Προφήτης. Ὁ μὲν γάρ φησι· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεὸς, Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου, σὺ δὲ ἐμίσησας παιδείαν; Ὁ δὲ Ἀπόστολος πρὸς αὐτοὺς τούτους πάλιν ἀποτεινόμενος, τοὺς ἐπὶ τῇ διδασκαλίᾳ μέγα φρονοῦντας, οὕτω πως φησί· Πέποιθας σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων· ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Ἐπεὶ οὖν οὔτε ἐμὲ τὸν λέγοντα τὸ λέγειν, οὔτε ὑμᾶς τοὺς ἀκούοντας τὸ ἀκούειν ἄνευ τοῦ πείθεσθαι τοῖς λεγομένοις ὠφελῆσαι δύναιτ' ἂν, ἀλλὰ καὶ καταδικάζει πλέον, μὴ μέχρι τῆς ἀκροάσεως τὴν σπουδὴν ἐπιδειξώμεθα, ἀλλ' ἐπὶ τῶν ἔργων φυλάττωμεν τὰ λεγόμενα. Καλὸν μὲν γὰρ τὸ διηνεκῶς ἐνδιατρίβειν θείων ἀκροάσει λογίων· ἀλλὰ τὸ καλὸν τοῦτο ἄχρηστον γίνεται, ὅταν τὴν ἐκ τῆς ὑπακοῆς ὠφέλειαν μὴ ἔχῃ συνεζευγμένην. Ἵνα οὖν μὴ μάτην ἐνταῦθα συλλέγησθε, μετὰ πάσης σπουδῆς, ὃ πολλάκις ὑμῶν ἐδεήθην, καὶ δεόμενος οὐ παύσομαι, τοὺς ἀδελφοὺς ἡμῖν ἐπισπάσασθε, τοὺς πλανωμένους παραινέσατε, συμβουλεύσατε μὴ λόγῳ μόνον, ἀλλὰ καὶ ἔργῳ. Μείζων αὕτη ἡ διδασκαλία ἡ διὰ τῶν τρόπων, ἡ διὰ τῆς πολιτείας. Κἂν μηδὲν εἴπῃς, ἐξέλθῃς δὲ ἀπὸ συνάξεως, διὰ τοῦ σχήματος, καὶ τοῦ βλέμματος, καὶ τῆς φωνῆς, καὶ τῆς βαδίσεως, καὶ τῆς ἄλλης ἁπάσης καταστολῆς ἐμφαίνων τοῖς ἀπολειφθεῖσιν ἀνθρώποις τὸ κέρδος, ὅπερ ἐντεῦθεν ἐξῆλθες λαβὼν, ἀρκεῖ τοῦτο εἰς παραίνεσιν καὶ συμβουλήν. Οὕτω γὰρ ἡμᾶς ἐντεῦθεν ἐξιέναι δεῖ, ὥσπερ ἐξ ἱερῶν ἀδύτων, ὥσπερ ἐξ αὐτῶν καταβάντας τῶν οὐρανῶν, γενομένους κατεσταλμένους, φιλοσοφοῦντας, ῥυθμῷ πάντα καὶ ποιοῦντας καὶ λέγοντας· καὶ γυνὴ τὸν ἄνδρα ὁρῶσα ἀπὸ συνάξεως ἀναχωροῦντα, καὶ τὸν υἱὸν πατὴρ, καὶ τὸν πατέρα ὁ παῖς, καὶ τὸν δεσπότην ὁ δοῦλος, καὶ τὸν φίλον ὁ φίλος, καὶ τὸν ἐχθρὸν ὁ ἐχθρὸς, λαμβανέτωσαν ἅπαντες αἴσθησιν τῆς ἐνταῦθα γενομένης ἡμῖν ὠφελείας· λήψονται δὲ, ἂν πραοτέρων, ἂν φιλοσοφωτέρων, ἂν εὐλαβεστέρων ὑμῶν γεγενημένων αἰσθάνωνται. Ἐννόησον οἵας ἀπολαύεις μυσταγωγίας ο μεμυημένος σὺ, μετὰ τίνων ἀναπέμπεις τὸ μυστικὸν μέλος ἐκεῖνο, μετὰ τίνων βοᾷς τὸ, Τρισάγιος. Δίδαξον τοὺς ἔξωθεν, ὅτι μετὰ τῶν σεραφὶμ ἐχόρευσας, ὅτι εἰς τὸν δῆμον τὸν ἄνω τελεῖς, ὅτι εἰς τὸν χορὸν ἐνεγράφης τὸν τῶν ἀγγέλων, ὅτι τῷ Δεσπότῃ διελέχθης, ὅτι τῷ Χριστῷ συνεγένου. Ἂν οὕτως ἑαυτοὺς ῥυθμίζωμεν, οὐδὲν ἐξελθόντες δεησόμεθα λόγου πρὸς τοὺς ἀπολειφθέντας· ἀλλ' ἀπὸ τῆς ἡμετέρας ὠφελείας, τῆς οἰκείας αἰσθήσονται ζημίας, καὶ δραμοῦνται ταχέως, ὥστε τῶν αὐτῶν ἀπολαῦσαι. Τὸ γὰρ κάλλος ὑμῶν τῆς ψυχῆς διὰ τῶν αἰσθήσεων αὐτῶν ἀπολάμπον ὁρῶντες, κἂν ἁπάντων ὦσι νωθρότεροι, εἰς ἔρωτα τῆς εὐπρεπείας ἐμπεσοῦνται τῆς ὑμετέρας. Εἰ γὰρ σώματος κάλλος ἀναπτεροῖ τοὺς ὁρῶντας, πολλῷ μᾶλλον εὐμορφία ψυχῆς διεγεῖραι δύναιτ' ἂν τὸν θεατὴν, καὶ πρὸς τὸν ἴσον παρακαλέσαι ζῆλον. Καλλωπίσωμεν τοίνυν ἡμῶν τὸν ἔσω ἄνθρωπον, καὶ τῶν ἐνταῦθα λεγομένων ἔξω μνημονεύωμεν· ἐκεῖ γὰρ αὐτῶν μάλιστα τῆς μνήμης ὁ καιρός· καὶ καθάπερ
