Migne Reading Room

PG 51 · cols. 175–178 bis · Read from the page

Homilia adversus eos qui non adfuerant, et in illud: Si esurierit inimicus tuus, ciba illum (Rom. 12:20; Hom. XV)

Homilia adversus eos qui non adfuerant, et in illud: Si esurierit inimicus tuus, ciba illum (Rom. 12:20; Hom. XV)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:175Read from the page
τον, οὐκ ἰσχύομεν στενοχωρεῖσθαι καὶ θλίβεσθαι ἐν τῷ πλήθει, ἱδρῶτι πάντοθεν περιρρεόμενοι καὶ ἀχθόμενοι τῇ θέρμῃ καὶ τῇ στενοχωρίᾳ· αἰσχύνομαι μὲν ὑπὲρ αὐτῶν, πιστεύσατε· γυναικώδεις γὰρ αἱ σκήψεις, μᾶλλον δὲ οὐδὲ ἐκείναις πρὸς συγγνώμην ἀρκοῦσαι αἱ προφάσεις, αἷς μαλακώτερα τὰ σώματα, καὶ ἀσθενεστέρα ἡ φύσις. Πλὴν εἰ καὶ αἰσχρὸν τὸ ἀποκρίνασθαι πρὸς τὴν τοιαύτην ἀπολογίαν, ἀλλ' ἀναγκαῖον ὅμως. Εἰ γὰρ ἐκεῖνοι τοιαῦτα προφασίζονται, καὶ οὐκ ἐρυθριῶσι, πολλῷ μᾶλλον ἡμᾶς οὐκ αἰσχύνεσθαι χρὴ πρὸς ταῦτα ἀντιλέγοντας. Τί οὖν εἴποιμι τοῖς ταῦτα προβαλλομένοις; Τῶν τριῶν παίδων ἀναμνῆσαι αὐτοὺς βούλομαι τῶν ἐν τῇ καμίνῳ καὶ ἐν τῇ φλογὶ, οἳ πανταχόθεν αὐτοῖς περιτρέχον τὸ πῦρ ὁρῶντες, καὶ τῷ στόματι καὶ τοῖς ὀφθαλμοῖς, καὶ αὐτῇ περικεχυμένον τῇ ἀναπνοῇ, οὐκ ἐπαύσαντο τὸν ἱερὸν καὶ μυστικὸν ἐκεῖνον ὕμνον ᾄδοντες τῷ Θεῷ μετὰ τῆς κτίσεως, ἀλλὰ τῶν ἐν λειμῶνι διατριβόντων, ἐν μέσῃ τότε ἑστῶτες τῇ πυρᾷ, προθυμότερον τὴν εὐφημίαν τῷ κοινῷ τῶν ὅλων ἀνέπεμπον Δεσπότῃ· καὶ μετὰ τῶν τριῶν παίδων τούτων, τῶν λεόντων αὐτοῖς τῶν ἐν Βαβυλῶνι, καὶ τοῦ Δανιὴλ καὶ τοῦ λάκκου· οὐχὶ δὲ τούτου μόνου, ἀλλὰ καὶ ἑτέρου λάκκου καὶ προφήτου, καὶ βορβόρου μέχρι τραχήλου τὸν Ἰερεμίαν ἀποπνίγοντος ἀναμνησθῆναι πάλιν αὐτοὺς ἀξιῶ. Καὶ ἀπὸ τῶν λάκκων ἀναβὰς, εἰσαγαγεῖν εἰς τὸ δεσμωτήριον βούλομαι τούτους τοὺς τὸ καῦμα προβαλλομένους, καὶ δεῖξαι τὸν Παῦλον ἐκεῖ καὶ τὸν Σίλαν τῷ ξύλῳ προσδεδεμένους, μωλώπων γέμοντας καὶ τραυμάτων, τῷ πλήθει τῶν πληγῶν ἅπαν καταξανθέντας τὸ σῶμα, ἐν μέσῃ τῇ νυκτὶ τὸν Θεὸν ὑμνοῦντας, καὶ τὴν ἱερὰν ἐκείνην παννυχίδα ἐπιτελοῦντας. Πῶς γὰρ οὐκ ἄτοπον τοὺς μὲν ἁγίους ἐκείνους, ἐν καμίνῳ, καὶ πυρὶ, καὶ λάκκῳ, καὶ θηρίοις, καὶ βορβόρῳ, καὶ δεσμωτηρίῳ, καὶ ξύλῳ, καὶ πληγαῖς, καὶ φυλακαῖς, καὶ τοῖς ἀφορήτοις ὄντας δεινοῖς, μηδὲν τούτων αἰτιᾶσθαι πώποτε, ἀλλὰ μετὰ πολλοῦ τοῦ τόνου καὶ προθυμίᾳ ζεούσῃ εὐχαῖς καὶ ὕμνοις ἱεροῖς ἐνδιατρίβειν διηνεκῶς, ἡμᾶς δὲ οὐ μικρὸν, οὐ μέγα τῶν ἀπηριθμημένων ὑπομείναντας παθῶν, διὰ καῦμα, καὶ θέρμην βραχεῖαν καὶ ἱδρῶτα, τῆς οἰκείας αὐτῶν ἀμελεῖν σωτηρίας, καὶ τὰς συνάξεις ἀφέντας ἔξω πλανᾶσθαι, συλλόγοις προσφθειρομένους οὐδὲν ἔχουσιν ὑγιές; Τοσαύτη δρόσος τῶν θείων λογίων, καὶ καῦμα προβάλλῃ; Τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, φησὶν ὁ Χριστὸς, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον· καὶ πάλιν, Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Πηγὰς ἔχων, εἰπέ μοι, καὶ ποταμοὺς πνευματικοὺς, καῦμα δέδοικας αἰσθητόν; ἐπὶ δὲ τῆς ἀγορᾶς, εἰπέ μοι, ἔνθα τοσοῦτος θόρυβος καὶ στενοχωρία καὶ πολὺς ὁ καύσων, πῶς οὐ προβάλλῃ πνῖγος καὶ θέρμην; Οὐ γὰρ δὴ τοῦτο ἔχεις ἂν εἰπεῖν, ὅτι ἐκεῖ μὲν ψυχροτέρας τῆς τοῦ ἀέρος φύσεως ἔστιν ἀπολαύειν, ἐνταῦθα δὲ ἅπαν ἡμῖν συνῆκται τὸ πνῖγος, ἀλλὰ πᾶν τοὐναντίον, ἐνταῦθα μὲν καὶ ἀπὸ τῆς ὑποκειμένης πλακὸς, καὶ ἀπὸ τῆς ἄλλης τοῦ οἴκου κατασκευῆς (καὶ γὰρ εἰς ὕψος ἀνέστηκεν ἄφατον) κουφότερος καὶ ψυχρότερος ὁ ἀήρ· ἐκεῖ δὲ πολὺς μὲν ἥλιος πανταχοῦ, πολλὴ δὲ ἡ στενοχωρία καὶ καπνὸς καὶ κόνις, καὶ ἕτερα πολλῷ πλείονα τούτων ἐπιτείνοντα τὴν ἀηδίαν. Ὅθεν δῆλον, ὅτι ῥᾳθυ
heat, we are not strong enough to be crowded and pressed in the multitude, streaming with sweat on every side and weighed down by the warmth and the crowding—I am ashamed on their behalf, believe me; for the pretexts are womanish, or rather not even for women, whose bodies are softer and whose nature is weaker, would these excuses suffice for pardon. Nevertheless, even though it is ashaming to answer such a defence, yet it is necessary. For if those men put forward such excuses and do not blush, much more ought we not to be ashamed in speaking against these things. What then should I say to those who put these things forward? I wish to remind them of the Three Youths in the furnace and in the flame, who, seeing