ὑμῖν ἀνέγνων τοῦ βωμοῦ, καὶ τὴν σοφίαν ἐπέδειξα Παύλου, τὸν ἀλλότριον στρατιώτην καὶ ἐν τῇ παρατάξει τῶν ἐχθρῶν ἑστηκότα πρὸς τὴν οἰκείαν φάλαγγα μεταστήσαντος. Εἰς τοῦτο ἐν τῇ πρώτῃ ἡμέρᾳ κατέληξεν ἡ διδασκαλία πᾶσα· μετ' ἐκείνην ἐν τῇ δευτέρᾳ ἡμέρᾳ ἐζητήσαμεν τίς ἦν ὁ τὸ βιβλίον γράψας· καὶ εὕρομεν τῇ τοῦ Θεοῦ χάριτι Λουκᾶν τὸν εὐαγγελιστήν, καὶ διὰ πλειόνων ἀποδείξεων ὑμῖν παρεστήσαμεν τὸ ζητούμενον, τῶν μὲν σαφεστέρων, τῶν δὲ βαθυτέρων. Οἶδα γὰρ ὅτι τοῖς ἐσχάτοις τῶν εἰρημένων πολλοὶ τῶν ἀκουσάντων οὐ παρηκολούθησαν· ἀλλ' ὅμως οὐ διὰ τοῦτο ἀποστησόμεθα τοῦ κατατολμᾷν λεπτοτέρων νοημάτων. Τὰ μὲν οὖν σαφέστερα τοῖς ἀφελεστέροις, τὰ δὲ βαθύτερα τοῖς ὀξύτερον ἐνορῶσιν ἔσται χρήσιμα. Ποικίλην γὰρ εἶναι δεῖ τὴν τράπεζαν καὶ διάφορον, ἐπειδὴ καὶ διάφορος ἡ τῶν κεκλημένων ἐπιθυμία. Τῇ μὲν οὖν πρώτῃ ἡμέρᾳ περὶ ἐπιγραφῆς, τῇ δὲ δευτέρᾳ ἡμέρᾳ περὶ τοῦ γράψαντος τὸ βιβλίον, τῇ τρίτῃ ἡμέρᾳ χθὲς πρὸς τοὺς παραγενομένους περὶ τῆς ἀρχῆς τῆς γραφῆς διελέχθημεν, καὶ ἐδείξαμεν, καθάπερ ἴσασιν οἱ ἀκηκοότες, τί μέν ἐστι πρᾶξις, τί δέ ἐστι θαῦμα, καὶ τί μέν ἐστι πολιτεία, τί δέ ἐστι σημεῖον, καὶ τέρας, καὶ δύναμις, καὶ πόσον τὸ μέσον ἑκατέρων· καὶ πῶς τὸ μὲν μεῖζον, τὸ δὲ χρησιμώτερον· καὶ πῶς τὸ μὲν καθ' ἑαυτὸν ὂν βασιλείαν προξενεῖ, τὸ δὲ ἐὰν μὴ λάβῃ τὴν ἀπὸ τῆς πράξεως συμμαχίαν, ἔξω τῶν προθύρων ἐκείνων ἐκβάλλεται. Σήμερον ἀναγκαῖον εἰπεῖν τὸ ἐπίλοιπον τῆς ἐπιγραφῆς, καὶ δεῖξαι τί ποτέ ἐστι τὸ ὄνομα τῶν ἀποστόλων. Οὐδὲ γὰρ ψιλόν ἐστι τὸ ὄνομα τοῦτο, ἀλλ' ἀρχῆς ἐστι προσηγορία, ἀρχῆς μεγίστης, ἀρχῆς τῆς πνευματικωτάτης, ἀρχῆς τῆς ἄνω. Ἀλλὰ διανάστητε. Καθάπερ γὰρ ἐν τοῖς βιωτικοῖς πράγμασίν εἰσιν ἀρχαὶ πολλαὶ, οὐ πᾶσαι δὲ τῆς αὐτῆς ἀξίας, ἀλλ' αἱ μὲν μείζους, αἱ δὲ ἐλάττους· οἷον, ἵνα ἀπὸ τῆς κατωτέρας τὸν ἀριθμὸν ποιησώμεθα, ἔστιν ὁ τῆς πόλεως ἔκδικος· ἔστιν ἀνώτερος ἐκείνου ὁ τοῦ ἔθνους ἡγεμών· ἔστι μετ' ἐκεῖνον ἕτερος ἄρχων μείζων· ἔστι πάλιν ὁ στρατηλάτης· ἔστιν ὁ ὕπαρχος· ἔστιν ἀνωτέρα τούτων ἀρχὴ, ἡ τῶν ὑπάτων ἀρχή· καὶ πᾶσαι μὲν αὗται ἀρχαὶ, οὐ πᾶσαι δὲ τῆς αὐτῆς ἀξίας· οὕτω καὶ τῶν πνευματικῶν πολλαὶ μὲν ἀρχαὶ, οὐ πᾶσαι δὲ τῆς αὐτῆς ἀξίας· πασῶν δὲ μείζων ἡ τῆς ἀποστολῆς ἀξία. Καὶ γὰρ ἀπὸ τῶν αἰσθητῶν ὑμᾶς ἐπὶ τὰ νοητὰ χειραγωγεῖν δεῖ. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, περὶ Πνεύματος διαλεγόμενος ὕδατος ἐμνημόνευσεν. Ὁ γὰρ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, φησίν· ὁ δὲ πίνων ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. Ὁρᾷς ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ χειραγωγοῦντα τὸ γύναιον; Οὕτω καὶ ἡμεῖς ποιοῦμεν, καὶ κάτωθεν ἀναβαίνομεν ἄνω, ὥστε εὐσημότερον γενέσθαι τὸν λόγον. Διὰ τοῦτο περὶ ἀρχῆς διαλεγόμενοι, οὐ πνευματικῆς ἐμνήσθημεν ἀρχῆς, ἀλλ' αἰσθητῆς, ἵνα ἀπὸ ταύτης πρὸς ἐκείνην ὑμᾶς χειραγωγήσωμεν. Ἠκούσατε πόσας ἠριθμήσαμεν ἀρχὰς βιωτικὰς, καὶ πῶς αἱ μὲν μείζους, αἱ δὲ ἐλάττους, καὶ πῶς ἡ τῶν ὑπάτων ἀρχὴ καθάπερ κορυφὴ καὶ κεφαλὴ πᾶσιν ἐπίκειται· ἴδωμεν καὶ τὰς ἀρχὰς τὰς πνευματικάς. Ἔστιν ἀρχὴ πνευματικὴ, προφητείας ἀρχή· ἔστιν ἑτέρα ἀρχὴ εὐαγγελισμοῦ, ἔστι ποιμένος, ἔστι διδασκάλου, ἔστι χαρισμάτων, ἔστιν ἰαμάτων, ἔστιν ἑρμηνείας γλωσ-
