Migne Reading Room

PG 51 · cols. 89–92 bis · Read from the page

De utilitate lectionis Scripturarum, seu In principium Actorum Homilia III (Hom. VII)

De utilitate lectionis Scripturarum, seu In principium Actorum Homilia III (Hom. VII)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:89Read from the page
τῶν κρηναίων ὑδάτων ἐξάλλεσθαι καὶ πηδᾷν πανταχόθεν εἴωθεν, ἅπὲρ ἂν αἱ πηγαὶ ἐν τοῖς κόλποις μὴ δύνανται κατέχειν, ἀλλὰ νικώμεναι τῇ συνεχείᾳ τῆς ἐπιῤῥοῆς πανταχόθεν αὐτὰ ἀναβλύζουσι. Βουλόμενος οὖν τὴν δαψίλειαν τῶν ναμάτων δεῖξαι, εἶπεν, ἁλλομένου, οὐκ, ἐξιόντος. Βούλει καὶ τὴν φύσιν αὐτῆς καταμαθεῖν; Μάνθανε ἀπὸ τῆς χρείας. Οὐ γὰρ εἰς ζωὴν τὴν παροῦσαν, ἀλλ' εἰς ζωὴν αἰώνιόν ἐστι χρησίμη. Διατρίψωμεν τοίνυν ἐν τῷ παραδείσῳ τούτῳ, παρακαθεζώμεθα τῇ πηγῇ, μὴ πάθωμεν ὅπερ ἔπαθεν ὁ Ἀδὰμ, καὶ ἐκπέσωμεν τοῦ παραδείσου· μὴ δεξώμεθα συμβουλὴν ὀλεθρίαν, μὴ παραδεξώμεθα τὴν ἀπάτην τοῦ διαβόλου· μένωμεν ἔνδον· πολλὴ γὰρ ἡ ἐντεῦθεν ἀσφάλεια· μένωμεν ἐν τῇ ἀναγνώσει τῶν Γραφῶν τούτων. Καθάπερ γὰρ οἱ πηγῇ παρακαθήμενοι, καὶ τῆς αὔρας ἐκείνης ἀπολαύοντες, καὶ καύσωνος ἐπικειμένου τὴν ὄψιν συνεχῶς ἐπικλύζοντες, ἀποκρούονται τὸ πνῖγος τοῖς νάμασι, καὶ δίψους διενοχλοῦντος ῥᾳδίως ἰῶνται τὸ πάθος, ἐγγύθεν τὸ φάρμακον ἀπὸ τῆς πηγῆς ἔχοντες· οὕτως ὁ παρὰ τὴν πηγὴν τῶν θείων Γραφῶν παρακαθήμενος, κἂν ἐπιθυμίας ἀτόπου φλόγα διενοχλοῦσαν ἴδῃ, ῥᾳδίως ἀπὸ τῶν ναμάτων ἐκείνων τὴν ψυχὴν ἀποκλύσας ἀπεκρούσατο τὴν φλόγα· κἂν ὀργὴ διακαὴς ἐνοχλῇ, τὴν καρδίαν καθάπερ λέβητα ὑποκαιόμενον ἀναβράσσουσα, μικρὸν τοῦ νάματος ἐπιστάξας, εὐθέως κατέστειλε τοῦ πάθους τὴν ἀναισχυντίαν· καὶ ἐκ πάντων τῶν πονηρῶν λογισμῶν, ὥσπερ ἐκ μέσης φλογὸς, ἐξαρπάζει τὴν ψυχὴν ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις.
spring waters are wont to leap out and bound forth on every side which the fountains cannot hold back in their bosoms, but, overcome by the continuity of the inflow, gush them up on every side. Wishing, therefore, to show the abundance of the streams, He said, leaping up, not, going out. Do you wish to learn the nature of it also? Learn it from its use. For it is serviceable not for the present life, but for eternal life. Let us linger, therefore, in this paradise, let us sit beside the fountain, lest we suffer what Adam suffered, and fall away from paradise; let us not receive ruinous counsel, let us not admit the deceit of the devil; let us remain within, for great is the security that comes from thence; let us remain in the reading of these Scriptures. For just as those who sit beside a fountain, both enjoying that breeze and continually bathing their face when scorching heat presses upon them, beat back the stifling heat with the streams, and when thirst troubles them easily heal the affliction, having the medicine near at hand from the fountain; even so he who sits beside the fountain of the divine Scriptures, even if he sees the flame of perverse lust troubling him, easily beats back the flame after washing his soul from those streams; and even if fiery anger troubles him, making his heart boil up like a cauldron heated from beneath, by dripping a little of the stream upon it he straightway quells the shamelessness of the passion; and out of all wicked thoughts, as though out of the midst of a flame, does the reading of the divine Scriptures snatch away the soul.
