Migne Reading Room

PG 50 · cols. 465–468 bis · Read from the page

De Sancta Pentecoste Homiliae II (Εἰς τὴν ἁγίαν Πεντηκοστὴν ὁμιλίαι αʹ-βʹ)

De Sancta Pentecoste Homiliae II (Εἰς τὴν ἁγίαν Πεντηκοστὴν ὁμιλίαι αʹ-βʹ)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:465Read from the page
θρωπίνῃ τὴν τῶν ἀγγέλων πολιτείαν ἐπιδεικνύμεθα. Τοιαύτη γὰρ ἡ τοῦ ἁγίου Πνεύματος δύναμις· καὶ καθάπερ τὸ πῦρ τοῦτο τὸ αἰσθητὸν, ἐπειδὰν λάβῃ τὸν πηλὸν τὸν διαλελυμένον, ὄστρακον ἰσχυρὸν αὐτὸν ἀποδείκνυσιν· οὕτω δὴ καὶ τὸ πῦρ τοῦ Πνεύματος, ἐπειδὰν λάβῃ ψυχὴν εὐγνώμονα, κἂν εὕρῃ πηλοῦ μᾶλλον διαλελυμένην, σιδήρου στεῤῥοτέραν αὐτὴν ἀπεργάζεται· καὶ τὸν πρὸ μικροῦ τῷ βορβόρῳ τῶν ἁμαρτημάτων μεμολυσμένον, ἀθρόον τοῦ ἡλίου λαμπρότερον ἀναδείκνυσι. Καὶ τοῦτο διδάσκων ἡμᾶς ὁ μακάριος Παῦλος ἐβόα λέγων· Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὔτε κλέπται, οὔτε μέθυσοι, οὔτε λοίδοροι, οὔτε ἅρπαγες βασιλείαν Θεοῦ κληρονομήσουσιν. Καὶ ἀπαριθμησάμενος ἅπαντα ὡς εἰπεῖν τῆς κακίας τὰ εἴδη, καὶ διδάξας, ὅτι οἱ τοιούτοις ὑπεύθυνοι ἁμαρτήμασιν ἀλλότριοι τῆς βασιλείας γίνονται, εὐθέως ἐπήγαγε· Καὶ ταῦτά τινες ἦτε, ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε. Πῶς καὶ τίνι τρόπῳ; εἰπέ· τοῦτο γάρ ἐστι τὸ ζητούμενον. Ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, φησὶ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Εἶδες τοῦ ἁγίου Πνεύματος τὴν δύναμιν, ἀγαπητέ; εἶδες ὅτι τὸ Πνεῦμα τὸ ἅγιον πᾶσαν τὴν κακίαν ταύτην ἠφάνισε, καὶ τοὺς πρότερον παραδεδομένους ὑπὸ τῶν οἰκείων ἁμαρτημάτων, ἀθρόον εἰς τὴν ἀνωτάτω τιμὴν ἀνήγαγε;
man nature we display the way of life of angels. For such is the power of the Holy Spirit; and just as this perceptible fire, whenever it lays hold of softened clay, renders it a strong potsherd, so indeed the fire of the Spirit also, whenever it lays hold of a well-disposed soul, even if it finds it more dissolved than clay, renders it firmer than iron; and him who a little before was defiled with the mire of sins, all at once it shows forth brighter than the sun. And teaching us this, the blessed Paul cried aloud, saying: Do not be deceived: neither fornicators, nor idolaters, nor adulterers, nor the effeminate, nor sodomites, nor the covetous, nor thieves, nor drunkards, nor revilers, nor extortioners shall inherit the kingdom of God. And having enumerated, so to speak, all the forms of wickedness, and having taught that those guilty of such sins become strangers to the kingdom, straightway he added: And such were some of you; but you washed yourselves clean, but you were sanctified, but you were justified. How and in what manner? Tell me; for this is what is sought. In the name of the Lord Jesus Christ, he says, and in the Spirit of our God. Have you seen the power of the Holy Spirit, beloved? Have you seen that the Holy Spirit wiped out all this wickedness, and all at once raised up to the highest honour those who had formerly been betrayed by their own sins?
