Migne Reading Room

PG 51 · cols. 135–138 bis · Read from the page

De ferendis reprehensionibus, et De mutatione nominum Homilia III (Hom. XI)

De ferendis reprehensionibus, et De mutatione nominum Homilia III (Hom. XI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:135Read from the page
νόμων οὔτε πολιτείας τινὶ κοινωνήσας ποτὲ, ἀλλ' ἐν ἀσεβείᾳ ζῶν, οὗ τί γένοιτ' ἂν μεῖζον ἀνοίας τεκμήριον; Οὐδὲν γὰρ Ἑλλήνων ἀνοητότερον. Ἀλλ' ὅμως ἐκεῖνος ὁ βάρβαρος, ὁ ἀσεβὴς, ὁ ἀνόητος, ἰδὼν οὐ δεόντως αὐτὸν ποιοῦντα, διώρθωσε τὸν Μωϋσέα, τὸν σοφὸν καὶ συνετὸν καὶ τοῦ Θεοῦ φίλον. Καὶ ειπὼν πρὸς αὐτὸν, Τί οὗτοι ἑστήκασιν ἐνώπιόν σου; καὶ μαθὼν τὴν αἰτίαν λέγει· Οὐκ ὀρθῶς σὺ τοῦτο ἐποίησας, φησί. Μετ' ἐπιτιμήσεως ἡ συμβουλή· καὶ οὔτε οὕτως ἠγρίανεν ἐκεῖνος, ἀλλ' ἠνείχετο ὁ σοφὸς, ὁ συνετὸς καὶ τοῦ Θεοῦ φίλος, τοσαύταις ἐφεστηκὼς μυριάσιν. Οὐδὲ γὰρ τοῦτο μικρὸν, τὸ παρὰ τοῦ βαρβάρου καὶ ἰδιώτου παιδεύεσθαι. Καὶ οὔτε τὰ θαύματα, ἅπερ εἰργάσατο, οὔτε τὸ μέγεθος τῆς ἀρχῆς αὐτὸν ἐπῆρεν, οὔτε τὸ παρόντων τῶν ὑπηκόων διορθοῦσθαι, ἐρυθριάσαι ἐποίησεν· ἀλλ' ἐννοήσας ὅτι εἰ καὶ μεγάλα αὐτῷ εἴργασται σημεῖα, ἀλλ' ὅμως ἀνθρωπίνης φύσεως μετέχει, ἣν πολλὰ λανθάνει πολλάκις, μετ' ἐπιεικείας ἐδέξατο τὴν συμβουλήν. Πολλοὶ δὲ πολλάκις ὑπὲρ τοῦ μὴ φανῆναι δεόμενοι συμβουλῆς τῆς παρ' ἑτέρων, εἵλοντο προδοῦναι τὴν ὠφέλειαν τὴν ἀπὸ τῆς γνώμης, ἢ δεξάμενοι τὴν παραίνεσιν διορθῶσαι τὸ ἁμάρτημα· μᾶλλον ἀγνοεῖν ἢ μαθεῖν κατεδέξαντο, οὐκ εἰδότες ὅτι οὐ τὸ μαθεῖν ἔγκλημα, ἀλλὰ τὸ ἀγνοεῖν κατηγορία· οὐ τὸ διδάσκεσθαι, ἀλλὰ τὸ ἐν ἀμαθείᾳ εἶναι· οὐ τὸ ἐλέγχεσθαι, ἀλλὰ τὸ ἁμαρτάνειν ἀδιόρθωτα. Ἔστι γὰρ, ἔστι καὶ παρὰ ἀνθρώπῳ μικρῷ καὶ εὐτελεῖ εὑρεθῆναί τι τῶν δεόντων, ὃ παρὰ τῷ σοφῷ καὶ μεγάλῳ πολλάκις οὐχ εὕρηται. Ὅπερ οὖν συνιδὼν ὁ Μωϋσῆς ἤκουε μετὰ πάσης ἐπιεικείας ἐκείνου συμβουλεύοντος, καὶ λέγοντος· Ποίησόν σοι χιλιάρχους, ἑκατοντάρχους, πεντηκοντάρχους, δεκάρχους· καὶ τὸ ῥῆμα τὸ βαρὺ ἀνοίσουσιν ἐπὶ σὲ, τὸ δὲ κοῦφον αὐτοὶ διαλύσονται. Καὶ ἀκούσας οὐκ ᾐσχύνθη, οὐκ ἠρυθρίασεν, οὐκ ᾐδέσθη τοὺς ὑπηκόους, οὐκ εἶπε πρὸς ἑαυτὸν, ὅτι Καταγνώσονταί μου οἱ ἀρχόμενοι, εἰ ἄρχων ὢν παρ' ἑτέρου μανθάνω τὰ δέοντα· ἀλλὰ καὶ ἐπείσθη καὶ ἐποίησε τὸ πρόσταγμα, καὶ οὐ μόνον ἐκείνους οὐκ ᾐσχύνθη τοὺς τότε, ἀλλ' οὐδὲ ἡμᾶς τοὺς μετὰ ταῦτα ἐσομένους· ἀλλ' ὥσπερ ἐγκαλλωπιζόμενος τῇ διορθώσει τῇ παρὰ τοῦ κηδεστοῦ γενομένῃ, οὐ τοὺς τότε μόνον ἀνθρώπους, ἀλλὰ καὶ τοὺς ἐξ ἐκείνου μέχρι σήμερον γενομένους, καὶ τοὺς αὖθις ἐσομένους μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας κατὰ τὴν οἰκουμένην ἅπασαν διὰ τῶν γραμμάτων ἐδίδαξε, καὶ ὅτι αὐτὸς τὸ δέον συνιδεῖν οὐκ ἠδυνήθη, καὶ ὅτι τὴν διόρθωσιν ἐδέξατο παρὰ τοῦ κηδεστοῦ. Ἡμεῖς δὲ, ἐὰν ἄνθρωπον ἴδωμεν παρόντα ἐλεγχομένων ἡμῶν καὶ διορθουμένων, ἰλιγγιῶμεν, ἐξιστάμεθα, νομίζομεν τῆς ζωῆς ἐκπεπτωκέναι πάσης. Ἀλλ' οὐκ ἐκεῖνος· ἀλλ' ὁρῶν τοσαύτας χιλιάδας παρούσας οὐκ ἠρυθρίασε, μᾶλλον δὲ τοσαύτας μυριάδας τότε, τὰς ἐξ ἐκείνου μέχρι νῦν κατὰ τὴν γῆν ἅπασαν, ἀλλὰ κηρύττει πᾶσι καθ' ἑκάστην ἡμέραν διὰ τῶν γραμμάτων, ὅτι ὅπερ αὐτὸς οὐ συνεῖδε, τοῦτο ὁ κηδεστὴς συνεῖδε. Τίνος οὖν ἕνεκεν τοῦτο ἐποίησε, καὶ μνήμῃ παρέδωκε τὸ γεγενημένον; Ἵνα ἡμᾶς πείσῃ μηδέποτε ἐφ' ἑαυτοῖς μέγα φρονεῖν, κἂν ἁπάντων ὦμεν σοφώτεροι, μηδὲ ἀτιμάζειν τὰς παρ' ἑτέρων συμβουλίας, κἂν ἁπάντων ὦσιν εὐτελέστεροι. Ἂν μὲν γάρ τι τῶν δεόντων συμβουλεύσῃ τις, κἂν οἰκέτης ᾖ, δέξαι τὴν παραίνεσιν· ἂν δέ τι τῶν ὀλεθρίων, κἂν ἐν ἀξιώματι τυγχάνῃ μεγίστῳ, παράπεμψαι τὴν γνώμην· οὐ γὰρ τῇ ποιότητι τῶν προσώπων