the fire running round about them on every side, and poured round their mouth and their eyes and their very breath, did not cease singing to God that sacred and mystical hymn together with creation, but, standing then in the midst of the pyre, sent up their praise to the common Master of all more eagerly than men tarrying in a meadow; and along with these Three Youths, I beg to remind them again of the lions in Babylon, and of Daniel and the den—and not of this den only, but also of another pit and prophet, and of the mire choking Jeremiah up to the neck. And going up from the pits, I wish to lead these men who put forward the scorching heat into the prison, and to show them Paul and Silas bound fast there to the stocks, full of welts and wounds, their whole body lacerated by the multitude of stripes, hymning God at midnight and celebrating that sacred all-night vigil. For how is it not absurd that those saints, being in furnace, and fire, and den, and among wild beasts, and in mire, and prison, and stocks, and stripes, and wardings, and unendurable terrors, never blamed any of these things at all, but with great intensity and boiling zeal tarried continually in sacred prayers and hymns, whereas we, who have endured neither small nor great of the sufferings enumerated, on account of heat and a brief warmth and sweat neglect our own salvation, and, leaving the assemblies, wander outside, corrupting ourselves in gatherings that have nothing wholesome in them? So great is the dew of the divine oracles, and do you put forward the heat? The water that I shall give him, says Christ, shall become in him a spring of water leaping up into eternal life; and again, He who believes in Me, as the Scripture said, out of his belly shall flow rivers of living water. Possessing spiritual springs and rivers, tell me, do you fear sensible heat? Yet in the market-place, tell me, where there is so great tumult and crowding and intense scorching heat, how is it that you do not put forward stifling heat and warmth? For surely you cannot say this—that there one may enjoy a cooler nature of the air, whereas here all the stifling heat has been gathered together upon us; nay, quite the contrary: here, both from the underlying stone pavement and from the rest of the structure of the house (for indeed it rises to an unspeakable height), the air is lighter and cooler; whereas there much sun shines everywhere, and great is the crowding, and smoke, and dust, and far more other things than these that intensify the discomfort. Whence it is evident that of
PG 51:176Read from the page
μίας καὶ ψυχῆς ἀναπεπτωκυίας καὶ τῆς τοῦ Πνεύματος φλογὸς ἀπεστερημένης αὗται αἱ προφάσεις αἱ ἄλογοι.
laxity and of a slackened soul deprived of the flame of the Spirit are these irrational excuses.
γʹ. Ταῦτα οὐχὶ πρὸς ἐκείνους τοσοῦτον ἀποτεινόμενος λέγω νῦν, ὅσον πρὸς ὑμᾶς τοὺς οὐκ ἐπισπωμένους, τοὺς οὐκ ἀνιστῶντας αὐτοὺς ἀπὸ τῆς ῥᾳθυμίας, καὶ πρὸς τὴν σωτηρίαν ταύτην ἕλκοντας τράπεζαν. Καὶ οἰκέται μὲν κοινὴν μέλλοντες ἐκπληροῦν διακονίαν, τοὺς αὐτῶν συνδούλους καλοῦσιν· ὑμεῖς δὲ ἐπὶ τὴν πνευματικὴν ταύτην μέλλοντες ἀπαντᾷν ὑπηρεσίαν, περιορᾶτε τοὺς ὁμοδούλους τοῦ κέρδους ἀποστερουμένους. Τί οὖν, εἰ μὴ βούλοιντο, φησί; Ποίησον αὐτοὺς βουληθῆναι τῇ συνεχεῖ προσεδρείᾳ· ἂν γὰρ ἴδωσιν ἐπικειμένους ἡμᾶς, πάντως βουλήσονται. Ἀλλὰ γὰρ σκῆψις ταῦτα καὶ πρόφασις. Πόσοι γοῦν ἐνταῦθα πατέρες εἰσὶ καὶ τοὺς υἱοὺς οὐκ ἔχουσι μεθ' ἑαυτῶν ἑστῶτας; μὴ καὶ τῶν τέκνων ἐπισπάσασθαί σοι δύσκολον ἦν; Ὅθεν δῆλον ὅτι καὶ οἱ λοιποὶ οὐ παρὰ τὴν οἰκείαν ῥᾳθυμίαν μόνον, ἀλλὰ καὶ παρὰ τὴν ὑμετέραν ὑπεροψίαν ἔξω μένουσιν. Ἀλλ' εἰ καὶ μὴ πρότερον, νῦν γοῦν διανάστητε, καὶ μετὰ τοῦ μέλους ἕκαστος εἰς τὴν ἐκκλησίαν εἰσιέτω, καὶ πατὴρ υἱὸν, καὶ υἱὸς τὸν γεγεννηκότα, καὶ γυναῖκας ἄνδρες, καὶ ἄνδρας γυναῖκες, καὶ δεσπότης δοῦλον, καὶ ἀδελφὸς ἀδελφὸν, καὶ φίλος φίλον διεγειρόντων καὶ παρορμώντων πρὸς τὴν ἐνταῦθα σύνοδον· μᾶλλον δὲ μὴ τοὺς φίλους μόνον, ἀλλὰ καὶ τοὺς ἐχθροὺς καλῶμεν ἐπὶ τὸν κοινὸν τοῦτον τῶν ἀγαθῶν θησαυρόν. Ἂν ἴδῃ σου τὴν πρόνοιαν ὁ ἐχθρὸς, καταλύσει τὴν ἀπέχθειαν πάντως.