βʹ. Τίς οὖν ἂν κατ' ἀξίαν ὀδύραιτο καὶ θρηνήσειε τοὺς βλασφημεῖν ἐπιχειροῦντας τοῦ Πνεύματος τὴν ἀξίαν, οἳ καθάπερ τινὲς μεμηνότες οὐδὲ τῷ μεγέθει τῶν εὐεργεσιῶν τῆς οἰκείας ἀγνωμοσύνης ἀποσχέσθαι ἀνέχονται, ἀλλὰ κατὰ τῆς ἑαυτῶν σωτηρίας ἅπαντα πράττειν τολμῶσιν, ἀλλοτριοῦντες αὐτὸ, τό γε εἰς αὐτοὺς ἧκον, τῆς δεσποτικῆς ἀξίας, καὶ εἰς τὴν τῶν κτισμάτων τάξιν κατάγειν ἐπιχειροῦσιν; Οὓς ἐβουλόμην ἐρέσθαι, τίνος ἕνεκεν, ὦ οὗτοι, τοσοῦτον πόλεμον κατὰ τῆς τοῦ Πνεύματος ἀξίας ἐπιδείκνυσθε; μᾶλλον δὲ κατὰ τῆς ἑαυτῶν σωτηρίας, καὶ οὐδὲ εἰς ἔννοιαν λαβεῖν βούλεσθε τὰ παρὰ τοῦ Σωτῆρος τοῖς μαθηταῖς εἰρημένα; Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Εἶδες ὁμότιμον τὴν ἀξίαν; εἶδες συμφωνίαν ἀπηκριβωμένην; εἶδες τῆς Τριάδος τὸ ἀδιαίρετον; μή που διαφορὰ, ἢ ἐναλλαγὴ, ἢ ὑφαίρεσις; Τί τοῖς τοῦ Δεσπότου ῥήμασιν ὑμεῖς ἐπιδιατάσσεσθαι τολμᾶτε; ἢ οὐκ ἴστε, ὅτι καὶ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων, εἰ καί τίς ποτε ἐπιχειρήσειεν, ἢ εἰς τοσαύτην ἐξέλθοι τόλμαν, ὥστε προσθεῖναί τι τοῖς παρὰ τοῦ βασιλέως γράμμασιν, ἢ ἀφελεῖν, τοῦ ὁμογενοῦς ἡμῖν καὶ τῆς αὐτῆς φύσεως κοινωνοῦντος, τὴν ἐσχάτην ὑφίσταται δίκην, καὶ οὐδὲν αὐτὸν τῆς τιμωρίας ἐξελέσθαι δυνήσεται; Εἰ τοίνυν ἐπ' ἀνθρώπου τοσοῦτος ὁ κίνδυνος, ποία γένοιτο ἄν ποτε συγγνώμη τοῖς τοσαύτην ἀπήνοιαν ἐπιδεικνυμένοις, καὶ τὰ παρὰ τοῦ κοινοῦ Σωτῆρος ἡμῶν εἰρημένα παραφθείρειν ἐπιχειροῦσι, καὶ οὐδὲ Παύλου τοῦ τὸν Χριστὸν ἔχοντος ἐν ἑαυτῷ λαλοῦντα ἀκούειν βουλομένοις, λαμπρᾷ τῇ φωνῇ βοῶντος καὶ λέγοντος· Ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν; Εἰ τοίνυν οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε καρδία
2. Who then could worthily bewail and lament those who attempt to blaspheme the dignity of the Spirit, who like mad men do not endure even on account of the greatness of His benefits to abstain from their own ingratitude, but dare to do all things against their own salvation, alienating Him, so far as lies in them, from the Master's dignity, and attempting to bring Him down to the rank of creatures? Whom I would fain ask: For what reason, O you men, do you wage so great a war against the dignity of the Spirit—or rather against your own salvation—and are not willing even to take into mind the things spoken by the Saviour to the disciples? Go, make disciples of all the nations, baptizing them into the name of the Father and of the Son and of the Holy Spirit. Have you seen their dignity equal in honour? Have you seen their exact harmony? Have you seen the indivisibility of the Trinity? Is there anywhere difference, or variation, or subtraction? Why do you dare to add further ordinances to the words of the Master? Or do you not know that in human affairs also, even if anyone should ever attempt or go forth to such audacity as to add anything to the letters sent from the king, or to take anything away—though he is of the same race with us and shares the same nature—he undergoes the extreme penalty, and nothing will be able to rescue him from punishment? If then in the case of a man so great is the danger, what pardon could there ever be for those who display such perversity, and attempt to corrupt the things spoken by our common Saviour, and are not willing even to hear Paul, who has Christ speaking in him, crying aloud with a clear voice and saying: Eye has not seen, and ear has not heard, and upon the heart of man have not ascended the things that God has prepared for those who love Him? If then neither eye has seen, nor ear has heard, nor heart
PG 50:466Read from the page
