Migne Reading Room

PG 51 · cols. 159–162 bis · Read from the page

Homilia in illud: Non solum autem, sed et gloriamur in tribulationibus (Rom. 5:3; De gloria in tribulationibus, Hom. XIII)

Homilia in illud: Non solum autem, sed et gloriamur in tribulationibus (Rom. 5:3; De gloria in tribulationibus, Hom. XIII)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:159Read from the page
Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως· τῇ ποσότητι τὴν ποιότητα ὑποτεμνόμενος, καὶ τῷ χρόνῳ τὸ φορτικὸν παραμυθούμενος. Ἐπειδὴ γὰρ τῇ φύσει βαρέα καὶ φορτικὰ ἦν τὰ τότε συμβαίνοντα, τῷ προσκαίρῳ τὸ φορτικὸν αὐτῶν ὑποτέμνεται, λέγων· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Τὰ γὰρ βλεπόμενα, πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Καὶ πάλιν ἀνάγων αὐτοὺς εἰς τὴν ἔννοιαν τοῦ μεγέθους τῶν τότε ἀγαθῶν, αὐτὴν εἰσάγει τὴν κτίσιν ὀδυνωμένην καὶ συστενάζουσαν ἐπὶ τοῖς παροῦσι μοχθηροῖς, καὶ σφόδρα ἐπιθυμοῦσαν τὰ μέλλοντα, ὡς πάνυ ὄντα χρηστὰ, λέγων οὕτω· Καὶ γὰρ ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. Τίνος ἕνεκεν στενάζει; τίνος ἕνεκεν ὠδίνει; Τὰ μέλλοντα ἐκεῖνα προσδοκῶσα ἀγαθὰ καὶ ἐπιθυμοῦσα τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν. Καὶ γὰρ καὶ αὐτὴ, φησὶν, ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ὅταν δὲ ἀκούσῃς, ὅτι στενάζει καὶ ὠδίνει, μὴ λογικὴν εἶναι νόμιζε, ἀλλὰ μάνθανε τῆς Γραφῆς τὸ εἶδος. Ὅταν γὰρ βούληται ὁ Θεὸς μέγα καὶ χρηστὸν ἀναγγεῖλαι τοῖς ἀνθρώποις διὰ τῶν προφητῶν, καὶ αὐτὰ τὰ ἄψυχα αἰσθάνεσθαι ποιεῖ τῶν γινομένων θαυμάτων τὸ μέγεθος· οὐκ ἐπειδὴ αἰσθάνεσθαι τὴν κτίσιν φαμὲν, ἀλλ' ἵνα τῶν θαυμάτων τὸ μέγεθος παραστῆσαι δυνηθῇ ἐκ τῶν συμβαινόντων τοῖς ἀνθρώποις. Τοῦτο δὴ καὶ ἡμῖν ἔθος λέγειν, ὅταν τι τῶν ἀδοκήτων συμβῇ, [ὅτι αὐτὴ ἡ πόλις ἐστύγνασεν, αὐτὸ τὸ ἔδαφος σκυθρωπὸν ἐγένετο·] καὶ ἐπὶ τῶν φοβερῶν δὲ ἀνθρώπων καὶ θηριώδη θυμὸν ἐχόντων τοῦτο αὐτὸ εἴποι τις ἄν· ὅτι αὐτὰ τὰ θεμέλια διέσεισεν, αὐτοὶ οἱ λίθοι αὐτὸν ἐτρόμαξαν· οὐκ ἐπειδὴ ὄντως οἱ λίθοι τοῦτον ἐτρόμαξαν, ἀλλ' ἵνα τὴν ὑπερβολὴν τῆς θηριώδους καρδίας αὐτοῦ καὶ τὸν θυμὸν παραστῆσαι δυνηθῶσι. Διὰ δὴ τοῦτο καὶ ὁ θαυμάσιος προφήτης Δαυῒδ ἀπαγγέλλων τὰ ἀγαθὰ τὰ τοῖς Ἰουδαίοις συμβάντα, καὶ τὴν ἡδονὴν τὴν ἐκ τῆς ἐλευθερίας Αἰγύπτου ἐγγινομένην αὐτοῖς, ἔλεγεν· Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ· ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω· τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων, ἀπὸ προσώπου Κυρίου. Καὶ τοῦτο οὐδαμοῦ γενόμενον ἤκουσέ τις. Ἡ μὲν γὰρ θάλασσα, καὶ ὁ Ἰορδάνης ἀνεστράφη εἰς τὰ ὀπίσω προστάγματι τοῦ Θεοῦ· τὰ δὲ ὄρη καὶ οἱ βουνοὶ οὐκ ἐσκίρτησαν· ἀλλ', ὅπερ ἔφθην εἰπὼν, τὴν ὑπερβολὴν τῆς ἡδονῆς παραστῆσαι βουλόμενος, καὶ τὴν ἄνεσιν τὴν ἐκ τῆς τῶν Αἰγυπτίων κακώσεως ὑπηργμένην αὐτοῖς, καὶ αὐτὰ τὰ ἄψυχα σκιρτᾷν ἔλεγε καὶ πηδᾷν ἐπὶ τοῖς συμβεβηκόσιν αὐτοῖς χρηστοῖς· ὡς ὅταν τι καὶ λυπηρὸν ἀπαγγεῖλαι βούληται ἐξ ἡμετέρας ἁμαρτίας τικτόμενον, φησίν· Πενθήσει οἶνος, πενθήσει καὶ ἄμπελος· καὶ ἀλλαχοῦ· Ὁδοὶ Σιὼν πενθοῦσιν· ἀλλὰ καὶ δακρύειν τὰ ἀναίσθητα λέγει· Τεῖχος γὰρ θυγατρὸς Σιὼν, κατάγαγε δάκρυα, φησί· καὶ αὐτὴν δὲ τὴν γῆν, καὶ Ἰουδαίαν πενθεῖν λέγει καὶ μεθύειν τῇ λύπῃ οὐχ ὡς τῶν στοιχείων αἰσθανομένων τούτων, ἀλλ' ὅπερ ἔφθην εἰπὼν, ἕκαστος τῶν προφη-
For the momentary lightness of tribulation—curtailing its quality by its quantity, and mitigating its burdensomeness by the briefness of the time. For since the things then happening were by nature heavy and burdensome, he curtails their burdensomeness by their fleeting duration, saying: For the momentary lightness of our tribulation works out for us surpassingly to surpassing excess an eternal weight of glory, while we look not at the things that are seen, but at the things that are not seen. For the things that are seen are temporary; but the things that are not seen are eternal. And again, leading them up to the conception of the magnitude of the good things of that time, he introduces creation itself as suffering pain and groaning together over present hardships, and vehemently longing for the things to come as being altogether good, speaking thus: For the creation also groans together and travails together until now. On what account does it groan? on what account does it travail? Because it awaits those good things to come and longs for the change for the better. For the creation itself