shared at any time in laws or a commonwealth, but living in impiety—than which what greater proof of folly could there be? For nothing is more senseless than the Greeks. Yet nevertheless that barbarian, that impious and senseless man, seeing him acting unduly, set Moses right—the wise and prudent man and friend of God. And having said to him: Why do these people stand before you? and having learned the reason, he says: You did not do this thing rightly, he says. The counsel was accompanied with rebuke; and not even so did that man grow fierce, but the wise and prudent man and friend of God, who was set over so many tens of thousands, endured it. For neither was this a small thing, to be instructed by a barbarian and a layman. And neither the miracles which he had wrought, nor the greatness of his authority puffed him up, nor did being corrected in the presence of his subjects make him blush; but reflecting that although great signs had been wrought by him, nevertheless he shared in human nature, which many things often escape, he received the counsel with gentleness. Many, however, often in order not to appear to stand in need of counsel from others, have chosen to betray the benefit derived from advice rather than receive the exhortation and amend their fault; they have submitted to remain ignorant rather than to learn, not knowing that to learn is no reproach, but to be ignorant is an accusation; not to be taught, but to remain in unlearning; not to be reproved, but to sin without amendment. For it is possible, it is indeed possible even with a small and humble man to find something of what is needful, which has often not been found with the wise and great man. Perceiving this, therefore, Moses listened with all gentleness while that man counselled him and said: Make for yourself captains of thousands, captains of hundreds, captains of fifties, captains of tens; and the weighty matter they shall bring to you, but the light matter they themselves shall decide. And upon hearing this, he was not ashamed, he did not blush, he did not shrink before his subjects, he did not say to himself: Those who are ruled will condemn me if, being a ruler, I learn what is needful from another; but he both was persuaded and carried out the injunction, and was not ashamed before those men of that time alone, nor even before us who were to come afterwards; nay, as though priding himself upon the correction that came from his father-in-law, through his writings he taught not only the men of that time, but also those born from that day down to today, and those who shall live hereafter until the coming of Christ throughout the whole inhabited world, both that he himself was unable to perceive what was needful, and that he received the correction from his father-in-law. We, however, if we see a man present when we are being reproved and corrected, grow dizzy, lose our wits, and suppose that we have fallen from our whole life. Yet not so that man; seeing so many thousands present he did not blush—or rather so many tens of thousands then, and those from that time until now throughout the whole earth—but proclaims to all men every day through his writings that what he himself did not perceive, his father-in-law perceived. For what reason, then, did he do this and hand down to memory what had come to pass? So that he might persuade us never to think highly of ourselves, even if we be wiser than all men, nor to disdain the counsels of others, even if they be humbler than all men. For if someone counsels anything that is needful, even if he be a household servant, accept the exhortation; but if anything ruinous, even if he stand in the highest dignity, dismiss the opinion; for not to the quality of the persons
Notes, col. 135

