συνεργεῖν, καὶ φωτίζειν ὀφθαλμοὺς τοὺς τὴν μεγίστην ἀσεβοῦντας ἀσέβειαν. Οὐ μόνον δὲ ὁ ἥλιος ἔφυγεν, ἀλλὰ καὶ ἡ γῆ ἐκλονεῖτο, μὴ φέρουσα τὴν ἀνομίαν τῶν δρωμένων, ἐνδεικνυμένη δὲ καὶ διδάσκουσα ὅτι Θεὸς ἦν ὁ σταυρούμενος· διὸ καὶ οὐκ ἠνείχετο, ἀλλ' ἐχαλέπαινε, μὴ θέλουσα φέρειν ἐφ' ἑαυτῆς τοὺς θεοστυγεῖς Ἰουδαίους. Οὐχ οὕτω γὰρ ἀδελφοκτονήσας ἔχρανεν ὁ Κάϊν τὴν γῆν, οὐδ' οὕτως ἐβάρησεν αὐτὴν ἡ τῶν γιγάντων πυργοποιΐα, οὐδ' οὕτως αὐτὴν ἐμόλυναν ἀθεμιτουργήσαντες Σοδομῖται, οὐδ' αὐτοὶ οἱ τὰ εἴδωλα πλάσαντες ἐξ αὐτῆς· οὐ τὸ αἷμα Ζαχαρίου καὶ Ἄβελ ἐκχυθὲν ἐβάρησεν αὐτὴν οὕτως ὅσον Ἰουδαῖοι, τὸ μέγα τοῦτο τολμήσαντες ἀσέβημα. Διὰ γὰρ τοῦτο καὶ αἱ σκληραὶ πέτραι ἐσχίζοντο, ἵνα μάθωσιν ὅτι οὗτός ἐστιν ἡ πνευματικὴ καὶ ζῶσα πέτρα. Ἔπινον γὰρ, φησὶν, ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ὢ τῆς Ἰουδαίων ἀγνωμοσύνης! αἱ πέτραι ἐσχίσθησαν, καὶ οὗτοι ἀναισθητοῦσι· τὰ ἄψυχα κλονεῖται, καὶ οἱ ἔμψυχοι ἀπιστοῦσι· τὸ καταπέτασμα τοῦ ναοῦ ῥήγνυται, ἵνα λοιπὸν ἡ ἐρήμωσις αὐτῶν δειχθῇ. Ἐσχίσθη γὰρ τὸ καταπέτασμα, καὶ ἐγυμνώθη τὰ ἐν τῷ ναῷ διὰ τὸν εἰπόντα Χριστόν· Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ γὰρ καὶ ἠρήμωται μετὰ τὴν χριστοκτονίαν πάντα τὰ τῶν Ἰουδαίων σεμνὰ, καὶ οἱ παραμένοντες τῇ πόλει καὶ τῷ ἱερῷ ἄγγελοι μετέβησαν ἐκεῖθεν, καὶ ἦλθον εἰς τὴν Ἐκκλησίαν. Πολλὰ δὲ σώματα τῶν κεκοιμημένων ἁγίων συνηγέρθη Χριστῷ, ἵνα μάθωμεν ἡμεῖς, ὅτι Χριστὸς ἀποθανὼν μόνος οὐκ ἀνίσταται, ἀλλὰ Πάντας τοὺς εἰς αὐτὸν πιστεύοντας ἐκ νεκρῶν ἀνίστησιν. Αὕτη, ὡς ἐν κεφαλαίῳ, ἐστὶν ἡ σεμνὴ τοῦ Πάσχα ἑορτὴ, καὶ ταῦτα Χριστιανῶν τὰ μυστήρια, περὶ ἀναυτάσεως νεκρῶν καὶ ζωῆς αἰωνίου πανηγυρίζομεν. Τοιγαροῦν ἑορτάσωμεν μὴ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας, πιστεύοντες εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, εἰς Τριάδα ὁμούσιον, ἄκτιστον· πιστεύοντες τῇ ἀναστάσει, προσδοκῶντες τὸν Κύριον πάλιν ἐρχόμενον, οὐκέτι μέντοι ταπεινῶς, ἀλλ' ἐνδόξως μετὰ λαμπρότητος οὐρανίου, μετὰ φωτεινῶν ἀγγέλων, μετὰ σάλπιγγος καὶ φόβου καὶ χαρᾶς· χαρᾶς μὲν τῶν ἁγίων καὶ δικαίων, φόβου δὲ τῶν ἀδίκων καὶ ἁμαρτωλῶν. Ὁ Θεὸς δὲ τῆς εἰρήνης πάντας ἡμᾶς καταξιώσειε τῆς μετὰ ἁγίων ἀναστάσεως, ἐν ἔργοις καλοῖς εὑρεθέντας, καὶ πίστει ὀρθοδόξῳ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ δόξα, τιμὴ καὶ προσκύνησις τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
to cooperate, and to illumine eyes that were committing the greatest impiety. And not only did the sun flee, but the earth also quaked, not enduring the lawlessness of what was being done, and declaring and teaching that He Who was being crucified was God; wherefore also it did not brook it, but was indignant, unwilling to bear upon itself the God-hated Jews. For not so did Cain, having slain his brother, pollute the earth, nor so did the tower-building of the giants weigh it down, nor so did the Sodomites, having wrought unspeakable deeds, defile it, nor even those themselves who fashioned idols out of it; not the blood of Zechariah and Abel poured out weighed it down so much as did the Jews, having dared this great impiety. For on this account the hard rocks also were rent, that they might learn that this is the spiritual and living rock. For they drank, it says, of a spiritual rock that followed them; and the rock was Christ. O the ungratefulness of the Jews! The rocks were rent, and these men are insensible; inanimate things quake, and animate men disbelieve; the veil of the temple is torn asunder, that henceforth their desolation may be shown. For the veil was rent, and the things in the temple were laid bare on account of Christ Who said: Behold, your house is left to you desolate. For indeed after the slaying of Christ all the venerable things of the Jews have also been laid desolate, and the angels who abode by the city and the sanctuary departed thence, and came into the Church. And many bodies of the saints who had fallen asleep rose together with Christ, that we may learn that Christ, having died, does not rise alone, but raises up from the dead all who believe in Him. This, in sum, is the venerable feast of Pascha, and these are the mysteries of Christians; we keep high festival concerning the resurrection of the dead and eternal life. Let us, therefore, keep the feast, not with old leaven of malice and wickedness, but with the unleavened bread of sincerity and truth, believing in Father, and Son, and Holy Spirit, in a Trinity consubstantial, uncreated; believing in the resurrection, awaiting the Lord coming again, no longer however in lowliness, but gloriously with heavenly brightness, with radiant angels, with a trumpet and fear and joy: joy indeed of the saints and righteous, but fear of the unrighteous and sinners. And may the God of peace count us all worthy of the resurrection with the saints, being found in good works and orthodox faith, by the grace and loving-kindness of His only-begotten Son, with Whom be glory, honour, and worship to the all-holy and good and life-giving Spirit, now and ever, and unto the ages of ages. Amen.