βʹ. Διὸ καὶ ὁ προφήτης ὁ μέγας Δαυῒδ ἐκεῖνος, εἰδὼς τὴν ὠφέλειαν τὴν ἀπὸ τῆς ἀναγνώσεως τῶν Γραφῶν, τὸν διηνεκῶς προσέχοντα ταῖς Γραφαῖς καὶ τῆς ὁμιλίας ταύτης ἀπολαύοντα παρεικάζει φυτῷ ἀεὶ τεθηλότι, παρὰ τοὺς ῥύακας ἑστηκότι τῶν ὑδάτων, οὑτωσὶ λέγων· Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· ἀλλ' ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτὸς, καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων. Καθάπερ γὰρ τὸ ξύλον ἐκεῖνο τὸ παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένον, παρ' αὐτοὺς τοὺς ῥύακας ἑστηκὸς, διηνεκῆ τῆς ἀρδείας ἔχον τὴν χορηγίαν, πάσῃ ἀέρων ἀνωμαλίᾳ ἀχείρωτον γίνεται, καὶ οὔτε ἀκτῖνα θερμοτέραν γενομένην δέδοικεν, οὔτε τὸν ἀέρα μεταπεσόντα εἰς αὐχμὸν εὐλαβεῖται· ἱκανὴν γὰρ ἔχον ἐναποκεκλεισμένην ἐν ἑαυτῷ τὴν νοτίδα, πάσης ἡλιακῆς θέρμης πλεονεξίαν ἔξωθεν προσβαλοῦσαν εὐθέως ἀποκρούεται καὶ διωθεῖται· οὕτω καὶ ψυχὴ παρὰ τοὺς ῥύακας ἑστηκυῖα τῶν θείων Γραφῶν, καὶ ποτιζομένη διηνεκῶς, ἐκεῖνα τὰ νάματα καὶ τὴν δρόσον τοῦ Πνεύματος ἐν ἑαυτῇ συνάγουσα, πρὸς πᾶσαν πραγμάτων περίστασιν ἀχείρωτος ἔσται, κἂν νόσος, κἂν ἐπήρεια, κἂν συκοφαντία, κἂν λοιδορίαι, κἂν σκώμματα, κἂν πᾶσα ῥᾳθυμία, κἂν πάντα τὰ τῆς οἰκουμένης κακὰ εἰς τὴν τοιαύτην κατασκήψῃ ψυχὴν, εὐκόλως ἀποκρούεται τὴν πύρωσιν τῶν παθῶν, ἀπὸ τῆς τῶν Γραφῶν ἀναγνώσεως ἱκανὴν παράκλησιν ἔχουσα. Οὔτε γὰρ δόξης μέγεθος, οὐ δυναστείας ὄγκος, οὐ φίλων παρουσία, οὐκ ἄλλο οὐδὲν τῶν ἀνθρωπίνων οὕτω τὸν ἐν ὀδύνῃ παραμυθήσασθαι δυνήσεται, ὡς ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις. Τί δήποτε; Ὅτι
2. Wherefore that great prophet David also, knowing the profit that comes from the reading of the Scriptures, likens the man who continually gives heed to the Scriptures and enjoys this converse to an ever-flourishing plant, standing beside the streams of waters, speaking thus: Blessed is the man who has not walked in the counsel of the ungodly, and has not stood in the way of sinners, and has not sat on the seat of pestilent men; but his will is in the law of the Lord, and on His law shall he meditate day and night; and he shall be as the tree that has been planted beside the outlets of the waters. For just as that tree planted beside the outlets of the waters, standing right by the streams and having an unceasing supply of watering, becomes unconquerable by every irregularity of weather, and neither fears the sunbeam growing hotter, nor dreads the air changing into drought—for having sufficient moisture shut up within itself, it straightway beats back and thrusts aside every excess of solar heat assailing it from without; even so a soul standing beside the streams of the divine Scriptures, and watered continually, gathering within itself those streams and the dew of the Spirit, shall be unconquerable against every adverse turn of affairs; even if sickness, even if despiteful treatment, even if calumny, even if revilings, even if jeers, even if every listlessness, even if all the ills of the habitable world swoop down upon such a soul, it easily beats back the burning of afflictions, having sufficient consolation from the reading of the Scriptures. For neither greatness of glory, nor pomp of dominion, nor presence of friends, nor anything else of human things will so be able to comfort the man in sorrow as the reading of the divine Scriptures. Why, pray? Because
Notes, col. 89

On the reading

Printed ἅπὲρ, for ἅπερ.

PG 51:90Read from the page
ἐκεῖνα μὲν ἐπίκηρα καὶ φθαρτὰ, διὸ καὶ φθαρτὴ αὐτῶν ἡ παράκλησις· ἡ δὲ τῶν Γραφῶν ἀνάγνωσις, Θεοῦ ὁμιλία ἐστίν. Ὅταν οὖν ὁ Θεὸς τὸν ἐν ἀθυμίᾳ παρακαλῇ, τί τῶν ὄντων αὐτὸν εἰς ἀθυμίαν ἐμβαλεῖν δύναται;
those things are transient and perishable, wherefore their consolation also is perishable; whereas the reading of the Scriptures is converse with God. When God, therefore, comforts him who is in despondency, what among existing things is able to cast him into despondency?
