Migne Reading Room

PG 50 · cols. 639–640 · Read from the page

De SS. Martyribus Bernice et Prosdoce Virginibus et Domnina Matre Earum Homilia Panegyrica (Εἰς τὰς ἁγίας μάρτυρας Βερνίκην καὶ Προσδόκην καὶ Δομνίναν)

De SS. Martyribus Bernice et Prosdoce Virginibus et Domnina Matre Earum Homilia Panegyrica (Εἰς τὰς ἁγίας μάρτυρας Βερνίκην καὶ Προσδόκην καὶ Δομνίναν)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:639Read from the page
Ναὶ, τὰ τοιαῦτα βαπτίσματα καὶ γυναῖκες βαπτίζουσι, καθάπερ οὖν καὶ ἐκείνη τότε καὶ ἐβάπτισε, καὶ ἱέρεια γέγονε· καὶ γὰρ θύματα προσήγαγε λογικὰ, καὶ χειροτονία αὐτῇ ἡ προαίρεσις γέγονε· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐκ ἐδεήθη θυσιαστηρίου θύουσα, οὐδὲ ξύλων, οὐδὲ πυρὸς, οὐδὲ μαχαίρας· πάντα γὰρ ἐγένετο ὁ ποταμὸς, κσὶ θυσιαστήριον, καὶ ξύλα, καὶ μάχαιρα, καὶ πῦρ, καὶ θυσία, καὶ βάπτισμα, βάπτισμα πολλῷ τούτου τοῦ βαπτίσματος σαφέστερον. Περὶ μὲν γὰρ τούτου φησὶ Παῦλος· Σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ· περὶ δὲ τοῦ βαπτίσματος τῶν μαρτύρων οὐκ ἔτι τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ λέγει, ἀλλ' ὅτι συμμορφούμεθα τῷ θανάτῳ αὐτοῦ. Εἰσῆγε τοίνυν τὰς θυγατέρας ἡ μήτηρ, οὐχ ὡς εἰς ποταμὸν μέλλουσα εἰσάγειν, ἀλλ' ὥσπερ εἰς τὰς ἱερὰς αὐτὰς παστάδας χειραγωγοῦσα· εἰσῆγεν ἑκατέρωθεν κατέχουσα καὶ λέγουσα· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἃ ἐμοὶ ἔδωκεν ὁ Θεός· σύ μοι αὐτὰ ἔδωκας, σοὶ αὐτὰ παρακατατίθεμαι, τὰ ἐμαυτῆς καὶ ἐμαυτήν. Καὶ οὕτω διπλοῦν ἐγένετο τὸ τῆς γυναικὸς μαρτύριον, μᾶλλον δὲ τριπλοῦν· διὰ μὲν γὰρ ἑαυτῆς ἅπαξ, διὰ δὲ τῶν δύο θυγατέρων δὶς ἐμαρτύρησε· καὶ ὥσπερ ἡνίκα ἑαυτὴν ἀφιέναι ἔμελλε, πολλῆς αὐτῇ τῆς ὑπομονῆς ἔδει, οὕτω καὶ ὅτε τὰ παιδία μεθ' ἑαυτῆς εἷλκεν, ἑτέρας τοσαύτης ἔχρῃζεν ὑπομονῆς, μᾶλλον δὲ πολλῷ πλείονος· οὐ γὰρ οὕτως αἱ γυναῖκες ἀλγεῖν εἰώθασιν, ἐπειδὰν αὐταὶ μέλλωσι τελευτᾷν, ὡς ὅταν αἱ θυγατέρες αὐτῶν τοῦτο πάσχωσιν. Ὥστε μειζόνως διὰ τῶν θυγατέρων ἐμαρτύρησεν αὕτη, καὶ πρὸς αὐτὴν ἀπεδύσατο τῆς φύσεως τὴν τυραννίδα, καὶ πρὸς τὴν φλόγα τῶν ὠδίνων ἔστη, καὶ πρὸς τὴν ἀφόρητον τῶν σπλάγχνων ταραχὴν, καὶ πρὸς τὸν τῆς μήτρας θόρυβον. Εἰ γὰρ θυγατέρα μίαν τις ἀποθνήσκουσαν ὁρῶσα ἀβίωτον ἡγεῖται τὸν βίον, αὕτη τὰς δύο θυγατέρας ἀθρόον [αὐτῇ] οὐχὶ ὁρῶσα ἀποθνησκούσας, ἀλλὰ διὰ τῆς οἰκείας χειρὸς πρὸς τὸν θάνατον ἕλκουσα, ἐννόησον ὅσα ἐπεδείκνυτο τὰ μαρτύρια, ὃ μηδὲ ἀκοῦσαι ἑτέροις φορητὸν, διὰ τῶν πραγμάτων ὑπομείνασα ἐκείνη. Οἱ μὲν οὖν στρατιῶται τούτων οὐδὲν εἰδότες ἔμενον ὡς ληψόμενοι πάλιν αὐτὰς, ἐκεῖναι δὲ ἦσαν μετὰ τῶν τοῦ Χριστοῦ στρατιωτῶν λοιπὸν τῶν οὐρανίων ἀγγέλων· οἱ δὲ τηροῦντες οὐκ εἶδον· οὐ γὰρ εἶχον τοὺς τῆς πίστεως ὀφθαλμούς. Ὁ μὲν οὖν Παῦλός φησι περὶ τῆς μητρὸς, ὅτι Σωθήσεται διὰ τῆς τεκνογονίας· ἐνταῦθα δὲ αἱ θυγατέρες διὰ τῆς μητρὸς διεσώθησαν. Οὕτως ὠδίνειν χρὴ τὰς μητέρας. Καὶ γὰρ αὗται αἱ ὠδῖνες τῶν προτέρων βελτίους, πικροτέραν μὲν ὀδύνην, μεῖζον δὲ ἔχουσαι κέρδος. Ἐκείνων ἴσασι τῶν ὠδίνων, ὅσαι μητέρες ἐγένοντο, οἷαι αἱ ὠδῖνες θυγατέρας ἰδεῖν ἀποθνησκούσας· τὸ δὲ καὶ αὐτὴν αὐτόχειρα γενέσθαι τῆς σφαγῆς, ἄφατον ἔχει τὴν ὑπερβολήν.