also, says he, shall be set free from the bondage of corruption into the freedom of the glory of the children of God. Yet when you hear that it groans and travails, do not suppose that it is rational, but learn the idiom of Scripture. For when God wishes to announce to men something great and good through the prophets, He makes even inanimate things themselves perceive the magnitude of the wonders taking place—not because we say that creation possesses perception, but so that He may be able to set forth the magnitude of the wonders from the things that befall men. This, indeed, we ourselves are also accustomed to say when something unexpected happens—that the city itself grew gloom-stricken, the very ground became downcast—and in the case of fearsome men who possess a savage temper one might say this very thing: that he shook the very foundations, that the very stones trembled at him—not because the stones truly trembled at this man, but so that men may be able to set forth the excess of his savage heart and his wrath. On this very account the marvellous prophet David also, in reporting the good things that befell the Jews and the pleasure that came to them from their deliverance out of Egypt, said: At the going forth of Israel out of Egypt, of the house of Jacob from a barbarous people, Judaea became His sanctuary, Israel His dominion. The sea saw and fled, the Jordan was turned backward; the mountains skipped like rams, and the hills like lambs of sheep, from before the face of the Lord. And no one ever heard of this having happened anywhere. For the sea, indeed, and the Jordan turned backward at the command of God; but the mountains and the hills did not skip; rather, as I said just now, wishing to set forth the excess of their pleasure and the relief bestowed upon them from the maltreatment of the Egyptians, he said that even inanimate things themselves skipped and leaped at the good things that had befallen them; just as, when he wishes to report something grievous born of our sin, he says: The wine shall mourn, the vine also shall mourn; and elsewhere: The ways of Sion mourn; nay, he says that insensate things even weep: For O wall of the daughter of Sion, let down tears, says he; and he says that the earth itself and Judaea mourn and are drunken with grief—not as though these elements perceived, but, as I said just now, each of the prophets
PG 51:160Read from the page
τῶν τὴν ὑπερβολὴν τῶν ἐκ Θεοῦ χορηγουμένων ἡμῖν ἀγαθῶν, καὶ τῶν τιμωριῶν τῶν ἐκ τῆς ἡμετέρας κακίας ἐπαγομένων ἡμῖν παραστῆσαι θέλων· διὸ δὴ καὶ ὁ μακάριος Παῦλος καὶ αὐτὸς τὴν κτίσιν εἰσάγει στενάζουσαν καὶ ὀδυνωμένην, ἵνα τὸ μέγεθος τῶν δωρεῶν τοῦ Θεοῦ τῶν μετὰ ταῦτα διαδεξομένων ἡμᾶς παραστῆσαι δυνηθῇ.
wishing to set forth the excess of the good things supplied to us from God and of the punishments brought upon us out of our own wickedness, speaks thus; wherefore blessed Paul himself also introduces the creation as groaning and suffering pain, so that he may be able to set forth the magnitude of the gifts of God that shall receive us hereafter.
γʹ. Ἀλλὰ ταῦτα πάντα, φησὶν, ἐν ἐλπίσιν· ὁ δὲ μικρόψυχος καὶ ταλαίπωρος ἄνθρωπος, καὶ νῦν τῆς εἰδωλολατρείας ἀπαλλαγεὶς, καὶ οὐκ εἰδὼς περὶ τῶν μελλόντων φιλοσοφεῖν, οὐ σφόδρα τούτοις διορθοῦται τοῖς λόγοις, ἀλλὰ ζητεῖ καὶ ἐν τῷ παρόντι καιρῷ εὑρέσθαι τινὰ παραμυθίαν. Διὰ δὴ τοῦτο καὶ ὁ σοφὸς οὗτος διδάσκαλος, καὶ πάντα εἰδὼς, οὐκ ἀπὸ τῶν μελλόντων μόνον παραμυθεῖται ἀγαθῶν, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων ἀλείφει χρηστῶν. Καὶ πρῶτον μὲν τὰ ὑπηργμένα προλέγει τῇ οἰκουμένῃ ἀγαθὰ, τὰ οὐκ ἐν ἐλπίσι καὶ προσδοκίᾳ, ἀλλ' ἐν πείρᾳ καὶ ἀπολαύσει γενόμενα (ἅπερ καὶ τῶν μελλόντων καὶ ἐλπιζομένων μεγίστη καὶ σαφεστάτη ἀπόδειξίς ἐστι), καὶ πολὺν περὶ πίστεως κατατείνας τὸν λόγον, καὶ τοῦ πατριάρχου Ἀβραὰμ μνημονεύσας (καὶ τῆς φύσεως ἀπαγορευούσης τοῦ πατέρα αὐτὸν ἔσεσθαι, ἤλπισε καὶ προσεδόκησε, καὶ ἐπείσθη ἔσεσθαι, διὸ καὶ ἐγένετο), κἀκεῖθεν ἀνάγων εἰς τὸ μὴ δεῖν ποτε εἰς τὴν τῶν λογισμῶν καταπίπτειν ἀσθένειαν, ἀλλὰ τῷ μεγέθει τῆς πίστεως ὀρθοῦσθαι καὶ διανίστασθαι καὶ ὑψηλὰ φρονεῖν· μετὰ ταῦτα λέγει καὶ τῶν ὑπηργμένων τὸ μέγεθος. Τί δὲ τοῦτό ἐστιν; Ὅτι τὸν Υἱὸν, φησὶ, τὸν μονογενῆ, τὸν γνήσιον, τὸν ἀγαπητὸν, τοῦτον ὁ Θεὸς ὑπὲρ ἡμῶν τῶν ἀγνωμόνων ἔδωκεν οἰκετῶν, καὶ τοὺς μυρίοις βεβαρημένους