Προσέχωμεν τοίνυν τῇ ἀναγνώσει, μὴ τὰς δύο μόνον ταύτας ὥρας (οὐ γὰρ ἀρκεῖ ἡμῖν εἰς ἀσφάλειαν ἡ ψιλὴ αὕτη ἀκρόασις), ἀλλὰ διηνεκῶς· καὶ ἕκαστος οἴκαδε ἀναχωρήσας τὰ Βιβλία μετὰ χεῖρας λαμβανέτω, καὶ τῶν εἰρημένων ἐπερχέσθω τὰ νοήματα, εἴ γε μέλλῃ διηνεκῆ καὶ ἀρκοῦσαν ἔχειν τὴν ἀπὸ τῆς Γραφῆς ὠφέλειαν. Καὶ γὰρ τὸ ξύλον ἐκεῖνο, τὸ παρὰ τοὺς ῥύακας ἑστηκὸς, οὐ δύο καὶ τρεῖς ὥρας ὁμιλεῖ τοῖς ὕδασιν, ἀλλὰ πᾶσαν μὲν ἡμέραν, πᾶσαν δὲ νύκτα. Διὰ τοῦτο κομᾷ τοῖς φύλλοις, διὰ τοῦτο βρίθε⟨ι⟩ τῷ καρπῷ ἐκεῖνο τὸ ξύλον, κἂν μηδεὶς αὐτὸ ἀνθρώπων ποτίζῃ· ἐπειδὴ παρὰ τοὺς ῥύακας ἕστηκεν αὐτὸ, διὰ τῶν ῥιζῶν ἐπισπᾶται τὴν νοτίδα, καὶ ὥσπερ διά τινων πόρων παραπέμπει τὴν ὠφέλειαν παντὶ τῷ σώματι· οὕτω καὶ ὁ συνεχῶς ἀναγινώσκων τὰς θείας Γραφὰς, καὶ παρὰ τοὺς ῥύακας αὐτῶν ἑστηκὼς, κἂν μηδένα ἔχῃ τὸν ἑρμηνεύοντα, διὰ τῆς συνεχοῦς ἀναγνώσεως, ὥσπερ διά τινων ῥιζῶν, πολλὴν ἐπισπᾶται τὴν ὠφέλειαν. Διὰ τοῦτο καὶ ἡμεῖς τὰς φροντίδας ὑμῶν εἰδότες, τοὺς περισπασμοὺς, τὰς ἀσχολίας τὰς πολλὰς, ἠρέμα καὶ καταμικρὸν ὑμᾶς προσάγομεν τοῖς νοήμασι τῶν Γραφῶν, τῷ σχολαίῳ τῆς ἐξηγήσεως μόνιμον ποιοῦντες τῶν λεγομένων τὴν μνήμην. Καὶ γὰρ ὄμβρος ῥαγδαῖος μὲν καταῤῥηγνύμενος, κατακλύζει τὴν ἐπιφάνειαν, καὶ τὸ βάθος οὐδὲν ὠφελεῖ· ἠρέμα δὲ καὶ καταμικρὸν ἐλαίου δίκην ἐνιζάνων τῷ προσώπῳ τῆς γῆς, ὥσπερ διά τινων φλεβῶν τῶν πόρων αὐτῆς πρὸς τὸ βάθος διολισθαίνων, τὰς λαγόνας αὐτῆς ἐμπλήσας νοτίδος, εὐπορωτάτην ποιεῖ πρὸς τὴν τῶν καρπῶν φοράν. Διὸ καὶ ἡμεῖς τὸν πνευματικὸν τοῦτον ὄμβρον ἠρέμα ταῖς ὑμετέραις ἐνίεμεν ψυχαῖς· αἱ μὲν γὰρ Γραφαὶ νεφέλαις ἐοίκασι πνευματικαῖς, τὰ δὲ ῥήματα καὶ νοήματα ὄμβρῳ προσέοικε πολλῷ τούτου βελτίονι· καὶ διὰ τοῦτο τὸν πνευματικὸν τοῦτον ὄμβρον καταμικρὸν ὑμῖν ἐνίεμεν, ἵνα πρὸς αὐτὸ τὸ βάθος χωρήσῃ τὰ ῥήματα. Διὰ τοῦτο τετάρτην σήμερον ἡμέραν ἔχοντες ἐξηγήσεως, οὐδέπω μίαν ἐπιγραφὴν παρελθεῖν ἠδυνήθημεν, ἀλλ' ἔτι περὶ αὐτὴν στρεφόμεθα. Βέλτιον γὰρ μικρὸν διασκάπτοντας χωρίον, καὶ πρὸς τὸ βάθος καταβαίνοντας πολὺν τῶν ἀναγκαίων εὑρίσκειν τὸν θησαυρὸν, ἢ πολλὰς ἀρούρας ἐπιόντας ἄνωθεν, ἁπλῶς καὶ εἰκῆ ταλαιπωρεῖσθαι καὶ μάτην. Καίτοι οἶδα πολλοὺς πρὸς τὴν βραδύτητα ταύτην δυσχεραίνοντας· ἀλλ' οὐ μέλει μοι τῆς ἐκείνων κατηγορίας, ἀλλὰ μέλει μοι τῆς ὑμετέρας ὠφελείας. Οἱ ὀξύτερον βαδίζειν δυνάμενοι τοὺς βραδυτέρους τῶν ἀδελφῶν ἀναμενέτωσαν· οὗτοι μὲν γὰρ ἐκείνους ἀναμεῖναι δύνανται, οἱ δὲ ἀσθενέστεροι πρὸς ἐκείνους ἑαυτοὺς παρεκτεῖναι οὐκ ἰσχύουσι. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησιν, ὅτι οὐκ ὀφείλομεν τοὺς ἀσθενεῖς ἀναγκάζειν πρὸ καιροῦ, πρὸς τὴν τελειότητα τῶν δυνατῶν ἐκτείνεσθαι μὴ δυναμένους· ἀλλ' ὅτι ἡμεῖς ὀφείλομεν οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν. Ὠφελείας ἡμῖν μέλει τῆς ὑμετέρας, οὐκ ἐπιδείξεως ἁπλῶς· διὰ τοῦτο ἐνδιατρίβομεν τοῖς νοήμασι.