3. I speak these things now directing my words not so much towards those men as towards you who do not draw them in, who do not rouse them up from their laxity and draw them towards this saving table. Even household servants, when about to fulfil a common ministry, summon their fellow-slaves; whereas you, when about to resort to this spiritual service, disregard your fellow-slaves being deprived of the gain. What then, says one, if they should be unwilling? Make them willing by your continual persistence; for if they see us pressing upon them, they will by all means be willing. Nay, these things are pretext and excuse. How many fathers, at all events, are here and do not have their sons standing with them? Was it difficult for you to draw in your children also? Whence it is evident that the rest also remain outside not on account of their own laxity alone, but also on account of your disregard. Yet even if not before, rouse yourselves up at least now, and let each one enter into the church with his own member, and let father stir up and urge on son, and son him who begot him, and husbands wives, and wives husbands, and master slave, and brother brother, and friend friend towards the gathering here—nay rather, let us call not friends alone, but enemies also to this common treasury of good things. If your enemy sees your provident care, he will by all means lay aside his enmity.
Εἰπὲ πρὸς αὐτόν· Οὐκ αἰσχύνῃ Ἰουδαίους, οὐδὲ ἐρυθριᾷς, οἳ μετὰ τοσαύτης ἀκριβείας τὸ σάββατον φυλάττουσι, καὶ ἀπὸ τῆς ἑσπέρας αὐτῆς πάσης ἐργασίας ἀφίστανται; Κἂν ἴδωσι τὸν ἥλιον πρὸς δυσμὰς ἐπειγόμενον ἐν τῇ τῆς παρασκευῆς ἡμέρᾳ, καὶ συμβόλαια διακόπτουσι, καὶ πράσεις διατέμνουσι· κἂν πριάμενός τις παρ' αὐτῶν πρὸ τῆς ἑσπέρας, ἐν ἑσπέρᾳ τὴν τιμὴν ἔλθῃ κομίζων, οὐκ ἀνέχονται λαβεῖν, οὐδὲ ὑποδέξασθαι τὸ ἀργύριον. Καὶ τί λέγω τιμὴν ὠνίων καὶ συμβόλαια; κἂν θησαυρὸν ἐξῆν λαβεῖν, ἕλοιντ' ἂν ἀπολέσαι τὸ κέρδος, ἢ καταπατῆσαι τὸν νόμον. Εἶτα Ἰουδαῖοι μὲν, καὶ ταῦτα ἀκαίρως τηροῦντες τὸν νόμον οὕτως εἰσὶν ἀκριβεῖς, καὶ φυλακῆς ἀντέχονται οὐδὲν αὐτοὺς ὠφελούσης, ἀλλὰ καὶ καταβλαπτούσης· σὺ δὲ, ὁ τῆς σκιᾶς ἀνώτερος, ὁ τὸν ἥλιον τῆς δικαιοσύνης ἰδεῖν καταξιωθεὶς, ὁ πρὸς τὴν τῶν οὐρανῶν πολιτείαν τελῶν, οὐδὲ τὴν αὐτὴν ἐκείνοις ἐπιδείκνυσαι σπουδὴν τοῖς τῇ κακίᾳ προσεδρεύουσιν ἀκαίρως, ὁ τὴν ἀλήθειαν ἐγχειρισθεὶς, ἀλλὰ μικρὸν μέρος ἡμέρας ἐνταῦθα καλούμενος, οὐδὲ τοῦτο ὑπομένεις ἀναλῶσαι πρὸς τὴν τῶν θείων ἀκρόασιν λογίων; καὶ ποίας ἂν τύχοις συγγνώμης, εἰπέ μοι; τίνα δὲ ἕξεις ἀπολογίαν εἰπεῖν εὔλογον καὶ δικαίαν; Οὐκ ἔστιν, οὐκ ἔστι τὸν οὕτως ἀμελῆ καὶ ῥᾴθυμον συγγνώμης τυχεῖν ποτε, κἂν μυριάκις ἀνάγκας προβάλληται πραγμάτων βιωτικῶν. Οὐκ οἶδας, ὅτι ἐὰν ἐλθὼν προσκυνήσῃς τὸν Θεὸν, καὶ μετάσχῃς τῆς ἐνταῦθα διατριβῆς, μᾶλλόν σοι τὰ ἐν χερσὶν εὐμαρίζεται πράγματα; Βιωτικὰς ἔχεις φροντίδας; Διὰ ταύτας μὲν οὖν ἐνταῦθα ἀπάντησον, ἵνα τὴν εὔνοιαν
Say to him: Are you not ashamed before the Jews, nor do you blush, who with so great exactness keep the Sabbath, and from the very evening abstain from every work? Even if they see the sun hastening towards its setting on the day of the Preparation, they both break off contracts and cut short sales; and even if someone who has bought from them before evening comes in the evening bringing the price, they cannot bear to take it, nor to receive the money. And why do I speak of the price of wares and contracts? Even if it were possible to receive a treasure, they would choose to lose the gain rather than trample upon the law. Then the Jews, though unseasonably keeping the law, are thus exact, and cling to an observance that profits them nothing, nay even harms them; while you, who are higher than the shadow, who have been counted worthy to behold the Sun of righteousness, who belong to the polity of the heavens, do not even display the same earnestness as those who sit unseasonably beside evil, though you have been entrusted with the truth, but when called hither for a small part of a day, do not even endure to spend this upon the hearing of the divine oracles? And what pardon could you obtain, tell me? And what reasonable and just defence will you have to state? It is not possible, it is not possible for one so neglectful and lax ever to obtain pardon, even if ten thousand times he puts forward necessities of worldly affairs. Do you not know that if you come and worship God, and partake of the tarrying here, the affairs in your hands are all the more smoothed out for you? Have you worldly cares? On account of these very cares, then, resort hither, so that having drawn to yourself the goodwill
