Migne Reading Room

PG 50 · cols. 565–568 bis · Read from the page

De S. Babyla contra Julianum et Gentiles Liber (Λόγος εἰς τὸν μακάριον Βαβύλαν καὶ κατὰ Ἰουλιανοῦ καὶ πρὸς Ἕλληνας)

De S. Babyla contra Julianum et Gentiles Liber (Λόγος εἰς τὸν μακάριον Βαβύλαν καὶ κατὰ Ἰουλιανοῦ καὶ πρὸς Ἕλληνας)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:565Read from the page
⟨ἀφ⟩ῆκεν ἐπὶ την φλόγα, καὶ ταῦτα Λυδῶν ποτε βασιλεῖ δυστυχήσαντι σβέσας πυράν. Ἀλλὰ γὰρ καλῶς ποιῶν ἀνέμνησας ἡμᾶς καὶ τοῦ Λυδοῦ· καὶ γὰρ κἀκεῖνον ὁ μιαρὸς οὗτος δαίμων ἠπάτησεν ἐλπίσι φυσήσας κεναῖς, καὶ εἰς προῦπτον κακὸν ἐμβαλών. Καὶ εἰ μὴ φιλάνθρωπος ἦν ὁ Κῦρος, οὐδὲν ἂν αὐτὸν ὤνησεν ὁ Ζεύς. Ὥστε μάτην ἐγκαλεῖς τῷ Διὶ ὡς προτιμήσαντι τοῦ παιδὸς τὸν Λυδόν· οὐδὲ γὰρ ἑαυτῷ ἔνθα μάλιστα πασῶν ἐτιμᾶτο πόλεων, τὴν Ῥωμύλου λέγω, κεραυνωθεὶς ἤμυνεν. Ἐπακούσωμεν δὲ καὶ τῶν λοιπῶν τοῦ θρήνου ῥημάτων· οὕτω γὰρ τὸ πένθος εἰσόμεθα καλῶς, ὃ κατέσχεν αὐτῶν τὰς ψυχάς. Ἄνδρες, ἕλκομαι τὴν ψυχὴν πρὸς τὸ εἶδος τοῦ θεοῦ, καί μοι πρὸ τῶν ὀμμάτων ἵστησιν ὁ λογισμὸς τὸν τύπον, ἡμερότητα μορφῆς, ἁπαλότητα δέρρης, ἐν λίθῳ καὶ ταῦτα, ζωστῆρα περὶ τῷ στήθει συνάγοκτα χιτῶνα χρυσοῦν, ὡς αὐτοῦ τὰ μὲν ἐνιζάνειν, τὰ δὲ ὑπανίστασθαι. Τὸ δὲ ὅλον σχῆμα τίνος οὐκ ἂν ζέοντα ἐκοίμισε θυμόν; Ἐῴκει γὰρ ᾄδοντι μέλος, καί πού τις καὶ ἤκουσεν, ὥς φασιν, ἐν μεσημβρίᾳ κιθαρίζοντος. Ὦτα εὐδαίμονα! Τὸ δὲ ᾆσμα ἄρα ἦν ἔπαινος τῆς γῆς, ᾗ μοι φαίνεται καὶ σπένδειν ἀπὸ τῆς χρυσῆς κυάθου, ὅτι τὴν κόρην ἔκρυψε ῥαγεῖσά τε καὶ συνελθοῦσα. Εἶτα μικρὰ πρὸς τὸν ἐμπρησμὸν ὀλοφυρόμενος, Ἐβόα μὲν, φησὶν, ὁδοιπόρος ἀνιούσης τῆς αὐγῆς, ἐκυκᾶτο δ' ἐφ' ὕλῃ Δάφνης ἔνοικος ἱέρεια τοῦ θεοῦ· πληγαὶ δὲ στέρνων, καὶ οἰμωγή τις ὀξεῖα διὰ χωρίου πολυδένδρου δραμοῦσα, πίπτει μὲν εἰς τὸ ἄστυ δεινή τε καὶ φρικώδης, ὄμμα δὲ ἄρχοντος ἄρτι γευόμενον ὕπνου, πικρῷ ῥήματι τῆς εὐνῆς ἐξανέστησεν. Ὁ δὲ ἐμμανὴς ἤλαυνε, πτερὰ παρ' Ἑρμοῦ ζητῶν, εἶτα αὐτὸς μὲν ἐπὶ ζήτησιν ᾔει τῆς τοῦ κακοῦ ῥίζης, φλεγόμενος ἔνδον οὐχ ἧττον ἢ ὁ νεώς· δοκοὶ δὲ ἐφέροντο κάτω φέρουσαι πῦρ ὅτῳ πελάσειαν φθείρουσαι, τὸν Ἀπόλλω μὲν εὐθὺς, ἅτε καὶ μικρὸν διέχοντα τοῦ στέγους, ἔπειτα δὲ τὰ ἄλλα κάλλη, Μουσῶν οἰκιστῶν εἰκόνας, λίθων ἀστραπὰς, κιόνων ὥρας. Ὁ δὲ ὅμιλος ὁμοῦ περιεστήκεσαν ὀλοφυρόμενοι, βοηθεῖν δὲ ἀποροῦντες, ὃ καταλαμβάνει τοὺς ἀπὸ τῆς γῆς ναυαγίαν ὁρῶντας, ὧν ἡ βοήθεια δακρῦσαι τὸ γινόμενον. Ἦ που μέγαν μὲν ἤγειραν γόον ἐκπηδήσασαι τῶν πηγῶν αἱ νύμφαι, μέγαν δὲ ὁ Ζεὺς ὁ ἐγγύς που καθήμενος, ὁποῖον εἰκὸς ἐπὶ τιμαῖς υἱέως συγκεχυμέναις, μέγαν δὲ δαιμόνων μυρίων ὅμιλος ἐν τῷ ἄλσει διαιτωμένων, οὐδὲν ἐλάττω θρῆνον ἐκ μέσης τῆς πόλεως ἡ Καλλιόπη, τοῦ χοροποιοῦ τῶν Μουσῶν ἠδικημένου τῷ πυρί. Εἶτα πρὸς τῷ τέλει φησί· Γενοῦ μοι καὶ νῦν, Ἄπολλον, οἷόν σε ἐποίησεν ὁ Χρύσης καταρώμενος τοῖς Ἀχαιοῖς, θυμοῦ τε πλήρη καὶ νυκτὶ ἐοικότα, ὅτι δή σοι τὰς στολὰς ἡμῶν ἀποδιδόντων, καὶ ὅσον ἦν ἀπενεχθὲν ἀντικαθιστάντων, προανηρπάσθη τὸ τιμώμενον, οἷον νυμφίου τινὸς πλεκομένων ἤδη στεφάνων ἀπελθόντος.