δέξασθαι ἠδυνήθη τὴν γνῶσιν τῶν ἡτοιμασμένων τοῖς ἀγαπῶσιν αὐτὸν, πόθεν ἡμεῖς, ὦ μακάριε Παῦλε, τούτων τὴν γνῶσιν σχεῖν δυνάμεθα; Μικρὸν ἀνάμεινον, καὶ ἀκούσῃ αὐτοῦ καὶ τοῦτο δηλοῦντος· ἐπήγαγε γοῦν λέγων· Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. Καὶ οὐδὲ μέχρι τούτου ἔστη· ἀλλ' ἵνα δείξῃ καὶ τῆς δυνάμεως τὸ μέγεθος, καὶ ὡς τῆς αὐτῆς ἐστιν οὐσίας τῷ Πατρὶ καὶ τῷ Υἱῷ, φησί· Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Εἶτα βουλόμενος ἐξ ἀνθρωπίνων παραδειγμάτων ἀκριβεστέραν ἡμῖν ἐνθεῖναι τὴν διδασκαλίαν, ἐπήγαγε· Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Εἶδες διδασκαλίαν ἀπηρτισμένην; Ὥσπερ, φησὶ, τὰ ἐν διανοίᾳ τοῦ ἀνθρώπου οὐχ οἷόν τε ἕτερόν τινα εἰδέναι, ἀλλ' αὐτὸς μόνος οἶδε τὰ ἑαυτοῦ· οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ· ὃ μέγιστον καὶ σφόδρα ἱκανὸν δεῖξαι τοῦ Πνεύματος τὴν ἀξίαν. Παράδειγμα γὰρ παρήγαγε μονονουχὶ λέγων, μὴ οἷόν τέ τινα τῶν ἀνθρώπων τὰ ἐν διανοίᾳ αὐτοῦ ἀγνοῆσαί ποτε. Ὥσπερ οὖν τοῦτο οὐ δυνατὸν, οὕτω καὶ τὰ τοῦ Θεοῦ μετὰ τοσαύτης ἀκριβείας, φησὶν, ἐπίσταται Πνεῦμα τὸ ἅγιον. Ἀλλ' οὐκ οἶδα πῶς οὐδὲ ταῦτα λέγων ὁ μακάριος οὗτος καθικνεῖται τῶν διὰ τὴν οἰκείαν πρόληψιν κατὰ τῆς ἑαυτῶν σωτηρίας τοσοῦτον ἐπιδεικνυμένων πόλεμον κατὰ τῆς τοῦ Πνεύματος ἀξίας, καὶ τὸ ἧκον εἰς αὐτοὺς ἀλλοτριούντων αὐτὸ τῆς δεσποτικῆς ἀξίας, καὶ καταγόντων εἰς τὴν τῶν δημιουργημάτων εὐτέλειαν. Ἀλλ' εἰ καὶ ἐκεῖνοι φιλονείκως διάκεινται, ἀπεναντίας ἱστάμενοι τοῖς παρὰ τῆς θείας Γραφῆς εἰρημένοις, ἡμεῖς τὰ θεῖα διδάγματα ὡς χρησμοὺς ἄνωθεν κατενεχθέντας δεχόμενοι, τὴν προσήκουσαν δοξολογίαν ἀναπέμψωμεν, μετὰ τῆς ὀρθῆς πίστεως καὶ τῆς ἀληθείας τὴν ἀκρίβειαν ἐπιδεικνύμενοι. Πρὸς μὲν οὖν τοὺς ἐπιχειροῦντας ἐναντία τοῖς παρὰ τοῦ Πνεύματος εἰρημένοις διδάσκειν, ἱκανὰ τὰ εἰρημένα· ἀναγκαῖον δὲ εἰπεῖν πρὸς τὴν ὑμετέραν ἀγάπην, τίνος ἕνεκεν ἡμῖν τὸ αἴτιον τῶν τοσούτων ἀγαθῶν οὐκ εὐθέως μετὰ τὴν αὐτοῦ ἄνοδον κεχάρισται ὁ Κύριος· ἀλλ' ἀφῆκεν ὀλίγας πρότερον ἐνδιατρίψαι ἡμέρας, καὶ καθ' ἑαυτοὺς γενέσθαι τοὺς μαθητὰς, καὶ τότε τὴν τοῦ Πνεύματος χάριν κατέπεμψεν. Οὐχ ἁπλῶς, οὐδὲ εἰκῇ οὐδὲ τοῦτο γεγένηται. Ἐπειδὴ γὰρ ᾔδει τῶν ἀνθρώπων τὸ γένος οὐχ ὁμοίως τὰ ἐν χερσὶ θαυμάζοντας ἀγαθὰ, οὐδὲ κατ' ἀξίαν τιμῶντας ἐκεῖνα, ἅπερ ἂν ἡδέα καὶ μεγάλα καταφανῇ, ἂν μὴ καὶ τῶν ἐναντίων ἡ εἴσοδος παρεισέλθῃ· οἷόν τι λέγω· δεῖ γὰρ αὐτὸ σαφέστερον εἰπεῖν· ὁ ὑγιαίνων καὶ εὐεκτῶν τὸ σῶμα οὐκ αἰσθάνεται, οὐδὲ ἀκριβῶς εἰδέναι δύναται, ὅσα αὐτῷ ἀγαθὰ ἡ ὑγεία ἐχαρίζετο, εἰ μὴ καὶ τῆς νόσου πεῖραν λάβῃ τῆς ἀσθενείας παρεισελθούσης· καὶ ὁ τὴν ἡμέραν πάλιν βλέπων οὐχ ὁμοίως θαυμάζει τὸ φῶς, ἐὰν μὴ καὶ τὸ τῆς νυκτὸς σκότος διαδέξηται. Καὶ γὰρ ἡ τῶν ἐναντίων πεῖρα διδάσκαλος ἀεὶ γίνεται σαφὴς ἐκείνων, ὧν πρότερον ἐν ἀπολαύσει τυγχάνοντες ἦμεν. Διά τοι τοῦτο καὶ τότε, ἐπειδὴ μυρίων ἦσαν ἀγαθῶν οἱ μαθηταὶ κατὰ τὴν αὐτοῦ παρουσίαν ἀπολαύσαντες,
has been able to receive the knowledge of the things prepared for those who love Him, whence are we able, O blessed Paul, to obtain the knowledge of these things? Wait a little, and you will hear him declaring this also; at any rate he added, saying: But to us God has revealed them through His Spirit. And not even at this point did he stop; but in order to show both the greatness of His power and that He is of the same essence with the Father and the Son, he says: For the Spirit searches all things, even the depths of God. Then, wishing from human examples to implant a more exact teaching in us, he added: For who among men knows the things of a man, except the spirit of the man that is in him? So also the things of God no one knows, except the Spirit of God. Have you seen a consummate teaching? Just as, he says, it is not possible for another to know the things in the mind of a man, but he alone knows his own things, so also the things of God no one knows, except the Spirit of God; which is a very great proof and altogether sufficient to show the dignity of the Spirit. For he brought forward an example all but saying that it is not possible for any man ever to be ignorant of the things in his own mind. Just as this, then, is not possible, so also with such exactness, he says, does the Holy Spirit know the things of God. Yet I know not how not even in saying these things does this blessed man reach those who through their own preconception wage so great a war against their own salvation and against the dignity of the Spirit, and, so far as lies in them, alienate Him from the Master's dignity, and bring Him down to the lowliness of created things. Yet even if they are contentiously disposed, standing in opposition to the things spoken by divine Scripture, let us, receiving the divine teachings as oracles brought down from above, send up the fitting doxology, displaying