Migne Reading Room

PG 51 · cols. 133–136 bis · Read from the page

De ferendis reprehensionibus, et De mutatione nominum Homilia III (Hom. XI)

De ferendis reprehensionibus, et De mutatione nominum Homilia III (Hom. XI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:133Read from the page
βουλόμενοι, ἀλλὰ διορθῶσαι, τοῦτο ποιοῦσιν· οἱ δὲ ἐχθροὶ, κἂν δικαίως ἐγκαλῶσιν, οὐχὶ διορθῶσαι, ἀλλ' ἐκπομπεῦσαι σπουδάζοντες ἐλέγχουσιν. Οὗτοι τοίνυν ἐπαινοῦντες, σπουδαιότερον ζητοῦσι ποιῆσαι, ἐκεῖνοι δὲ, κἂν ἐπαινῶσιν, ὑποσκελίσαι σπεύδουσι.
but to set right; whereas enemies, even if they bring a charge justly, reprove not from an eager desire to set right, but to hold one up to public scorn. Friends, therefore, when they praise, seek to render a man more zealous, whereas enemies, even if they praise, hasten to trip him up.
Πλὴν ὅπως ἂν ὁ ἔλεγχος κινῆται, μέγα ἀγαθὸν τὸ δύνασθαι φέρειν ἐλέγχους καὶ ἐγκλήματα, καὶ μὴ ἐκθηριοῦσθαι. Ὁ γὰρ μισῶν ἐλέγχους, ἄφρων ἐστὶ, φησίν. Οὐκ εἶπε, τοιούσδε ἢ τοιούσδε ἐλέγχους, ἀλλ' ἁπλῶς, ἐλέγχους. Εἰ μὲν γὰρ δικαίως ἐνεκάλεσεν ὁ φίλος, διόρθωσαι τὸ ἁμάρτημα· εἰ δὲ ἀλόγως ἐμέμψατο, τέως ἐπαίνεσον αὐτὸν τῆς γνώμης, ἀπόδεξαι τὸν σκοπὸν, χάριν ὁμολόγησον τῆς φιλίας· ἀπὸ γὰρ τοῦ σφόδρα φιλεῖν τὸ ἐγκαλεῖν γίνεται. Μὴ δυσχεραίνωμεν ἐλεγχόμενοι. Καὶ γὰρ μεγάλα ὀνίνησι τοῦτο τὴν ζωὴν τὴν ἡμετέραν, εἰ γίνοιτο παρὰ πάντων, εἰ καὶ ἐλέγχοιμεν τοὺς ἁμαρτάνοντας, καὶ ἁμαρτάνοντες φέροιμεν τοὺς ἐλέγχους εὐκόλως· ὅπερ γὰρ ἐπὶ τῶν τραυμάτων ἐστὶ τὰ φάρμακα, τοῦτο ἐπὶ τῶν ἁμαρτημάτων οἱ ἔλεγχοι· ὥσπερ οὖν ὁ τὰ φάρμακα διακρουόμενος, ἀνόητος, οὕτω καὶ ὁ τοὺς ἐλέγχους μὴ καταδεχόμενος, ἄφρων. Ἀλλ' ἐκθηριοῦνται πολλοὶ πολλάκις, πρὸς αὐτοὺς ἐννοοῦντες καὶ λέγοντες· Σοφὸς, φησὶν, ἐγὼ καὶ συνετὸς τοῦ δεῖνος ἀνέξομαι; οὐκ εἰδότες, ὅτι τοῦτο αὐτὸ ἐσχάτης ἀνοίας τεκμήριον. Εἶδον γὰρ, φησὶν, ἄνθρωπον δοκοῦντα σοφὸν εἶναι παρ' ἑαυτῷ, ἐλπίδα δὲ ἔχει μᾶλλον ὁ ἄφρων αὐτοῦ. Διὰ τοῦτο καὶ Παῦλος λέγει, Μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς. Κἂν γὰρ μυριάκις εἶ σοφὸς, καὶ τὰ δέοντα συνορῶν, ἀλλ' ἄνθρωπος εἶ, καὶ χρείαν ἔχεις συμβούλου. Ὁ Θεὸς γὰρ μόνος ἐστὶν ἀνενδεὴς, καὶ μόνος οὐ δεῖται συμβούλου. Δι' ὃ καὶ περὶ ἐκείνου μόνου λέγεται· Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ἄνθρωποι δὲ, κἂν μυριάκις ὦμεν σοφοὶ, μυριάκις ἐλεγχόμεθα, καὶ τὸ τῆς φύσεως ἡμῶν ἀσθενὲς διαφαίνεται. Οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις, φησί. Διὰ τί; Ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου. Τί φωτεινότερον ἡλίου; Ἀλλ' ὅμως καὶ τοῦτο ἐκλείπει. Καθάπερ οὖν ἐκεῖνο τὸ φῶς τὸ λαμπρὸν, τὴν ἀπαστράπτουσαν ἀκτῖνα σκότος ἐπελθὸν ἀποκρύπτει· οὕτω πολλάκις καὶ τὴν σύνεσιν τὴν ἡμετέραν, καθάπερ ἐν σταθηρᾷ μεσημβρίᾳ λάμπουσαν καὶ διαφαινομένην, ἐπελθοῦσα ἄνοια ἀπέκρυψε πολλάκις· καὶ ὁ μὲν σοφὸς τὸ δέον οὐ συνεῖδεν, ὁ δὲ ἐλάττων ἐκείνου πολλῷ ὀξύτερον ἐκείνου τοῦτο ἐφώρασε. Καὶ τοῦτο γίνεται, ἵνα μήτε ὁ σοφὸς ἐπαίρηται, μήτε ὁ εὐτελὴς ἑαυτὸν ταλανίζῃ. Μέγα ἀγαθὸν ἐλέγχους δύνασθαι φέρειν, μέγα ἀγαθὸν δύνασθαι ἐλέγχειν· τοῦτο κηδεμονίας μεγίστης. Νυνὶ δὲ ἂν μὲν ἴδωμεν ἄνθρωπον τὸν χιτωνίσκον ἔχοντα παραλελυμένον ἐκ πλαγίων, ἢ τὴν ἄλλην στολὴν κακῶς περικειμένην, διορθοῦμεν καὶ ὑπομιμνήσκομεν· ἂν δὲ ἴδωμεν αὐτοῦ τὴν ζωὴν παραλελυμένην, οὐδὲ λόγον προϊέμεθα. Ἂν ἴδωμεν αὐτοῦ τὸν βίον ἀσχήμονα ὄντα, παρατρέχομεν· καίτοι τὰ μὲν τῶν ἱματίων, μέχρι γέλωτος, τὰ δὲ τῆς ψυχῆς, μέχρι κινδύνου καὶ τιμωρίας ἐστίν. Ὁρᾷς τὸν ἀδελφὸν, εἰπέ μοι, κατὰ κρημνοῦ φερόμενον, ἠμελημένον ἔχοντα βίον, οὐ συνορῶντα τὸ δέον, καὶ οὐκ ὀρέγεις χεῖρα, οὐκ ἀνιστᾷς ἐκ τοῦ πτώματος; οὐκ ἐγκαλεῖς, καὶ ἐλέγχεις; ἀλλὰ τὸ μὴ προσκροῦσαι αὐτῷ