let fall upon the flame, and that though he once quenched a pyre for a king of the Lydians in misfortune. Why, you did well in reminding us of the Lydian also; for that one too this polluted demon deceived, puffing him up with vain hopes and casting him into manifest ruin. And had Cyrus not been humane, Zeus would have helped him in no way. So in vain do you accuse Zeus as having preferred the Lydian to his child; for not even himself—where above all cities he was honoured, I mean that of Romulus—did he defend when struck by a thunderbolt. Now let us hear the remaining words of the lament also; for thus we shall know well the grief which held fast their souls. Men, my soul is drawn towards the form of the god, and my thought sets his image before my eyes: gentleness of shape, tenderness of neck, and these in stone, a girdle around his chest gathering a golden tunic so that parts of it sink in and parts rise gently up. And whose boiling wrath would the whole figure not have lulled to sleep? For he resembled one singing a strain, and somewhere someone even heard him, as they say, playing the cithara at midday. Happy ears! And the song, pray, was praise of the earth, to which methinks he also pours a libation from the golden cup, because it hid the maiden by both splitting open and coming together again. Then, bewailing briefly with regard to the conflagration: A wayfarer shouted, he says, as the glare rose up, and in the wood of Daphne the indwelling priestess of the god was thrown into tumult; beatings of breasts and some shrill wailing, having run through the thickly wooded place, fall dire and shuddersome upon the town, and roused from his couch by a bitter word the eye of the ruler just tasting sleep. And he drove in frenzy, seeking wings from Hermes; then he himself went in search of the root of the evil, burning within no less than the temple; and beams were borne down carrying fire, destroying whatsoever they came near—Apollo straightway, inasmuch as he stood but a short distance from the roof, and then the other beauties, images of the founding Muses, flashes of stones, graces of columns. And the crowd stood around together bewailing, yet at a loss to help—which overtakes those who from the land behold a shipwreck, whose help is to weep at what is happening. Surely the nymphs leaping forth from the springs raised a great groan, and a great one did Zeus sitting somewhere nearby, such as is natural over a son's honours confounded, and a great one the crowd of ten thousand demons dwelling in the grove; no less a lament out of the midst of the city did Calliope raise, the choir-leader of the Muses having been wronged by the fire. Then towards the close he says: Become for me now also, O Apollo, such as Chryses made you when cursing the Achaeans, both full of wrath and like night, because just as we were rendering you our robes and restoring as much as had been carried off, the honoured object was snatched away beforehand, like some bridegroom having departed while the crowns were already being plaited.