along with right faith the exactness of the truth also. Now against those who attempt to teach things contrary to what has been spoken by the Spirit, what has been said is sufficient; but it is necessary to tell your charity for what reason the Lord did not bestow upon us the cause of so many good things straightway after His ascension, but suffered a few days to pass first, and the disciples to be by themselves, and then sent down the grace of the Spirit. Not merely at random, nor in vain, did even this come to pass. For since He knew that the race of men do not in the same way marvel at the good things in their hands, nor honour worthily those things that appear pleasant and great, unless the entrance of their opposites also slips in beside them—what do I mean? For one must state it more clearly: he who is healthy and in a vigorous state of body does not perceive, nor is he able to know exactly, how many good things health bestowed upon him, unless he also receives experience of sickness when infirmity slips in; and he again who beholds the day does not in the same way marvel at the light, unless the darkness of night also succeeds it. For indeed the experience of opposites always becomes a clear teacher of those things in the enjoyment of which we previously were. Wherefore at that time also, since the disciples had enjoyed ten thousand good things during His presence,
PG 50:465 bisRead from the page
Tanta siquidem virtus est Spiritus sancti. Et quemadmodum ignis iste, qui sensu percipitur, ubi molle lutum ceperit, rigidam illud testam efficit : sic nimirum et ignis Spiritus cum animam probam occuparit, licet eam luto molliorem receperit, ferro duriorem illam reddit ; etenim eum qui paulo ante peccatorum faece pollutus erat, continuo sole ipso efficit clariorem. Atque hoc illud est, quod beatus nos docebat Paulus, cum clamaret, ac diceret, Nolite errare : neque fornicarii, neque idolis servientes, neque adulteri, neque molles, neque masculorum concubitores, neque fures, neque ebriosi, neque maledici, neque rapaces regnum Dei possidebunt (1. Cor. 6. 9. 10). Et cum omnia ferme improbitatis genera enumerasset, eosque qui se his peccatis obstrinxerint, alienos fieri a regno Dei docuisset, continuo subjecit, Et haec quidem fuistis ; sed abluti estis, sed sanctificati estis, sed justificati estis (Ib. v. 11). Quo pacto, quave ratione? dic, quaeso : hoc enim illud est quod quaeritur. In nomine Domini Jesu Christi, inquit, et in Spiritu Dei nostri (Ibid.). Vides virtutem Spiritus sancti, carissime? vides ut omnem hanc iniquitatem Spiritus sanctus deleverit, eosque qui prius a peccatis suis proditi erant, subito ad summos honores evexerit?
So great indeed is the power of the Holy Spirit. And just as this fire perceived by the senses, when it takes hold of soft clay, turns it into hard earthenware, so assuredly the fire of the Spirit also, when it takes hold of an upright soul, even though it find it softer than clay, renders it harder than iron; for him who a little before was defiled with the mire of sins it straightway makes brighter than the sun itself. And this is what blessed Paul taught us when he cried aloud and said: Be not deceived: neither fornicators, nor idolaters, nor adulterers, nor effeminate, nor abusers of themselves with mankind, nor thieves, nor drunkards, nor revilers, nor extortioners shall inherit the kingdom of God (1. Cor. 6. 9. 10). And when he had enumerated well-nigh all kinds of wickedness and taught that those who have entangled themselves in these sins become strangers to the kingdom of God, he immediately subjoined: And such indeed were some of you; but you were washed, but you were sanctified, but you were justified (Ib. v. 11). In what manner, or by what means? Tell me, I pray: for this is the very point sought. In the name of the Lord Jesus Christ, he says, and in the Spirit of our God (Ibid.). Do you see the power of the Holy Spirit, beloved? Do you see how the Holy Spirit blotted out all this iniquity, and suddenly raised to the highest honours those who before had been betrayed by their own sins?
