Migne Reading Room

PG 51 · cols. 157–160 bis · Read from the page

Homilia in illud: Non solum autem, sed et gloriamur in tribulationibus (Rom. 5:3; De gloria in tribulationibus, Hom. XIII)

Homilia in illud: Non solum autem, sed et gloriamur in tribulationibus (Rom. 5:3; De gloria in tribulationibus, Hom. XIII)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:157Read from the page
ἐκείνους. Οὕτω καὶ ὁ στρατιώτης μυρίοις πολλάκις παραταξάμενος πολέμοις, καὶ ἀποκρουσάμενος τοὺς ἐναντίους, καὶ τῶν ἐχθρῶν περιγενόμενος, καὶ ἐν αὐτῇ ὢν τῇ προσδοκίᾳ τῆς νίκης, τὴν ζωὴν μεταλλάξας ἀπῆλθεν, οὐδενὸς ὅλως ἐκ τῶν μόχθων καὶ τῶν κινδύνων ἀπολαύσας χρηστοῦ. Τὰ δὲ ἡμέτερα οὐ τοιαῦτα· τάς τε γὰρ ἐλπίδας αἰωνίους ἔχει ἀκινήτους τε καὶ βεβαίας, καὶ οὐ τῷ προσκαίρῳ τούτῳ συγκαταλυομένας βίῳ, ἀλλὰ πρὸς τὴν ἀκήρατον καὶ μακαρίαν ἐκείνην καὶ διαιωνίζουσαν ζωήν, καὶ οὐ μόνον ἀνωμαλίᾳ ἀέρων καὶ ἀδοκήτων πραγμάτων περιστάσει οὐκ ἐπιβουλευομένας, ἀλλ' οὐδὲ αὐτῷ τῷ θανάτῳ διαλυομένας. Ἀπὸ τῶν ἐλπίδων δὲ αὐτῶν ἴδοι τις ἂν καὶ ἐν αὐτοῖς τοῖς τυχοῦσι λάμποντα αὐτῶν τὸν καρπὸν, καὶ πολλὴν καὶ μεγάλην οὖσαν τὴν ἀμοιβήν. Διὰ τοῦτο ὁ μακάριος Παῦλος ἐβόα, λέγων· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσι. Παρακαλῶ, μὴ παραδράμωμεν τὸ εἰρημένον ἁπλῶς· ἀλλ' ἐπειδὴ, οὐκ οἶδα πῶς, πάλιν ἡμᾶς ὁ λόγος εἰς τὸν τοῦ καλοῦ κυβερνήτου Παύλου λιμένα εἰσήγαγεν, ἐντρυφήσωμεν τῇ λέξει, βραχείᾳ μὲν οὔσῃ, πολλῇ δὲ ἡμᾶς παιδευούσῃ φιλοσοφίᾳ. Τί ποτ' οὖν ἐστιν ἄρα τὸ εἰρημένον, καὶ τί τοῦτο εἰπὼν ᾐνίξατο ἡμῖν, λέγων, Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσι; Μικρὸν, εἰ δοκεῖ, ἀνωτέρω τὸν τῆς διδασκαλίας λόγον ἀγάγωμεν, καὶ πολλὴν ὀψόμεθα τὴν σαφήνειαν, καὶ τὴν τῶν νοημάτων δύναμιν ἐκεῖθεν τικτομένην ἡμῖν. Ἀλλὰ μηδένα τὸ σῶμα καταμαλακιζέτω· ἀλλ' ἀντὶ δρόσου γενέσθω ἡ τῆς πνευματικῆς ἀκροάσεως ἐπιθυμία. Καὶ γὰρ περὶ θλίψεως ἡμῖν ὁ λόγος καὶ ἐπιθυμίας ἀγαθῶν αἰωνίων, καὶ ὑπομονῆς, καὶ τῆς ἐκ τούτων γινομένης ἀμοιβῆς τοῖς οὐκ ἀναπεπτωκόσι. Τί ποτ' οὖν ἐστι τὸ, Οὐ μόνον; Ὁ γὰρ τοῦτο εἰρηκὼς, εἰπεῖν ἡμῖν πολλὰ καὶ ἕτερα δείκνυσι προϋπηργμένα ἀγαθά· καὶ μετ' ἐκείνων καὶ τοῦτο προστίθησι, τὸ ἀπὸ τῆς θλίψεως· διὸ καὶ ἔλεγεν ὁ αὐτός· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν. Ὥστε δὲ σαφέστερον γενέσθαι τὸ εἰρημένον, βραχεῖαν ὥραν ἀνάσχεσθε, μακροτέραν ἡμῶν ποιουμένων τὴν διδασκαλίαν τῷ λόγῳ.
