Migne Reading Room

PG 50 · cols. 467–470 bis · Read from the page

De Sancta Pentecoste Homiliae II (Εἰς τὴν ἁγίαν Πεντηκοστὴν ὁμιλίαι αʹ-βʹ)

De Sancta Pentecoste Homiliae II (Εἰς τὴν ἁγίαν Πεντηκοστὴν ὁμιλίαι αʹ-βʹ)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:467Read from the page
καὶ ἀπὸ τοῦ συνδιατρίβειν αὐτῷ ἐν πολλῇ ἦσαν εὐημερίᾳ· καὶ γὰρ οἱ τὴν Παλαιστίνην ἅπαντες οἰκοῦντες, ὥσπερ εἰς φωστῆράς τινας οὕτως εἰς τὰ τούτων ἐνέβλεπον πρόσωπα· ἐπειδὴ καὶ νεκροὺς ἀνίστων, καὶ λεπροὺς ἐκάθαιρον, δαίμονας ἤλαυνον, καὶ νοσήματα ἐθεράπευον, καὶ ἕτερα πολλὰ ἐπεδείκνυντο θαύματα· ἐπεὶ οὖν οὕτως ἦσαν περίβλεπτοι καὶ περιφανεῖς, διὰ τοῦτο συνεχώρησεν αὐτοὺς πρὸς ὀλίγον χωρισθῆναι τῆς τοῦ συμμαχοῦντος δυνάμεως, ἵνα ὅταν ἐν ἐρημίᾳ γένωνται, μάθωσιν ἡλίκον αὐτοῖς ἐχαρίζετο ἡ τῆς αὐτοῦ ἀγαθότητος παρουσία, καὶ εἰς αἴσθησιν ἐλθόντες τῶν παρελθόντων ἀγαθῶν μετὰ μείζονος τῆς προθυμίας ὑποδέξωνται καὶ τὴν τοῦ Παρακλήτου δωρεάν. Καὶ γὰρ ἀθυμοῦντας αὐτοὺς παρεκάλεσε, καὶ διὰ τὸν τοῦ διδασκάλου χωρισμὸν στυγνάζοντας καὶ κατηφείας πεπληρωμένους διὰ τοῦ οἰκείου φωτὸς κατηύγασε, καὶ κειμένους σχεδὸν ἀνέστησε, καὶ τῆς ἀθυμίας τὸ νέφος διεσκέδασε, καὶ τὴν ἀπορίαν ἔλυσεν. Ἐπειδὴ γὰρ ἦσαν ἀκούσαντες τῆς Δεσποτικῆς φωνῆς, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη· ἠπόρουν δὲ λοιπὸν καὶ ἠγνόουν, ὅποι δεῖ ἕκαστον τραπῆναι, καὶ πρὸς ποῖον δεῖ κλίμα τῆς οἰκουμένης κηρῦξαι τὸν λόγον, ἔρχεται τὸ Πνεῦμα τὸ ἅγιον ἐν εἴδει γλωσσῶν, ἑκάστῳ μερίζον τῆς κατὰ τὴν οἰκουμένην διδασκαλίας τὰ κλίματα, καὶ διὰ τῆς δοθείσης γλώττης καθάπερ δέλτῳ τινὶ γνωρίζον ἑκάστῳ τῆς ἐμπιστευθείσης ἀρχῆς τε καὶ διδασκαλίας τὸν ὅρον.
and from spending their time with Him were in great prosperity—for indeed all the inhabitants of Palestine gazed upon their faces just as upon luminaries, since they also raised the dead, and cleansed lepers, drove out demons, and healed diseases, and displayed many other wonders—since, then, they were thus admired and illustrious, on this account He permitted them for a little while to be parted from the power of Him Who fought alongside them, so that when they came to be in desolation, they might learn how great a boon the presence of His goodness was bestowing upon them, and having come to a perception of past good things might receive with greater eagerness the gift of the Paraclete also. For indeed when they were disheartened He consoled them, and when they were gloomy on account of the parting of their Teacher and filled with dejection He illumined them through His own light, and raised them up when they were almost prostrate, and dispelled the cloud of despondency, and resolved their perplexity. For since they had heard the Master's voice, Go, make disciples of all the nations, yet for the rest were at a loss and did not know whither each ought to turn, and towards what region of the inhabited world he ought to proclaim the word, the Holy Spirit comes in the form of tongues, apportioning to each the regions of the teaching throughout the inhabited world, and through the tongue that was given, just as on a tablet, making known to each the boundary of the rule and teaching entrusted to him.