Prophet. For the one says: But to the sinner God said, Why do you declare My statutes, and take up My covenant through your mouth, whereas you have hated discipline? And the Apostle, again directing his words towards these very men who think highly of themselves upon their teaching, speaks somewhat thus: You are confident that you yourself are a guide of the blind, a light of those in darkness, an instructor of the foolish, a teacher of babes; you, then, who teach another, do you not teach yourself? Since, therefore, neither speaking could profit me the speaker, nor hearing profit you the hearers, apart from obeying the things spoken, nay it even condemns us the more, let us not display our earnestness merely as far as hearing, but let us keep the things spoken in our deeds. For it is good indeed to tarry continually in the hearing of divine oracles; yet this good thing becomes useless when it does not have yoked together with it the profit that comes from obedience. So that you may not gather together here in vain, with all earnestness—what I have often begged of you, and shall not cease begging—draw our brethren to us, exhort those who wander astray, counsel them not by word alone, but also by deed. Greater is this teaching, that through conduct, that through one's way of life. Even if you say nothing, yet go forth from the assembly displaying, through your bearing, and your look, and your voice, and your gait, and all the rest of your deportment, to the men left behind the gain which you received and went forth with from here, this suffices for exhortation and counsel. For thus ought we to go forth from here, as from sacred shrines, as having come down from the very heavens, having become composed, practising true philosophy, both doing and saying everything with due measure: and let a wife seeing her husband returning from the assembly, and a father his son, and a child his father, and a slave his master, and a friend his friend, and an enemy his enemy, all perceive a sense of the benefit wrought in us here; and they will perceive it if they are sensible that you have become gentler, more philosophic, more reverent. Reflect what mystagogy you enjoy, you who are initiated, with whom you send up that mystical song, with whom you cry the Thrice-Holy. Teach those outside that you have danced in chorus with the seraphim, that you belong to the citizen-body above, that you have been enrolled in the choir of the angels, that you have conversed with the Master, that you have kept company with Christ. If we thus regulate ourselves, when we go forth we shall have no need of speech towards those left behind; rather, from our benefit they will perceive their own loss, and will run swiftly so as to enjoy the same blessings. For seeing the beauty of your soul shining forth through your very senses, even if they are more sluggish than all men, they will fall in love with your comeliness. For if beauty of body gives wings to beholders, much more could comeliness of soul rouse up the spectator and summon him towards equal zeal. Let us adorn, therefore, our inner man, and let us remember outside the things spoken here; for there above all is the season for remembering them; and just as