ἁμαρτήμασι, καὶ τοσούτοις φορτίοις πιεζομένους πλημμελημάτων, οὐχὶ τῶν ἁμαρτημάτων ἀπήλλαξε μόνον, ἀλλὰ καὶ δικαίους εἰργάσατο, οὐδὲν φορτικὸν, οὐδὲ ἐπίπονον ἐπιτάξας, οὐδὲ ἐπαχθὲς, ἀλλὰ πίστιν ζητήσας παρ' ἡμῶν μόνον, καὶ δικαίους ἐποίησε καὶ ἁγίους κατεσκεύασε, καὶ υἱοὺς Θεοῦ ἀπέφηνε, καὶ βασιλείας κληρονόμους ἀπέδειξε, καὶ τοῦ Μονογενοῦς συγκληρονόμους ἀπειργάσατο, καὶ ἀνάστασιν ἐπηγγείλατο, καὶ ἀφθαρσίαν σωμάσων, καὶ λῆξιν μετὰ ἀγγέλων, πάντα λόγον καὶ νοῦν ὑπερβαίνουσαν, καὶ τὴν ἐν οὐρανοῖς διατριβὴν, καὶ τὴν μετ' αὐτοῦ ὁμιλίαν καὶ ἁγίου Πνεύματος ἐντεῦθεν ἤδη χάριν ἐξέχεε, καὶ τῆς τοῦ διαβόλου κατοχῆς ἡμᾶς ἀπήλλαξε, καὶ τῶν δαιμόνων ἡμᾶς ἐρρύσατο, καὶ τὴν ἁμαρτίαν κατέλυσε, καὶ τὴν κατάραν ἠφάνισε, καὶ ᾅδου πύλας συνέκλασε, καὶ τὸν παράδεισον ἠνέῳξεν, οὐκ ἄγγελον, οὐκ ἀρχάγγελον, ἀλλ' αὐτὸν ἀπέστειλε τὸν Μονογενῆ ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας, ὥς φησι διὰ τοῦ προφήτου· Οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς. Ταῦτα οὐ μυρίων στεφάνων λαμπρότερα; ὅτι ἡγιάσθημεν; ὅτι ἐδικαιώθημεν; ὅτι διὰ πίστεως; ὅτι τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ἐξ οὐρανῶν κατελθόντος ὑπὲρ ἡμῶν; ὅτι τοῦ Πατρὸς τὸν ἀγαπητὸν αὐτοῦ δεδωκότος δι' ἡμᾶς; ὅτι Πνεῦμα ἅγιον ἐδεξάμεθα; ὅτι μετ' εὐκολίας ἁπάσης; ὅτι χάριτος ἀφάτου καὶ δωρεᾶς ἀπελαύσαμεν; Ταῦτα τοίνυν εἰπὼν, καὶ διὰ μικρῶν
3. Yet all these things, says someone, rest in hopes; whereas the faint-hearted and wretched man, only just now set free from idolatry and not knowing how to philosophize concerning the things to come, is not very much set right by these discourses, but seeks to find some consolation in the present season as well. On this very account this wise teacher also, knowing all things, not only consoles them from the good things to come, but also anoints them for the contest from present benefits. And first he sets forth beforehand the good things already bestowed upon the inhabited world, things that have come to pass not in hopes and expectation, but in actual experience and enjoyment (which very things are the greatest and clearest demonstration of the things to come and hoped for as well); and having drawn out at great length his discourse concerning faith, and having made mention of the patriarch Abraham (who, even when nature forbade that he should be a father, hoped and expected and was persuaded that he would be so, wherefore also he became so), and from thence leading us up to the truth that we must never sink down into the weakness of reasonings, but be set upright and rise up and think lofty thoughts by the magnitude of faith—after these things he tells also the magnitude of the benefits already bestowed. And what is this? That His Son, says he—the Only-begotten, the genuine, the Beloved—this One God gave on behalf of us ungrateful household servants; and those weighed down with countless sins and pressed down by so many burdens of transgressions He not only freed from sins, but also made righteous, enjoining nothing burdensome or toilsome or irksome, but seeking faith alone from us; and He made us righteous and rendered us holy, and declared us sons of God, and appointed us heirs of a kingdom, and wrought us fellow-heirs with the Only-begotten, and promised resurrection and incorruption of bodies, and an allotment with angels surpassing every speech and mind, and abiding in the heavens, and converse with Himself; and even from now He poured forth the grace of the Holy Spirit, and freed us from the possession of the devil, and rescued us from the demons, and destroyed sin, and blotted out the curse, and shattered the gates of Hades, and opened Paradise, and sent not an angel, not an archangel, but the Only-begotten Himself on behalf of our salvation, as He says through the prophet: Not an elder, nor an angel, but the Lord Himself saved us. Are not these things more radiant than ten thousand crowns? That we were sanctified? that we were justified? that it was through faith? that the Only-begotten Son of God came down from the heavens on our behalf? that the Father gave His Beloved for our sake? that we received the Holy Spirit? that it was with all ease? that we enjoyed ineffable grace and free gift? Having spoken these things, therefore, and through brief
Notes, col. 160

On the reading

Printed σωμάσων, for σωμάτων.