Nevertheless, in whatever way reproof is set in motion, it is a great good to be able to bear reproofs and charges, and not grow savage. For he who hates reproofs is senseless, says Scripture. It did not say such and such reproofs, but simply reproofs. For if a friend has brought a charge justly, set right the offence; whereas if he has found fault unreasonably, meanwhile praise him for his intent, welcome his aim, acknowledge gratitude for his friendship—for bringing a charge springs from loving exceedingly. Let us not be vexed when reproved. For this greatly benefits our life, if it should be done on all sides—if we both reproved those who sin and, when sinning, bore reproofs readily; for what medicines are in the case of wounds, that reproofs are in the case of sins; just as, therefore, he who pushes medicines aside is foolish, so also he who does not welcome reproofs is senseless. Yet many often grow savage, thinking to themselves and saying: Wise and understanding as I am, says one, shall I put up with so-and-so?—not knowing that this very thing is a token of utter folly. For I saw, says Scripture, a man seeming to himself to be wise, yet a senseless man has more hope than he. For this reason Paul also says, Do not become prudent in your own eyes. For even though you are wise ten thousand times over and perceive what is needful, yet you are a man, and have need of a counsellor. For God alone is without need, and He alone needs no counsellor. Wherefore concerning Him alone is it said: For who has known the mind of the Lord, or who has become His counsellor? Whereas we men, even though we be wise ten thousand times over, stand in need of reproof ten thousand times over, and the weakness of our nature shines through. For all things cannot be in men, says Scripture. Wherefore? Because a son of man is not immortal. What is brighter than the sun? Yet even it is eclipsed. Just as, therefore, darkness coming on hides that bright light and flashing ray, so often too folly coming on has often hidden our understanding, though shining and beaming clearly as at high noon; and the wise man fails to perceive what is needful, while one inferior to him detects it much more keenly than he. And this happens so that neither the wise man may be lifted up, nor the mean man count himself wretched. A great good it is to be able to bear reproofs, a great good to be able to reprove; this belongs to the greatest solicitude. Yet as it is now, if we see a man having his tunic undone at the sides, or the rest of his robe worn amiss, we set it right and remind him; whereas if we see his life undone, we do not even utter a word. If we see his conduct unseemly, we pass by—and yet matters of garments go only as far as laughter, whereas matters of the soul reach to danger and punishment. Do you see your brother, tell me, rushing down a precipice, leading a neglected life, not perceiving what is needful, and do you not stretch out a hand, do you not raise him up from his fall? Do you not bring a charge and reprove him? Rather, not to clash with him