2. Adversus Pneumatomachos. — Quis ergo pro merito lugeat ac deploret eos, qui blasphemiis Spiritus sancti appetunt majestatem ac numen, qui tamquam furiosi quidam et amentes ne beneficiorum quidem magnitudine ab hac sua ingrati animi improbitate revocantur ; imo adversus propriam ipsorum salutem omnia machinari non verentur, atque a Domini majestate dejectum, quantum in ipsis est, in creaturarum redigere ordinem moliuntur? Quos equidem lubens sic interrogaverim : Quid tandem causae est, heus vos, cur bellum tam acerbum adversus Spiritus majestatem indictum habeatis, vel potius adversus vestram ipsorum salutem? neque vobis in mentem venire patiamini, quae discipulis a Salvatore sunt dicta? Euntes, inquit, docete omnes gentes, baptizantes eos in nomine Patris et Filii et Spiritus sancti (Matth. 28. 19). Vides aequalem honore majestatem? vides concordiam exacte descriptam? vides ut indivisa sit Trinitas? num uspiam discrimen aut immutatio imminutiove? Quid vos Domini verbis nova quaedam mandata adjungere audetis? an vero nescitis in negotiis etiam humanis si quis forte conatus sit, aut eo sit progressus audaciae, ut a rege missis literis quidquam adjiciat detrahatve, qui ejusdem alioquin est generis nobiscum, ejusdemque consors naturae, solere illum extremo supplicio mulctari, nullaque posse ratione a merita poena vindicari? Quod si tantum in hominis negotiis periculum imminet, quam tandem veniam obtinebunt, qui usque eo prosiliunt arrogantiae, ut quae a communi Salvatore nostro sunt dicta, corrumpere moliantur, neque Paulum, qui loquentem in se Christum habet, audire dignentur clara voce clamantem ac dicentem, Oculus non vidit, et auris non audivit, et in cor hominis non ascenderunt quae praeparavit Deus iis, qui diligunt illum (1. Cor. 2. 9)?
2. Against the Pneumatomachi. — Who then could worthily mourn and bewail those who assail with blasphemies the majesty and Godhead of the Holy Spirit, who like raving madmen are not recalled even by the greatness of His benefits from this wickedness of their ungrateful spirit, nay do not shrink from contriving everything against their own salvation, and strive, so far as lies in them, to cast Him down from the majesty of the Lord and reduce Him to the rank of creatures? Them I would gladly question thus: What on earth is the reason, hark you, why you have proclaimed so fierce a war against the majesty of the Spirit—or rather against your own salvation—and do not suffer the words spoken by the Saviour to the disciples even to enter your mind? Go ye, He says, teach all nations, baptizing them in the name of the Father and of the Son and of the Holy Spirit (Matth. 28. 19). Do you see majesty equal in honour? Do you see harmony described with precision? Do you see how undivided is the Trinity? Is there anywhere difference or change or diminution? Why do you dare to tack certain new ordinances onto the words of the Lord? Or do you not know that even in human affairs, if anyone should perchance attempt or advance so far in audacity as to add anything to or take anything from letters sent by a king—who for all that is of the same race with us and a sharer of the same nature—he is wont to be visited with the utmost punishment, and by no means can be rescued from the deserved penalty? And if so great a peril hangs over man's affairs, what pardon, pray, shall they obtain who leap to such a pitch of arrogance that they strive to corrupt what has been spoken by our common Saviour, and do not deign to hear Paul, who has Christ speaking within him, crying out with a clear voice and saying: Eye hath not seen, nor ear heard, neither have entered into the heart of man the things which God hath prepared for them that love Him (1. Cor. 2. 9)?
PG 50:466 bisRead from the page
Si ergo neque oculus vidit, neque auris audivit, neque cor capere potuit cognitionem bonorum, quae ipsum diligentibus sunt parata, unde, quaeso, fieri poterit, o beate Paule, ut nos eorum cognitionem assequamur? Exspecta paulisper : tum tu illum ipsum audies hoc dicentem. Itaque adjecit dicens : Nobis autem revelavit Deus per spiritum suum (Ibid. v. 10) : neque vero hic substitit ; sed ut potentiae magnitudinem indicaret, et quo pacto ejusdem sit substantiae atque Pater et Filius : Spiritus enim, inquit, omnia scrutatur, etiam profunda Dei (Ibid.). Deinde cum exemplis humanis accuratiorem doctrinam inserere animis nostris vellet, adjecit : Quis enim hominum scit quae sunt hominis, nisi spiritus hominis qui in ipso est? Sic et quae Dei sunt nemo cognovit, nisi Spiritus Dei (Ib. v. 11). Vides eximiam perfectamque doctrinam? Quemadmodum, inquit, ea, quae in mente sunt hominis, fieri nequit ut alter noverit, sed ipse res suas novit solus : sic et quae Dei sunt nullus novit nisi Spiritus Dei, quod maximum est valdeque idoneum ad ostendendam Spiritus dignitatem. Exemplum enim attulit, quasi hoc innueret : Fieri non potest, ut quis hominum ea, quae in sua mente sunt, umquam ignoret. Ut igitur fieri hoc non potest, sic et ea quae Dei sunt tam exacte Spiritus sanctus novit. Sed negari non potest, quin his etiam verbis beatus iste illos tangat, qui ob anticipatam suam opinionem cum salutis suae detrimento tantum bellum Spiritus dignitati se indixisse declarant, quantumque situm in ipsis est, cum supremi dominatus dignitate privant, atque ad creaturarum dejiciunt vilitatem. Verumtamen licet illi contentionis studio ducti Scripturae sacrae verbis adversarios sese opponant, nos divina documenta velut oracula de caelo missa suscipientes, debitas laudes offeramus, et cum recta fide etiam veritatis exactam cognitionem prae nobis feramus. Atque ad eos quidem revincendos, qui ea, quae Spiritus sancti responsis contraria sunt, docere non dubitant, sufficiunt ea quae dicta sunt ; verum enim vero cujus rei gratia tantorum causam bonorum non statim post suam in caelos ascensionem Dominus sit largitus, sed paucos dies prius siverit exspectare, ac solos manere discipulos domi, tum deinde Spiritus gratiam demiserit, operae pretium facturi videmur, si dilectioni vestrae referamus : non enim temere, neque sine causa factum est illud. Nam quoniam genus humanum vidit non tanto in pretio habere quae sunt in manibus bona, neque pro dignitate ea colere, quae jucunda simul et magna videantur, nisi etiam contrariorum occursus irrepserit ; exempli causa (dicendum enim est apertius), qui sano est ac vegeto corpore, neque sentit, neque scire potest exacte, quanta illi sanitas bona largiretur, nisi infirmitate obrepente morbum etiam fuerit expertus : et qui diem rursus aspicit, lumen tanti non facit, nisi etiam noctis tenebras persenserit. Etenim contrariorum experientia magistra nos aperte docet, qualia sint ea, quibus antea fruebamur. Idcirco nimirum tum quoque, quandoquidem praesente illo sexcentis bonis discipuli potiti erant, et quod cum illo versati fuissent, dies jucundissime transigebant.