PG 51:177Read from the page
ἐπισπασάμενος τοῦ Θεοῦ διὰ τῆς ἐνταῦθα διατριβῆς, οὕτω μετ' ἀσφαλείας ἐξέλθῃς· ἵνα ἔχῃς αὐτὸν σύμμαχον, ἵνα ἀκαταγώνιστος γένῃ τοῖς δαίμοσιν ὑπὸ τῆς ἄνωθεν βοηθούμενος χειρός. Ἂν ἀπολαύσῃς εὐχῶν πατρικῶν, ἂν μετάσχῃς κοινῆς εὐχῆς, ἂν ἀκούσῃς θείων λογίων, ἂν ἐπισπάσῃ τοῦ Θεοῦ τὴν βοήθειαν, ἂν τούτοις τοῖς ὅπλοις φραξάμενος οὕτως ἐξέλθῃς, οὐδὲ αὐτὸς ὁ διάβολος ἀντιβλέψαι δυνήσεταί σοι λοιπὸν, μήτι γε ἄνθρωποι πονηροὶ, σπουδάζοντες ἐπηρεάζειν καὶ συκοφαντεῖν. Ἂν δὲ ἀπὸ τῆς οἰκίας ἐπὶ τὴν ἀγορὰν ἔλθῃς, γυμνὸς τῶν ὅπλων τούτων εὑρεθεὶς, εὐχείρωτος ἔσῃ τοῖς ἐπηρεάζουσιν ἅπασι. Διὰ τοῦτο πολλὰ καὶ ἐν τοῖς κοινοῖς καὶ ἐν τοῖς ἰδίοις πράγμασι παρὰ γνώμην ἡμῖν ἀπαντᾷ, ὅτι οὐ περὶ τὰ πνευματικὰ πρῶτον ἐσπουδάκαμεν, καὶ τότε περὶ τὰ βιωτικὰ, ἀλλ' ἀντεστρέψαμεν τὴν τάξιν. Διὰ τοῦτο καὶ ἡ τῶν πραγμάτων ἀκολουθία καὶ εὐθύτης ἀντέστραπται, καὶ πολλῆς ἡμῖν ἅπαντα γέμει ταραχῆς. Πῶς οἴεσθέ με ὀδυνᾶσθαι καὶ ἀλγεῖν, ὅταν ἐννοήσω, ὅτι πανηγύρεως μὲν καὶ ἑορτῆς ἐπιστάσης, κἂν μηδεὶς ὁ καλῶν ᾖ, πᾶσα ἡ πόλις συντρέχει· πανηγύρεως δὲ καὶ ἑορτῆς ἀπελθούσης, κἂν ἅπασαν τὴν ἡμέραν διατελέσωμεν διαρρηγνύντες ἑαυτοὺς καὶ καλοῦντες ὑμᾶς, οὐδεὶς ὁ προσέχων ἐστί; Ταῦτα γὰρ πολλάκις ἐν διανοίᾳ στρέφων, χαλεπῶς ἀνεστέναξα, καὶ πρὸς ἐμαυτὸν εἶπον· Τί δεῖ παραινέσεως, ἢ συμβουλῆς, συνηθείᾳ ἁπλῶς ἅπαντα ποιούντων ὑμῶν, καὶ οὐδὲν ἀπὸ τῆς διδασκαλίας προθυμοτέρων γινομένων τῆς ἡμετέρας; Ὅταν γὰρ ἐν ἑορταῖς μὲν μηδὲν δεήσητε τῆς παρ' ἡμῶν παραινέσεως, ἀπελθουσῶν δὲ ἐκείνων μηδὲν ὠφελῆσθε παρὰ τῆς ἡμετέρας διδασκαλίας, οὐχὶ περιττὸν ἡμῶν ἀποφαίνετε τὸν λόγον, τό γε εἰς ὑμᾶς ἧκον;
of God through tarrying here, you may thus go forth with safety: so that you may have Him as your ally, so that you may prove unconquerable to the demons, being aided by the hand from above. If you enjoy paternal prayers, if you partake of common prayer, if you hear divine oracles, if you draw to yourself the help of God, if having fenced yourself round with these weapons you thus go forth, not even the devil himself will be able to look you in the face henceforth, much less wicked men eager to insult and traduce you. Whereas if you go from your house to the market-place and are found stripped of these weapons, you will be easily vanquished by all who insult you. On this account many things, both in public and in private affairs, turn out contrary to our intention, because we have not been earnest first concerning spiritual things and then concerning worldly things, but have inverted the order. On this account the sequence and straightness of our affairs has also been inverted, and everything for us teems with great confusion. How much grief and pain do you suppose I suffer when I reflect that when a solemn gathering and feast comes round, even if there is no one to summon them, the whole city runs together; yet when the solemn gathering and feast has departed, even if we spend the whole day bursting ourselves and calling you, there is no one who pays heed? For often revolving these things in my mind, I have groaned bitterly, and said to myself: What need is there of exhortation or counsel, when you do everything merely by custom, and become no whit more eager from our teaching? For when at feasts you have no need of exhortation from us, and once those have departed you derive no profit at all from our teaching, do you not render our discourse superfluous, at least so far as lies with you?