PG 51:161Read from the page
ῥημάτων ἅπαντα δηλώσας, πάλιν εἰς τὴν ἐλπίδα τὸν λόγον κατέλυσεν. Εἰπὼν γὰρ, Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην, ἐν ᾗ ἑστήκαμεν, ἐπήγαγε· Καὶ καυχώμεθα ἐπὶ τῇ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. Ἐπεὶ οὖν εἶπε τὰ μὲν γεγενημένα, τὰ δὲ μέλλοντα· τὸ μὲν γὰρ δικαιωθῆναι, καὶ τὸ τὸν Υἱὸν ὑπὲρ ἡμῶν σφαγῆναι, καὶ τὸ δι' αὐτοῦ τῷ Πατρὶ προσαχθῆναι, καὶ τὸ χάριτος ἀπολαῦσαι, καὶ δωρεᾶς, καὶ τὸ ἁμαρτημάτων ἀπαλλαγῆναι, καὶ τὸ εἰρήνην ἔχειν πρὸς τὸν Θεὸν, καὶ τὸ ἁγίου Πνεύματος μετασχεῖν, ταῦτα γεγενημένων ἐστί· τὰ δὲ μέλλοντα ἦν, ἡ δόξα ἐκείνη ἡ ἀπόρρητος· ὃ καὶ αὐτὸ ἐπήγαγε, λέγων· Ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπὶ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ· ἡ δὲ ἐλπὶς, ὥσπερ ἔφθην εἰπὼν, οὐ σφόδρα ἱκανὴ τὸν μικρόψυχον ὀρθῶσαι καὶ ἀναστῆσαι ἀκροατήν· ὅρα τί ποιεῖ πάλιν, καὶ θέασαι τὴν εὐτονίαν Παύλου, καὶ τὴν φιλόσοφον γνώμην. Ἀπὸ γὰρ αὐτῶν τῶν δοκούντων λυπεῖν καὶ θορυβεῖν καὶ ταράττειν τὸν ἀκροατὴν, ἀπ' αὐτῶν τούτων ἀναπλέκει τῆς παρακλήσεως καὶ τοῦ καυχήματος τοὺς στεφάνους. Ἐπειδὴ γὰρ ταῦτα πάντα κατέλεξε, λοιπὸν ἐπάγει λέγων· Οὐ μόνον ταυτα λέγω, ἅπερ εἶπον, φησὶν, οἷον τὸ, ὅτι ἡγιάσθημεν, ὅτι ἐδικαιώθημεν, ὅτι διὰ τοῦ Μονογενοῦς, ὅτι χάριτος ἀπηλαύσαμεν, ὅτι εἰρήνης, ὅτι δωρεᾶς, ὅτι ἁμαρτημάτων ἀφέσεως, ὅτι Πνεύματος ἁγίου κοινωνίας, ὅτι μετ' εὐκολίας ἁπάσης, ὅτι καὶ χωρὶς μόχθων, καὶ χωρὶς ἱδρώτων, ὅτι πίστει μόνῃ, ὅτι τὸν Υἱὸν ἔπεμψε τὴν μονογενῆ, ὅτι τὸ μὲν ἔδωκε, τὸ δὲ ἐπηγγείλατο, δόξαν ἄρρητον, ἀφθαρσίαν, σωμάτων ἀνάστασιν, λῆξιν ἀγγελικὴν, τὴν μετὰ Χριστοῦ διαγωγὴν, τὴν ἐν οὐρανοῖς διατριβήν· ταῦτα γὰρ ἅπαντα παρέστησεν ἐν τῷ εἰπεῖν, Καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ.
words having declared all things, he brought his discourse to a close once more in hope. For after saying, Having been justified, therefore, by faith, we have peace towards God through our Lord Jesus Christ, through Whom also we have obtained access by faith into this grace wherein we stand, he added: And we boast in the hope of the glory of God. Since, then, he spoke of some things that have come to pass, and others that are to come—for to have been justified, and for the Son to have been slain on our behalf, and to have been brought near to the Father through Him, and to have enjoyed grace and free gift, and to have been freed from sins, and to have peace towards God, and to have partaken of the Holy Spirit, these belong to things that have come to pass; while the things to come were that ineffable glory, which very point he also added, saying: Wherein we stand, and boast in hope of the glory of God; yet hope, as I said just now, is not very sufficient to set upright and raise up the faint-hearted hearer—see what he does again, and behold the vigour of Paul and his philosophic mind. For from the very things that seem to grieve and trouble and agitate the hearer, from these very things he weaves the crowns of consolation and boasting. For after he recounted all these things, he goes on to add, saying: Not only do I speak of these things which I have mentioned, says he—such as that we were sanctified, that we were justified, that it was through the Only-begotten, that we enjoyed grace, peace, free gift, forgiveness of sins, fellowship of the Holy Spirit, that it was with all ease, and without toils and without sweat, by faith alone, that He sent His Only-begotten Son, that the one part He gave and the other He promised: unspeakable glory, incorruption, resurrection of bodies, an angelic allotment, life passed with Christ, abiding in the heavens; for all these things he presented in saying, And we boast in hope of the glory of God.