καʹ. Ὁ μὲν θρῆνος οὗτος, μᾶλλον δὲ ὀλίγα τοῦ θρήνου μέρη. Ἐμοὶ δὲ θαυμάζειν ἔπεισι, πῶς ἐφ' οἷς ἐγκαλύπτεσθαι ἐχρῆν, ἐπὶ τούτοις αὐτὸν σεμνύνειν οἴεται, οὐδὲν ἄμεινον ἀκολάστου νέου καὶ αἰσχροῦ κατὰ μεσημβρίαν ποιῶν αὐτὸν κιθαρίζοντα, καὶ τοῦ ᾄσματος ὑπόθεσιν εἶναι λέγων τὴν ἐρωμένην, καὶ ὦτα εὐδαίμονα
21. Such is the lament, or rather small parts of the lament. Yet it comes over me to marvel how in the very things over which one ought to veil one's face, in these he supposes that he dignifies him, making him play the cithara at midday no better than a licentious and shameful youth, and saying that his beloved is the theme of the song, and ears happy
Notes, col. 565

On the reading

Printed την, for τὴν.

Printed συνάγοκτα, for συνάγοντα.

PG 50:566Read from the page
καλῶν τὰ τῆς ᾠδῆς ἐπακούσαντα τῆς αἰσχρᾶς! Καὶ τὸ μέν τινας τῶν τὴν Δάφνην οἰκούντων δακρύειν, καὶ τοὺς προσκειμένους αὐτοῖς, καὶ τὸν τῆς πόλεως ἄρχοντα φλέγεσθαι, καὶ πλέον τῶν θρήνων μηδὲν ἐμποιεῖν, οὐδὲν θαυμαστὸν, τὸ δὲ καὶ αὐτοὺς τοὺς θεοὺς ἐπὶ τῆς αὐτῆς ἀμηχανίας εἶναι, καὶ δακρύειν μόνον κατ αὐτοὺς, καὶ μήτε τὸν Δία, μήτε τὴν Καλλιόπην, μήτε τὸν πολὺν τῶν δαιμόνων ὅμιλον, ἀλλὰ μηδὲ τὰς νύμφας αὐτὰς ἀρκέσαι πρὸς τὴν πυρὰν, ἀλλὰ πάντας κωκυτοὺς καὶ οἰμωγὰς ἐγείρειν μόνον, τοῦτό ἐστι τὸ πολλοῦ γέλωτος γέμον. Ὅτι μὲν οὖν μεγάλην εἶχον πληγὴν, ἱκανῶς ἐκ τῶν εἰρημένων ἀποδέδεικται· καὶ γὰρ καὶ ἐν μέσῳ που τῆς μονῳδίας ῥητῶς οὕτως περὶ τὰ καίρια πεπλῆχθαι αὐτοὺς ὡμολόγησεν. Οὐκ ἂν οὖν τοῦτο πράως ἤνεγκεν ὁ βασιλεὺς, μὴ δέει καὶ τρόμῳ μείζονι κατεχόμενος. Ὥρα δὴ λοιπὸν ἐπιδεῖξαι καὶ τὴν αἰτίαν δι' ἣν ὁ Θεὸς οὐκ εἰς τὸν βασιλεύοντα τὴν ὀργὴν ἀφῆκεν, ἀλλ' εἰς τὸν δαίμονα, καὶ διὰ τί μὴ πάντα ἀπώλεσε τὸ πῦρ τὸν ναὸν, ἀλλὰ τὴν στέγην ἀφανίσαν ἅμα καὶ τὸ εἴδωλον ἤλεγξεν. Οὐ γὰρ ἁπλῶς οὐδὲ ἄνευ αἰτίας τινὸς ταῦτα ἐγένετο, ἀλλ' ἀπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τῆς ὑπὲρ τῶν πλανωμένων πάντα ἐδρᾶτο. Ὁ γὰρ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν, μετὰ τῶν ἄλλων ᾔδει καὶ τοῦτο, ὅτι κατὰ μὲν τοῦ βασιλέως ἐνεχθέντος τοῦ κεραυνοῦ, οἱ μὲν παρόντες καὶ θεασάμενοι τὴν πληγὴν ἐφοβήθησαν ἂν πρὸς καιρὸν, δευτέρου δὲ καὶ τρίτου παρελθόντος ἔτους, ἥ τε μνήμη τοῦ γεγονότος ἀπώλλυτο, καὶ πολλοὶ οἱ διαπιστήσοντες ἦσαν τῷ θαύματι. Εἰ δὲ ὁ ναὸς δέξοιτο τὴν φλόγα, παντὸς κήρυκος σαφέστερον οὐ τοῖς τότε μόνον, ἀλλὰ καὶ τοῖς μετέπειτα πᾶσιν ἀπαγγελεῖ τοῦ Θεοῦ τὴν ὀργὴν, ὡς καὶ τοῖς βουλομένοις ἀναισχυντεῖν καὶ συγκαλύπτειν τὸ γεγονὸς πᾶσαν ἀνῃρῆσθαι πρόφασιν. Ἕκαστος γὰρ ἐφιστάμενος τῷ τόπῳ, ὥσπερ ἄρτι συμβεβηκότος τοῦ ἐμπρησμοῦ, οὕτω διατίθεται τὴν ψυχὴν, καὶ φρίκη τις αὐτὸν εἴσεισι, καὶ πρὸς τὸν οὐρανὸν ἀπιδὼν εὐθέως δοξάζει τοῦ ταῦτα ἐργασαμένου τὴν ἰσχύν. Ὥσπερ γὰρ ἂν εἴ τις λῃστάρχου τινὸς σπήλαιον καὶ κατάδυσιν διαρῥήξας ἄνωθεν ἐξαγάγοι τὸν ἐνοικοῦντα δέσμιον, καὶ τὰ αὐτοῦ πάντα λαβὼν καταλίποι τὸν τόπον θηρίων καὶ κολοιῶν εἶναι καταφυγὴν, εἶτα ἕκαστος τῶν πρὸς τὴν κατάδυσιν ἐρχομένων ἐκείνην, ἅμα τὸν τόπον ὁρῶν, τὰς καταδρομὰς, καὶ τὰς κλοπὰς, καὶ τὴν ἰδέαν φαντάζεται, καὶ ὑπογράφει τοῦ πρότερον κατοικοῦντος αὐτὴν, οὕτω καὶ ἐνταῦθα γίνεται. Πόῤῥωθεν γάρ τις τοὺς κίονας ἰδὼν, εἶτα ἐλθὼν καὶ τὸν οὐδὸν ὑπερβὰς, ὑπογράφει ἑαυτῷ τὸ τοῦ δαίμονος ἀποτρόπαιον, τὴν ἀπάτην, τὰς ἐπιβουλὰς, καὶ καταπλαγεὶς τοῦ Θεοῦ τήν τε ὀργὴν καὶ τὴν ἰσχὺν ἄπεισι, καὶ τὸ πρότερον πλάνης οἰκοδόμημα καὶ βλασφημίας, νῦν δοξολογίας ὑπόθεσις γίνεται· οὕτως εὐμήχανός ἐστιν ἡμῶν ὁ Θεός. Καὶ τὰ παράδοξα ταῦτα οὐ νῦν πρῶτον, ἀλλ' ἄνωθεν καὶ ἐκ τῶν προτέρων θαυματουργεῖ γενεῶν. Καὶ πάντα μὲν καταλέγειν οὐ τοῦ παρόντος καιροῦ, ἐπιμνησθήσομαι δὲ ὃ τούτῳ παρόμοιον εἶναι δοκεῖ. Πολέμου γὰρ συγκροτηθέντος ἐν τῇ Παλαιστίνῃ ποτὲ τοῖς Ἰουδαίοις πρὸς ἀλλοφύλους τινὰς, νικήσαντες οἱ πολέμιοι. καὶ τοῦ Θεοῦ τὴν κιβωτὸν λαβόντες, ὡς δὴ λάφυρόν τι καὶ ἀκροθίνιον, ἀνέθηκαν αὐτήν τινι τῶν ἐπιχωρίων εἰδώλῳ· Δάγων δὲ ἦν ὄνομα αὐτῷ· καὶ τὸ πρῶτον εἰσενεχθείσης τῆς κιβωτοῦ, κατέπεσέ τε τὸ ξόανον καὶ ἔκειτο πρηνές· ὡς δὲ οὐ συνίεσαν τῆς τοῦ Θεοῦ δυνάμεως τὴν ἰσχὺν ἀπὸ ταύτης τῆς πτώσεως, ἀλλ'