δʹ. Τάχα ἀλγοῦσι πολλοὶ τῶν ταῦτα ἀκουόντων. Ἀλλ' οὐχ οὕτως οἱ ῥᾳθυμοῦντες ἴσασιν· εἰ γὰρ, ἂν ἀπέθεντο τὴν ὀλιγωρίαν, ὡς ἡμεῖς οἱ καθ' ἑκάστην ἡμέραν τὰ ὑμέτερα μεριμνῶντες. Τί τοσοῦτον κερδαίνεις ἐκ τῶν ἔξωθεν πραγμάτων, ὅσον ζημιοῖς ἑαυτόν; Οὐκ ἔστιν ἐξ ἑτέρας συνάξεως ἢ συνόδου τοσοῦτον κέρδος λαβόντας ἀπελθεῖν, ὅσον ἀπὸ τῆς ἐνταῦθα διατριβῆς· κἂν δικαστήριον λέγῃς, κἂν βουλευτήριον, κἂν αὐτὰ τὰ βασίλεια. Οὐ γὰρ οἰκονομίαν τῶν ἐθνῶν καὶ πόλεων, οὐδὲ στρατοπέδων ἐπιστασίαν τοῖς ἐνταῦθα εἰσιοῦσιν ἐγχειρίζομεν, ἀλλ' ἑτέραν ἀρχὴν καὶ αὐτῆς τῆς βασιλείας σεμνοτέραν· μᾶλλον δὲ οὐχ ἡμεῖς ἐγχειρίζομεν, ἀλλ' ἡ τοῦ Πνεύματος χάρις.
4. Perhaps many of those who hear these things are grieved. Yet those who are lax do not know it thus—for if they did, they would have laid aside their negligence—as we do who each day take anxious thought for your welfare. What profit do you gain from outward affairs as great as the loss you inflict upon yourself? It is not possible from any other assembly or gathering to receive so great a gain and depart as from tarrying here—even if you name a law-court, or a council-chamber, or the very imperial palace itself. For we do not entrust to those who enter here the administration of nations and cities, nor the command of armies, but another sovereignty more venerable than kingship itself—or rather, it is not we who entrust it, but the grace of the Spirit.
Τίς οὖν ἐστιν ἡ ἀρχὴ ἡ τῆς βασιλείας σεμνοτέρα, ἣν οἱ ἐνταῦθα εἰσιόντες λαμβάνουσι; Παιδεύονται τῶν ἀτόπων κρατεῖν, βασιλεύειν ἐπιθυμίας πονηρᾶς, ἄρχειν ὀργῆς, ἀποτάσσειν φθόνον, δουλοῦσθαι κενοδοξίαν. Οὐκ ἔστιν οὕτω βασιλεὺς σεμνὸς, ὁ ἐπὶ τοῦ θρόνου καθήμενος τοῦ βασιλικοῦ, καὶ διάδημα περικείμενος, ὡς ἄνθρωπος τὸν ὀρθὸν ἐν ἑαυτῷ λογισμὸν ἐπὶ τὸν θρόνον τῆς ἀρχῆς τῶν δουλοπρεπῶν παθῶν
What then is the sovereignty more venerable than kingship, which those who enter here receive? They are trained to master unseemly impulses, to reign over evil desire, to rule anger, to set envy in its place, to enslave vainglory. Not so venerable is an emperor sitting upon the imperial throne and wearing a diadem, as a man who has raised right reason within himself upon the throne of rule over slavish passions,
PG 51:178Read from the page
ἀναβιβάσας, καὶ τῇ κατ' ἐκείνων δεσποτείᾳ, καθάπερ τινὶ διαδήματι λαμπρῷ, τὴν κεφαλὴν ἀναδήσας. Τί γὰρ ὄφελος ἁλουργίδος, εἰπέ μοι, καὶ χρυσῶν ἱματίων καὶ διαλίθου στεφάνου, ὅταν ἡ ψυχὴ τῶν παθῶν αἰχμάλωτος ᾖ; τί κέρδος ἐκ τῆς ἔξωθεν ἐλευθερίας, ὅταν κυριώτερον ἐν ἡμῖν δουλαγωγῆται αἰσχρῶς καὶ ἐλεεινῶς; Ὥσπερ γὰρ πυρετοῦ πρὸς τὸ βάθος καταδυομένου, καὶ τὰ ἔνδον ἅπαντα καταφλέγοντος, οὐδὲν ὄφελος ἐκ τῆς ἄνωθεν ἐπιφανείας τοῦ σώματος, ἂν μηδὲν πάσχῃ τοιοῦτον· οὕτως, τῆς ψυχῆς ἡμῖν ὑπὸ τῶν ἔνδον παθῶν παρασυρομένης, οὐδὲ ὄφελος τῆς ἔξωθεν ἀρχῆς, οὐδὲ τῆς καθέδρας τῆς βασιλικῆς, ὅταν ὁ νοῦς μετὰ πολλῆς τυραννίδος ἀπὸ τοῦ θρόνου τῆς βασιλείας ὑπὸ τῶν παθῶν καταστρέφηται, καὶ ὑποκύπτῃ καὶ τρέμῃ τὰς ἐπαναστάσεις αὐτῶν. Ὅπερ ἵνα μὴ γένηται, προφῆται καὶ ἀπόστολοι πάντοθεν συντρέχουσι, καταστέλλοντες ἡμῶν τὰ πάθη, καὶ τῆς ἐν ἡμῖν ἀλογίας τὴν θηριωδίαν πᾶσαν ἐκβάλλοντες, καὶ τὴν πολλῷ τῆς βασιλείας σεμνοτέραν ἀρχὴν ἡμῖν ἐγχειρίζοντες. Διὰ τοῦτο ἔλεγον, ὅτι οἱ ταύτης ἑαυτοὺς ἀποστεροῦντες τῆς ἐπιμελείας περὶ τὰ καίρια λαμβάνουσι τὴν πληγὴν, ζημίαν ὑπομένοντες, ὅσην οὐδαμόθεν ἄλλοθεν· ἐπειδὴ καὶ κέρδη κερδαίνουσιν ἐνταῦθα ἐρχόμενοι, ὅσα οὐδαμόθεν ἑτέρωθεν κερδᾶναι δύναιντ' ἄν· ὥσπερ οὖν καὶ ὁ λόγος ἀπέδειξεν. Οὐκ ὀφθήσῃ ἐνώπιον Κυρίου κενὸς, ὁ νόμος ἔλεγε· τουτέστι, χωρὶς θυσιῶν μὴ εἰσέλθῃς. Εἰ δὲ χωρὶς θυσιῶν οὐ δεῖ εἰσιέναι εἰς οἶκον Θεοῦ, πολλῷ μᾶλλον εἰς συνάξεις μετὰ ἀδελφῶν χρή· βελτίων γὰρ ἐκείνης αὕτη ἡ θυσία καὶ ἡ προσφορὰ, ὅταν ψυχὴν μετὰ σαυτοῦ λαβὼν εἰσέλθῃς. Οὐχ ὁρᾶτε τὰς περιστερὰς τὰς μεμελετηκυίας, πῶς ἐξιοῦσαι θηρεύουσιν ἑτέρας; Τοῦτο καὶ ἡμεῖς ποιῶμεν. Ποία γὰρ ἔσται σκῆψις, ὅταν τῶν ἀλόγων τὸ ὁμόφυλον ζῶον δυναμένων θηρεύειν, ἡμεῖς οἱ λόγῳ τιμηθέντες καὶ σοφίᾳ τοσαύτῃ, τῆς τοιαύτης ἄγρας ὑπερορῶμεν; Παρῄνεσα τῇ προτέρᾳ διαλέξει λέγων· Ἕκαστος ὑμῶν εἰς τὰς οἰκίας ἀπαντήσατε τῶν πλησίον, ἀναμείνατε ἐξελθόντας, κατάσχετε, καὶ ἐπαναγάγετε πρὸς τὴν κοινὴν μητέρα· καὶ τοὺς θεατρομανοῦντας μιμήσασθε, οἳ μετὰ πάσης σπουδῆς ἀλλήλοις συνταξάμενοι, οὕτως ὑπὸ τὴν ἕω πρὸς τὴν παράνομον ἀναμένουσι θέαν ἐκείνην. Ἀλλ' οὐδὲν πλέον ἡμῖν γέγονεν ἀπὸ τῆς παραινέσεως ἐκείνης. Διὰ τοῦτο πάλιν λέγω, καὶ λέγων οὐ παύσομαι, ἕως ἂν πείσω. Οὐδὲν ὠφελεῖ ἀκρόασις, ἐὰν μὴ πρᾶξις αὐτῇ παρῇ. Βαρυτέραν οὖν ἡμῖν ποιεῖ τὴν τιμωρίαν, ὅταν συνεχῶς τῶν αὐτῶν ἀκούοντες, μηδὲν τῶν λεγομένων ποιῶμεν. Καὶ ὅτι βαρυτέρα ἡ κόλασίς ἐστιν, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας· καὶ ὁ Ἀπόστολος δὲ, Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δικαιωθήσονται. Καὶ πρὸς τοὺς μὲν ἀκούοντάς φησι ταῦτα· βουλόμενος δὲ καὶ τὸν λέγοντα παιδεῦσαι, ὅτι οὐδὲ ἐκείνῳ κέρδος ἔσται τι πλέον ἀπὸ τῆς διδασκαλίας, ὅταν μὴ πολιτείαν ἔχῃ τῇ διδασκαλίᾳ συνεζευγμένην, καὶ συμβαίνοντα τῷ λόγῳ τὸν βίον, ἄκουσον πῶς καὶ ὁ Ἀπόστολος πρὸς αὐτὸν ἀποτείνεται, καὶ ὁ
and has bound his head with the mastery over them as with some resplendent diadem. For what profit is there, tell me, in purple, and golden garments, and a jewelled crown, when the soul is a captive of the passions? What gain is there from outward freedom, when what is more sovereign within us is shamefully and pitiably led into bondage? For just as when a fever sinks into the depth and burns up all the inward parts, there is no profit from the outward surface of the body if it suffers nothing of the sort; so too, when our soul is swept away by the passions within, there is no profit either in outward rule or in the imperial seat, when the mind with great tyranny is overturned from the throne of kingship by the passions, and cowers beneath and trembles at their uprisings. Lest this should come to pass, prophets and apostles run together from every side, quelling our passions, casting out all the beastliness of the unreason within us, and entrusting to us the sovereignty that is far more venerable than kingship. On this account I was saying that those who deprive themselves of this care receive their blow in the vital parts, undergoing a loss as great as they could suffer from nowhere else; since by coming here they also win gains as great as they could win from nowhere else—even as our discourse has just shown. You shall not appear before the Lord empty-handed, said the law: that is, do not enter without sacrifices. Now if without sacrifices one must not enter into the house of God, much more ought one to enter into the assemblies with brethren; for better than that sacrifice is this sacrifice and oblation, when you take a soul with yourself and enter in. Do you not see the trained doves, how they go forth and hunt down other doves? Let us also do this. For what pretext will there be when irrational creatures are able to hunt down an animal of their own kind, whereas we, who have been honoured with reason and so great wisdom, disregard such a catch? I exhorted you in my previous discourse, saying: Let each of you go to the houses of your neighbours, wait for them as they come out, lay hold of them, and lead them back to the common mother; and imitate those who are mad after the theatres, who with all earnestness band together with one another, and thus towards daybreak await that lawless spectacle. Yet no advantage has accrued to us from that exhortation. On this account I speak again, and I shall not cease speaking until I persuade you. Hearing profits nothing unless action accompanies it. It therefore renders our punishment heavier when we continually hear the same things and do none of the things spoken. And that the chastisement is heavier, hear Christ saying: If I had not come and spoken to them, they would not have sin; but now they have no excuse concerning their sin; and the Apostle also: For not the hearers of the law shall be justified. Now he speaks these things to the hearers; and wishing to instruct the speaker also that there will be no further gain for him either from his teaching when he does not have a way of life yoked together with his teaching and a life agreeing with his word, hear how both the Apostle directs his words towards him, and the
PG 51:177 bisRead from the page
Si paternis precibus fruaris, si communis orationis particeps fias, si eloquia sacra audiveris, si Dei tibi auxilium comparaveris, si his armis communitus egressus fueris, ne diabolus quidem ipse contra te deinceps oculos audebit attollere, nedum homines improbi, quibus studio esse solet, ut contumeliis caeteros et calumniis persequantur. Quod si ex aedibus in forum egressus ejusmodi nudatus armis offendaris, omnium qui te contumeliis infestabunt facile vincendus patebis incursibus. Idcirco et in privatis et in publicis nostris negotiis nequaquam ex animi sententia nobis multa succedunt, quod spiritualia non prius studiose accuraverimus, ac deinde saecularia, sed ordinem inverterimus. Idcirco negotiorum quoque series ac rectus ordo invertitur, et omnia plane turbantur. Quantum mihi dolorem ac molestiam inuri putatis, cum cogito veniente quidem festo ac solemnitate, licet nullus sit qui vocet, totam concurrere civitatem: ubi vero festum solemnitasque transierit, toto licet die perseveremus nos disrumpentes et vos advocantes, nullum tamen esse qui attendat? Haec enim saepenumero cum mente versarem, graviter ingemui, et haec apud me verba faciebam: Quid cohortatione vel consilio est opus, cum vos consuetudine tantum cuncta faciatis, nec ullius nostrae doctrinae opera promptiores reddamini? Cum enim festis quidem diebus nostra cohortatione nihil indigeatis, postquam autem illi praeterierint, nullam ex doctrina utilitatem percipiatis, nonne quantum quidem in vobis situm est, inutilem ac supervacaneam orationem nostram redditis?