them. Thus also the soldier, after having oftentimes stood in battle array in countless wars, and repulsed the adversaries, and prevailed over the enemies, while in the very expectation of victory departs having exchanged this life, enjoying no good thing at all from his toils and dangers. Yet our affairs are not such: for they hold eternal hopes, both unshakable and steadfast, and not brought to an end together with this fleeting life, but looking towards that undefiled and blessed and everlasting life, and not only unassailed by disorder of the air and the vicissitude of unexpected events, but not even dissolved by death itself. And from the hopes themselves one might see their fruit shining forth even in ordinary men themselves, and how great and ample is their recompense. On this account blessed Paul cried aloud, saying: And not only so, but we also boast in tribulations. I beseech you, let us not pass lightly by what has been spoken; but since, I know not how, our discourse has led us back into the haven of the noble helmsman Paul, let us delight in the saying, brief though it be, yet training us in much philosophy. What ever, then, is that which has been spoken, and what did he intimate to us in saying this: And not only so, but we also boast in tribulations? Let us, if it seems good, carry the discourse of our teaching a little higher up, and we shall see great clearness and force of thoughts born for us from thence. Yet let the body soften no one into languor; rather, instead of dew, let there be the desire for spiritual hearing. For our discourse is concerning tribulation, and the desire for eternal good things, and endurance, and the recompense arising from these for those who have not grown slack. What ever, then, does Not only mean? For he who has spoken this shows that he has told us of many other good things already bestowed beforehand; and along with those he adds this also, the good arising from tribulation; wherefore the same man also said: And not only so, but we also boast in tribulations. Now that what has been spoken may become clearer, bear with us for a brief hour while we set forth our teaching at greater length in speech.
Ἐπειδὴ γὰρ κατηγγέλθη ὑπὸ τῶν ἀποστόλων τὸ θεῖον κήρυγμα, καὶ περιῄεσαν πανταχοῦ τῆς οἰκουμένης σπείροντες τῆς εὐσεβείας τὸν λόγον, καὶ πρόρριζον ἀνασπῶντες τὴν πλάνην, καὶ τοὺς πατρῴους τῶν ἀσεβῶν καταλύοντες νόμους, καὶ παρανομίαν ἅπασαν ἐλαύνοντες, καὶ τὴν γῆν ἐκκαθαίροντες, καὶ εἰδώλων μὲν καὶ ναῶν καὶ βωμῶν καὶ πανηγύρεων τῶν ἐκεῖθεν καὶ τελετῶν κελεύοντες ἀποπηδᾷν, ἐπιγινώσκειν δὲ τὸν τῶν ὅλων ἕνα καὶ μόνον Θεὸν, καὶ τὰς μελλούσας ἀναμένειν ἐλπίδας, καὶ περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος διελέγοντο, καὶ περὶ ἀναστάσεως ἐφιλοσόφουν, καὶ περὶ βασιλείας οὐρανῶν διελέγοντο· διὰ ταῦτα πόλεμος ἀνήφθη χαλεπὸς, καὶ πολέμων ἁπάντων ὁ τυραννικώτατος, καὶ πάντα θορύβου καὶ ταραχῆς καὶ στάσεως ἔγεμε, καὶ πόλεις ἅπασαι, καὶ δῆμος ἅπας, καὶ οἰκία, καὶ οἰκουμένη καὶ ἀοίκητος, ἅτε δὴ τῶν παλαιῶν ἐθῶν διασαλευομένων, καὶ τῆς ἐπὶ τοσοῦτον κατασχούσης προλήψεως διασειομένης, καινῶν δὲ εἰσαγομένων δαγμάτων, καὶ ὧν μηδεὶς μηδέποτε ἤκουσε· πρὸς ταῦτα βασι-
For when the divine proclamation was announced by the Apostles, and they went about everywhere in the inhabited world sowing the word of godliness, and plucking up error by the roots, and abolishing the ancestral laws of the ungodly, and driving out all lawlessness, and purging the earth clean, and bidding men leap away from idols and temples and altars and the festivals arising from thence and initiations, and acknowledge the one and only God of all things and await the hopes to come, and were conversing concerning the Father and the Son and the Holy Spirit, and philosophizing concerning the resurrection, and conversing concerning the kingdom of the heavens—on account of these things a grievous war was kindled, the most tyrannical of all wars, and all things teemed with tumult and confusion and sedition: all cities, and every people, and every household, both inhabited land and uninhabited, inasmuch as the ancient customs were being shaken, and the preconceived opinion that had prevailed for so long was being jolted, while new doctrines were being introduced such as no one had ever heard; against these things kings
Notes, col. 157

On the reading

Printed δαγμάτων, for δογμάτων.