Διὰ τοῦτο ἐν εἴδει γλωσσῶν τὸ Πνεῦμα παρεγένετο· καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλ' ἵνα καὶ παλαιᾶς ἡμᾶς ὑπομνήσῃ ὑποθέσεως. Ἐπειδὴ γὰρ τὸ παλαιὸν εἰς ἀπόνοιαν ἐξοκείλαντες οἱ ἄνθρωποι πύργον ἠβουλήθησαν κατασκευάσαι ἕως τοῦ οὐρανοῦ φθάνοντα, καὶ διὰ τῆς τῶν γλωσσῶν διαιρέσεως διεῖλεν αὐτῶν τὴν κακὴν συμφωνίαν· διὰ τοῦτο καὶ νῦν ἐν εἴδει γλωσσῶν πυρίνων ἐφίπταται αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα διαιρεθεῖσαν τὴν οἰκουμένην διὰ τούτου συνάψῃ. Καὶ ἐγένετο πρᾶγμα καινὸν καὶ παράδοξον· ὥσπερ γὰρ τότε τὸ παλαιὸν γλῶσσαι τὴν οἰκουμένην κατέτεμον, καὶ τὴν κακὴν συμφωνίαν εἰς διαίρεσιν ἤγαγον· οὕτω καὶ νῦν γλῶσσαι τὴν οἰκουμένην συνῆψαν, καὶ τὰ διεστῶτα εἰς ὁμόνοιαν συνήγαγον. Ἐν εἴδει μὲν οὖν γλωσσῶν διὰ τοῦτο, ὡσεὶ πυρὸς δὲ γλῶσσαι διὰ τὴν ἐν ἡμῖν ὑλομανήσασαν τῆς ἁμαρτίας ἄκανθαν. Καθάπερ γὰρ γῆ, ὅταν λιπαρὰ καὶ πίων οὖσα τυγχάνῃ, μὴ γεωργῆται δὲ, πολλὴν ἐπιδείκνυται τῶν ἀκανθῶν τὴν φοράν· οὕτω δὴ καὶ ἡ φύσις ἡ ἡμετέρα, καλὴ οὖσα διὰ τὸν παραγαγόντα, καὶ πρὸς τὸν τῆς ἀρετῆς καρπὸν ἐπιτηδείως ἔχουσα, διὰ τὸ μὴ δέξασθαι τὸ τῆς εὐσεβείας ἄροτρον, μηδὲ τὸν τῆς θεογνωσίας σπόρον, καθάπερ ἀκάνθας τινὰς καὶ ἑτέραν ἄχρηστον ὕλην τὴν ἀσέβειαν ἀπεγέννησε. Καὶ ὃν τρόπον τῆς γῆς τὸ πρόσωπον ἀπὸ τοῦ πλήθους τῶν ἀκανθῶν καὶ τῶν πονηρῶν βοτανῶν πολλάκις οὐ φαίνεται· οὕτω καὶ τὸ εὐγενὲς καὶ τὸ καθαρὸν τῆς ψυχῆς τῆς ἡμετέρας οὐ διεδείκνυτο, ἕως ὅτε παραγενόμενος ὁ γεωργὸς τῆς φύσεως τῆς ἀνθρωπίνης, καὶ τὸ πῦρ ἐπαφεὶς τοῦ Πνεύματος, ἐκάθηρέ τε αὐτὴν, καὶ πρὸς τὸ δέξασθαι τὸν σπόρον τὸν οὐράνιον ἐπιτηδείαν γενέσθαι παρεσκεύασε.
On this account the Spirit came in the form of tongues; and not on this account alone, but also that He might remind us of an ancient matter. For since of old men, having run aground into madness, wished to build a tower reaching unto heaven, and through the division of tongues He sundered their wicked concord, on this account now also the Holy Spirit flies down upon them in the form of fiery tongues, so that through this He might join together the inhabited world that had been divided. And a new and paradoxical thing came to pass: for just as then of old tongues cut up the inhabited world, and brought wicked concord into division, so also now tongues joined the inhabited world together, and brought what stood apart into harmony. In the form of tongues, then, on this account; and tongues as of fire on account of the thorn of sin that had run wild in us. For just as land, when it happens to be rich and fat, yet is not tilled, displays a great crop of thorns, so indeed our nature also, being good because of Him Who brought it forth, and being well suited for the fruit of virtue, because it did not receive the plough of piety, nor the seed of the knowledge of God, brought forth impiety like certain thorns and other useless brushwood. And in the way that the face of the earth often does not appear because of the multitude of thorns and evil weeds, so also the nobility and purity of our soul was not shown forth, until the Husbandman of human nature arrived, and letting loose the fire of the Spirit, both cleansed it and prepared it to become fit for receiving the heavenly seed.