If you enjoy the prayers of the fathers, share in common prayer, hearken to the sacred oracles, win God's help for yourself, and go forth fortified with these weapons, not even the devil himself will dare henceforth to lift up his eyes against you, much less wicked men who make it their study to assail others with insults and slanders. Whereas if you go forth from your house into the marketplace stripped of such weapons, you will lie exposed as an easy prey to the assaults of all who harass you with abuse. On this account many matters in both our private and our public affairs turn out contrary to our wishes, because we have not first diligently cared for spiritual things and only then for worldly ones, but have inverted the order. On this account the due sequence and right order of our affairs is inverted as well, and everything is thrown into utter confusion. How great a sorrow and grief do you suppose is branded upon me when I reflect that when a feast and solemnity arrives, though no one summons them, the entire city comes running together, whereas once the feast and solemnity has passed by, although we persist the whole day long wearing ourselves out and calling upon you, there is no one who pays heed? Revolving these thoughts oftentimes in my mind, I have groaned heavily and said within myself: What need is there of exhortation or counsel when you do everything merely out of custom, and are made no more eager by any teaching of ours? For when on feast days you have no need of our exhortation, and once they have passed by you reap no benefit from our teaching, do you not, so far as lies in you, render our discourse vain and superfluous?
4. Forte multi, qui haec audiunt, dolent. Sed negligentes ita non sentiunt: alioquin incuriam suam deponerent, ut nos qui quotidie de rebus vestris solliciti sumus. Quod tantum ex negotiis saecularibus lucrum colligis, quantum tibi damnum accersis? Fieri nequit, ut ex alio congressu conventuve tantum lucrum reportes, quantum ex eo quod hic verseris: sive judiciale forum commemores, sive curiam, sive ipsam Regiam. Non enim gentium urbiumque regimen, neque ducatum exercituum his qui huc ingrediuntur committimus, sed alium principatum augustiorem ipso regno: vel potius non committimus nos, sed Spiritus gratia.
4. Perhaps many who hear these words grieve; yet the slothful are not so minded—otherwise they would lay aside their carelessness, just as we are daily anxious over your affairs. What profit so great do you gather from worldly business as the loss you bring upon yourself? It is impossible that you should carry away so great a gain from any other gathering or council as from dwelling here—whether you name a court of justice, the senate house, or the imperial palace itself. For we entrust to those who enter here neither the governance of nations and cities nor the command of armies, but another sovereignty more august than royalty itself—or rather, it is not we who entrust it, but the grace of the Spirit.
De quibus rebus instruantur qui concioni intersunt. — Quisnam igitur est regia potestate augustior principatus, quem adipiscuntur qui huc ingrediuntur? Docentur absurdis passionibus imperare, pravas libidines regere, iram moderari, invidiam subigere, inanem gloriam in servitutem redigere. Non perinde veneratione dignus est Imperator in regio considens solio et diademate redimitus, atque homo, qui rationem in solium dominatus servilium passionum subvehit, et imperio, quod in illas exercet, tamquam splendido quodam revinctum caput habet diademate.
In what matters those attending the assembly are instructed. — What, then, is that sovereignty more august than royal power which those entering here obtain? They are taught to rule over unruly passions, govern depraved lusts, curb anger, subdue envy, and bring vainglory into subjection. An Emperor seated upon his royal throne and crowned with a diadem is not so worthy of reverence as a man who elevates right reason onto the throne of mastery over slavish passions, and wears his rule over them bound upon his head like a resplendent diadem.
Notes, col. 177 bis

On the reading

Printed transiorit, for transierit.