PG 51:158Read from the page
λεῖς ἠγρίαινον, καὶ ἄρχοντες ἐδυσκέραινον, καὶ ἰδιῶται ἐταράττοντο, καὶ ἀγοραὶ ἐθορυβοῦντο, καὶ δικαστήρια ἐχαλέπαινε, καὶ ξίφη ἐγυμνοῦτο, καὶ ὅπλα παρεσκευάζετο, καὶ νόμοι ἠγανάκτουν. Ἐκεῖθεν τιμωρίαι καὶ κολάσεις καὶ ἀπειλαὶ καὶ πάντα συνεκινεῖτο τὰ ἐν ἀνθρώποις εἶναι δοκοῦντα δεινά. Ὥσπερ θαλάττης μαινομένης καὶ χαλεπὰ ναυάγια ὠδινούσης, οὐδὲν ἄμεινον τὰ τῆς οἰκουμένης διέκειτο, πατρὸς παῖδα διὰ τὴν εὐσέβειαν τότε ἀποκηρύττοντος, καὶ νύμφης πρὸς πενθερὰν σχιζομένης, καὶ ἀδελφῶν διαιρουμένων, καὶ δεσποτῶν κατὰ τῶν οἰκετῶν ἀγανακτούντων, καὶ τῆς φύσεως σχεδὸν πρὸς ἑαυτὴν στασιαζούσης, καὶ οὐκ ἐμφυλίου μόνον, ἀλλὰ καὶ συγγενικοῦ διὰ πάσης οἰκίας διιόντος πολέμου. Ὁ γὰρ λόγος μαχαίρας δίκην εἰσιών, καὶ τὸ νοσοῦν ἀπὸ τοῦ ὑγιαίνοντος τέμνων, πολλὴν ἐποίει πανταχοῦ τὴν στάσιν εἶναι, καὶ τὴν φιλονεικίαν, καὶ πανταχόθεν μυρίας αἴρεσθαι κατὰ τῶν πιστευόντων παρεσκεύασεν ἀπεχθείας καὶ μάχας. Ἐντεῦθεν οἱ μὲν εἰς δεσμωτήρια ἀπήγοντο, οἱ δὲ εἰς δικαστήρια, οἱ δὲ τὴν ἐπὶ θάνατον φέρουσαν ὁδόν· καὶ τῶν μὲν αἱ οὐσίαι ἐδημεύοντο, οἱ δὲ καὶ τῆς πατρίδος καὶ τῆς ζωῆς αὐτῆς πολλάκις ἐξέπιπτον, καὶ πανταχόθεν νιφάδων πυκνότερα περιειστήκει τὰ κακά· ἔνδοθεν μάχαι, ἔξωθεν φόβοι, παρὰ τῶν φίλων, παρὰ τῶν ἀλλοτρίων, παρ' αὐτῶν τῶν τῇ φύσει συνδεδεμένων ἀλλήλοις.
raged savagely, and magistrates were indignant, and private citizens were thrown into tumult, and market-places were in uproar, and law-courts grew fierce, and swords were bared, and weapons were made ready, and laws chafed in anger. Thence punishments and chastisements and threats and all things reckoned dreadful among men were stirred up together. Like a sea raging madly and in travail with grievous shipwrecks, the affairs of the inhabited world were in no better state, as father then disowned child on account of godliness, and bride was divided against mother-in-law, and brothers were parted, and masters were incensed against household servants, and nature well-nigh rose in sedition against itself, while not only civil war, but even kindred war passed through every household. For the word, entering like a sword and cutting away what was diseased from what was sound, caused great sedition and contention to exist everywhere, and brought it about that countless enmities and battles were raised from every side against believers. Thence some were led off to prisons, others to law-courts, and others along the road leading to death; of some the properties were confiscated, while others oftentimes forfeited both fatherland and life itself, and from every side evils stood round thicker than snowflakes: battles within, fears without—from friends, from strangers, from the very ones bound to one another by nature.
βʹ. Ταῦτ' οὖν ὁρῶν ὁ μακάριος Παῦλος, ὁ τῆς οἰκουμένης παιδοτρίβης, ὁ τῶν οὐρανίων δογμάτων διδάσκαλος, ἐπειδὴ τὰ μὲν δεινὰ ἐν χερσὶν ἦν καὶ πρὸ τῶν ὀφθαλμῶν πραττόμενα, τὰ δὲ χρηστὰ ἐν ἐλπίδι μόνον καὶ ἐπαγγελίαις, βασιλεία οὐρανῶν, λέγω, καὶ ἀνάστασις, καὶ τῶν ἀγαθῶν ἐκείνων λῆξις τῶν πάντα νοῦν καὶ λόγον ὑπερβαινόντων· κάμινοι δὲ καὶ τήγανα καὶ ξίφη καὶ τιμωρίαι καὶ παντοδαπαὶ κολάσεις καὶ θάνατοι οὐκ ἐν ἐλπίσιν, ἀλλ' ἐν πείρᾳ· οἱ δὲ πρὸς ταῦτα ἀγωνίζεσθαι μέλλοντες, ἀρτίως ἀπὸ βωμῶν καὶ εἰδώλων καὶ τρυφῆς καὶ ἀκολασίας καὶ μέθης εἰσποιηθέντες ἦσαν τῇ πίστει, οὐδὲν ὑψηλὸν περὶ τῆς ἀϊδίου ζωῆς τέως μεμελετηκότες ἐννοεῖν, ἀλλὰ τῶν παρόντων ἀντεχόμενοι μᾶλλον· καὶ εἰκὸς τούτων πολλοὺς μικροψυχεῖν καὶ ἐκλύεσθαι, καὶ ἀναπίπτειν καθ' ἑκάστην πολιορκουμένους ἡμέραν· ὅρα τί ποιεῖ ὁ τῶν ἀπορρήτων κοινωνὸς, καὶ πρόσεχε τῇ Παύλου σο⟨…⟩ίᾳ. Συνεχῶς περὶ τῶν μελλόντων αὐτοῖς διαλέγεται, καὶ τὰ βραβεῖα ὑπ' ὄψιν ἄγει, καὶ δείκνυσι τοὺς στεφάνους, ἀλείφων αὐτοὺς καὶ παραμυθούμενος ταῖς τῶν αἰωνίων ἀγαθῶν ἐλπίσι. Καὶ τί φησι; Λογιζόμεθα γὰρ, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Τί γάρ μοι λέγεις, φησὶ, τραύματα καὶ βωμοὺς καὶ δημίους καὶ τιμωρίας καὶ λιμοὺς καὶ δημεύσεις καὶ πενίαν καὶ δεσμὰ καὶ ἁλύσεις; πάντα ὅσα βούλει τίθει τὰ δοκοῦντα ἐν ἀνθρώποις δεινὰ, καὶ οὐδὲν ἄξιον λέγεις τῶν ἐπάθλων ἐκείνων καὶ τῶν στεφάνων καὶ τῶν ἀμοιβῶν. Τὰ μὲν γὰρ τῷ παρόντι συγκαταλύεται βίῳ, τὰ δὲ ἐν τῷ ἀπείρῳ αἰῶνι τέλος οὐκ ἔχει· καὶ τὰ μὲν παροδεύει πρόσκαιρα ὄντα, τὰ δὲ παραμένει διηνεκῶς ἀγήρατα συνυπάρχοντα. Ὅπερ καὶ ἀλλαχοῦ τοῦτο αὐτὸ αἰνιττόμενος ἔλεγε·
2. Seeing these things, therefore, blessed Paul, the trainer of the inhabited world, the teacher of heavenly doctrines—since dreadful things were at hand and being wrought before men's eyes, while good things were in hope alone and promises — the kingdom of the heavens, I mean, and the resurrection, and the allotment of those good things that surpass every mind and speech — whereas furnaces and frying-pans and swords and punishments and chastisements of every kind and deaths were not in hopes, but in actual experience; and those who were about to contend against these things had just recently been adopted into the faith from altars and idols and luxury and licentiousness and drunkenness, having not yet practised thinking anything sublime concerning everlasting life, but clinging rather to present things, so that many of them were likely to lose heart and faint and sink back when besieged each day—see what the sharer of ineffable