If therefore neither eye has seen, nor ear heard, nor the heart been able to grasp the knowledge of the good things that have been prepared for those who love Him, how, I pray, O blessed Paul, shall it be possible for us to attain the knowledge of them? Wait a little, and you shall hear him saying this himself. Accordingly he added, saying: But unto us God hath revealed them through His Spirit (Ibid. v. 10). Nor did he stop at this; but to point out the greatness of His power and how He is of the same substance as the Father and the Son: For the Spirit, he says, searcheth all things, yea, the deep things of God (Ibid.). Then, wishing from human examples to implant more exact teaching in our souls, he added: For what man knoweth the things of a man, save the spirit of the man which is in him? Even so the things of God none hath known, save the Spirit of God (Ib. v. 11). Do you see surpassing and perfect doctrine? Just as, he says, it is impossible for another to know the things that are in a man's mind, but he alone knows his own thoughts, so too none knows the things of God save the Spirit of God—a point most great and eminently fitted to demonstrate the dignity of the Spirit. For he adduced the example almost hinting this: It is impossible for any man ever to be ignorant of what is in his own mind. Just as this, therefore, is impossible, so too does the Holy Spirit know with such exactness the things of God. Yet it cannot be denied that even by these words that blessed man strikes at those who, on account of their preconceived notion, to the ruin of their own salvation, declare that they have proclaimed so great a war against the dignity of the Spirit, and, so far as lies in them, rob Him of the dignity of supreme lordship and cast Him down to the lowliness of creatures. Nevertheless, even though they, led on by zeal for strife, set themselves in opposition to the words of Sacred Scripture, let us, receiving the divine teachings like oracles sent down from heaven, offer up due praises and display together with right faith exact knowledge of the truth as well. Now to refute those who do not hesitate to teach things contrary to the oracles of the Holy Spirit, what has been said suffices; yet for what reason the Lord did not bestow the Author of so great good things immediately after His ascension into the heavens, but suffered the disciples first to wait a few days and remain by themselves at home, and then afterwards sent down the grace of the Spirit, we think it worthwhile to recount to your charity: for that was done neither at random nor without cause. For since He saw that mankind do not hold in such high esteem the good things that are in their hands, nor honour according to their worth the things that seem at once pleasant and great, unless the onset of their opposites has also stealthily entered—for example (for one must speak more plainly), he who is sound and vigorous in body neither feels nor can know precisely what great good things health was bestowing upon him, unless infirmity creeps in and he experiences sickness as well; and he who looks upon the day, again, does not prize the light so highly unless he has also felt the darkness of night; for experience of opposites is ever a teacher that plainly shows us of what sort were those things which we formerly enjoyed—for this very reason then also, inasmuch as while He was present the disciples had enjoyed countless good things, and because they had lived in His company, they spent their days most joyfully.
Notes, col. 466 bis

On the reading

Printed adjeeit, for adjecit.

PG 50:467 bisRead from the page
Omnes enim incolae Palaestinae tamquam ad luminaria quaedam oculos suos ad eorum ora convertebant, quando et mortuos ad vitam revocabant, et leprosos mundabant, daemones expellebant, morbos curabant, aliaque multa miracula edebant : quoniam igitur ita illustres erant et celebres, propterea ad tempus eos permisit ab ejus virtute sejungi, cujus auxilio nitebantur : ut cum eo fuissent destituti, tum quantum illis ejus bonitatis praesentia prodesset, ediscerent, et cum praeteritorum bonorum magnitudinem perspexissent, majori cum studio Paracleti donationem exciperent. Etenim illos moerentes consolatus est, et propter magistri discessum lugentes ac tristitia repletos suae lucis radiis illustravit, prope jacentes erexit, moeroris caliginem discussit, et anxietatem omnem depulit. Quandoquidem namque dominicam vocem audierant, Euntes docete omnes gentes (Matth. 28. 19) : dubitabant autem deinceps et ignorabant, quo proficisci quemque oporteret, et in quanam orbis terrarum regione verbum Dei praedicare ; in specie linguarum Spiritus sanctus advenit, singulis orbis terrarum regiones docendas distribuit, atque impertitae linguae opera tamquam in tabula eorum fidei commissi magistratus ac magisterii leges descripsit.