Yes, such baptisms even women baptize, just as indeed that woman also at that time both baptized and became a priestess; for she offered rational victims, and her purpose became ordination for her; and the marvellous thing indeed was that in sacrificing she had no need of an altar, nor of wood, nor of fire, nor of a knife; for the river became all things: both altar, and wood, and knife, and fire, and sacrifice, and baptism, a baptism far clearer than this baptism. For concerning this baptism Paul says: We have grown together with the likeness of His death; whereas concerning the baptism of the martyrs he no longer speaks of the likeness of His death, but that we are conformed to His death. The mother, therefore, led in her daughters, not as though about to lead them into a river, but as though leading them by the hand into the sacred bridal chambers themselves; she led them in, holding them fast on either side and saying: Behold, I and the children whom God gave to me; Thou gavest them to me, to Thee do I entrust them in deposit, my own and myself. And thus the woman's martyrdom became twofold, or rather threefold; for through herself she bore martyrdom once, and through her two daughters twice; and just as when she was about to let herself go, she had need of great endurance, so also when she drew her children with her, she had need of another as great endurance, or rather far greater; for women are not accustomed to grieve so much when they themselves are about to die, as when their daughters suffer this. So that she bore martyrdom in a greater degree through her daughters, and stripped for combat against the very tyranny of nature, and stood firm against the flame of birth-pangs, and against the unbearable turmoil of her bowels, and against the tumult of her womb. For if someone seeing a single daughter dying deems life unlivable, consider how many martyrdoms this woman displayed, not seeing her two daughters dying all at once [for herself], but dragging them towards death by her own hand, she enduring in deed what is not even bearable for others to hear. The soldiers, then, knowing nothing of these things, remained as though about to take them again, whereas for the rest those women were with the soldiers of Christ, the heavenly angels; yet those guarding them did not see, for they did not have the eyes of faith. Paul, then, says concerning the mother that She shall be saved through child-bearing; whereas here the daughters were saved through the mother. Thus ought mothers to travail in birth. For indeed these birth-pangs are better than the former ones, having a more bitter pain indeed, yet a greater gain. Of those birth-pangs, all who have become mothers know of what sort are the pangs of seeing daughters dying; whereas for her to become also the perpetrator of the slaughter with her own hand holds an unspeakable excess.