Let us give heed, therefore, to reading, not for these two hours alone (for this bare hearing does not suffice us for security), but continually; and let each one, on returning home, take the Books in hand, and go over the meanings of what has been spoken, if indeed he is to have continual and sufficient profit from Scripture. For that tree too which stands beside the streams does not consort with the waters for two or three hours, but all day long and all night long. On this account it is luxuriant with leaves, on this account that tree is laden with fruit, even though no man waters it; because it stands beside the streams of itself, it draws up moisture through its roots, and as though through certain pores transmits the benefit to its whole body; even so he who continually reads the divine Scriptures, and stands beside their streams, even if he has no one to interpret, draws up abundant profit through continual reading, as though through certain roots. On this account we too, knowing your cares, your distractions, your many occupations, gently and little by little lead you to the meanings of the Scriptures, making the remembrance of what is said lasting by the leisurely pace of our exposition. For a shower of rain, when it bursts forth violently, floods the surface and profits the depth not at all; whereas when it sinks in gently and little by little after the manner of oil upon the face of the earth, slipping down to the depth through its pores as though through certain veins, and filling its flanks with moisture, it renders it most fruitful for the bearing of crops. Wherefore we also send this spiritual shower gently into your souls; for the Scriptures resemble spiritual clouds, while the words and meanings resemble a shower far better than this earthly one; and on this account we send this spiritual shower into you little by little, that the words may penetrate to the very depth. On this account, having today our fourth day of exposition, we have not yet been able to pass beyond a single inscription, but are still occupied about it. For it is better, by digging through a small plot of ground and descending to the depth, to find an abundant treasure of necessary things, than by traversing many fields on the surface to toil merely at random and in vain. And yet I know that many chafe at this slowness; yet I care not for their censure, but I care for your profit. Let those who are able to walk more swiftly wait for the slower among the brethren; for these indeed are able to wait for those, while the weaker have not strength to stretch themselves out to match those. On this account Paul also says that we ought not to compel the weak before the time, when they are unable to stretch themselves out to the perfection of the strong; but that we who are strong ought to bear the infirmities of the weak. We care for your profit, not simply for display; on this account we dwell upon the meanings.
γʹ. Τῇ μὲν οὖν πρώτῃ ἡμέρᾳ ὅτι οὐχ ἁπλῶς παρατρέχειν χρὴ τὰς ἐπιγραφάς ἔλεγον, ὅτε καὶ τὸ ἐπίγραμμα
3. On the first day, then, I was saying that one ought not casually to pass over inscriptions, when I also read the inscription
PG 51:89 bisRead from the page
Illae fontanae solent aquae prosilire, atque undique erumpere, quas continere sinu fontes nequeunt, sed fluctus frequentia victi undique illas scaturientes effundunt. Cum igitur laticum copiam vellet indicare, Salientis dixit, non exeuntis. Vis etiam naturam ejus cognoscere? Ex usu cognosce. Non enim ad vitam praesentem, sed ad vitam aeternam est utilis. In hoc igitur paradiso versemur: assideamus fonti, ne nobis accidat id quod Adamo accidit, et paradiso excidamus: ne perniciosum consilium admittamus, ne diaboli fraudem suscipiamus: maneamus intus: quippe multa inde securitas: in lectione Scripturae istius permaneamus. Ut enim ii, qui fonti assident, et aura illa fruuntur, et aestu ingruente faciem frequenter immergunt, laticibus aestivum calorem depellunt, et sitis, qua vexantur, malo medentur, dum illis de propinquo fonte remedium suppetit: sic qui sacrarum fonti Scripturarum assidet, licet nefariae libidinis flamma cruciari se sentiat, cum animam laticibus illis perfuderit, facile flammam repellit: sive fervida infestet iracundia, quae tamquam succensum lebetem cor inflammat, si modicum aquae instillet, confestim irae importunitatem compescet: et ex omnibus pravis cogitationibus animam tamquam ex media flamma eripiet sacrarum lectio Scripturarum.
Those spring waters are wont to leap forth and burst out on every side which the springs cannot hold back within their bosom; rather, overcome by the press of the surge, they pour them out gushing on all sides. Wishing, therefore, to point out the abundance of the streams, He said 'leaping up,' not 'going out.' Do you wish to learn its nature as well? Learn it from its use: for it is profitable not for the present life, but for eternal life. Let us dwell, then, in this paradise; let us sit beside the fountain, lest there befall us what befell Adam and we fall from paradise; let us admit no ruinous counsel, let us welcome no deceit of the devil; let us abide within, for great is the safety thence; let us persevere in the reading of this Scripture. For just as those who sit beside a spring both enjoy its breeze and, when heat comes on, often bathe their face, drive off the summer heat with its waters, and heal the distress of the thirst that plagues them, since a remedy is close at hand from the neighbouring spring, so too he who sits beside the fountain of the sacred Scriptures, even if he feels himself tormented by the flame of base lust, easily drives back the flame once he has drenched his soul with those streams; or if boiling wrath besets him, inflaming his heart like a heated cauldron, if he instils a little of that water, he straightway quells the unruliness of anger; and the reading of the sacred Scriptures will snatch the soul out of all evil thoughts as though out of the midst of the flame.