γʹ. Τοσαῦτα ἡμῖν καὶ τούτων πλείονα διὰ τὴν παροῦσαν ἡμέραν ὑπῆρχε τὰ ἀγαθά. Διὸ παρακαλῶ πρὸς
3. So great, and more than these, were the good things that accrued to us through the present day. Wherefore I exhort you, in proportion to
PG 50:468Read from the page
ἀξίαν τῶν δεδωρημένων ἡμῖν ἀγαθῶν, καὶ ἡμεῖς ἑορτάσωμεν, οὐ τὴν πύλην στεφανοῦντες, ἀλλὰ τὰς ψυχὰς καλλωπίζοντες· οὐ κοσμοῦντες τὴν ἀγορὰν παραπετάσμασιν, ἀλλὰ φαιδρύνοντες τὴν ψυχὴν τοῖς τῆς ἀρετῆς περιβολαίοις, ἵνα οὕτω δυνηθῶμεν καὶ τοῦ Πνεύματος τὴν χάριν ὑποδέξασθαι, καὶ τοὺς ἐντεῦθεν καρποὺς ἀποδέξασθαι.
the worth of the good things bestowed upon us, let us also keep the feast, not crowning the gate, but adorning our souls; not decking the market-place with hangings, but brightening the soul with the garments of virtue, so that thus we may be able both to welcome the grace of the Spirit and to receive the fruits that spring from thence.
Τίς δέ ἐστιν ὁ καρπὸς τοῦ Πνεύματος; Ἀκούσωμεν Παύλου λέγοντος· Ὁ δὲ καρπὸς τοῦ Πνεύματος, φησὶν, ἀγάπη, χαρὰ, εἰρήνη. Ὅρα λέξεως ἀκρίβειαν, διδασκαλίας ἀκολουθίαν· προέταξε τὴν ἀγάπην, καὶ τότε τῶν ἑξῆς ἐμνημόνευσεν· ἔθηκε τὴν ῥίζαν, καὶ τότε τὸν καρπὸν ὑπέδειξε· κατέβαλε τὸν θεμέλιον, καὶ τότε τὴν οἰκοδομὴν ἐπήγαγεν· ἀπὸ τῆς πηγῆς ἤρξατο, καὶ τότε ἦλθεν ἐπὶ τοὺς ποταμούς. Οὐδὲ γὰρ πρότερον ἡ τῆς χαρᾶς ἐπεισελθεῖν ὑπόθεσις δύναται, ἂν μὴ πρότερον ἑαυτῶν εἶναι νομίσωμεν τὴν ἑτέρων εὐημερίαν, καὶ οἰκεῖα τὰ τοῦ πλησίον ἀγαθὰ λογισώμεθα· ταῦτα δὲ οὐκ ἄν ποτε ἐξ ἑτέρου φανείη τινὸς, ἂν μὴ τῆς ἀγάπης ὑπερβάλῃ ἡ τυραννίς. Ἡ ἀγάπη ῥίζα καὶ πηγὴ καὶ μήτηρ ἐστὶν ἁπάντων τῶν ἀγαθῶν. Καὶ γὰρ ὡς ῥίζα μυρίους τοὺς κλάδους τῆς ἀρετῆς ἀναδίδωσι, καὶ ὡς πηγὴ πολλὰ τίκτει τὰ νάματα, καὶ ὡς μήτηρ εἴσω τῶν ἑαυτῆς κόλπων περισφίγγει τοὺς εἰς αὐτὴν καταφεύγοντας. Ὃ δὴ καὶ ὁ μακάριος Παῦλος συνιδὼν, καρπὸν αὐτὴν τοῦ Πνεύματος ἐκάλεσεν· ἀλλαχοῦ δὲ τοσοῦτον αὐτῇ τὸ προτέρημα ἐχαρίσατο, ὡς καὶ πλήρωμα αὐτὴν τοῦ νόμου προσειπεῖν· Πλήρωμα γὰρ νόμου, φησὶν, ἡ ἀγάπη. Ὁ μέντοι τῶν ἁπάντων Δεσπότης καὶ ὅρον ἀρκοῦντα καὶ χαρακτῆρα ἀξιόπιστον, εἰς τὸ φανῆναι τοὺς ἑαυτοῦ μαθητὰς, οὐχ ἕτερόν τινα, ἢ τὸν ἀπὸ τῆς ἀγάπης ἡμῖν προεβάλετο εἰπών· Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. Διὸ, παρακαλῶ, ἐπ' αὐτὴν καταφύγωμεν ἅπαντες, καὶ ταύτῃ περιπλακῶμεν, καὶ μετ' αὐτῆς τὴν ἑορτὴν ταύτην ὑποδεξώμεθα· ὅπου γὰρ ἀγάπη, ἀργεῖ τῆς ψυχῆς τὰ ἐλαττώματα· ὅπου ἀγάπη, τὰ ἄλογα τῆς διανοίας σκιρτήματα πέπαυται. Ἡ ἀγάπη, φησὶν, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ. Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· ὅπου ἀγάπη πολιτεύεται, οὐδαμοῦ Κάϊν φονεύων τὸν ἀδελφόν. Ἄνελε τοῦ φθόνου τὴν πηγὴν, καὶ ἀνεῖλες τῶν κακῶν ἁπάντων τὸν ποταμόν· ἀπότεμε τὴν ῥίζαν, καὶ συνανεῖλες τὸν καρπόν. Ταῦτα δὲ λέγω τῶν φθονούντων κηδόμενος μᾶλλον ἢ τῶν φθονουμένων· καὶ γὰρ ἐκεῖνοι μάλιστά εἰσιν οἱ τὰ μέγιστα ζημιούμενοι, καὶ πολὺν ἑαυτοῖς τὸν ὄλεθρον ἐπάγοντες· ἐπεί γε ὅτι τοῖς φθονουμένοις καὶ στεφάνων ὑπόθεσίς ἐστιν, εἰ βούλοιντο, τὸ φθονεῖσθαι. Καὶ ὅρα μοι πῶς Ἄβελ ὁ δίκαιος ᾄδεται, καὶ καθ' ἑκάστην ἀνακηρύττεται τὴν ἡμέραν, καὶ ἡ τῆς σφαγῆς ὑπόθεσις εὐδοξίας αὐτῷ γέγονεν ἀφορμή. Καὶ ὁ μὲν καὶ μετὰ τὴν τελευτὴν διὰ τοῦ αἵματος παῤῥησιάζεται, καὶ λαμπρᾷ τῇ φωνῇ κατηγορεῖ τοῦ μιαι-