ζʹ. Ἀλλὰ τίνος ἕνεκεν οὐκ ἦλθεν εἰς τὸ δικαστήριον ἡ γυνή; Πρὸ τῆς μάχης ἐβουλήθη τὸ τρόπαιον λαβεῖν, πρὸ τῶν ἀγώνων τὸν στέφανον ἁρπάσαι, πρὸ τῶν παλαισμάτων δέξασθαι τὰ βραβεῖα, οὐ βασάνους δεδοικυῖα, ἀλλὰ τοὺς ἀκολάστους τῶν ἀπίστων ὀφθαλμούς· οὐκ ἐφοβεῖτο, μή τις αὐτῇ διορύξῃ τὰς πλευρὰς, ἀλλ' ἐδεδοίκει, μή τις τῶν θυγατέρων διαφθείρῃ τὴν παρθενίαν. Καὶ ὅτι τοῦτον ἐδεδοίκει τὸν φόβον, οὐκ ἐκεῖνον, καὶ διὰ τοῦτο οὐκ ἦλθεν εἰς τὸ δικαστήριον, δῆλον ἐκεῖθεν. Πολλῷ μείζους βασάνους ὑπέμει-
7. Yet for what reason did the woman not come to the law-court? Before the battle she wished to take the trophy, before the contests to seize the crown, before the wrestlings to receive the prizes, not dreading tortures, but the licentious eyes of unbelievers; she was not afraid lest someone dig through her sides, but she dreaded lest someone corrupt her daughters' virginity. And that she dreaded this fear, not that one, and on this account did not come to the law-court, is plain from the following. Much greater tortures did she endure
Notes, col. 639

On the reading

Printed κσὶ, for καὶ.

PG 50:640Read from the page
νεν ἐν τῷ ποταμῷ· καὶ γὰρ τοῦ σάρκα καταξαινομένην ὁρᾷν πολλῷ χαλεπώτερον καὶ ὀδυνηρότερον, καθάπερ ἔφθην εἰπὼν, τὰ οἰκεῖα σπλάγχνα, τὰς θυγατέρας λέγω, διὰ τῆς οἰκείας καταδῦσαι χειρὸς, καὶ ἀποπνιγομένας ἰδεῖν, καὶ τοῦ τὰς βασάνους ἐνεγκεῖν πολλῷ μείζονος ἔδει τῆς φιλοσοφίας αὐτῇ, ὥστε δυνηθῆναι κατασχεῖν τὰς δεξιὰς τῶν παιδίων, καὶ συνεφελκύσασθαι μεθ' ἑαυτῆς πρὸς τὰ ῥεύματα τοῦ ποταμοῦ. Οὐδὲ γὰρ ἴσον εἰς ὀδύνης λόγον ὑφ' ἑτέρων κακῶς πασχούσας ὁρᾷν, καὶ αὐτὴν διακονεῖσθαι τῷ θανάτῳ, αὐτὴν ὑπουργὸν γενέσθαι τῆς τελευτῆς, αὐτὴν ἀντὶ δημίου καταστῆναι ταῖς θυγατράσιν· ἀλλὰ πολλῷ τοῦτο ἐκείνου χαλεπώτερον καὶ ἀφορητότερον. Καὶ μαρτυρήσετέ μου τῷ λόγῳ πᾶσαι ὅσαι μητέρες ἐγένεσθε, καὶ πεῖραν ὠδίνων ἐλάβετε, καὶ θυγατέρας ἐσχήκατε. Πῶς ἥψατο τῆς δεξιᾶς τῶν παιδίων; πῶς οὐκ ἐνάρκησεν ἡ χείρ; πῶς οὐκ ἐλύθη τὰ νεῦρα; πῶς οὐκ ἐξέστησαν αἱ φρένες; πῶς ἴσχυσεν ὁ λογισμὸς ὑπηρετήσασθαι τοῖς γινομένοις; Καὶ γὰρ μυρίων βασάνων πικρότερα ἦν τὰ γινόμενα, ἀντὶ τοῦ σώματος τῆς ψυχῆς αὐτῇ διαξαινομένης. Ἀλλὰ μέχρι τίνος φιλονεικοῦμεν διώκειν ἀκίχητα; οὐδεὶς γὰρ παραστῆσαι δυνήσεται λόγος τοῦ πάθους τὸ μέγεθος, ἀλλὰ μόνη ἡ πεῖραν λαβοῦσα καὶ ἀγωνισαμένη γυνὴ οἶδεν, ὁποῖα ταῦτά ἐστι τὰ παλαίσματα. Ταῦτα ἀκουέτωσαν μητέρες, ἀκουέτωσαν παρθένοι, μητέρες μὲν ἵνα οὕτω παιδεύωσι τὰς θυγατέρας, παρθένοι δὲ ἵνα οὕτω πείθωνται ταῖς μητράσιν. Οὐ γὰρ δὴ μόνον τὴν μητέρα ἐπαινεῖν χρὴ τὴν τοιαῦτα ἐπιτάξασαν, ἀλλὰ καὶ τὰς θυγατέρας θαυμάζειν, αἳ τὰ τοιαῦτα ὑπήκουσαν· οὔτε