PG 51:134Read from the page
καὶ φανῆναι ἐπαχθὴς προτιμᾷς τῆς ἐκείνου σωτηρίας; Καὶ ποίαν ἕξεις συγγνώμην παρὰ τοῦ Θεοῦ; τίνα ἀπολογίαν; Οὐκ ἤκουσας τί τοῖς Ἰουδαίοις ἐκέλευσεν ὁ Θεός· τὰ ὑποζύγια τῶν ἐχθρῶν μὴ περιορᾷν πλανώμενα, μηδὲ παρατρέχειν πεπτωκότα; Εἶτα Ἰουδαῖοι μὲν τὰ ἄλογα κελεύονται μὴ περιορᾷν τῶν ἐχθρῶν, ἡμεῖς δὲ τὰς ψυχὰς τῶν ἀδελφῶν καθ' ἑκάστην ὑποσκελιζομένας ἡμέραν περιοψόμεθα; Καὶ πῶς οὐκ ἐσχάτης τοῦτο ὠμότητος καὶ θηριωδίας, μηδὲ τοσαύτην ἀπονέμειν ἀνθρώποις πρόνοιαν, ὅσην τοῖς ἀλόγοις ἐκεῖνοι; Τοῦτο πάντα ἀνέτρεψε, τοῦτο τὸν βίον ἡμῶν συνέχεεν, ὅτι οὔτε ἐλεγχόμενορ φέρομεν γενναίως, οὔτε ἑτέρους ἐλέγχειν βουλόμεθα· διὰ γὰρ τοῦτο καὶ ἐπαχθεῖς ἐσμεν ἐλέγχοντες, ἐπειδὴ ἐκθηριοῦμεθα ἐλεγχόμενοι. Εἰ γὰρ ᾔδει ὁ ἀδελφὸς, ὅτι ἐλέγξας σε ἐπῃνεῖτο παρὰ σοῦ, καὶ αὐτὸς ἐλεγχόμενος τὴν αὐτὴν ἀμοιβὴν ἀπέδωκεν ἄν.
and appear irksome do you prefer to his salvation? And what pardon will you have from God? What defence? Did you not hear what God commanded the Jews—not to overlook the beasts of burden of their enemies when straying, nor to pass them by when fallen? Are the Jews, then, commanded not to overlook the brute beasts of their enemies, while we shall overlook the souls of our brethren tripped up every single day? And how is this not a mark of utter cruelty and brutishness, not even to bestow as much care upon men as they did upon brute beasts? This has overturned all things, this has thrown our life into confusion: that we neither bear it nobly when reproved, nor wish to reprove others; for on this account we also seem irksome when we reprove, because we grow savage when we are reproved. For if your brother knew that upon reproving you he would be praised by you, he himself also, when reproved, would render the same return.
βʹ. Βούλει μαθεῖν ὅτι κἂν σφόδρα συνετὸς ᾖς, κἂν σφόδρα ἀπηρτισμένος, κἂν πρὸς αὐτὴν τὴν ἄκραν κορυφὴν ἔλθῃς τῆς ἀρετῆς, χρείαν ἔχεις συμβούλου, καὶ διορθοῦντος καὶ ἐλέγχοντος; Ἄκουσον ἱστορίαν παλαιάν. Οὐδὲν Μωϋσέως ἦν ἴσον. Καὶ γὰρ πραότατος, φησὶν, ἦν πάντων ἀνθρώπων ἐκεῖνος, καὶ τῷ Θεῷ φίλος, καὶ τῆς ἔξωθεν φιλοσοφίας ἐνεπέπληστο, καὶ τῆς πνευματικῆς πλήρης ἦν συνέσεως. Ἐπαιδεύθη γὰρ, φησὶ, Μωϋσῆς πᾶσαν σοφίαν Αἰγυπτίων. Εἶδες ἀπηρτισμένην αὐτοῦ τὴν παίδευσιν; Καὶ ἦν δυνατὸς ἐν λόγῳ, καὶ ἄλλῃ ἀρετῇ. Ἀλλ' ἄκουσον καὶ ἑτέραν μαρτυρίαν. Πολλοῖς, φησὶ, προφήταις ὡμίλησεν ὁ Θεὸς, ἀλλ' οὐδενὶ οὕτως ὡμίλησεν· ἀλλὰ τοῖς μὲν ἄλλοις ἐν αἰνίγμασι καὶ δι' ὀνειράτων, τῷ δὲ Μωϋσῇ πρόσωπον πρὸς πρόσωπον. Τί μεῖζον τούτου ζητεῖς τεκμήριον τῆς ἀρετῆς ἐκείνου, ὅταν ὁ πάντων Δεσπότης τῷ δούλῳ ὡς φίλῳ διαλέγηται; Ἦν τοίνυν σοφὸς καὶ τὴν ἔξω καὶ τὴν ἔσω παιδείαν· ἦν δυνατὸς ἐν λόγῳ καὶ ἔργῳ· ἐπέτασσεν αὐτῇ τῇ κτίσει, ἐπειδὴ φίλος ἦν τοῦ Δεσπότου τῆς κτίσεως· ἐξήγαγε λαὸν τοσοῦτον ἐξ Αἰγύπτου· τὴν θάλασσαν ἔσχισε, καὶ πάλιν συνήγαγε· καὶ ἦν ἰδεῖν θαῦμα παράδοξον. Τότε γὰρ πρῶτον ἐπεῖδεν ἥλιος θάλασσαν οὐ πλεομένην, ἀλλὰ πεζευομένην, πέλαγος οὐχὶ κώπαις καὶ πλοίοις, ἀλλὰ ποσὶν ἵππων περώμενον. Ἀλλ' ὅμως ὁ σοφὸς, ὁ δυνατὸς ἐν λόγῳ καὶ ἔργῳ, ὁ φίλος τοῦ Θεοῦ, ὁ τῇ κτίσει ἐπιτάξας, ὁ τοσαῦτα θαυματουργήσας, οὐ συνεῖδε πρᾶγμα πολλοῖς τῶν ανθρώπων εὐσύνοπτον· ἀλλ' ὁ μὲν κηδεστὴς αὐτοῦ, βάρβαρος ἄνθρωπος καὶ εὐτελὴς, συνεῖδεν αὐτὸ, καὶ εἰς μέσον ἤγαγεν· ἐκεῖνος δὲ αὐτὸ οὐχ εὗρε. Τί οὖν ἐστι τοῦτο; Ἀκούσατε, ἵνα μάθητε, ὅτι ἕκαστος συμβούλου δεῖται, κἂν κατὰ Μωϋσέα γένηται, καὶ ὅτι τὰ τοὺς μεγάλους λανθάνοντα καὶ θαυμαστοὺς τοὺς ἀνθρώπους, τοὺς μικροὺς καὶ εὐτελεῖς πολλάκις οὐκ ἔλαθεν. Ἐπειδὴ γὰρ ἐξῆλθεν ὁ Μωϋσῆς ἐξ Αἰγύπτου, καὶ ἦν ἐν τῇ ἐρήμῳ, εἱστήκει πλησίον αὐτοῦ ὁ λαὸς ἅπας, ἑξακόσιαι χιλιάδες, καὶ πᾶσι διέλυσε τὰ ἐγκλήματα τοῖς πρὸς ἀλλήλους ἀμφισβητοῦσιν. Ἰδὼν τοίνυν αὐτὸν ὁ κηδεστὴς τοῦτο ποιοῦντα ὁ Ἰοθὼρ, ἄνθρωπος καὶ ἀνόητος καὶ ἐν ἐρήμῳ βεβιωκὼς, καὶ οὔτε
2. Do you wish to learn that even though you be exceedingly understanding, even though exceedingly accomplished, even though you reach the very topmost summit of virtue, you have need of a counsellor, and of one who sets right and reproves? Hear an ancient history. Nothing was equal to Moses. For that man was the meekest, says Scripture, of all men, and a friend to God, and was filled with outward wisdom, and was full of spiritual understanding. For Moses was instructed, says Scripture, in all the wisdom of the Egyptians. Did you see his education complete? And he was mighty in word and in other virtue. Yet hear another testimony as well. God conversed, says Scripture, with many prophets, yet with none did He converse thus; rather, with the others through riddles and dreams, whereas with Moses face to face. What greater token of his virtue do you seek than this, when the Master of all converses with His servant as with a friend? He was wise, therefore, in both outward and inward education; he was mighty in word and deed; he gave commands to creation itself, since he was a friend of the Master of creation; he led forth so great a people out of Egypt; he cleft the sea, and brought it together again—and one could behold a marvellous wonder. For then first did the sun look upon a sea not sailed, but traversed on foot, a deep crossed not with oars and vessels, but by the feet of horses. Yet for all that, this wise man, mighty in word and deed, the friend of God, who gave commands to creation and wrought so many wonders, failed to perceive a matter easily seen at a glance by many men; rather, his father-in-law, a barbarian and mean man, perceived it and brought it forward, whereas he himself had not found it out. What, then, is this? Listen, so that you may learn that every one stands in need of a counsellor, even should he be like Moses, and that things which escape great and admirable men have often not escaped small and mean ones. For when Moses had come forth out of Egypt and was in the wilderness, the whole people—six hundred thousand—stood near him, and for all who disputed with one another he settled their charges. Seeing him doing this, therefore, his father-in-law Jethro, a man both unlearned and having spent his life in a wilderness, and neither
Notes, col. 134