What then is the fruit of the Spirit? Let us hear Paul saying: But the fruit of the Spirit, he says, is love, joy, peace. Behold the exactness of his expression, the sequence of his teaching: he set love first, and then made mention of the things that follow; he laid down the root, and then pointed out the fruit; he cast the foundation, and then brought on the building; he began from the fountain, and then came to the rivers. For neither can the ground of joy enter in beforehand, unless we first deem the prosperity of others to be our own, and reckon our neighbour's good things as belonging to ourselves; and these things could never appear from any other source, unless the sovereign sway of love prevailed. Love is the root and fountain and mother of all good things. For indeed as a root it sends up ten thousand branches of virtue, and as a fountain it brings forth many streams, and as a mother it clasps fast within its own bosom those who flee to it for refuge. Perceiving which very thing, the blessed Paul also called it the fruit of the Spirit; and elsewhere he granted it so great a pre-eminence as even to address it as the fulness of the law: For love, he says, is the fulness of the law. Moreover, the Master of all set before us as a sufficient standard and a trustworthy mark for His disciples to become manifest none other than that drawn from love, saying: By this shall all men know that you are My disciples, if you have love one for another. Wherefore, I exhort you, let us all flee for refuge to it, and cleave fast to it, and with it welcome this feast; for where love is, the defects of the soul are idle; where love is, the irrational impulses of the mind have ceased. Love, he says, does not vaunt itself, is not puffed up, does not behave unseemly. Love works no ill to one's neighbour; where love governs, nowhere is Cain slaying his brother. Take away the fountain of envy, and you have taken away the river of all evils; cut off the root, and you have taken away the fruit together with it. And I say these things caring more for those who envy than for those who are envied; for indeed it is they above all who suffer the greatest loss, and bring much destruction upon themselves; since for those who are envied, being envied is even a matter for crowns, if they should wish. And behold, I pray you, how righteous Abel is sung in praise, and is proclaimed each day, and the matter of his slaughter has become an occasion of renown for him. And even after his end he speaks boldly through his blood, and with a clear voice accuses the mur-
PG 50:469Read from the page