On the reading

Printed ειπὼν, for εἰπὼν.

PG 51:136Read from the page
τῶν συμβουλευόντων, ἀλλ' αὐτῇ τῆς συμβουλῆς τῇ φύσει προσέχειν δεῖ πανταχοῦ. Ὅπερ οὖν καὶ Μωϋσῆς ἐποίησε, παιδεύων ἡμᾶς μὴ ἐρυθριᾷν ἐλεγχομένους, κἂν ὁλόκληρος ἡμῖν δῆμος παρῇ. Ἐγκώμιον γὰρ τοῦτο μέγιστον, καὶ ἔπαινος οὐχ ὁ τυχὼν, καὶ φιλοσοφίας ἔπαινος τῆς ἀνωτάτω, τὸ φέρειν ἔλεγχον γενναίως. Οὐχ οὕτω γὰρ τὸν Ἰοθὼρ ἐπαινοῦμεν καὶ θαυμάζομεν νῦν, ὅτι τὸν Μωϋσέα διώρθωσεν, ὡς ἐκπληττόμεθα τὸν ἅγιον ἐκεῖνον, ὅτι οὔτε ᾐσχύνθη διορθούμενος τοσούτων παρόντων, καὶ μνήμῃ τὸ γεγενημένον παρέδωκε, διὰ πάντων τὴν αὐτοῦ φιλοσοφίαν δείξας, καὶ ὅτι μετὰ πολλῆς τῆς ὑπερβολῆς τὴν παρὰ τῶν πολλῶν κατεπάτησε δόξαν.
who give counsel, but to the very nature of the counsel itself must one pay heed everywhere. Which very thing Moses also did, teaching us not to blush when we are reproved, even if an entire people be present with us. For this is the greatest encomium, and no ordinary praise, nay, the praise of the loftiest philosophy: to bear reproof nobly. For we do not now so much praise and admire Jethro because he corrected Moses, as we marvel at that holy man because he was neither ashamed at being corrected when so many were present, and handed down to memory what had come to pass, showing his philosophy through all things, and that with surpassing fulness he trampled under foot repute from the multitude.
γʹ. Ἀλλὰ γὰρ ὑπὲρ προοιμίων ἀπολογούμενοι, πάλιν μεῖζον τὸ προοίμιον πεποιήκαμεν· ἀλλ' οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλ' ὑπὲρ τῶν μεγίστων ὑμῖν διαλεγόμενοι καὶ ἀναγκαιοτάτων, ἵνα γενναίως ἐλεγχόμενοι φέρωμεν, ἵνα προθύμως ἐλέγχωμεν τοὺς ἁμαρτάνοντας καὶ διορθῶμεν. Ἀνάγκη δὲ λοιπὸν ἀπολογήσασθαι ὑπὲρ τοῦ μήκους, καὶ εἰπεῖν τίνος ἕνεκεν μακρὰ ποιοῦμεν προοίμια. Τίνος οὖν ἕνεκεν τοῦτο ποιοῦμεν; Πλήθει τοσούτῳ διαλεγόμεθα, ἀνθρώποις γυναῖκας ἔχουσιν, οἰκίας προεστηκόσιν, ἐν ἐργασίᾳ καθημερινῇ ζῶσιν, ἐν βιωτικοῖς πράγμασι. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δυσχερὲς, ὅτι διηνεκῶς εἰσιν ἠσχολημένοι, ἀλλ' ὅτι καὶ ἅπαξ τῆς ἑβδομάδος αὐτοὺς ἐνταῦθα λαμβάνομεν. Βουλόμενοι τοίνυν εὐσύνοπτα κατασκευάζειν αὐτοῖς τὰ λεγόμενα, διὰ τῶν προοιμίων σαφεστέραν ποιῆσαι τὴν διδασκαλίαν σπουδάζομεν. Ὁ μὲν γὰρ μηδὲν ἔργον ἔχων, ἀλλ' ἀεὶ ταῖς Γραφαῖς προσηλωμένος, οὐ δέεται προοιμίων, οὐ δεῖται κατασκευῆς, ἀλλ' ἀκούσας εὐθέως τοῦ λέγοντος, δέχεται τῶν λεγομένων τὴν διάνοιαν· ἄνθρωπος δὲ τὸν μὲν πλείω χρόνον πράγμασι βιωτικοῖς προσδεδεμένος, ὀλίγον δὲ καὶ βραχὺ ἐνταῦθα παραγενόμενος, ἂν μὴ προοιμίων ἀκούσῃ καὶ κατασκευῆς πλείονος, καὶ πανταχόθεν ἴδῃ προοδοποιηθέντα αὐτῷ τὸν λόγον, οὐδὲν κερδάνας ἀπέρχεται. Οὐ τοῦτο δὲ μόνον ἡμῖν ἐστιν αἴτιον τοῦ μήκους τῶν προοιμίων, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Τῶν γὰρ πολλῶν τούτων οἱ μὲν παραγίνονται, οἱ δὲ οὐ παραγίνονται πολλάκις. Ἀνάγκη τοίνυν τοὺς μὲν παραγενομένους ἐπαινέσαι, τοὺς δὲ μὴ παραγενομένους μέμψασθαι, ἵνα ἐκεῖνοι μὲν τοῖς ἐπαίνοις σπουδαιότεροι γένωνται, οὗτοι δὲ διὰ τῶν ἐγκλημάτων τὴν ῥᾳθυμίαν ἀποθῶνται. Ἔστι καὶ ἑτέρα χρεία προοιμίων ὑμῖν. Ὑποθέσεως ἁπτόμεθα μακροτέρας πολλάκις, ἣν οὐ δυνατὸν ἐν ἡμέρᾳ μιᾷ πρὸς τέλος ἀγαγεῖν, ἀλλὰ καὶ δευτέρας καὶ τρίτης καὶ τετάρτης ἡμῖν ἔστιν ὅτε ἐξηγήσεως εἰς τὴν αὐτὴν ἐδέησε πραγματείαν. Ἀνάγκη τοίνυν καὶ ταύτῃ τῇ δευτέρᾳ ἡμέρᾳ τὰ τέλη τῆς προτέρας διδασκαλίας ἀναλαβεῖν, ἵν' οὕτως ἁρμοσθὲν τῇ ἀρχῇ τὸ τέλος, σαφεστέραν ποιῇ τοῖς παροῦσι τὴν ἐξήγησιν, καὶ μὴ τῆς ἀκολουθίας ἀπηρτημένος ὁ λόγος ἀφανέστερος ᾖ τοῖς ἀκροαταῖς. Καὶ ἵνα μάθῃς ὅτι χωρὶς προοιμίων εἰσαγόμενος λόγος οὐδενὶ γνώριμος ἔσται, ἰδοὺ χωρὶς προοιμίων αὐτὸν εισάγω νῦν πείρας ἕνεκεν. Ἐμβλέψας δὲ αὐτῷ ὁ Ἰησοῦς εἶπε, Σὺ εἶ Σίμων υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Ὁρᾶτε, μὴ συνίετε τὸ λεχθέν; μὴ ἴστε τὴν ἀκολουθίαν, τίνος ἕνεκεν εἴρηται; ἐπειδὴ χωρὶς προοιμίου αὐτὸ εἰσήγαγον, ταὐτὸν ποιήσας, ὥσπερ ἂν εἴ τις ἄνθρωπον πάντοθεν περιβαλὼν εἰς τὸ θέατρον εισαγάγοι. Φέρε οὖν, αὐτὸν λοιπὸν ἐκκα-
3. Yet while defending ourselves concerning exordia, we have again made the exordium longer; yet not simply or at random, but because we are discoursing to you concerning the greatest and most necessary matters: so that when reproved we may bear it nobly, and so that we may eagerly reprove those who sin and amend them. Now, however, it is necessary to defend ourselves concerning their length, and to state why we make long exordia. For what reason, then, do we do this? We discourse to so great a multitude, to men who have wives, who preside over households, who live in daily labour, in worldly affairs. And not this alone is the difficulty, that they are continually occupied, but also that we receive them here only once a week. Wishing, therefore, to render what is said easy for them to survey at a glance, we take pains through our exordia to make the teaching clearer. For he who has no other occupation, but is always riveted to the Scriptures, has no need of exordia, has no need of preparation, but straightway upon hearing the speaker grasps the meaning of what is said; whereas a man who for the greater part of the time is bound fast to worldly affairs, and comes here only a little and briefly, unless he hears exordia and fuller preparation and sees the discourse paved for him on every side, departs having gained nothing. Nor is this our only reason for the length of our exordia, but there is another as well, no less than this. For of this great multitude some attend, while others often do not attend. It is necessary, therefore, to praise those who have come, and to blame those who have not come, so that the former may become more zealous by the praises, while the latter may put away their sloth through the reproaches. You have also another need of exordia. We often take in hand a longer subject which it is impossible to bring to an end in a single day, and sometimes we have needed a second and a third and a fourth exposition for the same treatment. It is necessary, therefore, on this second day also to take up the close of the former teaching, so that the close, thus fitted to the beginning, may make the exposition clearer to those present, and so that the discourse, severed from its sequence, may not be more obscure to the hearers. And so that you may learn that a discourse introduced without exordia will be intelligible to no one, behold, by way of trial I now introduce it without exordia: And Jesus looking upon him said: You are Simon the son of Jonah; you shall be called Cephas, which is by interpretation Peter. Do you see? Do you not understand what was spoken? Do you not know the sequence, for what reason it was said? Because I introduced it without an exordium, doing the very same thing as if someone were to wrap a man up on every side and bring him into the theatre. Come then, let us now un-
Notes, col. 136

On the reading

Printed εισάγω, for εἰσάγω.