For all the inhabitants of Palestine turned their eyes upon their faces as upon certain luminaries, when they also called the dead back to life, cleansed lepers, drove out demons, healed diseases, and wrought many other miracles; because, therefore, they were so renowned and celebrated, He permitted them for a time to be parted from the power of Him upon whose aid they relied, so that when they had been left bereft of it they might learn thoroughly how much the presence of His goodness profited them, and, having perceived the greatness of their past blessings, might receive with greater eagerness the gift of the Paraclete. For He consoled them in their sorrow, and with the rays of His own light illumined them as they mourned over their Master's departure and were filled with sadness, raised them up when they lay well-nigh prostrate, scattered the gloom of grief, and drove away all perplexity. For inasmuch as they had heard the Lord's voice, Go ye, teach all nations (Matth. 28. 19), yet thereafter were in doubt and knew not whither each ought to set out and in what region of the world to preach the word of God, the Holy Spirit came in the form of tongues, apportioned to each the regions of the world to be taught, and by means of the bestowed tongue inscribed, as upon a tablet, the laws of the office and teaching charge entrusted to their faith.
Cur in specie linguarum Spiritus. — Propterea in specie linguarum Spiritus advenit : neque idcirco tantum, sed ut veteris etiam historiae memoriam nobis refricaret. Cum enim olim homines superbia elati turrim exstruere voluerint, quae ad caelum usque pertingeret, et invecta divisione linguarum pravam illorum coitionem et concordiam dissiparit Deus (Gen. 11) : idcirco nunc quoque in specie ignearum linguarum ad eos advolat Spiritus sanctus, ut per illum orbem terrarum divisum conjungat. Et accidit res nova simul ac mira : ut enim tum antiquitus linguae terrarum orbem diviserunt, et malam concordiam in dissidium converterunt : ita nunc quoque terrarum orbem linguae copularunt, et quae dissidebant in concordiam reduxerunt. Itaque in specie linguarum idcirco advenit : tamquam ignis autem linguae erant, quod sylvescentes in nobis peccatorum spinae succrevissent. Nam quemadmodum terra fertilis ac pinguis, si minime colatur, magnam spinarum sylvam profundit : sic et natura nostra, quae a Creatore suo bona est condita, et ad virtutis fruges idonea, eo quod neque pietatis aratrum neque cognitionis Dei semen excepisset, quasi spinas quasdam et aliam inutilem sylvam impietatem produxit. Et quemadmodum saepe propter spinarum multitudinem, ac malorum graminum terrae facies ne apparet quidem : sic et animae nostrae nobilitas puritasque minime apparebat, quousque naturae humanae agricola venisset, et ipsam immisso Spiritus igne perpurgasset, atque, ut ad excipiendum caeleste semen idonea redderetur, effecisset.
Why the Spirit came in the form of tongues. — For this reason the Spirit came in the form of tongues; nor for this reason alone, but also to refresh for us the memory of ancient history. For since of old men puffed up with pride wished to build a tower that should reach all the way to heaven, and by bringing in the division of tongues God scattered their wicked league and agreement (Gen. 11), therefore now too the Holy Spirit flies to them in the form of fiery tongues, that through it He may join together the divided world. And a thing at once new and wondrous came to pass: for just as then of old tongues divided the world and turned an evil concord into discord, so now also tongues united the world and brought back into harmony things that were at variance. Accordingly for this reason He came in the form of tongues; and the tongues were as of fire because the thorns of sins had grown up wild within us. For just as fertile and rich land, if it is not tilled at all, sends forth a great thicket of thorns, so too our nature, which was created good by its Creator and fit for the fruits of virtue, because it had received neither the plough of godliness nor the seed of the knowledge of God, brought forth ungodliness like thorns and other useless brushwood. And just as often through the multitude of thorns and noxious weeds the face of the earth does not even appear, so too the nobility and purity of our soul did not appear at all until the Husbandman of human nature came, thoroughly cleansed it by sending in the fire of the Spirit, and caused it to be rendered fit to receive the heavenly seed.
3. Tanta sunt, hisque multo plura, quae nobis hujus diei beneficio bona obvenerunt. Quae cum ita sint, oro obtestorque vos, pro dignitate congestorum in nos bonorum, festum nos quoque celebremus, non januam 1 coronantes, sed animas comentes ; non forum tapetibus exornantes, sed animam splendidam virtutis amictu reddentes, ut hoc pacto possimus et Spiritus gratiam suscipere, et fructus inde pullulantes decerpere.
3. So great, and far more than these, are the good things that have come to us through the benefit of this day. Since this is so, I pray and beseech you that, in keeping with the worth of the good things heaped upon us, we also celebrate the feast—not crowning the doorway 1 with garlands, but adorning our souls; not decking the marketplace with hangings, but rendering our soul splendid with the raiment of virtue, so that in this way we may be able both to receive the grace of the Spirit and to pluck the fruits springing forth therefrom.
Notes, col. 467 bis

On the reading

Printed nou, for non.