mysteries does, and give heed to Paul's [wisdom]. Continually he converses with them concerning the things to come, and brings the prizes before their sight, and points out the crowns, anointing them for the contest and consoling them with the hopes of eternal good things. And what does he say? For we reckon that the sufferings of this present time are not worthy to be compared with the glory that is to be revealed to us. For why, says he, do you speak to me of wounds and altars and executioners and punishments and famines and confiscations and poverty and bonds and chains? Set down all things whatever you wish that are reckoned dreadful among men, and you name nothing worthy of those prizes and crowns and recompenses. For the one sort comes to an end together with this present life, while the other has no end in the boundless age; and the one sort passes by, being temporary, while the other abides continually, coexisting unageingly. Which very thing he also said elsewhere, intimating this same point:
PG 51:157 bisRead from the page
Sic et miles postquam innumeris saepe pugnavit in praeliis, adversarios repulit, hostesque devicit, dum in ipsa victoriae exspectatione versatur, nullis penitus commodis ex laboribus periculisque reportatis e vita discedit. At ejusmodi non sunt res nostrae : spes enim aeternas, immotas, et firmas habent, quaeque cum hac vita minime terminantur, sed ad immortalem beatamque vitam illam ac perpetuo duraturam spectant, et non modo nullis ex aeris intemperie vel inopinato rerum eventu patent incursibus, sed nec ab ipsa morte possunt deleri. Quin etiam dum sola spe fovemur, ejus in quovis etiam e vulgo fructus elucet, et quanta illi merces debeatur. Propterea beatus etiam Paulus clamabat dicens : Non solum autem, sed et gloriamur in tribulationibus (Rom. 5. 3). Ne, quaeso, leviter praetereamus, quae dicta sunt : sed quando, nescio quo casu, sermo nos rursus ad praeclari gubernatoris Pauli portum appulit, in hujus dicti consideratione libenter immoremur, brevis quidem illius, sed a quo multa philosophia erudimur. Quid tandem est ergo quod dicit, et quid his nobis indicat verbis, Non solum autem, sed et gloriamur in tribulationibus? Paulo altius, si placet, doctrinae sermonem ordiamur, et multam inde nobis perspicuitatem videbimus ac vim sententiarum emergere. Sed neminem corpus in mollitiem ac pigritiam resolvat : quin potius tamquam rore quodam spiritualis doctrinae cupiditate recreetur. Etenim de tribulatione verba facimus, de cupiditate bonorum aeternorum, de patientia, deque mercede, quam illi obtinent, qui minime supini sunt ac desides. Quid igitur sibi vult illud, Non solum? Qui enim his verbis utitur, de multis aliis bonis se loquutum esse indicat, quae praecesserint, et cum illis istud adjicere, quod ex tribulatione nascitur : quam ob causam et ipse dicebat, Non solum autem, sed et gloriamur in tribulationibus. Ut autem dilucidiora fiant haec verba, nos ad brevem horam sustinete, dum prolixiori sermone doctrinam exponimus.
So too the soldier, after fighting many times in countless battles, repelling his adversaries, and vanquishing his enemies, while standing in the very expectation of victory departs from life without having reaped any benefit at all from his labours and perils. Yet our affairs are not of that sort: for they possess hopes that are eternal, unshaken, and steadfast, which by no means end with this life, rather look towards that immortal, blessed, and ever-enduring life, and not only lie open to no assaults from inclemency of weather or unforeseen turn of events, rather cannot be destroyed even by death itself. Nay more, even while we are sustained by hope alone, its fruit shines forth in anyone even among the common folk, showing how great a reward is owed to it. Therefore blessed Paul also cried aloud, saying: And not only so, rather we also glory in tribulations (Rom. 5:3). Let us not, I pray, pass lightly over what has been spoken; rather, since by I know not what turn our discourse has brought us once again into the harbour of the illustrious pilot Paul, let us gladly linger over the consideration of this saying — brief indeed, yet one by which we are instructed in much spiritual wisdom. What then is it that he says, and what does he signify to us by these words: And not only so, rather we also glory in tribulations? Let us trace the thread of our teaching a little higher up, if you please, and we shall see great clarity and force of meaning emerging for us from there. Let no one's body slacken him into softness and indolence; rather let eagerness for spiritual teaching refresh him as if with dew. For we are speaking of tribulation, of desire for eternal blessings, of endurance, and of the reward obtained by those who are by no means slothful or idle. What then is meant by that phrase, Not only? For one who uses these words indicates that he has spoken of many other blessings beforehand, and that to them he adds this one as well, which springs from tribulation; for which reason he himself also said: And not only so, rather we also glory in tribulations. So that these words may become clearer, bear with us for a brief hour while we set forth the teaching in a somewhat fuller discourse.