Οὐ τοίνυν ταῦτα λέγει μόνον τὰ γενόμενα καὶ τὰ ἐσόμενα, ἀλλὰ καὶ αὐτὰ τὰ δοκοῦντα εἶναι ἐν ἀνθρώποις λυπηρὰ, τὰ δικαστήρια λέγω, τὰς ἀπαγωγὰς, τοὺς θανάτους, τὰς ἀπειλὰς, τοὺς λιμοὺς, τὰς βασάνους, τὰ τήγανα, τὰς καμίνους, την λεηλασίαν, τοὺς πολέμους, τὰς πολιορκιας. τὰς μάχας, τὰς στάσεις, τῆς φιλονεικίας, καὶ ταῦτα τίθησιν ἐν τάξει δωρεᾶς καὶ κατορθωμάτων. Οὐ γὰρ ἐπ' ἐκείνοις μόνοις τοῖς εἰρημένοις χαίρειν δεῖ καὶ γεγηθέναι, ἀλλὰ καὶ ἐν τούτοις καυχᾶσθαι χρὴ, ὡς ὅταν λέγῃ· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου. Εἶδες ψυχὴν εὔτονον, καὶ γνώμην ὑψηλὴν, καὶ φρόνημα ἀπερίτρεπτον, οὐκ ἐπὶ τοῖς στεφάνοις καλλωπιζόμενον μόνον, ἀλλὰ καὶ ἐπὶ τοῖς ἀγωνίσμασιν ἐνηδυνόμενον; οὐκ ἐπὶ ταῖς ἀμοιβαῖς χαίροντα, ἀλλὰ καὶ ἐπὶ τοῖς παλαίσμασιν ἐναβρυνόμενον; οὐκ ἐπὶ ταῖς ἀντιδόσεσιν εὐφραινόμενον, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ παγκρατίῳ καυχώμενον; Μὴ γάρ μοι λέγε τὴν βασιλείαν τῶν οὐρανῶν, μηδὲ τοὺς στεφάνους ἐκείνους τοὺς ἀκηράτους, μηδὲ τὰ βραβεῖα, ἀλλ' αὐτὰ τὰ παρόντα, τὰ θλίψιν ἔχοντα καὶ μόχθον καὶ ταλαιπωρίαν πολλήν· ταῦτα εἰς μέσον ἄγε, καὶ δυνήσομαι δεῖξαι, ὅτι ἐπὶ τούτοις καυχᾶσθαι δεῖ μᾶλλον μειζόνως. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν ἀγώνων τὰ μὲν πα-
He does not, therefore, speak only of these things that have come to pass and that shall be, but even of the very things that seem grievous among men—I mean law-courts, arrests, deaths, threats, famines, tortures, frying-pans, furnaces, plundering, wars, sieges, battles, seditions, contentions—even these he sets in the rank of free gift and rightly accomplished deeds. For one ought not only to rejoice and be glad over those things just mentioned, but in these things also one must boast, as when he says: Now I rejoice in my sufferings on your behalf, and fill up in turn what is lacking of the tribulations of Christ in my flesh. Have you seen a vigorous soul, and a lofty mind, and an unswerving spirit, not only adorning itself with the crowns, but also taking delight in the contests? not only rejoicing in the recompenses, but also priding himself in the wrestling-bouts? not only making merry over the rewards, but also boasting in the all-in combat itself? For speak not to me of the kingdom of the heavens, nor of those undefiled crowns, nor of the prizes, but of these very present things that hold tribulation and toil and great hardship: bring these forward, and I shall be able to show that over these one ought rather to boast all the more. For in outward contests the
Notes, col. 161

On the reading

Printed ταυτα, for ταῦτα.

Printed τὴν, for τὸν.

Printed την, for τὴν.

Printed πολιορκιας, for πολιορκίας.

Printed τῆς, for τὰς.

PG 51:162Read from the page
λαίσματα τὸν πόνον ἔχει, ὁ δὲ στέφανος τὴν ἡδονήν· Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πρὸ τῶν στεφάνων αὐτὰ τὰ παλαίσματα πολὺ φέρει τὸ καύχημα. Καὶ ἵνα μάθητε ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἀναλογίσασθε ἕκαστον τῶν ἁγίων τῶν ἐφ' ἑκάστης γενεᾶς, ὥς φησιν· Ὑπόδειγμα λάβετε, ἀδελφοὶ, τῆς κακοπαθείας καὶ τῆς ὑπομονῆς, τοὺς προφήτας, οἳ ἐλάλησαν τὸν λόγον ἐν ὀνόματι Κυρίου. Ἀλλὰ γὰρ καὶ οὗτος ὁ νῦν ἡμῖν τὸν ἀγῶνα τοῦτον προτείνας, καὶ τὸ παρὸν πνευματικὸν θέατρον συγκροτήσας, Παῦλον λέγω, μετὰ τὸ τὰς μυρίας αὐτὸν ἐκείνας ἑκάστου τῶν ἁγίων καταλέξαι ταλαιπωρίας, ἃς μηδὲ ῥᾴδιον νῦν κατὰ λόγον διεξιέναι, ἐπάγει λέγων· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, καὶ ἐπὶ τούτοις πᾶσιν ἀγαλλόμενοι. Τοῦτο δὲ αὐτὸ ἴδοι τις ἂν, ὅτε μετὰ τὴν φυλακὴν καὶ τὰς λοιδορίας μαστιχθέντες ἀπηλαύνοντο, τί φησιν; Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι.
wrestling-bouts hold the toil, while the crown holds the pleasure; here, however, it is not so, but even before the crowns the wrestling-bouts themselves bring great boasting. And so that you may learn that these things are so, call to mind each of the saints in every generation, as it says: Take as an example of suffering affliction and of endurance, brethren, the prophets, who spoke the word in the name of the Lord. Nay more, this very man also who has now set this contest before us and gathered the present spiritual theatre—I mean Paul—after he himself recounted those countless hardships of each of the saints, which it is not even easy now to go through in detail in speech, goes on to add, saying: They went about in sheepskins, in goatskins, being destitute, afflicted, ill-treated—of whom the world was not worthy—and exulting over all these things. And one might see this very same thing when, after prison and revilings, having been scourged they were driven away: what does Scripture say? So they went their way rejoicing from the presence of the Sanhedrin, because they were counted worthy to suffer dishonour on behalf of the name of Christ.