On the reading

Printed ἐλεγχόμενορ, for ἐλεγχόμενοι.

Printed ανθρώπων, for ἀνθρώπων.

PG 51:133 bisRead from the page
Hi igitur dum laudant, id student ut meliorem efficiant; illi vero, etiamsi laudent, nihilominus supplantare conantur.
These men, therefore, when they praise, strive to make a man better; whereas those men, even if they praise, nevertheless endeavour to trip him up.
Reprehensionum utilitas. — Caeterum quoquo modo reprehensio accidat, magnum certe bonum est si quis reprehensiones criminationesque ita ferre possit, ut non exasperetur. Qui enim odit increpationes, ait Scriptura, insipiens est (Prov. 12. 1). Non dixit tales vel tales increpationes, sed tantum increpationes. Nam si jure arguat amicus, peccatum corrige; si absque ratione, lauda voluntatem, scopum ejus approba, amicitiae gratiam confitere: ex magno quippe amore accusatio proficiscitur. Ne stomachemur, cum arguimur. Id admodum utile est vitae nostrae, si ab omnibus fiat, si et peccantes arguamus, et dum labimur ab aliis argui libenter feramus: in peccatis enim idem sunt reprehensiones, quod in vulneribus remedia; quemadmodum igitur stultus est qui pharmaca rejicit, ita et insanus is, qui reprehensiones non admittit. Verum multi saepe exasperantur, haec apud se cogitantes et dicentes: Hunccine feram ego sapiens et prudens? ignorantes esse illud extremae dementiae argumentum. Videbam enim, inquit, hominem, qui sibi videbatur sapiens, et majorem illo spem habet insipiens (Prov. 26. 12). Eapropter et Paulus dicit: Ne sitis prudentes apud vosmetipsos (Rom. 12. 16). Licet enim mirum in modum sit sapiens et perspicax, attamen homo es et consilio opus habes. Solius enim Dei est nullius indigere, et nullo opus habere consiliario. Ideo de illo solo dicitur: Quis enim novit sensum Domini, aut quis consiliarius ejus fuit (Rom. 11. 34)? At nos homines quantumcumque sapientes, multoties tamen sumus reprehensione digni, atque hinc apparet naturae nostrae infirmitas. Non enim omnia esse possunt in hominibus (Eccli. 17. 29), inquit. Quare? Quia filius hominis non est immortalis. Quid lucidius sole? Attamen et ille deficit. Sicut ergo fulgidam illam lucem et splendentem radium supervenientes tenebrae obtegunt: ita et intelligentiam nostram, quasi in meridie fulgentem et perspicuam, inconsiderantia obrepens saepe tenebrosam reddit, acciditque ut sapiens quandoque non videat quod oportet, et is qui multo illi inferior est acutius illud perspiciat. Atque ita res se habet, ut neque sapiens se extollat, neque inferior illo sese miserum praedicet. Magnum bonum est, reprehensiones ferre: magnum item bonum posse reprehendere; nam hoc ad curam proximi maxime pertinet. Nunc vero si videamus hominem tunicam solutam et ex transverso habentem, aut aliud indumentum male positum, monemus et emendamus; si vero videamus vitam ejus dissolutam, ne verbum quidem proferimus. Si videamus vitam ejus indecoram, praeterimus: tametsi ea quae ad vestes pertinent, risum tantum, ea vero quae ad animam, periculum et supplicium pariant. Cum vides fratrem per praecipitia ferri, de vita non curantem, nec eo, quo opus est, spectantem, nonne manum porrigis?
The usefulness of reproofs. — Moreover, in whatever way reproof may befall us, it is assuredly a great good if a man is able so to bear reproofs and accusations as not to grow exasperated. For he who hates rebukes, says Scripture, is foolish (Prov. 12:1). He did not say such and such rebukes, but simply rebukes. For if a friend reproves you justly, correct your fault; if without reason, praise his goodwill, approve his aim, acknowledge the favour of his friendship, since the accusation springs from great love. Let us not chafe when we are reproved. It is exceedingly profitable for our life if this is done by all—if we both reprove sinners and, when we slip, gladly bear being reproved by others; for what remedies are in wounds, reproofs are in sins, and just as he who casts aside medicines is a fool, so also he who does not admit reproofs is out of his mind. Yet many are often exasperated, thinking and saying within themselves: Shall I, who am wise and prudent, put up with this man?—not knowing that this very thought is a proof of utter madness. For I saw a man, says Scripture, who seemed wise in his own eyes, and a fool has greater hope than he (Prov. 26:12). For this reason Paul also says: Be not wise in your own conceits (Rom. 12:16). For even though one be wondrously wise and keen-sighted, nonetheless you are a man and stand in need of counsel. For it belongs to God alone to stand in need of no one and to have need of no counsellor; therefore of him alone is it said: For who has known the mind of the Lord, or who has been his counsellor (Rom. 11:34)? Yet we men, however wise we may be, are oftentimes worthy of reproof, and hence appears the weakness of our nature. For all things cannot be in men, says Scripture (Sir. 17:29). Why? Because a son of man is not immortal. What is brighter than the sun? Yet even it suffers eclipse. Just as supervening darkness veils that gleaming light and shining ray, so also heedlessness creeping in often darkens our understanding, though it shine clear and bright as at noonday, and it comes to pass that a wise man sometimes fails to see what is necessary, while one far inferior to him discerns it more keenly. And the matter stands thus so that neither the wise man may exalt himself nor he who is inferior to him deem himself wretched. It is a great good to bear reproofs; it is likewise a great good to be able to reprove, for this pertains above all to care for one's neighbour. Yet nowadays, if we see a man with his tunic ungirt and awry, or some other garment ill arranged, we warn and set him right; whereas if we see his life dissolute, we do not utter so much as a word! If we see his life unseemly, we pass him by—even though matters of dress breed laughter alone, whereas those of the soul breed peril and punishment! When you see your brother swept over precipices, taking no care for his life and not looking whither he ought, do you not stretch out your hand?
Notes, col. 133 bis

On the reading

Printed Ili, for Hi.

