Χαίρετε ἐν Κυρίῳ πάντοτε, ἀγαπητοὶ ἀδελφοί· πάλιν ἐρῶ, χαίρετε· ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε· ὁ Κύριος ἐκ νεκρῶν ἐγήγερται, καὶ μετ' αὐτοῦ ὄχλος πολὺς ἁγίων. Ἑορτάσωμεν οὖν ἡδέως τε καὶ σωφρόνως· Αὕτη γὰρ ἀληθῶς ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· κηρύξωμεν τὴν τοῦ Σωτῆρος ἀνάστασιν, μᾶλλον δὲ τὴν ἡμετέραν βοήσωμεν σωτηρίαν· κηρύξωμεν τῆς σωτηρίου ἡμέρας τὴν ὑπόμνησιν· κηρύξωμεν τὴν νέκρωσιν τοῦ διαβόλου, τὴν τῶν ἀκαθάρτων δαιμόνων αἰχμαλωσίαν, τὴν τῶν Χριστιανῶν σωτηρίαν, τὴν τῶν νεκρῶν ἀνάστασιν. Διὰ γὰρ τῆς ἀναστάσεως του Χριστοῦ σβέννυται μὲν γέεννα πυρὸς, σκώληξ δὲ ἀκοίμητος τελευτᾷ· ᾅδης ταράττεται, πενθεῖ διάβολος, ἁμαρτία νεκροῦται, πνεύματα πονηρὰ διώκεται, οἱ ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνατρέχουσιν, οἱ ἐν τῷ ᾅδῃ ἐλευθεροῦνται τῶν δεσμων τοῦ διαβόλου, καὶ Θεῷ προσφεύγοντες, λέγουσι τῷ διαβόλῳ· Ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, ᾅδη, τὸ κέντρον, Αἴτιος δὲ ἡμῖν τῆς ἁγίας ταύτης ἑορτῆς τε καὶ πανηγύρεως ὁ Χριστὸς, ὁ καὶ πάντων ἡμῖν τῶν καλῶν πρόξενος. Οὗτος μὲν γὰρ ἡμᾶς καὶ ἐξ ἀρχῆς ἐποίησε, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν· οὗτος καὶ νῦν ἀπολλυμένους ἔσωσε· νεκρωθέντας ἐζωοποίησε· καὶ τῆς τοῦ διαβόλου τυραννίδος ἀφείλετο· οὗτος δούλους ὄντας ἡμᾶς τῇ ἁμαρτίᾳ, ἐλευθέρους ἐποίησεν, ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Ἐφ' οἷς ἄξιον καὶ ἡμᾶς εἰπεῖν· Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; Θεὸς ὢν μονογενὴς, ἄνθρωπος δι' ἡμᾶς γενέσθαι ηὐδόκησε, καὶ γέγονε ὑπήκοος μέχρι θανάτου, ἵνα ἡμᾶς αἰωνίου θανάτου ῥύσηται· δούλου μορφὴν ἐφόρεσεν ὁ τῶν ἀγγέλων Δεσπότης· σάρκα προσέλαβεν ὁ Θεὸς Λόγος, καὶ ἄνθρωπος ἐφαίνετο, ὁ σύμμορφος καὶ ὁμοούσιος τῷ Πατρί· καὶ ταῦτα ὑπέμεινεν, ἵνα ἡμᾶς τῆς ἀδίκου δουλείας ἐξέληται, καὶ τῆς ἀτιμίας λυτρώσηται· διὰ τοῦτο παθεῖν ἠνέσχετο σαρκὶ ὁ τῆς ζωῆς ἡμῶν χορηγός· διὰ τοῦτο καὶ ἐτάφη τῆς ἀθανασίας ἡ πηγὴ, ἵνα τοῖς θνητοῖς ἀΐδιον χαρίσηται ζωήν. Καὶ παρῆν μὲν ἐπὶ γῆς εὐεργετῶν, καὶ ἰώμενος τῶν ἀνθρώπων τὰ πάθη· ἀναξίας δὲ ὑπὸ τῶν θεομάχων Ἰουδαίων ἀπελάμβανε τὰς ἀμοιβάς. Ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διὰ πολλὴν ἀγαθότητα λεπροὺς ἐκαθάριζε, τυφλοῖς τὸ βλέπειν ἐχαρίζετο, χωλοὺς ἐθεράπευε, δαίμονας ἀπήλαυνε, τὸν Λάζαρον τετραήμερον ἐκ νεκρῶν ἤγειρε, ἐκ πέντε ἄρτων πεντακιςχιλίους ἐχόρτασεν, ἐπὶ θαλάσσης περιεπάτησε, τὸ ὕδωρ εἰς οἶνον μετέβαλε, τὴν αἱμορροοῦσαν ἰάσατο, τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου θανοῦσαν ἀνεζωοποίησε, καὶ ἄλλα πολλὰ μυστήρια θαύματος ἄξια πεποίηκεν· Ἰουδαῖοι δὲ ὑπὸ φθόνου καὶ βασκανίας κινηθέντες, ποτὲ μὲν ἐλίθαζον τὸν Κύριον, ποτὲ δὲ κατακρημνίζειν ἐπειρῶντο, τελευταῖον δὲ καὶ ἐπὶ τὸν σταυρὸν ἤγαγον. Ἀλλ' ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐκ ἐμιμήσατο τὴν κακίαν τῶν βλασφήμων Ἰουδαίων· ἀλλὰ καὶ τὸν νῶτον αὐτοῦ ἐδίδου εἰς μάστιγας, κατὰ τὸν προφήτην, καὶ τὰς σιαγόνας αὐτοῦ εἰς ῥαπίσματα· καὶ οὐκ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπὸ αἰσχύνης ἐμπτυσμάτων· καὶ τὸ τελευταῖον ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὐκ ἀντιτασσόμενος, οὐκ ἀντιλέγων. Βλασφημούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει· παρεδίδου δὲ ἑαυτὸν τῷ κρίνοντι, δικαίως. Οὐ γὰρ ἦλθεν ἐπὶ τῇ πρώτῃ παρουσίᾳ κολάσαι καὶ τιμωρήσασθαι τοὺς ἀπίστους, ἀλλ' ἠθέλησε διὰ μακροθυμίας καὶ ὑπομονῆς ὁδηγῆσαι τοὺς πεπλανημένους ἐπὶ τὴν ἀλήθειαν Καὶ μάθε τοῦ Κυρίου τὴν ἀγαθότητα καὶ τὴν χρηστό