2. Quam ob causam etiam magnus ille propheta David, cum probe sciret, quanta ex lectione Scripturae manet utilitas, eum qui Scripturis perpetuo sit intentus, et earum colloquio fruatur, cum planta comparat quae semper floreat, juxta rivos aquarum sita, dum ita loquitur: Beatus vir, qui non abiit in consilio impiorum, et in via peccatorum non stetit, et in cathedra pestilentiae non sedit: sed in lege Domini voluntas ejus, et in lege ejus meditabitur die ac nocte: et erit tamquam lignum, quod plantatum est secus decursus aquarum (Psal. 1, 1-3). Ut enim lignum illud secus aquarum decursus plantatum, et juxta rivos situm, dum perenni aquarum copia irrigatur, nulla intemperie aeris laedi potest, et neque solis radios acrius incalescentes reformidat, neque graviori aestu saevientem aerem pertimescit; cum enim inclusum in se sufficientem humorem habeat, omnem radii solaris exterius ingruentem ardorem statim depellit ac discutit: sic etiam anima quae juxta sacrarum rivos Scripturarum sedet, ac perpetuo rigatur, dum latices illos, roremque Spiritus in semetipsa colligit, omnibus rerum humanarum incommodis resistet invicta; sive morbus, sive contumelia, sive calumnia, sive vituperia, sive scommata, sive pigritia quaevis, sive cuncta mundi mala in ejusmodi animam impetum faciant, facile perturbationum incendium propulsabit, cum sufficienti lectionis Scripturae solatio roboretur. Nam neque gloriae magnitudo, neque potentiae majestas, nec amicorum praesentia, nec aliud quidquam ex rebus humanis animum adeo tristitia confectum solari poterit, ac sacrarum lectio Scripturarum. Quid ita? Quod illa quidem caduca sint, et interitui obnoxia, quam ob causam et obnoxium interitui est ipsorum solatium: at lectio Scripturae colloquium est cum Deo.
2. For this reason that great prophet David too, knowing full well what rich profit flows from the reading of Scripture, likens the man who is continually devoted to the Scriptures and enjoys converse with them to a plant that ever flourishes beside streams of waters, speaking thus: 'Blessed is the man who has not walked in the counsel of the ungodly, nor stood in the way of sinners, nor sat in the seat of the pestilent; but his will is in the law of the Lord, and on His law he shall meditate day and night. And he shall be like a tree that is planted beside the courses of waters' (Ps. 1:1-3). For just as that tree planted beside the courses of waters and set by the streams, being watered by an unfailing supply of water, cannot be harmed by any inclemency of the weather, and neither dreads the rays of the sun burning more fiercely nor fears the air raging with oppressive drought—for since it holds ample moisture shut up within itself, it straightway drives off and dispels all the scorching blaze of the sun's beam beating upon it from without—so too the soul that sits beside the streams of the sacred Scriptures and is continually watered, gathering those currents and the dew of the Spirit within herself, will stand unconquered against all the hardships of human affairs: whether sickness, or insult, or calumny, or revilings, or jeers, or sloth of any kind, or all the ills of the world make an onslaught upon such a soul, she will easily beat back the conflagration of passions, being fortified by the ample consolation of reading Scripture. For neither greatness of glory, nor majesty of power, nor the presence of friends, nor anything else among human things will be able so to console a soul worn down by sorrow as the reading of the sacred Scriptures. Why so? Because those things are fleeting and subject to decay, wherefore their consolation too is subject to decay, whereas the reading of Scripture is converse with God.
Notes, col. 89 bis

On the reading

Printed nee amicorum, for nec amicorum.

PG 51:90 bisRead from the page
Quando igitur eum qui tristitia sit affectus consolatur Deus, quid ex rebus creatis ipsum in maerorem potest conjicere?
When God, therefore, consoles him who is afflicted with sadness, what among created things can cast him into despondency?
Ad lectionem Scripturae sacrae hortatur. Scriptura cum nubibus collata. — Lectioni ergo simus intenti, non duas tantum has horas (non enim ad securitatem sufficit haec auditio nuda), sed perpetuo: quisque domum reversus Libros sacros in manus sumat, et eorum quae dicta sunt sensus percurrat, si quidem perpetuam et sufficientem utilitatem percipere cupiat ex Scriptura. Nam et lignum illud juxta rivos situm non ad duas et tres horas cum aquis versatur, sed omni die omnique nocte. Propterea foliis vernat, propterea fructu gravatur lignum illud, licet nullus ex hominibus illud irriget: quoniam juxta rivos est consitum, radicibus humorem attrahit, et quasi per meatus quosdam in totum corpus utilitatem transfundit: sic et is qui Scripturas sacras assidue legit, et juxta rivos illarum residet, licet neminem habeat, qui interpretetur, frequenti lectione quasi radicibus quibusdam utilitatem haurit. Idcirco nos quibus sollicitudines vestrae sunt notae, occupationes, ac negotia multa, sensim ac paulatim vos ad Scripturae sensa deducimus, ac lentitudine expositionis efficimus, ut eorum, quae dicta sunt, memoria tenacius adhaerescat. Nam et imber si vehemens irrumpat, superficiem terrae inundat, et profundo nihil prodest: sin autem sensim et pedetentim in morem olei in terrae faciem se insinuet, quasi per venas quasdam per meatus ejus ad profundum delabitur, ejusque viscera humore complens ad fruges ubertim pariendas fecundissimam illam reddit. Propterea nos quoque spiritualem hunc imbrem animabus vestris paulatim immittimus: siquidem Scripturae spiritualibus sunt nubibus similes, at voces et sensus imbri similes sunt longe isto praestantiori: atque idcirco spiritualem hunc imbrem sensim vobis infundimus, ut ad fundum ipsum verba permeent. Eo fit, ut cum ad quartum jam diem expositionem produxerimus, necdum tamen unam inscriptionem potuerimus praeterire, sed adhuc circa illam versemur. Satius enim est, ut exiguo perfosso agro, cum ad fundum descenderimus, multum illic rerum necessariarum thesaurum offendamus, quam si cum arva multa superficie tenus percurrerimus, frustra, temere, et incassum nos affligamus. At scio equidem multos hanc tarditatem aegre ferre; sed illorum ego reprehensionem nihil curo, sola mihi vestra curae est utilitas. Qui celerius possunt incedere, tardiores fratres exspectent: nam isti quidem exspectare illos possunt, at infirmiores illos assequi minime possunt. Idcirco etiam Paulus non debere nos ait imbecilliores ante tempus urgere, cum ad robustorum perfectionem se ipsos minime possint extendere: sed debere nos firmiores imbecillitates infirmorum sustinere (1. Cor. 8. 9). Nos de vestra sumus utilitate solliciti, non ut nos temere ostentemus: atque idcirco sensibus immoramur.