Printed εισαγάγοι, for εἰσαγάγοι.

PG 51:137Read from the page
λύψωμεν, τὸ προοίμιον ἀποδόντες αὐτῷ. Περὶ Παύλου δὲ ὁ λόγος ἦν πρώην ἡμῖν ἐνταῦθα, ὅτε περὶ τῶν ὀνομάτων διελεγόμεθα, καὶ ἐζητοῦμεν, διὰ τί ποτὲ μὲν Σαῦλος, μετὰ δὲ ταῦτα Παῦλος ἐκλήθη. Ἐντεῦθεν ἐξέβημεν εἰς παλαιὰν ἱστορίαν, καὶ τοὺς ἔχοντας ἐπωνυμίας ἐξητάσαμεν ἅπαντας. Εἶτα ἐκεῖθεν καὶ Σίμωνος ἐμνήσθημεν, καὶ τῆς τοῦ Χριστοῦ φωνῆς λεγούσης πρὸς αὐτὸν, Σὺ εἶ Σίμων υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Εἶδες πῶς τὸ πρὸ μικροῦ δόξαν ἀπορίας γέμειν, γνωριμώτερον ἐγένετο νῦν; Ὥσπερ γὰρ σῶμα κεφαλῆς, καὶ ῥίζης δένδρον, καὶ ποταμὸς δεῖται πηγῆς, οὕτω καὶ προοιμίων λόγος. Ἐπεὶ οὖν ἐστήσαμεν ὑμᾶς ἐπ' αὐτὴν τὴν ἀρχὴν τῆς ὁδοῦ, καὶ τὴν ἀκολουθίαν ἐδείξαμεν, ἁψώμεθα λοιπὸν αὐτοῦ τῆς ἱστορίας τοῦ προοιμίου. Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου.
veil him, restoring his exordium to him. Our discourse here recently was concerning Paul, when we were discussing names, and inquiring why at one time he was called Saul, and afterwards Paul. From there we went out into ancient history, and examined all those who had surnames. Then from there we also mentioned Simon, and the voice of Christ saying to him: You are Simon the son of Jonah; you shall be called Cephas, which is by interpretation Peter. Did you see how what a little before seemed full of perplexity has now become clearer? For just as a body needs a head, and a tree a root, and a river a spring, so too a discourse needs exordia. Since, therefore, we have set you at the very beginning of the road and have shown the sequence, let us now lay hold of the very exordium of the history: But Saul, still breathing threats and slaughter against the disciples of the Lord.
Καὶ μὴν ἐν ταῖς Ἐπιστολαῖς Παῦλος καλεῖται· τίνος οὖν ἕνεκεν αὐτοῦ τὴν προσηγορίαν μετέβαλε τὸ Πνεῦμα τὸ ἅγιον; Καθάπερ δεσπότης οἰκέτην πριάμενος, εἶτα βουλόμενος αὐτὸν διδάξαι τὴν δεσποτείαν, μετατίθησιν αὐτοῦ τὸ ὄνομα· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐποίησε τότε. Καὶ γὰρ ἐξ αἰχμαλωσίας τὸν Παῦλον ἔλαβε, καὶ προσφάτως ἦν τῇ δεσποτείᾳ ταύτῃ προσελθών. Διὰ τοῦτο αὐτοῦ μετέβαλε τὴν προσηγορίαν, ἵνα μάθῃ κἀντεῦθεν τὴν δεσποτείαν ἐκεῖνος. Ὅτι γὰρ ὀνομάτων θέσις δεσποτείας ἐστὶ σύμβολον, μάλιστα μὲν καὶ ἐξ ὧν ποιοῦμεν δῆλον· γνωριμώτερον δὲ ἔσται ἐξ ὧν ἐπὶ τοῦ Ἀδὰμ ἐποίησεν ὁ Θεός. Βουλόμενος γὰρ αὐτὸν διδάξαι, ὅτι πάντων ἐστὶν ἄρχων καὶ δεσπότης, ἤγαγε πρὸς αὐτὸν πάντα τὰ θηρία, Ἰδεῖν τί καλέσει αὐτὰ, δεικνὺς ὅτι τῶν ὀνομάτων ἡ θέσις τὴν δεσποτείαν κυροῖ. Εἰ δὲ βούλοισθε καὶ ἐπ' ἀνθρώπων ἰδεῖν τοῦτο γινόμενον, καὶ μαθεῖν, ὅτι ἔθος πολλάκις τοῖς ἀπὸ αἰχμαλωσίας λαμβάνουσι δούλους μετατιθεῖν αὐτῶν τὰ ὀνόματα, ἀκούσατε τί ἐποίησεν ὁ τῶν Βαβυλωνίων βασιλεύς. Λαβὼν γὰρ οὗτος ἐκ τῆς αἰχμαλωσίας τὸν Ἀνανίαν καὶ Ἀζαρίαν καὶ Μισαὴλ, οὐκ ἀφῆκεν ἐπὶ τῶν προτέρων ὀνομάτων, ἀλλὰ Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ αὐτοὺς ἐκάλεσεν. Ἀλλὰ τίνος ἕνεκεν οὐκ εὐθέως αὐτὸν μετωνόμασεν, ἀλλ' ἀνέμεινε χρόνον γενέσθαι πολύν; Ὅτι εὐθέως ει αὐτὸν μετωνόμασε μεταστάντα, οὐκ ἂν ἐγένετο φανερὰ ἡ μεταβολὴ τοῦ Παύλου, καὶ ἡ πρὸς τὴν πίστιν μετάστασις. Ἀλλ' ὅπερ ἐπὶ τῶν οἰκετῶν συμβαίνει, ὅταν φυγόντες εὐθέως ἀμείβωσιν αὐτῶν τὰ ὀνόματα, ἀφανεῖς γίνονται, τοῦτο καὶ ἐπὶ τοῦ Παύλου γέγονεν ἄν· εἰ εὐθέως ἀφεὶς τοὺς Ἰουδαίους καὶ πρὸς ἡμᾶς ἐλθὼν μετωνομάσθη, οὐδεὶς ἂν ἔγνω ὅτι ὁ διώκτης αὐτός ἐστιν ὁ εὐαγγελιστής. Τὸ δὲ σπουδαζόμενον τοῦτο ἦν, μαθεῖν ὅτι ὁ διώκτης αὐτός ἐστι, καὶ ἀπόστολος γέγονε. Τοῦτο γὰρ ἦν ὃ συνεῖχε τοὺς Ἰουδαίους, ὅτι τὸν διδάσκαλον τὸν ὑπὲρ αὐτῶν ἱστάμενον, ηὕρισκον κατ' αὐτῶν ὄντα. Ἵνα οὖν μὴ ἡ τοῦ ὀνόματος ἀθρόα μεταβολὴ ἀποκρύψῃ τὴν μεταβολὴν τῆς προαιρέσεως, ἀφίησιν αὐτὸν μέχρι πολλοῦ τὴν προτέραν ἔχειν προσηγορίαν· ἵν', ὅταν μάθωσι πάντες, ὅτι αὐτός ἐστιν ὁ διώξας τὴν Ἐκκλησίαν ἔμπροσθεν, τότε λοιπὸν γνωρίμου γενομένου πᾶσι, μεταθῇ καὶ τὴν προσηγορίαν. Καὶ ὅτι τοῦτο αἴτιον, ἄκουσον αὐτοῦ λέγοντος· Ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας· ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς Ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Παλαιστίνῃ, φησίν. Ει δὲ ταῖς ἐν Παλαιστίνῃ ἠγνοεῖτο ἔνθα διέτριβε, πολλῷ μᾶλλον ταῖς ἀλλαχοῦ
And yet in the Epistles he is called Paul; for what reason, then, did the Holy Spirit change his appellation? Just as a master, having bought a household servant and wishing thereupon to teach him his lordship, alters his name, so too the Holy Spirit did at that time. For He took Paul out of captivity, and he had newly come under this lordship. On this account He changed his appellation, so that from this too that man might learn His lordship. For that the imposition of names is a symbol of lordship is clear above all from what we ourselves do, and will be clearer still from what God did in the case of Adam. For wishing to teach him that he is ruler and master of all things, He brought all the wild beasts to him, to see what he would call them, showing that the imposition of names ratifies lordship. And if you should wish to see this taking place among men as well, and to learn that it is often the custom of those who take slaves from captivity to alter their names, hear what the king of the Babylonians did. For having taken Hananiah and Azariah and Mishael out of captivity, he did not leave them with their former names, but called them Shadrach, Meshach, and Abednego. Yet for what reason did He not rename him straightway, but waited for a long time to pass? Because if He had renamed him straightway after he came over, Paul's change and his transition to the faith would not have become manifest. Nay, what happens in the case of household servants, who, when they flee and straightway change their names, drop out of sight—this very thing would have happened in Paul's case as well: if straightway upon leaving the Jews and coming to us he had been renamed, no one would have known that the persecutor himself is the evangelist. Yet this was the very thing aimed at: to learn that he is the persecutor himself, and has become an apostle. For this was what held the Jews in check, that they found the teacher who used to stand up on their behalf now standing against them. Lest, therefore, the sudden change of his name should conceal the change of his purpose, He allows him for a long while to keep his former appellation, so that, when all have learned that he himself is the one who formerly persecuted the Church, then at length, once it has become known to all, He may alter his appellation as well. And that this is the reason, hear him saying: I came into the regions of Syria and Cilicia; and I was unknown by face to the Churches of Judaea that are in Palestine, he says. Now if he was unknown to those in Palestine where he had spent his time, how much more to those situated elsewhere
Notes, col. 137