PG 50:468 bisRead from the page
Qui sint fructus Spiritus sancti. — Quis porro ille fructus est Spiritus? Audiamus Paulum dicentem : Fructus autem Spiritus est caritas, gaudium, pax (Gal. 5. 22). Vide quanta sit accuratio in verbis, quanta in doctrina convenientia : praemisit caritatem, tum deinceps ea quae consequuntur commemoravit : radicem fixit, ac deinde fructum indicavit ; fundamentum jecit, ac deinde aedificium imposuit ; a fonte initium duxit, et mox ad fluvios devenit. Non enim fieri potest, ut gaudii materia nos commoveat, priusquam aliorum prosperitatem nostram ducamus, et proximi bona propria reputemus ; haec vero non aliunde promanare queunt quam quod caritatis vis praevaluerit, atque dominatus. Caritas radix est et fons materque cunctorum bonorum : etenim tamquam radix sexcentos virtutum ramos germinat, quasi fons multos latices profundit, et ut mater gremio suo ad se confugientes arcte complectitur. Quod quidem cum beatus Paulus probe nosset, fructum Spiritus eam appellavit : alibi vero tantam detulit ei praerogativam, ut eam legis plenitudinem appellarit : Plenitudo enim, inquit, legis est caritas (Rom. 13. 10). Enimvero ipse omnium Dominus tamquam descriptionem sufficientem et fide dignum specimen, ut quis se ipsius discipulum probaret, non aliud quam quod a caritate petitur, nobis proposuit, cum dixit : In hoc cognoscent omnes, quia discipuli mei estis, si dilectionem habueritis ad invicem (Joan. 13. 35). Quamobrem ad ipsam, quaeso, confugiamus omnes, eique adhaereamus, et cum ipsa festivitatem hanc excipiamus. Ubi enim caritas, animae cessant defectus ; ubi caritas 2, alieni a ratione mentis insultus sedati sunt. Caritas, inquit, non agit perperam, non inflatur, non est ambitiosa (1. Cor. 13. 4. 5) : caritas malum proximo non infert ; ubi caritas dominatur, nuspiam Cain cernitur, qui fratrem occidat. Tolle fontem invidiae, et malorum omnium flumen sustulisti ; exscinde radicem, et fructum simul exscidisti. Haec vero eo dicuntur a me, quod de iis qui invident, magis sim sollicitus, quam de iis quibus invidetur. Illi enim sunt, qui maximam faciunt jacturam, multamque sibi perniciem invehunt ; nam illis quidem quibus invidetur, illud, si quidem velint, materiam affert coronarum, quod invidiam patiantur. Ac vide, quaeso, quo pacto justus Abel celebretur laudibus, et in dies praeconiis efferatur, quod caedis causa celebris nominis occasionem attulerit. Atque hic quidem post obitum etiam per sanguinem audacter loquitur, et clara voce parricidam accusat (Gen. 4. 10) : ille autem superstes videlicet operum fructum per operum mercedem recepit, et gemens tremensque vitam in terris traduxit.
What the fruits of the Holy Spirit are. — And what is that fruit of the Spirit? Let us hear Paul saying: But the fruit of the Spirit is charity, joy, peace (Gal. 5. 22). See how great is the exactness in the words, how great the orderly sequence in the teaching: he placed charity first, and then recounted in turn the things that follow; he planted the root, and then pointed out the fruit; he laid the foundation, and then set the building upon it; he took his start from the fountain, and presently came to the rivers. For it is impossible for any matter of joy to move us before we reckon the prosperity of others our own and count our neighbour's good things as ours; and these can flow from no other source than that the might and sway of charity have prevailed. Charity is the root and fountain and mother of all good things: for like a root it puts forth countless branches of virtues, like a fountain it pours forth many streams, and like a mother it clasps closely in her bosom those who flee to her for refuge. Knowing this well, blessed Paul called her the fruit of the Spirit; and elsewhere he accorded her so great a pre-eminence as to call her the fulness of the law: For charity, he says, is the fulness of the law (Rom. 13. 10). Indeed the Lord of all Himself set before us as a sufficient mark and trustworthy token for anyone to prove himself His disciple nothing other than what is drawn from charity, when He said: By this shall all men know that you are My disciples, if you have love one for another (Joan. 13. 35). Wherefore, I pray, let us all flee to her for refuge, and cleave to her, and welcome this feast with her. For where charity is, the failings of the soul cease; where charity is 2, the irrational leaps of the mind are stilled. Charity, he says, dealeth not perversely, is not puffed up, is not ambitious (1. Cor. 13. 4. 5); charity worketh no ill to one's neighbour; where charity reigns, nowhere is a Cain seen slaying his brother. Take away the fountain of envy, and you have removed the river of all evils; cut out the root, and you have cut away the fruit also at the same time. And I say these things because I am more anxious concerning those who envy than concerning those who are envied. For it is the former who suffer the greatest loss and bring much ruin upon themselves; whereas to those who are envied, the fact that they suffer envy affords matter for crowns, if indeed they so wish. And see, I pray, how righteous Abel is celebrated with praises and extolled day by day with encomiums, because the cause of his slaying brought him the occasion of a renowned name. And he indeed even after death speaks boldly through his blood and with a clear voice accuses the fratricide (Gen. 4. 10); whereas the other, surviving, received forsooth the fruit of his deeds through the wages of his deeds, and spent his life upon earth groaning and trembling.