He exhorts to the reading of sacred Scripture; Scripture compared with clouds. — Let us therefore apply ourselves to reading, not during these two hours alone—for this bare hearing does not suffice for safety—but continually: let each one on returning home take the sacred Books in hand, and go over the meanings of what has been spoken, if indeed he desires to reap a lasting and sufficient profit from Scripture. For that tree set beside the streams does not consort with the waters for two or three hours, but all day and all night. For this reason it is green with leaves, for this reason that tree is laden with fruit, even though no man waters it: since it is planted beside the streams, it draws moisture through its roots and pours the benefit as though through certain channels throughout its whole trunk; so too he who reads the sacred Scriptures assiduously and dwells beside their streams, even if he has no one to interpret them, draws profit through frequent reading as though by certain roots. Accordingly, we who know your cares, your engagements, and your many affairs, lead you gently and little by little to the meanings of Scripture, and by the leisurely pace of our exposition bring it about that the memory of what has been said clings more tenaciously. For a shower too, if it bursts down violently, floods the surface of the ground and benefits the depths not at all; whereas if it sinks gently and gradually like oil into the face of the earth, it glides down to the depths through its pores as though through veins, and, filling its bowels with moisture, renders it richly fertile for bringing forth crops in abundance. For this reason we also send this spiritual shower into your souls little by little; for the Scriptures resemble spiritual clouds, while their words and thoughts resemble a shower far more excellent than earthly rain—and therefore we pour this spiritual shower upon you gently, so that the words may penetrate to the very depths. Hence it comes that although we have now drawn out our exposition to the fourth day, we have not yet been able to pass beyond a single superscription, but are still lingering over it. For it is better to dig through a small plot of ground, descend to the bottom, and discover there a rich treasure of needful things, than to skim over many fields on the surface and weary ourselves in vain, rashly, and to no purpose. I know well enough that many chafe at this slowness; yet I care nothing for their censure, for your profit alone is my concern. Let those who can walk more swiftly wait for their slower brethren; for the former can wait for them, whereas the weaker can by no means overtake them. Wherefore Paul also says that we ought not to press the weaker before the time, since they cannot stretch themselves to the perfection of the strong, but that we who are stronger ought to bear the infirmities of the weak (1 Cor. 8:9). We are anxious for your profit, not to make an idle display of ourselves; and for this reason we dwell upon the meanings.
3. Homiliarum in principium Actorum ordo; quid significet nomen Apostoli. Christus a sensilibus ad spiritualia deducit.
3. The order of the homilies on the beginning of Acts; what the name of Apostle signifies; Christ leads from sensible things to spiritual things.