Adversarii fidei Christianae quam multi; persequutiones variae initio praedicationis. Inducitur Paulus de futuris disserens. Cur ingemiscat creatura. — Cum enim promulgata fuisset ab apostolis praedicatio divina, et omnes orbis terrarum plagas religionis sermonem illi serentes obirent, errorem radicitus exstirparent, patrias impiorum leges rescinderent, iniquitatem omnem exterminarent, terram expurgarent, atque ab idolis quidem, a fanis, altaribus, feriis ac ceremoniis inde nascentibus resilire juberent ; unum autem, et solum universorum Deum agnoscere, spes futuras exspectare ; deque Patre, Filio, ac Spiritu sancto dissererent, de resurrectione philosopharentur, ac de regno caelorum verba facerent : idcirco bellum exarsit grave, omniumque saevissimum, omnia tumultu, perturbatione, ac seditione redundabant, urbes omnes, populi ac domus omnes, omnis regio sive inculta esset, sive deserta : quod nimirum antiquae consuetudines labefactarentur, et quae tamdiu obtinuerat, anticipata opinio convelleretur, cum nova dogmata inveherentur, quae nemo umquam audiverat : adversus ista saeviebant reges, indignabantur magistratus, privati tumultuabantur, fora perturbabantur, tribunalia concitabantur, stringebantur enses, arma parabantur, et leges succensebant.
How numerous were the adversaries of the Christian faith; manifold persecutions at the beginning of the preaching. Paul is introduced discoursing on things to come. Why creation groans. — For when the divine proclamation had been promulgated by the apostles, and they traversed every quarter of the earth sowing the word of godliness, uprooting error from its very roots, repealing the ancestral laws of the ungodly, banishing all iniquity, cleansing the earth, and bidding men recoil from idols, shrines, altars, festivals, and the rites arising from them, and instead acknowledge the one and only God of all and await future hopes, while they discoursed concerning the Father, the Son, and the Holy Spirit, reasoned philosophically of the resurrection, and spoke of the kingdom of heaven — on this account a grievous war flared up, the fiercest of all wars, and everything overflowed with uproar, turmoil, and sedition: all cities, all peoples and households, every region whether uncultivated or desert, inasmuch as ancient customs were being shaken and preconceived opinion that had prevailed for so long was being overturned while new doctrines were being introduced which no one had ever heard: against these things kings raged, magistrates chafed, private citizens rioted, marketplaces were thrown into commotion, tribunals were stirred up, swords were unsheathed, weapons were made ready, and laws grew wrathful.
Notes, col. 157 bis

On the reading

Printed do patientia, for de patientia.

PG 51:158 bisRead from the page
Inde supplicia, poenae, minaeque, ac cuncta commovebantur, quae inter homines gravia censentur. Quemadmodum cum iratum est mare, atque infesta naufragia parturit, nihilo meliori erat in statu orbis terrarum, cum religionis causa tum filium pater abdicaret, a socru nurus dissideret, fratres dividerentur, domini in famulos indignarentur, natura quodammodo in seipsam seditione commota insurgeret, nec civile tantum, sed gentile quoddam bellum domos omnes pervaderet. Verbum enim gladii in morem penetrans, et quod morbidum erat a sano resecans, magnam ubique seditionem et contentionem excitabat, et efficiebat, ut innumerae undique adversus fideles inimicitiae pugnaeque insurgerent. Hinc fiebat, ut in carcerem alii detruderentur, alii ad judicia raperentur, et ad viam quae tendit ad mortem : atque horum quidem bona publicabantur, illi vero et patria, et vita ipsa persaepe privabantur, et omni ex parte crebrius quam nix decidat, malis obsidebantur : intus pugnae, foris timores, ab amicis, ab alienis, ab ipsis qui naturae necessitudine conjuncti erant.
From this arose tortures, punishments, and threats, and everything reckoned grievous among human beings was set in motion. Just as when the sea is enraged and travails with perilous shipwrecks, in no better state was the whole world then, when for the sake of religion a father disowned his son, a daughter-in-law was parted from her mother-in-law, brothers were divided, masters raged against their servants, nature itself, as it were, rose up in sedition against itself, and not merely a civil war, rather a kind of kindred war pervaded every household. For the word, piercing like a sword and severing what was diseased from what was sound, stirred up great strife and contention everywhere and caused countless hostilities and battles to rise up on every side against believers. Hence it came to pass that some were thrust into prison, others were dragged before courts of justice and onto the road leading to death; of some the goods were confiscated, while others were very often deprived both of homeland and of life itself, and on every side they were hemmed in by troubles thicker than falling snow: battles within, fears without — from friends, from strangers, and from the very ones bound to them by the ties of nature.
2. Haec igitur cum cerneret beatus Paulus, ille terrarum orbis praeceptor, et caelestium dogmatum doctor, cum res quidem adversae in manibus essent, et ante oculos versarentur, res autem prosperae in spe tantum et promissione, regnum, inquam, caelorum, et resurrectio, ac bonorum illorum adeptio, quae cogitationem omnem ac sermonem excedunt : fornaces autem, sartagines, gladii, supplicia, tormentorum et mortium genera omnia non spe, sed experientia perciperentur : qui vero adversus haec omnia certaturi erant, non ita pridem ab altaribus, ab idolis, a deliciis, a luxuria et ebrietate ad fidem traducti fuissent, neque dum ad sublime quidquam de vita aeterna versandum animo assuefacti, sed rebus praesentibus potius inhaererent : et verisimile esset fore, ut multi eorum fatiscerent, conciderent animis, ac deficerent, cum singulis diebus obsiderentur : vide quid ille faciat, qui arcanorum particeps caelestium fuerat, et sapientiam Pauli considera. De futuris assidue disserit apud illos, ponit ob oculos praemia, coronas ostendit, incitat eos, et spe bonorum aeternorum consolatur. Quid autem dicit ? Existimamus enim quod non sunt condignae passiones hujus temporis ad futuram gloriam, quae revelabitur in nobis (Rom. 8. 18). Quid enim mihi vulnera, inquit, objicis, altaria, carnifices, supplicia, famem, proscriptiones, paupertatem, vincula et compedes ? quaecumque volueris propone, quae ab hominibus gravia censentur ; nihil tamen praemiis illis, coronis, ac retributionibus dignum commemoras. Nam ista quidem una cum hac vita finiuntur, illa vero in infinito illo aevo finem non habent : haec temporaria cum sint, praetereunt : illa cum sint immortalia, perpetuo permanent. Quod ipsum et alio loco subindicans dicebat : Id quod in praesenti est momentaneum et leve tribulationis (2. Cor. 4. 17) : sic quantitate qualitatem imminuit, et acerbitatem mitigat temporis brevitate.
2. Beholding these things, therefore, blessed Paul, that instructor of the world and teacher of heavenly doctrines, since adversities lay at hand and were enacted before men's eyes, whereas good things rested only in hope and promise — the kingdom of heaven, I mean, the resurrection, and the attainment of those blessings that surpass all thought and speech — while furnaces, frying-pans, swords, executions, and all manner of tortures and deaths were experienced not in hope, rather in actual trial; and those who were about to contend against all these things had been brought over not long before to the faith from altars, idols, pleasures, luxury, and drunkenness, and were not yet accustomed in mind to ponder anything lofty concerning eternal life, rather clung more to things present, so that it was likely that many of them would grow faint, lose heart, and fall away when besieged day by day — see what he who was a partaker of heavenly mysteries does, and consider the wisdom of Paul. Unceasingly he discourses before them on things to come, sets the prizes before their eyes, points out the crowns, spurs them on, and consoles them with the hope of eternal blessings. And what does he say? For we reckon that the sufferings of this present time are not worthy to be compared with the future glory that shall be revealed in us (Rom. 8:18). Why, says he, do you set before me wounds, altars, executioners, punishments, famine, confiscations, poverty, chains, and fetters? Put forward whatever things you will that are reckoned grievous among human beings; yet you name nothing worthy to be weighed against those prizes, crowns, and recompenses. For those troubles come to an end together with this life, whereas those blessings in that boundless age have no end; the former, being temporary, pass away, whereas the latter, being immortal, abide for ever. Intimating this very point in another passage also, he said: For that which is at present momentary and light of our tribulation (2 Cor. 4:17) — thus by smallness of measure he lessens its character and tempers its bitterness by the brevity of its time.
Notes, col. 158 bis

On the reading

Printed abdicaret. a socru, for abdicaret, a socru.

Printed quod uon sunt, for quod non sunt.