calling those which listened to the things of the shameful song! And that certain of those inhabiting Daphne should weep, and those attached to them, and that the ruler of the city should burn and accomplish nothing more than laments, is nothing wondrous; yet that the very gods themselves should be in the same helplessness, and merely weep among themselves, and that neither Zeus, nor Calliope, nor the vast crowd of demons, nay not even the nymphs themselves should prove equal to the pyre, rather that all should merely raise wails and lamentations—this is what is full of much laughter. That they received a great blow, then, has been sufficiently demonstrated from what has been said; for somewhere in the midst of the monody he expressly confessed thus that they had been struck in their vital parts. The emperor, then, would not have borne this meekly, had he not been held fast by greater dread and trembling. Now at last it is time to show also the cause for which God let loose His wrath not against him who was reigning rather against the demon, and why the fire did not destroy the entire temple, rather having wiped out the roof convicted the idol at the same time. For these things did not take place simply nor without some cause, rather everything was done out of God's loving-kindness on behalf of those going astray. For He Who knows all things before their coming into being knew among other things this also: that had the thunderbolt been borne down against the emperor, those present and beholding the blow would have been frightened for a time, yet once a second and third year had passed by, both the memory of what had happened would have perished, and many would have disbelieved the wonder. Whereas if the temple should receive the flame, clearer than any herald it will proclaim the wrath of God not only to those of that time, rather to all who come hereafter as well, so that every pretext has been taken away even from those wishing to act shamelessly and cover up what has happened. For each one standing by the place is so disposed in soul just as though the conflagration had just occurred, and a certain shuddering comes over him, and looking away towards heaven he straightway glorifies the strength of Him Who wrought these things. For just as if someone, having broken open from above the cave and lair of some robber-chief, should lead out the indweller in bonds, and having taken all his goods should leave the place to be a refuge of wild beasts and jackdaws, and then each one of those coming to that lair, at the same moment seeing the place, pictures in mind the raids, and the thefts, and the appearance, and sketches for himself him who formerly dwelt in it—so also does it come to pass here. For seeing the columns from afar, and then coming and stepping over the threshold, a man sketches for himself the abomination of the demon, the deceit, the plots, and struck with amazement at both the wrath and the strength of God he goes away; and what was formerly an edifice of error and blasphemy now becomes a theme of doxology: so full of resource is our God. And these marvellous things He works as wonders not now for the first time, rather from of old and from the former generations. And to recount all things belongs not to the present occasion, yet I shall make mention of what seems to be quite like this. For when a war was once joined in Palestine for the Jews against certain foreigners, the enemies, having conquered and taken the ark of God as though some booty and first-spoils, dedicated it to one of the local idols—and its name was Dagon; and when the ark was first brought in, the carved image both fell down and lay flat on its face; and when they did not understand the might of God's power from this fall, rather
Notes, col. 566

On the reading

Printed κατ αὐτοὺς, for κατ' αὐτοὺς.