On the reading

Printed ει, for εἰ.

Printed Ει, for Εἰ.

PG 51:138Read from the page
κειμέναις. Ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ, φησὶν, οὐχὶ τῷ ὀνόματι. Διὰ τί Ἀγνοούμενος τῷ προσώπῳ; Οὐδεὶς γὰρ οὐδὲ ἰδεῖν αὐτὸν ἐτόλμα τῶν πιστῶν, ἡνίκα ἡμῖν ἐπολέμει· τοσούτου φόνου, τοσαύτης ἔγεμε μανίας. Διὸ πάντες ἀπεπήδων, πάντες ἔφευγον, εἴ που παραγενόμενον εἶδον, καὶ οὐδὲ ἀντιβλέψαι ἐτόλμων· οὕτως ἦν ἐκτεθηριωμένος κατὰ τῶν πιστῶν· μόνον δὲ ἀκούοντες ἦσαν, ὅτι ὁ διώκων ἡμᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν ἣν ποτε ἐπόρθει. Ἐπεὶ οὖν τῷ μὲν προσώπῳ αὐτὸν ἠγνόουν, μόνον δὲ ἀκούοντες ἦσαν, εἰ τὸ ὄνομα αὐτοῦ μετεβλήθη εὐθέως, οὐκ ἂν οὐδὲ οἱ ἀκούοντες ἔγνωσαν, ὅτι ὁ διώκων τὴν πίστιν, οὗτος εὐαγγελίζεται. Ἐπειδὴ γὰρ τὸ πρότερον αὐτοῦ ὄνομα ἦδεσαν, ὅτι Σαῦλος ἐλέγετο, εἰ μεταβληθεὶς εὐθέως Παῦλος ἐκλήθη, εἶτα ἀπήγγειλάν τινες αὐτοῖς, ὅτι Παῦλος εὐαγγελίζεται, ὁ διώκων τὴν Ἐκκλησίαν, οὐκ ἂν ἔγνωσαν ὅτι οὗτος ἐκεῖνος ἦν, διὰ τὸ μὴ Παῦλον αὐτὸν καλεῖσθαι, ἀλλὰ Σαῦλον. Διὰ τοῦτο ἀφῆκεν αὐτὸν μέχρι πολλοῦ τὴν προτέραν ἔχειν προσηγορίαν, ἵνα πᾶσι γνώριμος γένηται τοῖς πιστοῖς, καὶ τοῖς πόῤῥωθεν οὖσι καὶ οὐχ ἑωρακόσιν αὐτόν.
abroad! And I was unknown by face, he says, not by name. Why Unknown by face? Because none of the faithful dared even to look at him when he made war upon us, with such slaughter, with such madness was he filled. Wherefore all sprang back, all fled if ever they saw him appear anywhere, and did not even dare to look him in the face, so savagely embittered was he against the faithful; they were only hearing that he who once persecuted us now preaches the good news of the faith which he once ravaged. Since, therefore, they did not know him by face, and were only hearing of him, if his name had been changed straightway, not even those who heard would have known that he who persecuted the faith is this very man who preaches the Gospel. For since they knew his former name, that he was called Saul, if upon being converted he had straightway been called Paul, and then certain men had reported to them that Paul, who persecuted the Church, is preaching the Gospel, they would not have known that this was that very man, because he used not to be called Paul, but Saul. On this account He allowed him for a long while to keep his former appellation, so that he might become known to all the faithful, even to those who were far off and had not seen him.
δʹ. Τίνος μὲν οὖν ἕνεκεν οὐκ εὐθέως μετεβλήθη αὐτοῦ τοὔνομα, ἱκανῶς ἀποδέδεικται. Ἀνάγκη λοιπὸν ἐπ' αὐτὴν ἐλθεῖν τοῦ λόγου τὴν ἀρχήν. Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου. Τί ἐστιν, Ἔτι; Τί γὰρ ἐποίησε πρὸ τούτου, ὅτι λέγει, Ἔτι; Τὸ γὰρ, Ἔτι, περὶ ἀνθρώπου πολλὰ κακὰ πεποιηκότος ἔμπροσθεν λέγεται. Τί οὖν ἐποίησε; Τί γὰρ οὐκ ἐποίησεν, ειπέ μοι, κακόν; Αἱμάτων ἐνέπλησε τὰ Ἱεροσόλυμα, τοὺς πιστοὺς ἀναιρῶν, τὴν Ἐκκλησίαν ἐπόρθει, τοὺς ἀποστόλους ἐδίωκε, τὸν Στέφανον ἔσφαξεν, οὐκ ἀνδρῶν, οὐ γυναικῶν ἐφείδετο. Ἄκουσον γοῦν τοῦ μαθητοῦ αὐτοῦ λέγοντος· Σαῦλος δὲ ἐλυμαίνετο τὴν Ἐκκλησίαν, κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας. Οὐδὲ γὰρ ἤρκει αὐτῷ ἡ ἀγορὰ, ἀλλὰ καὶ εἰς τὰς οἰκίας ἐπεπήδα· Κατὰ τοὺς οἴκους γὰρ εἰσπορευόμενος, φησί. Καὶ οὐκ εἶπεν, ἄγων, οὐδὲ, ἕλκων ἄνδρας καὶ γυναῖκας, ἀλλὰ, Σύρων ἄνδρας καὶ γυναῖκας· καθάπερ περὶ θηρίου διαλεγόμενος, Σύρων ἄνδρας καὶ γυναῖκας· καὶ οὐκ ἄνδρας μόνον, ἀλλὰ καὶ γυναῖκας. Οὐδὲ τὴν φύσιν ᾐδεῖτο, οὐδὲ τὸ γένος ἠλέει, οὐδὲ πρὸς τὴν ἀσθένειαν ἀπεκλᾶτο. Ζήλῳ γὰρ, οὐχὶ θυμῷ ταῦτα ἐποίει. Διὰ τοῦτο οἱ μὲν Ἰουδαῖοι τὰ αὐτὰ ποιοῦντες, ἄξιοι κατηγορίας· οὗτος δὲ τὰ αὐτὰ ποιῶν, ἄξιος συγγνώμης. Καὶ γὰρ ἀπ' αὐτῶν ὧν ἐποίουν δῆλοι ἦσαν, ὅτι ἐκεῖνοι μὲν τιμῆς ἕνεκεν καὶ δόξης τῆς παρὰ τῶν πολλῶν ταῦτα ἔπραττον· οὗτος δὲ οὐχ οὕτως, ἀλλὰ τῷ Θεῷ ζηλῶν, εἰ καὶ μὴ κατ' ἐπίγνωσιν· διὰ τοῦτο ἐκεῖνοι τὰς μὲν γυναῖκας ἠφίεσαν, τοῖς δὲ ἀνδράσιν ἐπολέμουν, ἐπειδὴ εἰς ἐκείνους ἑώρων τὴν ἑαυτῶν περιελθοῦσαν τιμήν· οὗτος δὲ, ἅτε ζηλοτυπῶν, πρὸς ἅπαντας ἵστατο. Ταῦτ' οὖν ἅπαντα ἐννοήσας ὁ Λουκᾶς, καὶ ὁρῶν αὐτὴν οὔπω κορεννύμενον, ἔλεγε· Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου. Οὐκ ἐκόρεσεν αὐτὸν ὁ φόνος Στεφάνου, οὐκ ἐνέπλησεν αὐτοῦ τὴν ἐπιθυμίαν ἡ δίωξις τῆς Ἐκκλησίας, ἀλλὰ περαιτέρω προῄει, καὶ οὐδαμοῦ ἵστατο τῆς μανίας· ζῆλος γὰρ ἦν. Ἀλλ' ἐπανελθὼν ἄρτι ἀπὸ τῆς σφαγῆς Στεφάνου, ἐδίωκε τοὺς ἀποστόλους· καὶ ταὐτὸν ἐποίει, ὥσπερ ἂν εἰ λύκος ἄγριος ἐπιπηδήσας ποίμνῃ προβάτων, καὶ ἀρνίον ἁρπάσας ἐκεῖθεν, καὶ τῷ οἰκείῳ σπαράξας στόματι,
4. For what reason, then, his name was not changed straightway has been sufficiently demonstrated. We must now come to the very beginning of our text: But Saul, still breathing threats and slaughter against the disciples of the Lord. What is: Still? For what had he done before this, that it says, Still? For this word Still is spoken of a man who has done many evil things beforehand. What, then, had he done? Nay, tell me, what evil had he not done? He had filled Jerusalem with blood, slaying the faithful; he was ravaging the Church, he was persecuting the apostles, he had slaughtered Stephen, he spared neither men nor women. Hear, at any rate, his disciple saying: But Saul was making havoc of the Church, entering house after house, and dragging off both men and women. For not even the market-place sufficed him, but he leapt into the houses as well; for Entering house after house, he says. And he did not say, leading, nor, drawing men and women, but: Dragging men and women—just as though discoursing of a wild beast, Dragging men and women; and not men alone, but women as well. He neither reverenced nature, nor pitied sex, nor relented at weakness. For out of zeal, not out of passion, was he doing these things. On this account the Jews, doing the same things, were worthy of accusation; whereas this man, doing the same things, was worthy of pardon. For from the very things they did it was manifest that they were doing them for the sake of honour and repute from the multitude; whereas this man did not act thus, but out of zeal for God, even if not according to full knowledge; on this account they let the women go and made war upon the men, because they saw their own honour passing over to those men; whereas this man, inasmuch as he was burning with jealousy for God, stood against all. Bearing all these things in mind, therefore, and seeing him not yet sated, Luke said: But Saul, still breathing threats and slaughter against the disciples of the Lord. The slaughter of Stephen had not sated him, the persecution of the Church had not filled up his desire, but he advanced further still, and nowhere halted in his madness; for it was zeal. Nay, having just returned from the slaughter of Stephen, he was persecuting the apostles; and he was doing the very same thing as if a savage wolf, having leapt upon a flock of sheep, and snatched a lamb from thence, and torn it in pieces with its own jaws,
Notes, col. 138

On the reading

Printed ειπέ, for εἰπέ.