PG 51:159 bisRead from the page
Quoniam enim gravia natura sua erant et molesta, quae tum illis accidebant, brevitate molestiam minuit dicens : Id enim quod in praesenti est momentaneum et leve tribulationis nostrae, supra modum in sublimitate aeternum gloriae pondus operatur in nobis, non contemplantibus nobis quae videntur, sed quae non videntur. Quae enim videntur, temporalia sunt : quae autem non videntur, aeterna sunt (2. Cor. 4. 17. 18). Et rursus ut ad cognoscendam bonorum illius vitae magnitudinem illos provehat, creaturam ipsam ob praesentia mala dolentem et congementem introducit, ac futura tamquam valde jucunda vehementer optantem, dum sic ait : Etenim creatura congemiscit, et simul parturit usque adhuc (Rom. 8. 22). Qua de causa gemit ? qua de causa parturit? Dum illa nimirum futura bona praestolatur, et in melius mutationem desiderat. Nam et ipsa, inquit, creatura liberabitur a servitute corruptionis, in libertatem gloriae filiorum Dei (Ib. v. 21). Cum vero audis eam gemere ac parturire, noli ratione praeditam illam arbitrari, sed idioma Scripturae intellige. Cum enim vult Deus hominibus magnum aliquid ac jucundum per prophetas annuntiare, ipsas etiam res inanimatas fingit miraculorum, quae fiunt, magnitudinem percipere, non quod sensu praeditam esse creaturam dicamus, sed ut per ea quae hominibus quadrant, magnitudo miraculorum exprimi possit. Hoc nimirum et nos dicere solemus, cum inopinatum quid acciderit [ipsam urbem esse contristatam, solum ipsum moestius esse redditum] (a), et cum de saevis ac terribilibus sermo fit hominibus ac ferina mente praeditis, ita quis plerumque loquitur : Ipsa fundamenta concussit, ipsi lapides eum timuerunt : non quod hunc lapides re vera timuerint, sed ut summam cordis ejus feritatem et furorem possint exprimere. Hac etiam de causa mirabilis propheta David ea, quae Judaeis evenerant, bona commemorans, eamque voluptatem, qua perfusi erant, cum Aegypto liberati sunt, dicebat : In exitu Israel de Aegypto, domus Jacob de populo barbaro, facta est Judaea sanctificatio ejus, Israel potestas ejus. Mare vidit et fugit, Jordanis conversus est retrorsum. Montes exsultaverunt ut arietes, et colles sicut agni ovium, a facie Domini (Psal. 113. 1-4). Hoc vero nullus evenisse umquam audivit. Nam mare quidem et Jordanis retrorsum Dei jussu conversa sunt : montes autem et colles non exsultaverunt, sed, ut ante dixi, cum summam voluptatem vellet exprimere, ac relaxationem ex Aegyptiaca vexatione quae illis contigerat, res etiam inanimatas exsultare dicebat, ac tripudiare propter ea bona, quae illis obvenerant : quemadmodum cum triste quidpiam nuntiare voluerit, quod nostra nobis peccata pepererint, ait, Lugebit vinum, lugebit et vitis (Hesai. 24. 7) : et alibi, Viae Sion lugent (Thren. 1. 4) : sed et lacrymari res sensu destitutas ait, Muri filiae Sion deducite lacrymas (Thren. 2. 18) : imo et terram ipsam et Judaeam lugere dicit atque ebriam esse tristitia, non quod haec elementa id sentiant, sed, ut ante dixi, prophetarum unusquisque dum indicare vult ingentem bonorum magnitudinem, quae Deus largitur, et suppliciorum, quae propter scelera nostra nobis infliguntur, ita loquitur : quam ob causam beatus etiam Paulus creaturam ingemiscentem ac dolentem introducit, ut Dei donorum exprimere possit magnitudinem, quae nos post hanc vitam excipient.
For because the things then befalling them were by their own nature heavy and burdensome, he lessens their burden by their brevity, saying: For that which is at present momentary and light of our tribulation works for us beyond all measure an eternal weight of glory in the highest degree, while we look not at the things that are seen, rather at the things that are not seen; for the things that are seen are temporal, whereas the things that are not seen are eternal (2 Cor. 4:17–18). And again, so as to lead them onward to recognize the greatness of the blessings of that life, he introduces creation itself grieving and groaning together on account of present ills and eagerly longing for things to come as exceedingly delightful, when he speaks thus: For creation groans together and travails together until now (Rom. 8:22). For what reason does it groan? For what reason does it travail? Because it awaits those future blessings and longs for its change for the better. For creation itself also, says he, shall be delivered from the bondage of corruption into the liberty of the glory of the children of God (ibid., v. 21). Yet when you hear that it groans and travails, do not suppose it to be endowed with reason, rather understand the idiom of Scripture. For whenever God wishes to proclaim something great and joyful to mankind through the prophets, he represents even inanimate things themselves as perceiving the greatness of the marvels taking place — not that we say creation is endowed with sensation, rather so that through expressions suited to human beings the magnitude of the marvels may be set forth. Indeed, we ourselves are accustomed to speak thus when something unexpected happens [that the city itself was cast into gloom, that the very ground was made more sorrowful] (a), and when speech turns to cruel and dreadful men endowed with a savage temper, someone commonly says: He shook the very foundations, the very stones feared him — not that the stones truly feared him, rather so that men may express the utter savagery and fury of his heart. For this reason too the admirable prophet David, recounting the blessings that had befallen the Jews and the delight with which they were filled when they were delivered from Egypt, said: At the going forth of Israel out of Egypt, of the house of Jacob from a barbarous people, Judaea became his sanctuary, Israel his dominion. The sea saw and fled; Jordan was turned back. The mountains skipped like rams, and the hills like the lambs of the flock, at the presence of the Lord (Ps. 113:1–4 [114:1–4]). Yet no one ever heard that this literally happened. For the sea and the Jordan indeed were turned back at God's command, whereas the mountains and the hills did not skip; rather, as I said before, wishing to express their supreme delight and the relief from Egyptian oppression that had come to them, he spoke even of inanimate things as leaping and dancing for joy on account of the blessings that had come upon them. In the same way, when a prophet wishes to announce some sorrowful thing which our sins have brought upon us, he says: The wine shall mourn, the vine also shall mourn (Isa. 24:7); and elsewhere: The ways of Sion mourn (Lam. 1:4); and he even speaks of things devoid of sense as shedding tears: O walls of the daughter of Sion, let tears run down (Lam. 2:18); nay more, he says that the earth itself and Judaea mourn and are drunken with sorrow — not because these elements feel this, rather, as I said before, each of the prophets speaks thus when wishing to set forth the vast magnitude of the blessings that God bestows and of the punishments inflicted upon us on account of our crimes; for which reason blessed Paul also introduces creation groaning and grieving, so that he may express the greatness of God's gifts which will receive us after this life.