φόνου· ὁ δὲ δῆθεν περιγενόμενος τὸν καρπὸν τῶν ἔργων διὰ τῆς ἀντιδόσεως τῶν ἔργων ἀπέλαβε, καὶ στένων καὶ τρέμων διῆγεν ἐπὶ τῆς γῆς· ὁ δὲ ἀνῃρημένος καὶ ἐπὶ τῆς γῆς κείμενος μετὰ τὴν τελευτὴν πλείονα τὴν παῤῥησίαν ἐπεδείκνυτο. Καὶ καθάπερ ἐκεῖνον ἡ ἁμαρτία καὶ ζῶντα τῶν νεκρῶν ἀθλιώτερον διάγειν παρεσκεύασεν· οὕτω τοῦτον ἡ ἀρετὴ, καὶ μετὰ τὴν τελευτὴν πλέον διαλάμπειν ἐποίησε. Διά τοι τοῦτο καὶ ἡμεῖς, ἵνα μείζονα καὶ ἐνταῦθα κἀκεῖ τὴν παῤῥησίαν κτησώμεθα, ἵνα πλείονα τὴν εὐφροσύνην τὴν ἀπὸ τῆς ἑορτῆς καρπωσώμεθα, πάντα μὲν τὰ ῥυπαρὰ τῆς ψυχῆς περιέλωμεν ἐνδύματα, μάλιστα τοῦ φθόνου τὸ περιβόλαιον ἀποδυσώμεθα. Κἂν γὰρ μυρία κατορθοῦν δόξωμεν, πάντων ἐκπεσούμεθα, τῆς πικρᾶς ἡμῖν καὶ ὠμῆς ταύτης ἐνοχλούσης λύμης· ἣν πάντας ἡμᾶς διαφυγεῖν γένοιτο, καὶ
derer; whereas he who forsooth prevailed received back the fruit of his deeds through the requital of his deeds, and passed his life groaning and trembling upon the earth; while he who had been slain and lay upon the earth displayed greater boldness after his end. And just as sin caused that man, even while living, to pass his life more wretchedly than the dead, so virtue caused this man, even after his end, to shine forth the more. Wherefore let us also, so that we may gain greater boldness both here and yonder, so that we may reap greater gladness from the feast, strip away all the filthy garments of the soul, and above all put off the cloak of envy. For even if we seem to accomplish ten thousand righteous deeds, we shall fall from them all while this bitter and cruel pest troubles us; which may it be granted that all of us escape, and
PG 50:470Read from the page
μάλιστα τοὺς τήμερον διὰ τῆς τοῦ λουτροῦ χάριτος, τὸ παλαιὸν τῶν ἁμαρτημάτων ἔνδυμα ἀποθεμένους, καὶ πρὸς τὰς ἡλιακὰς ἀκτῖνας ἀντιλάμπειν δυναμένους. Υμεῖς μὲν οὖν, παρακαλῶ, οἱ σήμερον εἰς τὴν υἱοθεσίαν ἐγγραφέντες, οἱ τὸ λαμπρὸν τοῦτο περιβόλαιον ἐνδυσάμενοι, πάσῃ φυλακῇ τὴν φαιδρότητα ἐν ᾗ νῦν ἐστε διατηρήσατε, πανταχόθεν ἀποτειχίσαντες τῷ διαβόλῳ τὴν εἴσοδον, ἵνα δαψιλεστέρας ἀπολαύσαντες τῆς τοῦ Πνεύματος χάριτος, καρποφορῆσαι δυνηθῆτε ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατὸν, καὶ μετὰ παῤῥησίας ἀπαντῆσαι ἀξιωθείητε τῷ βασιλεῖ τῶν οὐρανῶν, ὅταν παραγίνεσθαι μέλλῃ, καὶ τὰ ἀπόῤῥητα ἀγαθὰ διανέμειν τοῖς μετ' ἀρετῆς τὸν παρόντα βίον διανύσασιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
above all those who today through the grace of the laver have put off the old garment of sins, and are able to shine back against the rays of the sun. You therefore, I exhort you, who today have been enrolled into adoption as sons, who have put on this bright cloak, preserve with all vigilance the brightness in which you now are, walling off from every side the entrance of the devil, so that having enjoyed more abundantly the grace of the Spirit, you may be able to bear fruit thirtyfold, and sixtyfold, and a hundredfold, and may be counted worthy to meet with boldness the King of the heavens when He is about to come and distribute ineffable good things to those who have completed the present life with virtue, in Christ Jesus our Lord, to Whom be the glory and the might now and always, and unto the ages of the ages. Amen.
Notes, col. 470