PG 51:91 bisRead from the page
Itaque primo die non esse temere praetereundas inscriptiones dicebam, quo tempore titulum vobis altaris legi, ac Pauli sapientiam ostendi, qui militem alienum, quippe in adversariorum acie stabat, ad cohortes suas transtulit. In hoc desiit priori die tota doctrina: post illam secundo die, qui libri esset illius auctor, quaesivimus, et invenimus Dei gratia Lucam evangelistam, multisque vobis demonstrationibus rem in quaestione positam probavimus, quarum aliae clariores, abstrusiores aliae fuerunt. Scio namque multos ex auditoribus ea, quae postremo loco dicta sunt, assequutos non esse: nec tamen idcirco subtiliores sensus confidenter persequi desistemus. Itaque ea quae clariora sunt, simplicioribus, profundiora vero proderunt his, qui acutius intuentur. Variam quippe mensam esse oportet ac differentem, quandoquidem et differens est eorum qui invitati sunt appetitus. Primo igitur die de inscriptione, secunda vero die de eo qui librum scripsit, tertia die heri disseruimus apud eos qui advenerant de initio scripturae, et ostendimus, sicut illi norunt qui audierunt, quid sit actum, quid sit miraculum, et quid sit conversatio, quid signum et prodigium ac virtus, et quantum inter utraque sit discrimen: qua ratione alterum majus sit, utilius alterum: et qua ratione alterum solum per se regnum acquirit, alterum nisi operum subsidium assumat, extra vestibulum illud ejicitur. Hodie reliquum inscriptionis operae pretium est dicamus, et quid significet Apostoli nomen ostendamus. Neque enim nudum est nomen hoc, sed magistratus est appellatio, maximi magistratus, magistratus maxime spiritualis, magistratus caelestis. Sed attendite diligenter. Nam quemadmodum in rebus saecularibus magistratus sunt multi, non tamen ejusdem omnes dignitatis, sed alii majores, alii minores: exempli causa, ut ab inferiori enumerationem ordiamur, est Defensor civitatis; est illo sublimior gentis Praeses; est alius post illum magistratus major: est rursus Magister militum: est Praefectus; est sublimior istis magistratus, dignitas Consulum: et omnes quidem hi sunt magistratus, sed non ejusdem omnes dignitatis: ita multi sunt spirituales magistratus non aequales dignitate: porro major omnibus est dignitas Apostolatus. A sensibilibus enim rebus ad spiritualia quasi manu ducendi estis. Ita fecit et Christus, de Spiritu disserens aquae meminit. Qui enim bibit ex aqua hac, sitiet iterum, inquit; qui autem biberit ex aqua, quam ego dabo ei, non sitiet in aeternum (Joan. 4. 13). Vides eum a sensilibus ad spiritualia mulierculam illam deducere? Sic nos etiam agimus, et ab inferioribus ad superiora conscendimus, ut magis perspicua fiat oratio. Propterea cum de magistratu loqueremur, non spiritualis tantum mentionem fecimus, sed sensibilis magistratus, ut ab hoc vos ad illum manu duceremus. Audistis quot saeculares magistratus enumeraverimus, et quo pacto alii quidem majores, alii vero sint minores, et quo pacto Consulum magistratus quasi culmen et caput prae reliquis cunctis emineat: videamus spirituales etiam magistratus.
Accordingly, on the first day I was saying that superscriptions must not be passed over heedlessly, at which time I read to you the inscription on the altar and pointed out the wisdom of Paul, who brought over to his own ranks an alien soldier that stood in the battle line of his adversaries. With this our whole instruction closed on the first day; after that, on the second day, we inquired who was the author of that book, and by the grace of God we found Luke the evangelist, and proved the point at issue to you by many demonstrations, some clearer and others more abstruse. For I know that many of the hearers did not grasp what was spoken in the last place; yet we shall not on that account cease confidently pursuing the more subtle meanings. Thus what is clearer will profit the simpler, while what is deeper will profit those of keener sight; for the table must be varied and diverse, since the appetite of the guests is diverse as well. On the first day, then, we discoursed of the superscription; on the second day, of him who wrote the book; on the third day, yesterday, we discussed before those who had come the opening of the book, and showed, as those who heard know, what an 'act' is, what a miracle is, and what right conduct is, what a sign and wonder and power are, and how great a difference lies between the two—how the one is greater, the other more profitable, and how the one by itself wins the kingdom, whereas the other, unless it calls in the aid of good works, is cast out beyond the porch. Today it is worthwhile for us to treat the remainder of the superscription and show what the name of 'Apostle' signifies. For this is no bare name, but the title of a magistracy—the highest magistracy, a magistracy supremely spiritual, a heavenly magistracy. Pay diligent heed, then. For just as in secular affairs there are many magistracies, yet not all of the same dignity, some being higher and others lower—for example, to begin our enumeration from the lower rank, there is the Defender of the city; loftier than he is the Governor of a province; after him there is another greater magistracy; then again there is the Master of the soldiers; there is the Prefect; and loftier than all these magistracies is the dignity of the Consuls, and while all of them are magistracies, they are not all of the same dignity—so too there are many spiritual magistracies unequal in dignity, and greater than all of them is the dignity of the Apostolate. For you must be led as though by the hand from sensible things to spiritual things. Christ too did the same: in discoursing of the Spirit, He made mention of water: 'For whoever drinks of this water shall thirst again,' He says, 'but whoever drinks of the water that I shall give him shall never thirst' (John 4:13). Do you see Him leading that poor woman from sensible things to spiritual things? So we also act, ascending from lower things to higher so that our discourse may grow clearer. For this reason, in speaking of magistracy, we made mention not only of spiritual magistracy, but of sensible magistracy, so as to lead you by the hand from the latter to the former. You have heard how many secular magistracies we have enumerated, how some are greater and others lesser, and how the magistracy of the Consuls towers above all the rest as crown and head; let us now behold the spiritual magistracies as well.
Notes, col. 91 bis

On the reading

Printed osteudi, for ostendi.

PG 51:92 bisRead from the page
Spiritualis est magistratus, Prophetiae magistratus: est alter Evangelistae, est Pastoris, est Doctoris, est donorum, est curationum, est interpretationis linguarum. Haec omnia nomina quidem sunt donorum, res autem magistratuum ac potestatum. Propheta magistratus est: apud nos is qui daemones ejicit, magistratus est: apud nos Pastor et Doctor spiritualis est magistratus: verum his omnibus major est Apostolicus magistratus. Unde vero id constat? Quod omnes istos praecedat Apostolus. Et quemadmodum inter sensibiles magistratus Consul, sic inter spirituales Apostolus honoris gaudet praerogativa. Audiamus ipsum Paulum enumerantem dignitates, et in sublimiori loco Apostolicam collocantem. Quid igitur ait ille? Quosdam quidem posuit Deus in Ecclesia, primum apostolos, secundo prophetas, tertio doctores, et pastores, exinde gratias curationum (1. Cor. 12. 28).