PG 51:160 bisRead from the page
3. Magnitudo rerum quas adepti sumus. — Verum haec omnia sunt in spe, dicet quispiam : pusillanimis autem ac miser homo, non ita pridem ab idololatria liberatus, neque dum sciens de rebus futuris philosophari, non admodum his sermonibus corrigitur, sed in praesenti tempore consolationem aliquam optat invenire. Idcirco nimirum et sapiens hic magister, cuique nota sunt omnia, non modo ex bonis futuris consolatur, sed ex praesentibus etiam commodis cohortatur. Ac primum quidem ea, quae jam orbi terrarum obvenerant, bona commemorat, quae non in spe et exspectatione sita erant, sed quibus reipsa fruebantur : quae futurorum, et eorum quae sperantur maxima est et evidentissima demonstratio : cumque bene longum de fide sermonem texuisset, atque patriarchae Abraham mentionem fecisset, qui licet reluctante natura speravit tamen se patrem futurum, exspectavit et credidit, quapropter et tandem fuit : inde ducta occasione cohortatur, ut numquam ad ratiocinationum infirmitatem delabamur, sed animos nostros magnitudine fidei erigamus, attollamus, et alta sapiamus : deinde rerum, quas adepti jam sumus, explicat dignitatem. Quaenam illa porro est ? Quod nimirum Filium suum, inquit, unigenitum, genuinum, dilectissimum, hunc Deus pro nobis sceleratis servis dedit, et innumeris peccatis gravatos, tantisque delictorum oneribus oppressos non a peccatis solum liberavit, sed et justos effecit, nihil grave imperans aut laboriosum aut molestum, sed fidem a nobis tantum requirens justos reddidit, sanctos effecit, in Dei filios adoptavit, heredes regni instituit, Unigeniti coheredes renuntiavit, resurrectionem promisit, corporum incorruptionem, conditionem et sortem eamdem cum angelis, quae rationem omnem ac mentem exsuperat, habitationem in caelis, conversationem cum ipso, ac Spiritus sancti gratiam jam inde nobis effudit, a diaboli nos possessione liberavit, nos a daemonum servitute vindicavit, peccatum destruxit, maledictionem sustulit, inferorum portas confregit, paradisum aperuit, non angelum, non archangelum, sed ipsum Unigenitum pro salute nostra misit, sicut per prophetam inquit, Non legatus, neque angelus, sed ipse Dominus salvos nos fecit (Hesai. 63. 9). Haec nonne sexcentis splendidiora sunt coronis ? quod sanctificati sumus ? quod justificati ? quod per fidem ? quod unigenito Dei Filio pro nobis descendente ? quod Patre Filium suum dilectissimum propter nos tradente ? quod Spiritum sanctum accepimus ? quod cum omni facilitate ? quod copiosa gratia donoque potiti sumus ? His itaque dictis et cum paucis verbis omnia declarasset, rursus commemoratione spei sermonem finivit.
3. The greatness of the blessings we have already obtained. — Yet all these things rest in hope, someone will say; whereas a faint-hearted and wretched man, delivered not long ago from idolatry and not yet knowing how to reason philosophically about things to come, is not greatly set right by such words, rather wishes to find some consolation in the present time. On this very account this wise teacher too, to whom all things are known, not only consoles men from future blessings, rather also exhorts them from present benefits. And first indeed he recounts the blessings that had already come upon the world, which did not rest merely in hope and expectation, rather were enjoyed in very reality — which is the greatest and clearest proof of things to come and of the blessings hoped for; and after weaving a very full discourse concerning faith and making mention of the patriarch Abraham, who even though nature resisted nevertheless hoped that he would become a father, awaited it, and believed, wherefore at length he indeed became one, taking occasion from there he exhorts us never to sink down to the weakness of human reasonings, rather to raise up and lift our minds by the greatness of faith and cherish lofty thoughts; next he unfolds the grandeur of the blessings we have already obtained. And what is that grandeur? Namely, says he, that God gave his own only-begotten, true, and well-beloved Son for us wicked servants, and when we were weighed down by countless sins and crushed beneath so many burdens of transgressions, he not only delivered us from sins, rather also made us righteous — enjoining nothing heavy, toilsome, or burdensome, rather requiring faith alone from us — rendered us righteous, made us holy, adopted us as sons of God, appointed us heirs of the kingdom, proclaimed us fellow-heirs with the Only-begotten, promised the resurrection, the incorruption of bodies, the same estate and portion with the angels that surpasses all reason and understanding, dwelling in heaven, and fellowship with himself, and already from now has poured forth upon us the grace of the Holy Spirit, delivered us from the devil's thrall, rescued us from bondage to demons, destroyed sin, took away the curse, shattered the gates of hell, opened paradise, and sent not an angel, not an archangel, rather the Only-begotten himself for our salvation, just as he says through the prophet: Neither an ambassador nor an angel, rather the Lord himself saved us (Isa. 63:9). Are not these things brighter than ten thousand crowns? That we were sanctified? That we were justified? That it was through faith? That it was by the only-begotten Son of God coming down for our sakes? That it was by the Father giving over his well-beloved Son on our account? That we received the Holy Spirit? That it was with all ease? That we gained abundant grace and free gift? Having spoken thus and set forth all things in a few words, once again he brought his discourse to a close with a reminder of hope.