γὰρ ἡ μήτηρ ἐδεήθη δεσμῶν πρὸς τὰ ἱερεῖα καὶ τὰ θύματα, οὔτε αἱ δαμάλεις ἐσκίρτησαν, ἀλλ' ἴσῃ τῇ προθυμίᾳ καὶ ψυχῇ τὸν ζυγὸν ἕλκουσαι τοῦ μαρτυρίου, οὕτως εἰσῄεσαν εἰς τὸν ποταμὸν τὰ ὑποδήματα ἔξω τῆς ὄχθης ἀφεῖσαι· τοῦτο δὲ ἐποίουν, φειδόμεναι τῶν φυλάκων· τοσαύτη ἡ πρόνοια τῶν ἁγίων ἐκείνων ἦν. Καταλιπεῖν γὰρ αὐτοῖς ἀπολογίαν ἐσπούδαζον εἰς τὸ δικαστήριον, ἵνα μὴ ὁ ὠμὸς καὶ ἀπηνὴς δικαστὴς ἐκεῖνος ἐγκαλεῖν ἔχῃ προδοσίαν, καὶ ὅτι λαβόντες ἀργύριον τὰς γυναῖκας ἀφῆκαν· διὰ τοῦτο κατέλιπον τὰ ὑποδήματα τῇ γνώμῃ μαρτυροῦντα τῶν στρατιωτῶν, ὅτι οὐκ εἰδότων αὐτῶν, ἀλλ' ἀγνοούντων πρὸς τὸν ποταμὸν ηὐτομόλησαν. Τάχα πολὺς ὑμῖν ἐγένετο πόθος τῶν ἁγίων ἐκείνων· μετὰ τούτου τοίνυν τοῦ πυρὸς προσπέσωμεν αὐτῶν τοῖς λειψάνοις· συμπλακῶμεν αὐτῶν ταῖς θήκαις· δύνανται γὰρ καὶ θῆκαι μαρτύρων πολλὴν ἔχειν δύναμιν, ὥσπερ οὖν καὶ τὰ ὀστᾶ τῶν μαρτύρων πολλὴν ἔχει τὴν ἰσχύν. Καὶ μὴ μόνον ἐν τῇ ἡμέρᾳ τῆς ἑορτῆς ταύτης, ἀλλὰ καὶ ἐν ἑτέραις ἡμέραις προσεδρεύωμεν αὐταῖς, παρακαλῶμεν αὐτὰς, ἀξιῶμεν γενέσθαι προστάτιδας ἡμῶν· πολλὴν γὰρ ἔχουσι παρρησίαν οὐχὶ ζῶσαι μόνον, ἀλλὰ καὶ τελευτήσασαι· καὶ πολλῷ μᾶλλον τελευτήσασαι. Νῦν γὰρ τὰ στίγματα φέρουσι τοῦ Χριστοῦ· τὰ δὲ στίγματα ἐπιδεικνύμεναι ταῦτα, πάντα δύνανται πεῖσαι τὸν βασιλέα. Ἐπεὶ οὖν τοσαύτη ἡ δύναμις αὐταῖς καὶ ἡ φιλία πρὸς τὸν Θεὸν, τῇ συνεχεῖ προσεδρίᾳ καὶ τῇ διηνεκεῖ πρὸς αὐτὰς ἀφίξει καταστήσαντες ἑαυτοὺς οἰκείους αὐτῶν, ἐπισπασώμεθα δι' αὐτῶν τὴν παρὰ τοῦ Θεοῦ φιλανθρωπίαν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
in the river; for much harsher and more painful than seeing one's flesh carded to shreds, just as I said before, was it to plunge one's own bowels — her daughters, I mean — down by one's own hand, and to see them being drowned, and she had need of a philosophy far greater than that of enduring tortures, so as to be able to hold fast the right hand of her children and drag them along with her towards the streams of the river. For neither is it equal in point of pain to see them suffering ill at the hands of others, and for her herself to minister to their death, herself to become the servant of their end, herself to stand in the place of an executioner for her daughters; nay, this is far harsher and more unbearable than that. And you will all bear witness to my word, as many of you as have become mothers, and have had experience of birth-pangs, and have had daughters. How did she grasp the right hand of her children? How did her hand not grow numb? How were her sinews not unstrung? How did her wits not give way? How did her reasoning have strength to minister to what was