read out to you of the altar, and exhibited the wisdom of Paul, who transferred an alien soldier, standing in the battle-array of the enemies, over to his own phalanx. At this point our entire instruction on the first day came to a close; after that, on the second day, we inquired who it was that wrote the book; and by the grace of God we found Luke the evangelist, and by many proofs we established for you the matter under inquiry, some plainer, others deeper. For I know that many of the hearers did not follow the last of the things spoken; yet nonetheless we shall not on that account refrain from venturing upon subtler conceptions. For the plainer points will be useful to the simpler, whereas the deeper points will be useful to those of keener insight. For the table must be varied and diverse, since the desire of those invited is also diverse. On the first day, then, we discoursed to those present concerning the inscription, on the second day concerning him who wrote the book, and on the third day yesterday concerning the beginning of the treatise, and we showed, even as those who heard know, what conduct is and what a wonder is, and what manner of life is and what a sign, a portent, and a mighty work are, and how great the difference between the two is; and how the one is greater, while the other is more profitable; and how the one, standing by itself, procures the kingdom, whereas the other, unless it receives alliance from right conduct, is cast outside those portals. Today it is necessary to speak of the remainder of the inscription, and to show what this title of the apostles is. For neither is this name a bare title, but it is the appellation of an office of rule, the greatest rule, the most spiritual rule, the rule from above. But rouse yourselves. For just as in worldly affairs there are many magistracies, yet not all of the same dignity, but some greater and others lesser — for instance, to begin our reckoning from the lower, there is the defender of the city; higher than he is the governor of the province; after him there is another greater ruler; again there is the master of soldiers; there is the prefect; higher than these is an office of rule, the rule of the consuls; and all these are magistracies, yet not all of the same dignity — so too among spiritual things there are many offices of rule, yet not all of the same dignity; and greater than them all is the dignity of apostleship. For we must lead you by the hand from things perceptible to sense up to things intelligible. Thus Christ also did: when discoursing about the Spirit, He made mention of water. "For whoever drinks of this water shall thirst again," He says; "but whoever drinks of the water which I shall give him shall never thirst forever." Do you see Him leading the woman by the hand from things perceptible to sense up to things intelligible? So we too do, and ascend from below upwards, so that our discourse may become plainer. On this account, when discoursing about rule, we made mention not of spiritual rule, but of rule perceptible to sense, so that from this we might lead you by the hand towards that. You have heard how many worldly magistracies we enumerated, and how some are greater and others lesser, and how the rule of the consuls sits over them all like a summit and a head; let us behold the spiritual offices of rule as well. There is a spiritual rule, the rule of prophecy; there is another rule, that of evangelizing; there is that of a pastor, there is that of a teacher, there is that of gifts of grace, there is that of healings, there is that of the interpretation of ton-