On the reading

Printed Υμεῖς, for Ὑμεῖς.

PG 50:469 bisRead from the page
At hic interfectus et jacens in terra, post obitum etiam majore cum fiducia loquendi facultatem ostentabat. Et quemadmodum illum sic afficiebat peccatum, ut etiamnum vivens infelicius mortuis vitam degeret : sic et istum post mortem etiam virtus illustriorem reddidit. Quocirca nos quoque ut majorem et hic et illic fiduciam nobis conciliemus, ut ampliorem ex hac festivitate laetitiam decerpamus, omnia quidem animae sordida vestimenta rejiciamus, praecipue vero nos invidiae veste spoliemus. Licet enim sexcentorum recte factorum meritum cumulasse videamur, si nobis haec acerba tetraque lues negotium facessat, in nihilum cuncta recident. Faxit Deus ut ejus nos omnes expertes simus, atque illi maxime qui hodierna die per gratiam lavacri veterem peccatorum amictum abjecerunt, et ipsius solis radiis aemulum jam possunt lumen effundere.
Whereas this man, slain and lying upon the earth, displayed even after death a power of speaking with yet greater boldness. And just as sin so affected the former that while still living he passed his life more wretchedly than the dead, so too virtue rendered the latter even more illustrious after death. Wherefore, that we too may win for ourselves greater boldness both here and hereafter, and reap ampler gladness from this feast, let us cast off all the soiled garments of the soul, and above all strip ourselves of the robe of envy. For even though we seem to have heaped up the merit of countless good deeds, if this bitter and foul pestilence troubles us, all will sink into nothing. May God grant that we all be free from it, and especially those who today through the grace of the laver have cast off the old garment of sins and are now able to shed forth a light rivalling the very rays of the sun.
Notes, col. 469 bis

On the reading

Printed amietum, for amictum.

PG 50:470 bisRead from the page
Vos igitur hortor, qui hodie in adoptionem transcripti estis, qui splendidum hunc amictum induistis, omni custodia, quo nunc praediti estis, splendorem conservate, atque omni ex parte diabolo aditum intercludite, ut copiosiori Spiritus gratia percepta fructificare possitis unum triginta, et unum sexaginta, et unum centum : ut efficiamini digni qui cum fiducia Regi caelorum occurratis, cum venturus fuerit, omnique sermone sublimiora bona distributurus illis, qui praesentem vitam cum virtute transegerint, in Christo Jesu Domino nostro, cui gloria et potestas nunc et semper, et in saecula saeculorum. Amen.
You therefore I exhort, who today have been enrolled into adoption and have put on this splendid robe: preserve with all watchfulness the splendour wherewith you are now endowed, and bar all entrance to the devil on every side, so that, having received more abundant grace of the Spirit, you may be able to bear fruit—one thirty, one sixty, and one a hundred—that you may be made worthy to meet with boldness the King of the heavens when He comes to bestow good things surpassing all speech upon those who have passed the present life with virtue, in Christ Jesus our Lord, to whom be glory and power now and always, and unto the ages of ages. Amen.
Notes, col. 470 bis

On the reading

Printed nune, for nunc.