taking place? For indeed what was taking place was more bitter than ten thousand tortures, her soul being carded to shreds for her instead of her body. Yet up to what point do we strive contentiously to pursue things unattainable? For no speech will be able to set forth the magnitude of the suffering, but alone the woman who had experience and contended knows of what sort these wrestlings are. Let mothers hear these things, let virgins hear them: mothers, so that they may thus train up their daughters, and virgins, so that they may thus obey their mothers. For one ought not only to praise the mother who enjoined such things, but also to marvel at the daughters who obeyed in such things; for neither did the mother have need of bonds for the offerings and the victims, nor did the heifers gambol away, but drawing the yoke of martyrdom with equal eagerness and soul, they thus entered into the river, having left their sandals outside the bank; and they did this sparing the guards — so great was the forethought of those saints. For they were eager to leave behind for them a defence for the law-court, lest that cruel and merciless judge have wherewith to charge them with betrayal, and say that having taken silver they had let the women go; on this account they left behind their sandals bearing witness to the mind of the soldiers, that not with their knowledge, but while they were ignorant, they had gone over of their own accord to the river. Perhaps a great longing for those saints has arisen in you; with this fire, therefore, let us fall down before their relics; let us cling fast to their coffers; for coffers of martyrs also can have great power, just as indeed the bones of the martyrs also have great strength. And not only on the day of this feast, but on other days also let us wait upon them, let us entreat them, let us ask them to become our patronesses; for they have great boldness of speech not only while living, but also after having died; nay, far more after having died. For now they bear the brands of Christ; and displaying these brands, they are able to persuade the King to all things. Since, therefore, they have so great a power and friendship towards God, let us, having made ourselves members of their household by continual attendance and unceasing resort to them, draw to ourselves through them the loving-kindness that comes from God; which may it be granted to us all to attain, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father be the glory, together with the Holy Spirit, now and always, and unto the ages of the ages. Amen.