δʹ. Ἀλλὰ γὰρ καὶ ἐπὶ ἡμῶν ταῦτα γέγονε· καὶ εἰ βούλοιτό τις, ἐνθυμηθήτω ὃ λέγω, ἐν τῷ καιρῷ τῶν διωγμῶν οἷα συνέβαινεν. Εἰσῄει παρθένος ἁπαλὴ καὶ ἀπειρόγαμος, κηροῦ μαλακώτερον ἔχουσα σῶμα· εἶτα τῷ ξύλῳ προσηλωθεῖσα πάντοθεν, διωρύττετο τὰς πλευρὰς καταξεομένη, καὶ κατερρεῖτο τῷ αἵματι, καὶ καθάπερ νυμφευομένη μᾶλλον καὶ ἐν παστάδι καθημένη, οὕτω μετ' εὐνοίας ἔφερε τὰ γινόμενα διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, ἐν αὐτοῖς τοῖς ἀγῶσι στεφανουμένη. Ἐννόησον ἡλίκον ἦν ἰδεῖν τύραννον μετὰ στρατοπέδων καὶ ξιφῶν ἠκονημένων καὶ ὅπλων τοσούτων ἀπὸ μιᾶς κόρης νικώμενον. Ὁρᾷς ὅτι καὶ αὐτὴ ἡ θλίψις καύχησιν ἔχει μεγίστην; Καὶ μαρτυρεῖτε τοῖς λεγομένοις ὑμεῖς. Οὔπω γὰρ τῶν μαρτύρων ἀπολαβόντων τὰς ἀμοιβὰς, οὐδὲ τὰ βραβεῖα καὶ τοὺς στεφάνους, ἀλλ' εἰς κόνιν διαλυθέντων καὶ τέφραν, μετὰ πάσης προθυμίας συντρέχομεν εἰς τὰς ἐκείνων τιμὰς, καὶ θέατρον συγκροτοῦμεν πνευματικὸν, καὶ ἀνακηρύττομεν τούτους, καὶ στεφανοῦμεν αὐτοὺς διά τε τὰ τραύματα καὶ τὸ αἷμα, διὰ τὰς βασάνους καὶ τὰς πληγὰς, διὰ τὰς θλίψεις ἐκείνας καὶ τὰς στενοχωρίας· οὕτω καὶ αὐταὶ αἱ θλίψεις καύχημα ἔχουσι καὶ πρὸ τῆς ἀμοιβῆς. Ἐννόησον ἡλίκος ἦν ὁ Παῦλος τότε τὰ δεσμωτήρια οἰκῶν, καὶ εἰς δικαστήρια ἐπαγόμενος, πῶς περίβλεπτος, πῶς λαμπρὸς, καὶ περιφανὴς παρὰ πᾶσιν ἐφαίνετο, μάλιστα δὲ παρ' ὧν ἐπολεμεῖτο, καὶ ἐπεβουλεύετο. Καὶ τί λέγω, ἀνθρώποις περίβλεπτος, ὅπου γε καὶ τοῖς δαίμοσι τότε μᾶλλον ἦν φοβερὸς, ὅτε ἐμαστίζετο; Ὅτε δὲ ἐδεσμεῖτο, ὅτε ἐναυάγει, τότε τὰ μέγιστα εἰργάζετο σημεῖα, τότε μειζόνως περιεγένετο τῶν ἀντικειμένων δυνάμεων. Εἰδὼς οὖν καλῶς τὸ ἀπὸ τῶν θλίψεων τούτων προσγινόμενον τῇ ψυχῇ κέρδος, ἔλεγεν· Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι· εἶτα ἐπάγει· Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς,
4. Nay more, these things have happened in our own time as well; and if anyone wishes, let him call to mind what I say—what sort of things came to pass in the season of the persecutions. A tender virgin, unwedded and having a body softer than wax, would enter in; then, nailed to the wood on every side, she had her sides furrowed and torn, and was drenched with blood, and just as though she were rather being led as a bride and sitting in a bridal chamber, even so with goodwill she bore the things that were done for the sake of the kingdom of the heavens, being crowned in the very contests themselves. Consider how great a thing it was to see a tyrant with armies and sharpened swords and so many weapons conquered by a single maiden! Do you see that tribulation itself also holds the greatest boasting? And you yourselves bear witness to what is spoken. For though the martyrs have not yet received their recompenses, nor the prizes and the crowns, but have been dissolved into dust and ashes, with all eagerness we run together to honour them, and gather a spiritual theatre, and proclaim them heralds' victors, and crown them both on account of their wounds and blood, on account of their tortures and stripes, and on account of those tribulations and distresses; thus tribulations themselves also hold boasting even before the recompense. Consider how great Paul was at that time when dwelling in prisons and being haled into law-courts—how admired, how radiant, and illustrious he appeared among all men, and most of all among those by whom he was warred against and plotted against! And why do I say admired by men, seeing that even to the demons he was then more fearsome when he was being scourged? And when he was being bound, when he was suffering shipwreck, then he wrought the greatest signs, then all the more mightily did he prevail over the opposing powers. Knowing well, therefore, the gain accruing to the soul from these tribulations, he said: When I am weak, then I am strong; then he goes on to add: Wherefore I take pleasure in weaknesses, in insults, in necessities, in persecutions,
PG 51:161 bisRead from the page
Cum enim dixisset, Justificati igitur ex fide pacem habemus ad Deum per Dominum nostrum Jesum Christum, per quem et habuimus accessum per fidem in gratiam, in qua stamus, adjecit, Et gloriamur in spe gloriae Dei (Rom. 5. 1. 2). Postquam igitur dixit partim quae jam evenerant, partim quae eventura erant: nam quod justificati quidem sumus, quodque pro nobis et immolatus est Filius, et quod per eum accessum ad Patrem obtinuimus, quod gratiam et donum adepti sumus, quod a peccatis liberati sumus, quod ad Deum pacem habemus, et Spiritus sancti participes fuimus, haec ex iis sunt quae jam evenerunt: quae vero sunt eventura, gloria nimirum est illa ineffabilis, quod ipsum etiam adjecit dicens: In qua stamus, et gloriamur in spe gloriae Dei (Rom. 5. 2): porro spes, ut ante dixi, ad pusillanimem auditorem erigendum et excitandum non admodum est idonea: vide quid rursus faciat, et constantiam Pauli considera ac philosophicam mentem. Ex illis enim ipsis, quae tristitiam aut perturbationem afferre videbantur, et auditorem turbare, ex his consolationis et gloriationis coronas contexit. His enim omnibus enumeratis deinceps adjicit dicens: Non solum haec aio, quae nunc dixi, quod nimirum sanctificati sumus, quod justificati, quod per Unigenitum, quod gratia potiti sumus, quod pace, quod dono, quod remissione peccatorum, quod communicatione Spiritus sancti, quod omni cum facilitate, quod absque labore, absque sudore, quod sola fide, quod Filium misit unigenitum, quod unum quidem largitus est, alterum vero promisit, ineffabilem gloriam, immortalitatem, resurrectionem corporum, conditionem et sortem angelicam, consuetudinem cum Christo, habitationem in caelis: haec enim omnia verbis illis complexus est, Gloriamur in spe gloriae Dei (Rom. 5. 2).