PG 50:565 bisRead from the page
Sed enim pulchre nobis Lydum in memoriam revocasti: nam et illum hic daemon decepit vana spe inflans, et in manifestam perniciem conjiciens. Ac nisi Cyrus humanus fuisset, nihil ipsum Jupiter juvisset. Quare frustra Jovi vitio vertis, quod Lydum filio praetulerit: neque enim sibi ipsi in qua urbe maxime colebatur, in Romuli scilicet urbe, fulmine tactus opem tulit.
Yet you have done well to recall the Lydian to our memory; for this demon deceived him also, puffing him up with vain hope and casting him into manifest ruin. And had not Cyrus been humane, Jupiter would have helped him not at all. Wherefore in vain do you find fault with Jupiter for preferring the Lydian to his own son; for not even to himself, in the very city where he was worshipped most of all—namely, the city of Romulus—did he bring any aid when struck by a thunderbolt.
Libanii verba. — Caeterum audiamus reliqua lamenti verba: sic enim luctum illum, qui eorum occupavit animos, probe sciemus. Viri, trahitur mihi animus ad speciem dei, mihique cogitatio typum ejus ante oculos statuit, formae lenitatem, cutis teneritudinem, et hoc in lapide, cingulum circa pectus auream tunicam colligens, ita ut alia quidem subsiderent, alia subsurgerent. Tota vero forma cujus iram vel ferventem non sedasset? Similis enim erat melos canenti: imo quispiam audivit, ut aiunt, in meridie citharam pulsantem. Aures beatas! Cantus vero fortasse erat laudatio terrae, cui de aureo cyatho mihi libare videtur, quod puellam occultarit dehiscens, ac deinde sese contrahens. Post haec pauca de incendio questus: Clamabat, inquit, viator fulgure erumpente: turbabatur in luco Daphnes inquilina sacerdos dei: percussiones autem pectorum, et ejulatus acutus per locum arboribus densum percurrens, ad urbem usque vehemens atque horrificus pervadit; principis oculus tunc somnum capere incipiens, ad acerbum nuntium e lecto surrexit. Ille furore percitus alas a Mercurio petit, ipse ad mali radicem quaerendam properans, non minus intus ardebat, quam templum. Trabes cadebant deorsum ignem ferentes, quae proxime stabant absumentes, Apollinem vero statim, utpote qui parum distaret a tecto, hinc et alia ornamenta, Musarumque statuas ibi positas, lapillorum fulgura, columnarum pulchritudinem. Multitudo circumstans lugebat, opem ferre non valens, ut accidit iis qui e terra naufragium vident, quorum auxilium unum est, factum lugere. Certe magnum excitavere luctum ex fontibus exsilientes nymphae, magnum Jupiter prope sedens, ut par erat labefactatis filii honoribus: ingentem item sexcentorum daemonum in luco degentium coetus: nec minorem luctum media ex urbe Calliope excitavit, Musarum chorago igne laeso. Postea sub finem ait: Esto mihi et nunc, Apollo, qualem te reddidit Chryses, dum Achivis imprecaretur, ira plenum et nocti similem, quia cum stolas tibi redderemus, et quantum ablatum fuerat restitueremus, praereptum est quod colimus, ac si sponsus aliquis, dum coronae nectuntur, abscessisset.