PG 51:134 bisRead from the page
nonne a lapsu erigis? nonne reprehendis et arguis? an pluris facis non importunum videri vel offendere, quam ejus salutem curare? Ecquam habiturus es apud Deum veniam? quam defensionem? Non audisti quid Judaeis Deus praeceperit, ut ne errantia inimicorum jumenta despicerent, et lapsa ne praeterirent (Exod. 23. 4. 5. et Deut. 22. 1)? Itane Judaei quidem jubentur bruta inimicorum suorum non despicere, nos vero fratrum animas quotidie supplantatas despiciemus? Quomodo id non extremae crudelitatis et ferini animi fuerit, non tantum curae hominibus impendere, quantum illi jumentis? Hoc omnia subvertit, hoc vitam nostram confundit, quod nec reprehensi generose feramus, neque alios reprehendere velimus: ideo enim molesti sumus, cum arguimus, quia exasperamur, cum arguimur. Enimvero si sciret frater tuus, se abs te laudatum iri, si te argueret, reprehensus et ipse parem rependeret vicem.
Do you not raise him up from his fall? Do you not reprove and admonish him? Or do you reckon it of greater moment not to seem troublesome or give offence than to care for his salvation? What pardon will you have before God? What defence? Have you not heard what God commanded the Jews, that they should not disregard the straying beasts of their enemies nor pass them by when fallen (Exod. 23:4–5; Deut. 22:1)? Are the Jews, then, bidden not to disregard the brute beasts of their enemies, while we disregard the souls of our brethren tripped up daily? How would it not belong to utter cruelty and a savage mind not to bestow so much care upon men as they did upon beasts of burden? This turns all things upside down, this throws our life into confusion: that when reproved we neither bear it nobly, nor are willing to reprove others; for the reason we are irksome when we reprove is that we grow exasperated when we ourselves are reproved. For if your brother knew that he would be praised by you when he reproved you, he himself also when reproved would make a like return.
2. Vis scire te, etiamsi admodum prudens esses, etiamsi perfectus, etiamsi ad summum virtutis apicem pervenisses, opus tamen habiturum esse consiliario, et eo qui te argueret ac reprehenderet? Audi veterem historiam. Nihil Moysi par erat: siquidem, Mitissimus erat, inquit Scriptura, omnium hominum (Num. 12. 3), Deo amicus, externa philosophia imbutus, spiritualique intelligentia plenus. Eruditus enim erat, inquit, Moyses omni sapientia Aegyptiorum (Act. 7. 22). Vides omnigenam eruditionem? Eratque potens sermone et virtute. Verum audi aliud quoque testimonium. Cum multis, inquit, prophetis conversatus est Deus; sed cum nullo sic conversatus est: nam cum aliis per aenigmata et somnia, cum Moyse vero facie ad faciem (Deut. 34. 10). Quod illo majus virtutis ejus indicium requiras, quando omnium Dominus servum quasi amicum alloquitur? Erat itaque sapiens tam peregrina, quam domestica institutione; erat potens sermone et opere, imperabat ipsi creaturae, quia amicus erat Domini creaturae; eduxit tantum populum ex Aegypto; mare divisit, atque iterum conjunxit: videreque erat stupendum miraculum (Exod. 35. 11). Tunc enim primum sol vidit mare, non navali, sed pedestri itinere transiri: pelagusque non remis et navigiis, sed equorum pedibus transfretari. Attamen ille sapiens, ille potens sermone et opere, amicus Dei, qui creaturae imperabat, et tot miracula ediderat, non animadvertit rem, quam plerique mortalium facile perspiciunt; sed socer ejus barbarus et obscurus homo id animadvertit, et in medium protulit id, quod ille non excogitaverat. Quid igitur illud est? Audite, ut discatis unumquemque consiliario indigere, etiamsi Moysi conferri possit: multaque plerumque esse, quae magni et admirabiles viri ignorant, quae nullius pretii hominibus nota sunt. Cum enim Moyses egressus esset ex Aegypto, in desertoque ageret, aderat universa plebs ad sexcenta hominum millia, omniumque lites disceptationesque ille solvebat (Exod. 18). Quod ubi vidit socer ejus Jothor, homo imperitus, qui in deserto vitam egerat, nec legum politiaeque consuetudinem ullam habuerat, et ad haec in impietate vivebat, quo quid certius insipientiae argumentum?
2. Would you know that, even if you were exceedingly prudent, even if you were perfect, even if you had reached the highest summit of virtue, you would nonetheless stand in need of a counsellor and of one to admonish and reprove you? Hear an ancient history. Nothing was comparable to Moses, inasmuch as he was the meekest of all men, says Scripture (Num. 12:3), a friend of God, steeped in secular philosophy, and full of spiritual understanding: For Moses was instructed in all the wisdom of the Egyptians, says Scripture (Acts 7:22)—do you see his manifold learning?—and he was mighty in word and deed. Yet hear another testimony as well. God conversed with many prophets, says Scripture, yet with none did he so converse; for with others he spoke through dark sayings and dreams, whereas with Moses face to face (Num. 12:6–8; Deut. 34:10). What greater token of his virtue could you seek than that, when the Lord of all addresses his servant as a friend? He was wise, therefore, in both foreign and homeborn training; he was mighty in word and work; he commanded creation itself, because he was the friend of the Lord of creation; he led so great a people out of Egypt; he cleft the sea and joined it together again, and one might behold a stupendous miracle (Exod. 14:21). For then for the first time the sun saw the sea crossed not by ship, but on foot, and the deep traversed not with oars and vessels, but by the hoofs of horses! Yet that wise man, mighty in word and work, the friend of God, who commanded creation and had wrought so many miracles, failed to notice a matter which most mortals easily discern; whereas his father-in-law, a barbarian and an obscure man, noticed it and brought forward what Moses had not thought of! What, then, was that? Hear, that you may learn that every man stands in need of a counsellor, even if he may be compared to Moses, and that there are oftentimes many things unknown to great and admirable men which are known to men of no account. For when Moses had gone forth out of Egypt and was dwelling in the wilderness, the whole multitude to the number of six hundred thousand men stood by him, and he alone was settling the lawsuits and disputes of all (Exod. 18). When his father-in-law Jethro saw this—an unskilled man who had spent his life in the wilderness, had no acquaintance with laws and civic customs, and besides this was living in ungodliness—and what surer proof of folly could there be than this?
Notes, col. 134 bis

On the reading

Printed vivenat, for vivebat.