For after saying, Being therefore justified by faith, we have peace with God through our Lord Jesus Christ, through whom also we have obtained access by faith into this grace wherein we stand, he added: And we glory in hope of the glory of God (Rom. 5:1-2). After speaking, then, partly of things that had already come to pass and partly of things that were yet to come—for that we have been justified, that the Son was sacrificed on our behalf, that through him we obtained access to the Father, that we gained grace and the gift, that we were set free from sins, that we have peace with God and became partakers of the Holy Spirit, all belong to what has already come to pass, whereas what is yet to come is that ineffable glory, which very thing he added in saying, Wherein we stand, and glory in hope of the glory of God (Rom. 5:2)—and since hope, as I said before, is not altogether sufficient to raise up and rouse a faint-hearted hearer, see what he does once again, and mark Paul's steadfastness and philosophical mind. Out of those very things that seemed to bring sadness or turmoil and trouble the hearer, he weaves crowns of consolation and boasting. For after enumerating all these blessings, he next adds, as it were: Not only do I say what I have just mentioned—namely, that we have been sanctified, that we have been justified, and that through the Only-begotten; that we have obtained grace, peace, the gift, remission of sins, and fellowship of the Holy Spirit, with all ease, without labour, without sweat, by faith alone; that he sent his only-begotten Son; that he has bestowed the one part already and promised the other: ineffable glory, immortality, the resurrection of bodies, an angelic state and lot, converse with Christ, and a dwelling-place in heaven—for all these things he embraced in those words, We glory in hope of the glory of God (Rom. 5:2).
Ipsae afflictiones sunt laetitiae occasiones. — Non haec igitur solum dicit, quae contigerunt, et quae sunt futura: sed ea quoque ipsa, quae inter homines molesta censentur, tribunalia nimirum, carceres, mortes, minas, famem, tormenta, sartagines, fornaces, depraedationem, bella, oppugnationes, pugnas, seditiones, contentiones, haec quoque refert in numerum donorum ac recte factorum. Non enim ob illa solum, quae dicta sunt, laetandum est atque gaudendum, sed in his etiam gloriandum, ut cum ait, Nunc gaudeo in passionibus meis pro vobis, et adimpleo ea quae desunt passionum Christi in carne mea (Col. 1. 24). Vides animam fortem, mentem sublimem, spiritum invictum, qui non ob coronas tantum gloriatur, sed et certaminibus ipsis oblectatur? non solum ob praemia gaudet, sed in luctis etiam exsultat? non modo propter retributiones laetatur, sed et ipso pancratio gloriatur? Ne mihi enim regnum caelorum commemora, neque coronas illas immarcescibiles, nec praemia, sed res ipsas praesentes, in quibus multa inest afflictio, labor, et molestia plurima: haec profer in medium, et ostendere potero propter ista multo amplius esse gloriandum. Nam in profanis quidem agonibus laborem habent certamina, coronae autem, voluptatem: hic vero non ita; sed ante coronas ipsa certamina multam occasionem afferunt gloriandi.
Afflictions themselves are occasions of gladness. — Not only, therefore, does he mention what has already befallen us and what is to come, but those very things as well that are reckoned grievous among men—namely tribunals, prisons, deaths, threats, famine, tortures, frying-pans, furnaces, plundering, wars, assaults, battles, seditions, strifes—all these too he reckons among gifts and achievements. For we ought not only to be glad and rejoice on account of the things mentioned above, but even to glory in these sufferings as well, as when he says: Now I rejoice in my sufferings for your sake, and fill up in my flesh what is lacking of the afflictions of Christ (Col. 1:24). Do you see a valiant soul, a lofty mind, an unconquered spirit, which glories not merely on account of the crowns, but delights in the contests themselves—which not only rejoices over the prizes, but exults in the wrestling bouts as well—which is glad not merely for the rewards, but glories in the all-in combat itself? Do not speak to me now of the kingdom of heaven, nor of those unfading crowns, nor of the rewards, but bring forward the present realities themselves, wherein lie much affliction, labour, and abundant trouble, and I shall be able to show that on account of these things one ought to glory all the more. For in worldly games the contests entail toil, while the crowns bring pleasure; here, however, it is not so, for even before the crowns the contests themselves afford rich occasion for glorying.