The words of Libanius. — Moreover, let us hear the remaining words of the lament; for thus we shall know thoroughly the grief that took hold of their minds. O men, my mind is drawn to the form of the god, and thought sets his image before my eyes: the gentleness of his shape, the tenderness of his skin—and that too in stone—the girdle about his breast gathering in the golden tunic so that some folds sank down while others rose up. And whose wrath, however seething, would his whole figure not have assuaged? For he was like one singing a melody; nay, someone even heard him, so they say, striking the lyre at noonday. O blessed ears! And the song, perhaps, was a hymn in praise of the earth, to whom he seems to me to pour a libation from his golden cup because she gaped open and hid the maiden and then closed together again. After this, having uttered a few complaints about the conflagration, he says: The wayfarer cried out as the firelight burst forth; the priestess of the god dwelling in the grove of Daphne was thrown into tumult; and the beating of breasts and a shrill wailing, speeding through the spot thickly planted with trees, reached all the way to the city, violent and terrifying; the eye of the magistrate, just then beginning to take its sleep, sprang up from bed at the bitter tidings. Stung with fury, he asks for wings from Mercury, and hastening in person to seek out the root of the calamity, he burned within no less than the temple. Beams fell downward bearing fire, consuming whatever stood nearest: Apollo first of all, inasmuch as he stood close to the roof, and then the other ornaments as well, the statues of the Muses set up there, the gleaming mosaic stones, the beauty of the columns. The surrounding multitude mourned, unable to bring help, just as happens to those who watch a shipwreck from shore, whose sole aid is to bewail what has occurred. Assuredly the nymphs springing forth from the fountains raised a great mourning, and Jupiter sitting nearby raised a great mourning, as was natural when his son's honours were overthrown; and the throng of countless demons dwelling in the grove raised an immense mourning as well; nor did Calliope raise a lesser mourning from the midst of the city when the chorus-leader of the Muses was harmed by fire. Afterwards, near the close, he says: Be to me even now, O Apollo, such as Chryses made you when he called down curses upon the Achaeans, full of wrath and like unto night; for while we were restoring your robes to you and making good all that had been taken away, the object of our worship was snatched from us, just as though some bridegroom had departed while the garlands were being woven.
21. Haec lamentatio fuit, seu potius hae modicae sunt lamentationis partes. Mihi vero mirari subit, quomodo in iis, quae pudore afficere debebant, se ornatum esse putet: nihilo melius, quam lascivum et obscoenum juvenem, in meridie eum cithara ludentem inducens, et cantici argumentum dicens amicam esse, auresque illas beatas praedicans, quae turpem illam cantilenam audierint.
21. Such was the lamentation, or rather these are small portions of the lamentation. Yet I am struck with astonishment at how he fancies himself adorned by things that ought to have covered him with shame—portraying him no better than a wanton and lewd youth playing on the lyre at noonday, declaring that the theme of his song was his mistress, and proclaiming those ears blessed which heard that disgraceful ditty.
PG 50:566 bisRead from the page
Et quid quidem dicat aliquos ex iis, qui Daphnen et circumjacentia loca habitant, lacrymatos esse; urbisque principem ardentem fuisse, nihilque amplius, quam luctum inducat, nihil mirum: quod autem ipsos deos in eadem consilii inopia fuisse dicat, solumque apud se lacrymatos esse; ac neque Jovem, neque Calliopen, neque frequentem illam daemonum turbam, neque ipsas nymphas aliquid contra incendium potuisse, sed omnes ejulatus et luctus excitasse tantum: id profecto ridiculum admodum est. Quod igitur magnam acceperint plagam satis ex jam dictis demonstratum est: etenim in medio naeniae ipsos lethali vulnere perfossos confitetur. Non igitur id patienter tulisset Imperator, nisi illum major metus et formido occupasset. Restat demum ut ostendamus qua de causa Deus iram suam in Imperatorem non immiserit, sed in daemonem, et cur ignis non totum templum absumpserit, sed combusto tecto etiam idolum prostraverit. Neque enim temere et sine causa haec facta sunt, sed ex Dei erga errantes clementia omnia gesta fuere. Qui enim omnia novit antequam fiant, et hoc cum aliis noverat: scilicet si fulmen in Imperatorem immissum fuisset, qui praesentes fuissent ac vidissent, ad tempus exterriti essent, secundo autem vel tertio peracto anno facti memoria periisset, multique futuri erant, qui miraculo non crederent. Sin vero templum flammam reciperet, omni praecone clarius, non iis solum qui tunc erant, sed etiam posteris omnibus iram suam denuntiaturus erat Deus: ita ut si qui rem gestam vellent impudenter occultare, iis omnis occasio praecideretur. Quisquis enim locum petit, sic animo afficitur, ac si incendium nuper accidisset, atque horror quidam ipsum invadit, et ad caelum respiciens statim celebrat virtutem ejus, qui isthaec operatus est. Ut enim si quis praedonum principis antrum et latibulum perfringens, vinctum illum eduxerit, direptisque ejus facultatibus, locum reliquerit receptaculum ferarum et monedularum; deinde vero, quisquis in hujusmodi latibulum venerit, statim atque locum videt, incursus et furta locum prius incolentis sibi animo depingit: ita et hic usu venit. Quisquis enim columnas procul conspicit, accedensque postea limen transgreditur, daemonis abominationem animo sibi depingit, fallaciam item et insidias: atque iram virtutemque Dei miratus abscedit. Sic quod prius erroris et blasphemiae habitaculum fuerat, nunc laudis decantandae argumentum est: tanta Deus noster machinandi arte valet. Et mirabilia hujusmodi non nunc primum, sed jam olim a prioribus generationibus operatur. Omnia porro recensere non est praesentis temporis; rem tamen commemorabo huic omnino similem. Bello olim in Palaestina suborto inter Judaeos et quosdam alienigenas, victoria potiti hostes captam Dei arcam (1. Reg. 5. 2), quasi manubias et spolia, cuidam idolo consecrarunt, cui nomen Dagon erat. Ubi autem primum inducta fuit arca, statua decidit et prostrata jacebat. Ut autem ex hoc casu Dei virtutem non intellexerunt, sed erectam rursus illam in basi sua collocarunt, postridie sub aurorae tempus accedentes, non solum delapsam, sed penitus fractam repererunt.