PG 51:135 bisRead from the page
Nihil enim gentilibus est insipientius. Verumtamen ille barbarus, impius, insipiens, videns Moysem non ut par erat agere, ipsum reprehendit, sapientem inquam illum, prudentem, Dei amicum. Dixitque illi: Quare illi stant coram te (Exod. 18. 14)? et cum causam didicisset, ait: Non recte tu facis (Ib. v. 17). Consilium cum increpatione conjunctum; neque tamen ille indignatus est, sed patienter tulit vir ille sapiens, prudens et Dei amicus, qui tot myriadibus praeerat. Neque enim parvum hoc est, a barbaro et privato homine erudiri. Neque edita miracula, neque imperii magnitudo animum ejus extollebant: neque rubore suffundebatur, quod praesentibus subditis corriperetur; sed cogitans se, etsi signa magna edidisset, humanae tamen participem esse naturae, cui multa saepe ignota sunt, cum modestia consilium accepit. Multi contra, ne alieno videantur consilio egere, saepe malunt utilitate consilii carere, quam suscepta admonitione peccatum emendare: imo malunt ignorare, quam discere, nescientes non esse crimen discere, sed potius ignorare; non doceri, sed in inscitia degere; non argui, sed peccare sine emendatione. Accidit enim etiam apud vilissimum hominem aliquid boni deprehendi, quod in sapiente magnoque viro plerumque non reperitur. Quod cum perpenderet Moyses, illum consulentem aequo audivit animo, et dicentem: Fac tibi millenarios, centenarios, quinquagenarios, et decuriones; et res graviores ad te referant, leviores autem ipsi solvant (Exod. 18. 21. 22). His auditis ille non erubuit, non pudefactus est, non est reveritus subditos: non dixit intra se: Me contemnent subditi, si dux cum sim ab alio quid faciendum sit didicero: sed obtemperavit, et consilium sequutus est, neque praesentes, neque post futuros erubuit; imo tamquam cohonestatus hac soceri correptione, non modo homines illos qui tunc erant, sed etiam eos qui ad hodiernum usque diem fuerunt, et qui in toto orbe futuri sunt usque ad Christi adventum, literis docuit, et se non potuisse quid facto opus esset videre, et soceri admonitionem amplexum esse. Nos vero si vel unum videamus hominem dum emendamur et corripimur, conturbamur, obstupescimus, et de vita nos excidisse putamus. At ille non item; sed cum videret tot millia hominum praesentium; imo tot millia hominum, qui tunc erant, et qui post fuerunt per totum orbem usque ad praesentem diem, non erubuit; sed omnibus quotidie per literas denuntiat ea socerum vidisse, quae ipse non animadverterat. Cur hoc fecit, et cur rem illam literis tradidit? Ut nobis auctor esset, ne altum sapiamus, quamvis omnium sapientissimi simus, neque aliorum consilia contemnamus, etiamsi omnium vilissimi sint. Si quid aliquis probe consulat, etsi famulus sit, admonitionem accipe; si quid perniciosum quispiam vel in maxima dignitate positus consulat, sententiam repudies: non enim qualitas personarum consulentium, sed consilii natura spectanda semper est. Illud igitur Moyses fecit ut nos doceret non erubescendum esse cum redarguimur, etiamsi nobis universus populus adesset.
For nothing is more foolish than the pagans! Yet that barbarian, ungodly and foolish man, seeing that Moses was not acting as was fitting, reproved him—that wise, prudent man, I say, the friend of God! And he said to him: Why do those men stand before you (Exod. 18:14)? And when he had learned the cause, he said: The thing that you do is not good (Exod. 18:17)—counsel joined with rebuke! And yet that wise, prudent man, the friend of God, who presided over so many myriads, did not grow indignant, but bore it patiently. For it is no small thing to be instructed by a barbarian and a private man. Neither the miracles he had wrought nor the greatness of his authority puffed up his mind, nor did he blush with shame at being rebuked in the presence of his subjects; rather, reflecting that, even though he had wrought great signs, he nonetheless shared in human nature, to which many things are often unknown, he accepted the counsel with modesty. Many men, on the contrary, lest they seem to stand in need of another's counsel, often prefer to go without the benefit of counsel rather than correct their fault by accepting admonition—nay, they prefer to remain ignorant rather than to learn, not knowing that it is no reproach to learn, but rather to remain ignorant; not to be taught, but to abide in ignorance; not to be reproved, but to sin without amendment! For it happens that even in the lowliest man something good is found which oftentimes is not found in a wise and great man. Weighing this, Moses listened with an even mind to him as he gave counsel and said: Appoint for yourself rulers of thousands, rulers of hundreds, rulers of fifties, and rulers of tens; and let them refer the graver matters to you, while the lighter matters they decide themselves (Exod. 18:21–22). Upon hearing these words he did not blush, was not put to shame, did not stand in dread of his subjects, did not say within himself: My subjects will despise me if, though I am their leader, I learn from another what must be done; rather, he complied and followed the counsel, and was ashamed before neither those present nor posterity. Nay, as though honoured by this rebuke from his father-in-law, he taught in writing not only the men who lived then, but also those who have lived down to this very day and those who are to be throughout the whole world until the coming of Christ, both that he himself had been unable to see what needed to be done, and that he had embraced the admonition of his father-in-law! Whereas we, if we see even a single man present while we are being set right and rebuked, are thrown into tumult, stand aghast, and reckon that we have lost our very life! Not so he: though he saw so many thousands of men present—nay, so many thousands of men who lived then and who lived afterwards throughout the whole world down to the present day—he did not blush, but proclaims daily to all through his writings that his father-in-law saw what he himself had failed to notice! Why did he do this, and why did he hand that matter down in writing? That he might be our guide not to be high-minded, even though we were the wisest of all men, and not to despise the counsels of others, even if they be the lowliest of all! If anyone gives sound counsel, though he be a bondservant, accept his admonition; if anyone gives harmful counsel, though he be placed in the highest dignity, reject his opinion: for we must always look not to the rank of the counsellors, but to the nature of the counsel. Moses did that, therefore, in order to teach us that we must not blush when we are reproved, even if the whole people were present before us.
Notes, col. 135 bis

On the reading

Printed red, for sed.

