος, τίνος ἕνεκεν ἀνέχῃ κακῶς ἑτέρων λεγόντων αὐτὸν, καὶ οὐκ ἐπιστομίζεις, οὐδὲ ἀγανακτεῖς, οὐδὲ δυσχεραίνεις, ἵνα παρὰ τοῦ Θεοῦ πολὺν τὸν μισθὸν ἀπολάβῃς, καὶ παρ' αὐτῶν ἐκείνων τῶν κατηγορούντων τὸν ἔπαινον; Κἂν γὰρ μυριάκις ὦσιν ὑβρισταὶ, πάντως ἐπαινέσονταί σε καὶ ἀποδέξονται τῆς περὶ τοὺς πατέρας κηδεμονίας· ὥσπερ, ἂν μὴ τοῦτο ποιῶμεν, ἅπαντες ἡμῶν καταγνώσονται, καὶ αὐτοὶ οἱ κακῶς λέγοντες. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ἀλλ' ὅτι καὶ ἐκεῖ τὴν ἐσχάτην δώσομεν δίκην. Οὐδὲν γὰρ οὕτω τὰς Ἐκκλησίας λυμαίνεται, ὡς τοῦτο τὸ νόσημα· καὶ καθάπερ σῶμα μὴ μετὰ ἀκριβείας συνδεδεμένον τῇ τῶν νευρῶν περιβολῇ, πολλὰς τίκτει τὰς ἀῤῥωστίας, καὶ ἀβίωτον ποιεῖ τὸν βίον· οὕτω καὶ Ἐκκλησία, μὴ σφοδρᾷ καὶ ἀῤῥαγεῖ τῇ τῆς ἀγάπης ἁλύσει περιβεβλημένη, μυρίους τίκτει πολέμους, καὶ τὴν ὀργὴν τοῦ Θεοῦ αὔξει, καὶ πολλῶν πειρασμῶν γίνεται ὑπόθεσις. Ἵνα οὖν μὴ ταῦτα συμβαίνῃ, μηδὲ τὸν Θεὸν παροξύνωμεν, καὶ τὰ ἡμέτερα ἐπαυξήσωμεν κακὰ, καὶ τὴν κόλασιν ἀπαραίτητον παρασκευάζωμεν, καὶ πολλῆς ἀηδίας πληρῶμεν τὴν ζωὴν τὴν ἡμετέραν, πρὸς εὐφημίαν τὴν γλῶτταν μεταθέντες, τὸν ἑαυτῶν καθ' ἑκάστην ἡμέραν περιεργαζώμεθα βίον, καὶ τὴν ἑτέρων ζωὴν τῷ τὰ ἀπόῤῥητα μετὰ ἀκριβείας εἰδότι κρίνειν ἐπιτρέψαντες, αὐτοὶ τὰ ἑαυτῶν ἁμαρτήματα κρίνωμεν. Οὕτω γὰρ καὶ τὸ τῆς γεέννης δυνησόμεθα διαφυγεῖν πῦρ. Ὥσπερ γὰρ οἱ τὰ ἀλλότρια πολυπραγμονοῦντες κακὰ, τῶν οἰκείων οὐδένα ποιοῦνται λόγον· οὕτως οἱ δεδοικότες εἰς τὸν ἑτέρων παρακύψαι βίον, πολλὴν ἑαυτοῖς τῶν πεπλημμελημένων ποιήσονται τὴν φροντίδα· οἱ δὲ τὰ ἑαυτῶν ἀναλογιζόμενοι κακὰ, καὶ ταῦτα καθ' ἑκάστην κρίνοντες τὴν ἡμέραν, καὶ δίκας ἑαυτοὺς ἀπαιτοῦντες, ἥμερον ἕξουσι τότε τὸν δικαστήν. Καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγεν· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα ὑπὸ Κυρίου. Ἵν' οὖν διαφύγωμεν τὴν ψῆφον ἐκείνην, πάντα τὰ ἄλλα ἀφέντες, περιεργαζώμεθα τὴν ἑαυτῶν ζωὴν, καὶ κολάζωμεν τὸν λογισμὸν τὸν ἁμαρτάνειν ἀναπείθοντα, καὶ κατανύττωμεν τὸ συνειδὸς, καὶ λόγον ἑαυτοὺς ἀπαιτῶμεν τῶν πεπραγμένων ἡμῖν. Οὕτω γὰρ δυνησόμεθα κοῦφον τῶν ἁμαρτημάτων ποιήσαντες τὸ φορτίον, συγγνώμης ἀπολαῦσαι πολλῆς, καὶ τὸν παρόντα βίον μεθ' ἡδονῆς διάγειν, καὶ τῶν μελ-
have never afforded any handle to anyone), but so that you may learn that even if you had wicked fathers and tiresome teachers, not even so would it have been free from danger for you, nor safe, to blaspheme them and to revile them. For if concerning bodily parents a certain wise man says, Even if his understanding fail, have forbearance; for what will you render back to them, even as they to you?—far more concerning spiritual parents must one keep this law, and each man must pry into and meddle with his own life, lest on that day we hear, Hypocrite, why do you look at the speck that is in your brother's eye, yet do not take note of the beam that is in your own eye? For indeed it is the work of hypocrites in public and with all looking on to kiss the hands of the priests, and to clasp their knees, and to beg them to pray on their behalf, and when in need of baptism to run to their doors, yet at home and in the marketplaces to drench with ten thousand reproaches those who are for us the authors and ministers of so great goods, or to put up with others reproaching them. For if the father is truly bad, how do you reckon him to be a trustworthy minister of the mystagogy of those dread mysteries? Whereas if he seems to you to be a trustworthy minister of them, for what reason do you put up with others speaking ill of him, and do not stop their mouths, nor feel indignant, nor grow vexed, so that you may receive both a great reward from God and praise from those very accusers? For even if they be insolent men ten thousand times over, they will most certainly praise you and welcome you for your solicitude concerning your fathers; just as, if we do not do this, all men will condemn us, even those very men who speak ill of them. And not this alone is what is terrible, but that there also we shall pay the utmost penalty. For nothing so mars the Churches as this disease; and just as a body not bound together with exactness by the encompassing sinews begets many infirmities, and makes life unlivable, so also a Church, when not encompassed by the strong and unbreakable chain of love, begets ten thousand wars, and increases the wrath of God, and becomes an occasion of many trials. Lest, then, these things come to pass, and lest we provoke God, and augment our own evils, and prepare for ourselves inexorable chastisement, and fill our own life with great unpleasantness, having transferred our tongue to fair speech, let us pry each day into our own life, and having entrusted it to Him Who knows secret things with exactness to judge the life of others, let us ourselves judge our own sins. For thus we shall also be able to escape the fire of Gehenna. For just as those who meddle with the evils of others take no account of their own, so those who fear to peep into the life of others will take great thought for themselves concerning their own transgressions; and those who reckon up their own evils, and judge these each day, and exact penalties of themselves, will have the Judge gentle then. And Paul, declaring this, used to say: For if we judged ourselves, we should not be judged by the Lord. That we may escape that vote, then, having left all other things aside, let us pry into our own life, and chastise the thought that persuades us to sin, and prick our conscience, and exact an account from ourselves of the things done by us. For thus, having made the burden of our sins light, we shall be able to enjoy abundant pardon, and to pass the present life with pleasure, and of the things to