Now that he should say that some of those dwelling at Daphne and in the surrounding neighbourhood wept, and that the magistrate of the city burned with rage, and should bring on stage nothing more than mourning, is in no way surprising; but that he should say that the very gods themselves were in the same helpless perplexity and merely wept to themselves, and that neither Jupiter, nor Calliope, nor that dense throng of demons, nor the nymphs themselves could do anything against the fire, but one and all only raised wailings and lamentations—that is assuredly utterly ludicrous. That they received a mighty blow, therefore, has been abundantly demonstrated from what has already been said; for in the very midst of his dirge he confesses that they were pierced through with a mortal wound. Hence the Emperor would not have endured this patiently, had not a greater fear and dread seized hold of him. It remains finally for us to show for what reason God did not hurl His wrath against the Emperor, but against the demon, and why the fire did not consume the entire temple, but after burning down the roof laid low the idol as well. For not at random nor without purpose were these things done, but out of God's clemency towards the erring was everything wrought. For He who knows all things before they come to pass knew this too among other things: namely, that had a thunderbolt been hurled against the Emperor, those who were present and witnessed it would have been terrified for the moment, yet after a second or third year had passed the memory of the event would have perished, and there would have been many hereafter who would disbelieve the miracle. If, on the other hand, the temple received the flame, God would proclaim His wrath more clearly than any herald, not only to those then living, but also to all posterity—so that if any wished shamelessly to conceal what had been done, every pretext would be cut off from them. For whoever visits the spot is so moved in soul as though the fire had just recently occurred; a certain awe comes over him, and, looking up to heaven, he straightway magnifies the power of Him who wrought these things. For just as when someone breaks open the cavern and den of a robber-chief, leads him out in chains, and after plundering his possessions leaves the place a haunt of wild beasts and jackdaws, and afterwards whoever comes upon such a den, the moment he sees the place, pictures in his mind the raids and thefts of its former occupant—so too does it happen here. For whoever catches sight of the columns from afar, and afterwards draws near and steps across the threshold, pictures in his mind the abomination of the demon, as well as his deceit and snares, and departs marvelling at the wrath and power of God. Thus what was formerly a dwelling-place of error and blasphemy is now a theme for singing praise: so mighty is our God in resourceful skill. And wonders of this kind He works not now for the first time, but already of old from former generations. Now to recount them all is not for the present occasion; yet I shall call to mind an event altogether like this one. When war once broke out in Palestine between the Jews and certain foreigners, the enemies, having won the victory, dedicated the captured ark of God (1 Sam. 5:2), as booty and spoils, to a certain idol whose name was Dagon. As soon as the ark was brought in, however, the statue fell down and lay prostrate. And when they did not understand the power of God from this occurrence, but raised it up again and set it back upon its pedestal, on coming the next day towards daybreak they found it not merely fallen down, but utterly shattered.
PG 50:567 bisRead from the page
Nam avulsae manus ab humeris, ad limen templi cum pedibus exsilierant, reliqua pars statuae divulsa alibi reperta est. Sodomorum item tellus, ut parva magnis conferamus, ideo cum habitatoribus igne assumpta periit (Gen. 19), infructuosaque mansit, ut non modo illius aevi homines, sed post futuri omnes a locis ipsis ad meliorem frugem reducerentur. Si enim homines tantum ultio attigisset, factum postea non creditum fuisset. Ideo locus plagam accipit, qui potest tempore non deleri, singulasque generationes commonefacit, lege nempe statutum esse, ut qui talia agant, talia patiantur; etiamsi non statim poenas luant, ut in hoc templo contigit. Ecce namque vigesimus annus ex illo tempore agitur (a), nec tamen aedificii ab igne relicti pars ulla periit, sed quae partes ignem effugerunt, eae firmiter stant usque adeo validae, ut et centum et bis plures, hisque rursum longe plures annos durare possint. Ecquid mirum si ex columnis nulla ab altera avulsa ad solum deciderit? Columnarum enim earum quae ad posteriorem templi partem erant, una tantum fracta, ne ea quidem corruit, sed a sua basi mota et ad murum reclinata mansit, ejusque pars ab imo usque ad fracturam oblique muro nititur; a fractura vero usque ad capitellum supina stat, ab inferiori parte suffulta. Quamquam autem et venti vehementer ingruerint, terrae motus acciderint, et terra concussa fuerit, flammae reliquiae non amotae sunt; sed steterunt propemodum clamantes, se ad posterorum emendationem servatas esse.