PG 51:178 bisRead from the page
Quid enim, quaeso, prodest purpura, aureae vestes, et corona gemmata, quando passionum captiva fuerit anima? quod ex ista externa libertate lucrum obvenit, quando id quod in nobis potissimum est, turpi ac miserabili subjacet servituti? Nam quemadmodum cum febris ad interiora penetrat, et viscera omnia incendit, nihil nobis prodest, si superior corporis superficies nihil tale patiatur: ita dum nobis anima interioribus distrahitur passionibus, nihil externus principatus juvat, ne ipsum quidem regium solium, cum animus violento impetu a passionibus de throno regio devolvatur et ultro se submittat, earumque rebelles insultus pertimescat. Quod ne fiat, undique prophetae concurrunt et apostoli, passiones nostras reprimunt, omnem appetitus rationis expertis feritatem a nobis amandant, et multo augustiorem regno principatum nobis committunt. Hac de causa dicebam eos, qui hac sollicitudine se privant, letale sibi vulnus infligere, ac tantum capere detrimentum, quantum ulla alia ex parte capere nequeunt: quandoquidem et qui huc ingressi fuerint, ejusmodi quaestum faciunt, qualem aliunde facere nullo modo possent: quod et ipsa sermonis series demonstravit. Non apparebis in conspectu Domini vacuus (Exod. 23. 15), aiebat lex: hoc est, absque sacrificiis non introeas. Quod si absque sacrificiis in domum Dei non est ingrediendum, multo magis ad collectas cum fratribus non est intrandum: quippe sacrificium istud illo melius est, et oblatio, cum animum tecum accipiens ingressus fueris. Non videtis columbas, quae instructae fuerunt, quo pacto reliquas egressae pelliciant et venentur? Hoc nos quoque faciamus. Quaenam enim tandem excusatio reliqua erit, cum rationis expertes animantes alias ejusdem generis venari possint, nos autem ratione tantaque sapientia exornati talem capturam negligamus? Superiori concione vos in haec verba cohortatus sum, unusquisque vestrum ad proximi domum pergite, exeuntes praestolamini, prehendite, atque ad communem matrem adducite: illosque qui in spectacula theatrorum insaniunt imitamini, qui summo studio quasi composito inter se agmine, cum prima luce ad nefarium illud spectaculum contuendum exspectant. At nihil illa nostra cohortatione promovimus. Idcirco rursus dico, neque dicere desinam, donec persuasero. Nihil prodest auscultatio, nisi illam actio comitetur. Imo vero graviorem nobis poenam accersit, cum eadem frequenter audientes, nihil eorum praestamus, quae dicuntur. Et vero majus supplicium imminere, audi quo pacto Christus indicet: Si non venissem, et loquutus fuissem eis, peccatum non haberent: nunc autem excusationem non habent de peccato suo (Joan. 15. 22); et apostolus pariter: Non enim auditores legis justi sunt apud Deum, sed factores legis justificabuntur (Rom. 2. 13). Atque ad auditores quidem ista dicuntur: volens autem concionatorem ipsum docere ne ipsi quidem ullam ex doctrina, quam communicat, utilitatem esse obventuram, si conversationem cum doctrina non habeat copulatam, et vitam convenientem orationi, audi quo pacto apostolus et propheta in illum invehantur.
For what profit, pray, is there in purple, golden garments, and a jewelled crown when the soul is a captive of the passions? What gain comes from that outward freedom when what is sovereign within us lies subject to shameful and wretched bondage? For just as when a fever penetrates to the inward parts and inflames all the vitals, it avails us nothing though the outer surface of the body suffers nothing of the sort, so too while our soul is torn asunder by inward passions, outward rule avails nothing—not even the royal throne itself—when the mind is hurled down violently from its royal seat by the passions, bows beneath them of its own accord, and trembles at their rebellious uprisings. Lest this come to pass, prophets and apostles hasten together from every side, quell our passions, banish from us all the savagery of irrational appetite, and entrust to us a sovereignty far more august than kingship. For this reason I was saying that those who deprive themselves of this care inflict a mortal blow upon themselves and suffer a loss as great as they could never suffer from any other quarter, seeing that those also who enter here reap such gain as they could by no means obtain elsewhere—as the very course of our discourse has shown. You shall not appear empty before the Lord (Exod. 23:15), said the law—that is, do not enter without sacrifices. Now if one must not enter the house of God without sacrifices, much more ought one not so to enter the assemblies with the brethren; for this sacrifice and offering is better than that, when you enter bringing another soul along with you. Do you not behold tamed doves, how they go forth and lure and catch the rest? Let us do this too. For what excuse will remain when irrational creatures can catch others of their own kind, while we, honoured with reason and such great wisdom, neglect such a catch? In my previous address I exhorted you in these words: Go each of you to your neighbour's house, wait for them as they come out, lay hold of them, and lead them back to our common mother; and imitate those who rave over the spectacles of the theatres, who with utmost eagerness, as though by prearranged appointment among themselves, wait at daybreak to behold that lawless sight. Yet we achieved nothing by that exhortation of ours. Therefore I say it again, and I shall not cease saying it until I persuade you: listening avails nothing unless action accompanies it. Nay rather, it draws down heavier punishment upon us when we hear the same things continually and perform nothing of what is spoken. And hear how Christ shows that greater punishment hangs over us: If I had not come and spoken to them, they would not have sin; but now they have no excuse for their sin (John 15:22); and the apostle likewise: For not the hearers of the law are just before God, but the doers of the law shall be justified (Rom. 2:13). Now those words are spoken to the hearers; yet wishing to teach the preacher himself also that no profit will accrue even to him from the teaching he imparts unless he has conduct wedded to his teaching and a life consonant with his speech, hear how both the apostle and the prophet inveigh against him.
Notes, col. 178 bis

On the reading

Printed habereut, for haberent.

Printed nuuc, for nunc.

Printed Atqu, for Atque.