PG 51:162 bisRead from the page
Atque ut haec ita se habere intelligatis, unumquemque sanctorum per singulas generationes considerate, ut inquit ille, Exemplum accipite, fratres, laboris et patientiae, prophetas, qui loquuti sunt verbum in nomine Domini (Jac. 5. 10). Quinetiam hic ipse qui nobis hoc certamen proposuit, et hoc spirituale theatrum convocavit, Paulus, inquam, postquam innumeras singulorum sanctorum afflictiones recensuit, quas neque nunc persequi numerando facile fuerit, adjungit dicens: Circuierunt in melotis, in pellibus caprinis egentes, angustiati, afflicti: quibus dignus non erat mundus (Hebr. 11. 37. 38), et tamen propter haec omnia laetabantur. Hoc vero cernere quivis potest, quando post carcerem, et probra caesi verberibus ejiciebantur: quid ait? Et illi quidem ibant gaudentes a conspectu consilii, quoniam digni habiti sunt pro nomine Jesu contumeliam pati (Act. 5. 41).
And that you may understand that this is so, consider each of the saints generation by generation, as Scripture says: Take as an example of labour and patience, brethren, the prophets who spoke the word in the name of the Lord (Jas. 5:10). Indeed, the very man who set this contest before us and convened this spiritual theatre—Paul, I mean—after recounting the countless afflictions of the individual saints, which it would not be easy to enumerate even now, subjoins these words: They went about in sheepskins, in goatskins, destitute, hard-pressed, afflicted—of whom the world was not worthy (Heb. 11:37-38); and nevertheless they rejoiced on account of all these things. Anyone may see this too when after imprisonment and insults the apostles were scourged and cast out; what does Scripture say? And they departed from the presence of the council rejoicing that they had been counted worthy to suffer dishonour for the name of Jesus (Acts 5:41).
4. Martyrum egregia certamina. Paulus daemonibus terribilis in afflictionibus. — Verum enim vero haec nostra etiam aetate contigerunt; ac si velit, cogitet quivis ea quae dico, qualia tempore persequutionum acciderint. Ingrediebatur virgo tenera et innupta, cera quavis mollius habens corpus, tum affixa equuleo derasis lateribus perfodiebatur, et sanguine tota perfusa erat; at perinde quasi sponsa esset potius, et in thalamo sederet, ita libenter ea quae fiebant ob regnum caelorum perferebat, in ipsis certaminibus coronam percipiens. Cogita quale spectaculum esset tyrannum cernere cum suis exercitibus, cum acuminatis ensibus, cum tot armis, quae ab una puella vincebantur. Vides ipsam etiam afflictionem cum maxima gloriatione esse conjunctam? Vos vero nobis testes eorum estis quae diximus. Cum enim nondum mercedes neque praemia receperint martyres, nec coronas, sed in pulverem ac cinerem abierint, summo studio ad eorum honores concurrimus, ac theatrum spirituale convocamus, victores eos renuntiamus, et coronamus propter vulnera, sanguinem, tormenta, plagas, afflictiones illas et angustias: sic fit ut et ipsae afflictiones gloriationem suam habeant vel ante retributionem. Cogita quantus vir esset tum temporis Paulus, cum carceres habitaret, et ad tribunalia traheretur, quam conspicuus, quam celebris et illustris apud omnes appareret, praecipue vero apud eos, a quibus oppugnabatur et insidiis appetebatur. Sed quid ego conspicuum hominibus eum fuisse dico, quando vel ipsis daemonibus tum magis fuit formidabilis, cum virgis caederetur? Cum vero esset in vinculis, cum naufragia pateretur, tum maxima edebat miracula, tum magis adversarias potestates superabat. Cum igitur probe nosset, quantum ex his afflictionibus animae lucrum obveniret, dicebat: Cum infirmor, tunc potens sum: deinde addit: Propter quod placeo mihi in infirmitatibus, in contumeliis, in necessitatibus, in persequutionibus, in angustiis, ut inhabitet in me virtus Christi (2. Cor. 12. 10. 9).
4. The noble contests of the martyrs; Paul terrible to demons in afflictions. — Nay more, these things have happened in our own age as well; and let anyone who wishes call to mind what I speak of—what sort of deeds took place in the time of the persecutions. A tender, unwedded maiden would enter, possessing a body softer than any wax; then, hoisted upon the rack, she would have her sides scraped and gouged deep, drenched all over with blood; yet just as though she were rather a bride seated in her bridal chamber, so gladly did she endure what was done to her for the sake of the kingdom of heaven, receiving her crown in the very midst of the contests. Consider what a spectacle it was to behold the tyrant with his armies, with sharpened swords, with all those weapons, vanquished by a single girl! Do you see that affliction itself is conjoined with the greatest glorying? And you yourselves are our witnesses of what we have said: for though the martyrs have not yet received their recompense, prizes, or crowns, having departed into dust and ashes, with the utmost zeal we flock together in their honour, convene a spiritual theatre, proclaim them victors, and crown them on account of their wounds, blood, tortures, stripes, and those afflictions and straits; thus even before the reward, afflictions themselves possess their own glorying. Consider how great a man Paul was at that time when he dwelt in prisons and was dragged before tribunals—how conspicuous, how renowned and illustrious he appeared among all men, and above all among the very men who assailed him and plotted against him! Yet why do I say that he was conspicuous to men, when to the very demons themselves he was all the more terrible at the moment he was beaten with rods? When he was in chains, when he suffered shipwreck, then did he work his greatest miracles, then did he all the more overcome the hostile powers. Knowing full well, therefore, how great a profit accrued to his soul from these afflictions, he said: When I am weak, then am I strong; and next he adds: Therefore I take pleasure in infirmities, in insults, in hardships, in persecutions, in straits, that the power of Christ may dwell in me (2 Cor. 12:10, 9).