Printed αὐτὴν, for αὐτὸν.

PG 51:137 bisRead from the page
Inde vero digressi sumus ad veterem historiam, omnesque qui cognomina habuerant examinavimus. Deinde Simonem commemoravimus, necnon Christum ipsi dicentem, Tu es Simon filius Jona, tu vocaberis Cephas, quod est interpretatum Petrus. Viden' quo pacto id quod difficultate plenum videbatur, nunc notius evaserit? Quemadmodum enim corpus capite, arbor radice, et flumen fonte indiget, sic et oratio prooemio. Itaque cum vos in viae initium constituerimus, et consequentiam ostenderimus, jam historiae prooemium tangamus.
From there we digressed to ancient history, and examined all who had borne surnames. Next we made mention of Simon, and of Christ saying to him: Thou art Simon the son of Jona: thou shalt be called Cephas, which is interpreted Peter. Do you see how what seemed full of difficulty has now become clearer? For just as a body needs a head, a tree a root, and a river a spring, so too a discourse needs a proem. Now therefore that we have set you at the beginning of the way and shown the sequence, let us touch upon the proem of the narrative.
Cur Paulo nomen sit mutatum. Cur non statim post conversionem mutatum ei nomen fuerit. — Saulus autem adhuc spirans minarum et caedis in discipulos Domini (Act. 9. 1). In Epistolis Paulus vocatur: cur ergo illi nomen mutavit Spiritus sanctus? Quemadmodum herus, empto servo, ut illi herilem potestatem indicet, ejus nomen mutat: ita et Spiritus sanctus tunc fecit. Ex captivitate namque Paulum acceperat, et nuper ille erat tali dominio subjectus. Ideo ejus nomen mutavit, ut inde ille dominium edisceret. Nominum quippe impositio dominii est argumentum: quod palam est ex iis quae quotidie geruntur, manifestius autem erit ex iis, quae in Adamo fecit Deus. Cum vellet enim illum docere, quod ipse esset omnium princeps et dominus, adduxit ad eum omnia animalia, Ut videret quid vocaret ea (Gen. 2. 19), ostendens nominum impositionem dominium confirmare. Quod si velitis ita quoque apud homines factum fuisse conspicere, discereque, in more olim plerumque fuisse, ut servis in captivitatem abductis nomina mutarentur, audite quid fecerit rex Babyloniorum. Nam cum accepisset ex captivitate Ananiam, Azariam et Misaelem, non reliquit eis priora nomina, sed vocavit eos, Sedrac, Misac et Abdenago (Daniel. 1. 6. 7). Verum quaenam causa fuit cur non statim Sauli nomen mutaret, sed post multum temporis? Quia si statim post Pauli conversionem ipsius nomen mutasset, conversio Pauli ad fidem non fuisset manifesta. Verum quod in famulis usu venire solet, qui si statim post fugam nomina mutent, occulti manent, idipsum in Paulo contigisset; si mox, ut relictis Judaeis ad nos venit, nomen mutavisset, nemo scivisset eum qui persequutor erat, esse evangelistam, et apostolum factum esse. Illud enim Judaeos cohibebat, quod quem doctorem penes se habuerant, tunc adversarium experirentur. Ne itaque subita nominis mutatio propositi mutationem obtegeret, multo illum tempore cum priori nomine reliquit: ut postquam omnes didicissent eum ipsum esse, qui Ecclesiam antea persequebatur, tunc re omnibus comperta, nomen mutaretur. Et quod ipsa vera sit causa, audi ipsum dicentem: Veni in partes Syriae et Ciliciae: eramque ignotus facie Ecclesiis Judaeae, quae in Palaestina sunt (Gal. 1. 21). Quod si Ecclesiis Palaestinae, ubi degebat, ignotus erat, multo magis aliis. Eram, inquit, ignotus facie, at non nomine. Quare ignotus erat facie? Nemo enim ex fidelibus vel respicere ipsum audebat, cum nos oppugnaret: tanta caede, tanto furore plenus erat.
Why Paul's name was changed, and why his name was not changed immediately after his conversion. — And Saul, as yet breathing out threatenings and slaughter against the disciples of the Lord (Acts 9:1). In the Epistles he is called Paul: why then did the Holy Spirit change his name? Just as a master, having bought a slave, changes his name in order to show him his masterly authority, so too did the Holy Spirit do at that time. For He had taken Paul out of captivity, and he had newly become subject to such lordship. Therefore He changed his name, so that thereby he might thoroughly learn that lordship. For the giving of names is a proof of dominion, as is plain from what happens daily, and will be clearer still from what God did in the case of Adam. For wishing to teach him that he himself was ruler and lord of all, He brought all the living creatures unto him, to see what he would call them (Gen. 2:19), showing that the imposition of names confirms dominion. And if you wish to behold this done among men as well, and to learn that it was commonly the custom of old for slaves led away into captivity to have their names changed, hear what the king of the Babylonians did. For when he had received out of captivity Ananias, Azarias, and Misael, he did not leave them their former names, but called them Sidrach, Misach, and Abdenago (Dan. 1:6–7). Yet what was the reason why He did not change Saul's name immediately, but only after a long time? Because if He had changed his name immediately after Paul's conversion, Paul's conversion to the faith would not have been manifest. Indeed, what usually happens among runaway slaves, who remain hidden if they change their names immediately after flight, would have happened in Paul's case as well: if, as soon as he forsook the Jews and came over to us, he had changed his name, no one would have known that he who was formerly the persecutor was now an evangelist and had become an apostle. For this is what held the Jews in check, that the very man whom they had possessed among themselves as a teacher, they now experienced as an adversary. Lest, therefore, a sudden change of name should obscure the change of purpose, He left him for a long time with his former name, so that after all had learned that he was the very man who formerly persecuted the Church, then, once the fact was known to all, his name might be changed. And that this is the true cause, hear him say himself: I came into the regions of Syria and Cilicia; and I was unknown by face to the churches of Judaea which were in Palestine (Gal. 1:21). Now if he was unknown to the churches of Palestine where he dwelt, much more was he unknown to others. I was unknown, says he, by face, though not by name. Why was he unknown by face? Because no one of the faithful dared even to look upon him while he warred against us, so full was he of slaughter and of madness.
PG 51:138 bisRead from the page