Rejoice in the Lord always, beloved brothers; again I shall say, rejoice; the Lord is near, be anxious for nothing; the Lord has risen from the dead, and with Him a great crowd of saints. Let us keep the feast, therefore, both gladly and soberly; for this is truly the day which the Lord has made; let us exult and be glad in it; let us proclaim the resurrection of the Saviour, or rather let us shout aloud our own salvation; let us proclaim the remembrance of the saving day; let us proclaim the putting to death of the devil, the captivity of the unclean demons, the salvation of Christians, the resurrection of the dead. For through the resurrection of Christ the Gehenna of fire is quenched, and the sleepless worm comes to an end; Hades is troubled, the devil mourns, sin is put to death, wicked spirits are chased away, those from earth run up to the heavens, those in Hades are set free from the bonds of the devil, and fleeing for refuge to God they say to the devil: Where, O death, is your victory? Where, O Hades, is your sting? Now the Author for us of this holy feast and festival is Christ, Who is also the Procurer of all good things for us. For this One both made us from the beginning, and brought us forth out of non-being into being; this One now also saved us when perishing, gave us life when put to death, and rescued us from the tyranny of the devil; this One made us free when we were slaves to sin, having wiped out the handwritten bond against us; Christ ransomed us from the curse of the law, having become a curse on our behalf. Over which things it is worthy for us also to say: What shall we render in return to the Lord concerning all the things that He has rendered to us? Being only-begotten God, He was well pleased to become man on our account, and became obedient unto death, so as to deliver us from eternal death; the Master of the angels wore the form of a slave; God the Word took flesh in addition, and appeared as man, He Who is of one form and consubstantial with the Father; and He endured these things so as to snatch us out of unjust slavery, and ransom us from dishonour; on this account the Bestower of our life consented to suffer in the flesh; on this account also the spring of immortality was buried, so as to grant everlasting life to mortals. And He was present upon earth doing good and healing the passions of men; yet He received unworthy returns at the hands of the God-fighting Jews. For our Lord Jesus Christ through great goodness cleansed lepers, granted sight to the blind, healed the lame, drove away demons, raised four-day-dead Lazarus from the dead, satisfied five thousand from five loaves, walked upon the sea, changed water into wine, healed the woman with an issue of blood, restored to life the dead daughter of the ruler of the synagogue, and wrought many other mysteries worthy of marvel; whereas the Jews, moved by envy and grudging malice, at one time stoned the Lord, at another attempted to hurl Him down a precipice, and at last led Him even to the cross. Yet our Lord Jesus Christ did not imitate the wickedness of the blasphemous Jews; nay, He even gave His back to scourges, according to the prophet, and His cheeks to slaps; and He did not turn away His face from the shame of spittings; and at last He was led like a sheep to slaughter, and like a lamb before him who shears it voiceless, not ranging Himself against them, not gainsaying. When blasphemed He did not revile in return, when suffering He did not threaten; but He handed Himself over to Him Who judges justly. For He did not come at His first coming to chastise and punish unbelievers, but willed through long-suffering and endurance to guide those gone astray to the truth. And learn the goodness of the Lord and His great