PG 51:136 bisRead from the page
Illud enim vere laus est non vulgaris, supremaeque philosophiae praeconium, reprehensionem generose ferre. Non enim ita Jothor nunc laudamus et admiramur, quod Moysen correxerit, ut sanctum illum, quod tot praesentibus redargui non erubuerit, et rem gestam memoriae tradiderit, his omnibus philosophiam suam ostendens, declaransque quantopere inanem hominum gloriam contemneret.
For that is truly no ordinary praise, and the proclamation of the highest philosophy: to bear rebuke nobly. For we do not now so much praise and admire Jethro because he corrected Moses, as we do that holy man because he was not ashamed to be reproved with so many present, and committed the deed to memory, displaying his philosophy in all these things, and declaring how greatly he despised the empty glory of men.
3. Cur Chrysostomus longa prooemia ederet. — At nos dum de prooemiorum prolixitate nos excusamus, rursus majus prooemium fecimus; verum non temere neque sine causa: nam de rebus maximis admodumque necessariis vos alloquimur, ut fortiter feramus cum arguimur; et ut alacriter arguamus corripiamusque eos qui peccant. Verum jam necesse est ut de prolixitate nos defendamus, ostendamusque cur longa faciamus prooemia. Cur ergo id facimus? Tantam multitudinem alloquimur, viros qui uxores habent, qui domibus praesunt, diurno opere vitam parant, in saecularibus negotiis agunt. Neque illud tantum molestum est, quod perpetuo occupentur, sed quod semel in hebdomada ipsos hic excipiamus. Ut igitur intellectu facilia reddamus ea quae dicimus, prooemiis clariorem exhibere doctrinam studemus. Ille enim cui nihil aliud est negotii, quam ut semper Scripturis vacet, non eget prooemiis, non apparatu: statim enim audito doctore, dictorum sensum percipit: is vero qui maxima temporis parte saecularibus negotiis addictus est, et rarius brevique tempore hic comparet, nisi prooemia majoremque apparatum audiat, quae sermonem semper praecedant et ipsi viam parent, absque lucro discedit. Neque haec una nobis causa est prolixitatis prooemiorum, sed et alia non minor. Ex tanta quippe multitudine alii accedunt, alii saepe non accedunt. Necesse itaque est eos qui accedunt laudibus ornare, eos vero qui absunt reprehendere: ut illi laudibus studiosiores evadant, hi increpationibus segnitiem ponant. Alia quoque adest prooemiorum necessitas. Argumentum saepe prolixius tractamus, quod non uno die possumus ad finem deducere, sed et secunda et tertia et quarta saepe opus est nobis expositione, ad unam eamdemque rem tractandam. Necessario igitur secunda die prioris doctrinae finis est repetendus, ut ita finis cum principio cohaerens clariorem auditori narrationem reddat, ne sine ulla serie posita oratio obscurior evadat. Ut vero discas orationem prooemio carentem a nemine intellectum iri, ecce jam sine prooemiis experimenti causa orationem ordior. Respiciens autem Jesus dixit: Tu es Simon filius Jona, tu vocaberis Cephas, quod est interpretatum Petrus (Joan. 1. 42). Videte num dictum illud intelligatis? an sciatis consequentiam, et qua de causa haec dicta sint? quia nempe sine prooemio haec protuli, perinde ac si quis hominem undique obtectum in theatrum adducat. Age ergo ipsum detegamus, jam dato prooemio. De Paulo autem sermo nobis nuper erat, quando de nominibus disserebamus, quaerebamusque cur aliquando Saulus, postea vero Paulus vocatus fuerit.
3. Why Chrysostom delivered long proems. — Yet while we excuse ourselves for the length of our proems, we have again made a longer proem; however, not rashly nor without cause: for we address you concerning matters of the greatest importance and utmost necessity, that we may bear it bravely when we are reproved, and that we may eagerly reprove and rebuke those who sin. Yet now we must defend ourselves concerning this length, and show why we make long proems. Why then do we do so? We address so great a multitude—men who have wives, who preside over households, who earn their livelihood by daily labour, and who are engaged in worldly affairs. Nor is this the only difficulty, that they are perpetually occupied, but also that we receive them here only once a week. In order, therefore, to render the things we say easy to understand, we endeavour by means of proems to set forth our teaching more clearly. For he who has no other business than to devote himself continually to the Scriptures has no need of proems or preparation, for as soon as he hears the teacher, he grasps the meaning of what is said; whereas he who spends the greater part of his time bound to worldly business, and appears here but rarely and for a brief season, departs without profit unless he hears proems and fuller preparation, which may ever precede the discourse and prepare the way for it. Nor is this our sole reason for the length of our proems, for there is another no less weighty. Out of so great a multitude, some attend, while others often fail to attend. It is therefore necessary to honour with praises those who come, and to rebuke those who are absent, so that the former may grow more zealous through praises, and the latter may lay aside their sloth through reproofs. There is also another necessity for proems. We often treat a subject at considerable length which we cannot bring to a close in a single day, so that we frequently need a second, a third, and a fourth exposition to handle one and the same theme. Of necessity, therefore, on the second day the conclusion of the previous teaching must be repeated, so that the end, cohering thus with the beginning, may render the account clearer to the hearer, lest a discourse set forth without any continuity become too obscure. And that you may learn that a discourse lacking a proem will be understood by no one, behold, by way of experiment I now begin my discourse without proems: And Jesus looking upon him, said: Thou art Simon the son of Jona: thou shalt be called Cephas, which is interpreted Peter (John 1:42). See whether you understand that saying, or know its sequence, and for what reason these words were spoken! Plainly not, because I brought them forward without a proem, just as if someone were to bring into a theatre a man veiled on every side. Come then, let us uncover him, now that the proem has been given. Our discourse of late was concerning Paul, when we were discussing names, and enquiring why he was once called Saul, and afterwards Paul.
Notes, col. 136 bis

On the reading

Printed nomiuibus, for nominibus.