Quamobrem omnes resiliebant, omnes fugiebant sicubi adventantem viderent, neque ipsum vel respicere audebant: ita nempe efferatus contra fideles erat; id unum audiebant, eum qui olim ipsos persequebatur, nunc praedicare fidem, quam olim devastabat. Quoniam igitur de facie ipsum non noverant, sed ex auditu tantum, si nomen statim mutasset, ne ii quidem, qui audierant, cognovissent eum, qui fidem persequebatur, nunc evangelium praedicare. Quoniam enim prius noverant ipsum vocari Saulum, si statim mutato nomine Paulus dictus fuisset, deinde vero quidam ipsis renuntiasset, Paulum qui persequebatur Ecclesiam, jam evangelium praedicare, ignorassent an idem ipse esset, quia ille non Paulus, sed Saulus vocabatur. Ideo illum multo tempore cum priori nomine reliquit, ut omnibus esset fidelibus notus, etiam iis, qui procul erant, et non ipsum viderant.
Wherefore all recoiled, all fled whenever they saw him approaching, nor dared they even look him in the face, so savagely enraged was he against the faithful; this one thing alone they heard, that he who once persecuted them was now preaching the faith which he formerly laid waste. Since, then, they did not know him by sight, but only by report, if he had changed his name immediately, not even those who heard of it would have recognized that he who persecuted the faith was now preaching the Gospel. For since they knew beforehand that he was called Saul, if he had immediately changed his name and been called Paul, and someone had afterwards reported to them that Paul, who persecuted the Church, was now preaching the Gospel, they would not have known whether he was the very same man, because that man was called not Paul, but Saul. Therefore He left him for a long time with his former name, so that he might become known to all the faithful, even to those who were far off and had never seen him.
4. Cur ergo non statim ejus nomen mutatum sit, jam satis demonstratum est. Operae pretium jam fuerit ut initium sermonis repetamus. Saulus autem adhuc spirans minarum et caedis in discipulos Domini (Act. 9. 1). Quid sibi vult illud, adhuc? Quid antea fecit, ut dicat, adhuc? Nam illud, adhuc, de homine dicitur, qui antea multa mala fecerit. Quid ergo fecit? Imo quid, quaeso, non mali fecit? Sanguine replevit Jerosolyma, fideles interfecit, Ecclesiam devastabat, apostolos persequebatur, Stephanum occidit: non viris, non mulieribus parcebat. Audi discipulum: Saulus autem devastabat Ecclesiam, in domos ingrediens, trahens viros et mulieres (Act. 8. 3). Non illi forum satis erat, sed in domos insiliebat: In domos ingrediens, ait. Neque dixit, ducens, vel evellens viros ac mulieres; sed, Trahens viros ac mulieres: ac si de fera loqueretur: Trahens viros ac mulieres; non viros solum, sed etiam mulieres. Neque naturam reverebatur, neque sexus miserebatur, neque ob infirmitatem frangebatur. Zelo namque, non furore motus, hoc agebat. Ideo Judaei hoc ipsum facientes, criminatione digni; hic contra id agens, venia dignus est. Etenim illos palam erat honoris et inanis apud vulgus gloriae causa illud agere; hic vero secus, sed zelo erga Deum permotus, etsi non secundum scientiam. Quamobrem illi, relictis mulieribus, viros impugnabant, quia in illos gloriam suam transisse videbant: hic autem, utpote zelo stimulante, universos adoriebatur. Haec secum omnia reputans Lucas, vidensque illum nondum esse satiatum, dicebat: Saulus autem adhuc spirans minarum et caedis in discipulos Domini. Non satiavit eum caedes Stephani, non ejus explevit animum persequutio Ecclesiae; sed ulterius procedebat: neque furendi finem faciebat: zelus quippe erat. Sed nuper reversus a caede Stephani, apostolos persequebatur; idipsumque faciebat, ac si quis lupus saeviens in ovile ingressus, rapto agno, oreque discerpto, ex hoc raptu ferocior evaderet. Ita et Paulus apostolorum chorum invasit, indeque rapuit agnum Christi Stephanum, eoque discerpto, hac caede ferocior evasit.
4. Why, then, his name was not changed immediately has now been sufficiently demonstrated. It will now be worthwhile for us to return to the beginning of our text: And Saul, as yet breathing out threatenings and slaughter against the disciples of the Lord (Acts 9:1). What does that phrase as yet mean? What had he done beforehand, that it should say, as yet? For the expression as yet is spoken of a man who has already committed many evils beforehand. What then had he done? Nay, what evil, pray, had he not done? He filled Jerusalem with blood, slew the faithful, devastated the Church, persecuted the apostles, killed Stephen, and spared neither men nor women. Hear the disciple: But Saul made havoc of the Church, entering in from house to house, and dragging away men and women (Acts 8:3). The marketplace was not enough for him, but he burst into houses: Entering in from house to house, he says. Nor did he say leading or pulling away men and women, but Dragging away men and women, as though speaking of a wild beast: Dragging away men and women—not men only, but women as well. He neither respected nature, nor pitied their sex, nor relented before their weakness. For he did this moved by zeal, not by mere rage. Therefore the Jews, in doing this very thing, were worthy of condemnation, whereas he, in doing it, was worthy of pardon. For it was plain that they acted for the sake of honour and vainglory before the multitude, whereas he acted otherwise, being stirred by zeal towards God, albeit not according to knowledge. Wherefore they left the women alone and attacked the men, because they saw their own glory passing over to them; whereas he, spurred on by zeal, assailed all alike. Pondering all these things within himself, and seeing that he was not yet sated, Luke said: And Saul, as yet breathing out threatenings and slaughter against the disciples of the Lord. The slaughter of Stephen did not satisfy him, nor did the persecution of the Church fill his soul, but he pressed onward still further and put no end to his raging, for it was zeal. Freshly returned from the slaughter of Stephen, he persecuted the apostles; and he acted just as if a savage wolf, having broken into a sheepfold, seized a lamb, and torn it to pieces with its mouth, were to grow fiercer still from that seizure. Even so did Paul burst upon the choir of the apostles, snatch from thence Stephen, the lamb of Christ, and after tearing him to pieces, grow fiercer still from this slaughter.
Notes, col. 138 bis

On the reading

Printed cum qui, for eum qui.