There is a spiritual magistracy, the magistracy of Prophecy; there is another of the Evangelist, that of the Pastor, that of the Teacher, that of gifts, that of healings, and that of the interpretation of tongues. All these are names of gifts, indeed, yet in reality they are magistracies and authorities. The Prophet is a magistracy; among us he who casts out demons is a magistracy; among us the spiritual Pastor and Teacher is a magistracy; yet greater than all these is the Apostolic magistracy. And whence is that established? From the fact that the Apostle takes precedence over all of them; and just as the Consul ranks first among sensible magistracies, so among spiritual ones the Apostle enjoys the prerogative of honour. Let us hear Paul himself enumerating the dignities and placing the Apostolic office in the loftier rank. What, then, does he say? 'And God indeed has set some in the Church: first apostles, secondly prophets, thirdly teachers and pastors, after that graces of healings' (1 Cor. 12:28).
Apostolatus dignitas quanta. Quid per genera linguarum intelligat. — Vides fastigium dignitatum? vides Apostolum sublimem sedere, nec ullum ipsum praecedere, aut sublimiorem illo esse? Primum enim Apostolos dicit, secundo Prophetas, tertio Doctores et Pastores: deinde gratias curationum, opitulationes, gubernationes, genera linguarum. Neque vero tantum principatus est caeterarum dignitatum Apostolatus, sed etiam radix ac fundamentum. Et quemadmodum caput in sublimiori loco situm non modo principatus est corporis atque dominatus, sed etiam radix (siquidem nervi, qui corpus regunt, oriuntur ex illo, et ex ejus cerebro nati, ac spiritus largitione ditati, deinde totum animal moderantur), sic et Apostolatus non modo tamquam principatus ac dominatus prae caeteris donis eminet, sed omnium quoque radices comprehensas apud se retinet. Ac Propheta quidem Apostolus esse non potest et Propheta: sed Apostolus est etiam omnino Propheta, et gratias habet curationum, et genera linguarum, et interpretationes linguarum: propterea principatus et radix est gratiarum.
How great is the dignity of the Apostolate; what he means by 'kinds of tongues.' — Do you see the summit of dignities? Do you see the Apostle sitting on high, and none preceding him or loftier than he? For first he names Apostles, secondly Prophets, thirdly Teachers and Pastors, and afterwards graces of healings, helps, governments, and kinds of tongues. Nor is the Apostolate merely the sovereignty over all other dignities, but their root and foundation as well. And just as the head, set in the loftier place, is not only the sovereignty and rule of the body, but also its root—since the nerves that govern the body spring from it, and, born from its brain and endowed with the supply of spirit, thence direct the whole living frame—so too the Apostolate not only towers above the other gifts as sovereignty and rule, but also holds the roots of them all gathered within itself. A Prophet, indeed, cannot be both Apostle and Prophet; yet an Apostle is by all means a Prophet as well, and possesses the graces of healings, and kinds of tongues, and interpretations of tongues; therefore it is the sovereignty and root of the graces.
4. Porro ut haec ita se habere constet, testem vobis adduco Paulum. Prius tamen dicere convenit, quid illud tandem sit, genera linguarum? Quid igitur est genera linguarum? Olim is qui baptizatus fuerat, et crediderat, statim ad Spiritus manifestationem diversis linguis loquebatur. Nam quoniam adhuc imbecilliores erant homines illius aevi, et spiritualia dona non poterant oculis carneis contueri, sensibile donum dabatur, ut innotesceret spirituale, quique baptizatus fuerat, statim lingua nostra et Persica, et Indica, et Scythica loquebatur; sic ut eum Spiritu sancto donatum esse intelligerent infideles. Ac signum quidem sensibus subjectum erat, talis inquam vox; siquidem corporis sensu illam audiebant: spiritualem autem, et quae minime cernebatur, Spiritus gratiam subjectum sensibus signum istud omnibus manifestam reddebat. Et hoc signum genera linguarum appellabatur. Qui enim unicam a natura linguam habebat, beneficio gratiae variis ac differentibus linguis loquebatur: ac videre erat hominem numero quidem unum, varium autem donis, ac diversa possidentem ora, linguasque diversas.
4. Furthermore, that it may be clear that these things are so, I bring Paul before you as witness. First, however, it is fitting to state what 'kinds of tongues' means. What, then, is 'kinds of tongues'? Of old, he who had been baptized and had believed straightway spoke in diverse tongues for the manifestation of the Spirit. For since the men of that age were still weaker and could not behold spiritual gifts with fleshly eyes, a sensible gift was granted so that the spiritual one might become known; and whoever had been baptized straightway spoke in our tongue, and in Persian, and Indian, and Scythian, so that unbelievers might understand that he had been endowed with the Holy Spirit. The sign itself—such speech, I mean—fell under the senses, since they heard it with their bodily sense; yet that sensible sign made manifest to all the spiritual and quite unseen grace of the Spirit. And this sign was called 'kinds of tongues': for he who by nature possessed a single tongue spoke by the benefit of grace in varied and different tongues, and one might behold a man single indeed in number, yet manifold in gifts, and possessing diverse mouths and diverse tongues.