For the hands, torn off from the shoulders, had leapt forth together with the feet to the threshold of the temple, while the remaining part of the statue, wrenched apart, was found elsewhere. The land of Sodom likewise, to compare small things with great, perished consumed by fire together with its inhabitants (Gen. 19) and remained barren for this very reason: that not only the men of that age, but all who should come afterwards might be brought back to a better way of life by the places themselves. For had vengeance touched the men alone, the event would not have been believed afterwards. Therefore the place itself receives the blow—a place that cannot be blotted out by time—and admonishes each succeeding generation that it has been ordained by law that those who commit such deeds shall suffer such things, even if they do not pay the penalty at once, as befell in the case of this temple. For behold, it is now the twentieth year since that time (a), and yet no part whatever of the structure left by the fire has perished; rather, the parts that escaped the fire stand firm and so sturdy that they can endure for a hundred years, and twice as many, and far more years still than those. And what wonder if none of the columns has been torn from another and fallen to the ground? For of those columns that stood at the rear part of the temple, only one was broken, and not even that one collapsed, but, shifted from its base and leaning against the wall, it remained standing: its shaft from the bottom up to the fracture rests obliquely against the wall, while from the fracture up to the capital it stands tilted back, propped up by the lower portion. And although winds have swept down violently, earthquakes have occurred, and the earth has been shaken, the remnants left by the flame have not been dislodged, but have stood almost crying aloud that they have been preserved for the amendment of posterity.
22. Et quidem quod templum non funditus dirutum fuerit, hanc causam dicere possis: quod autem fulmen Imperatorem non attigerit, alteram causam si quaeras reperies, ex eodem ipso ⟨be⟩nignitatis et clementiae Christi fonte manante⟨m.⟩ Ide⟨o e⟩nim ignem ex Imperatoris capite aver⟨tit, in⟩que tectum jaculatus est, ut alienis cal⟨amitatib⟩us edoctus repositam sibi poenam effugeret, mutat⟨us⟩ et ab errore liberatus. Neque hoc solum, neque primum propriae virtutis signum ei dedit Christus, sed ⟨et⟩ alia multa his non minora. Nam et patruus ejus et quaestor aerarius, sic ambo vita functi sunt; ad haec fames una cum ipso urbem invadens, aquarum quoque penuria numquam ante visa, quam ab eo sacrificia fontibus facta fuissent, aliaque multa, sive in exercitu sive in urbibus accidentia, potuissent vel lapideum animum flectere, non multitudine tantum, neque quod omnia simul facinora statim sequerentur, ut quondam Aegyptiorum regis tempore; sed etiam quod per se talia ederentur miracula, ut aliud alio non egeret ad videntium conversionem, sed singula ex se ad id peragendum satis essent. Nam ut caetera omittam, quem vel ex admodum stupidis non deterruisset quod circa veteris Jerosolymitani templi fundamenta exhibitum est signum? Quidnam illud erat? Cum videret tyrannus in tota sua ditione diffusam Christi fidem, jamque Persarum fines occupantem, aliorumque remotiorum barbarorum, rursumque ultra eos progressam, ac totum, ut ita dicam, orbem occupantem: cruciabatur animo et angebatur, Ecclesiisque bellum parabat.
22. And indeed as to why the temple was not demolished to its foundations, one might state this reason; and as to why the thunderbolt did not strike the Emperor, if you seek another reason you will find it flowing from that very same fountain of Christ's goodness and clemency. For on this account He turned the fire aside from the Emperor's head and hurled it upon the roof, so that, taught by the calamities of other things, he might escape the punishment laid up for him, being changed and delivered from error. Nor did Christ give him this sign alone or first of His own power, but many others also no less than these. For both his paternal uncle and the treasurer of the exchequer departed this life in such a manner; besides these, a famine invading the city together with himself, and likewise a drought of waters never seen before until sacrifices had been offered by him at the springs, and many other things occurring either in the army or in the cities, could have bent even a heart of stone—not only by their multitude, nor because they all followed immediately upon his impious deeds all at once, as of old in the time of the king of the Egyptians, but also because the miracles wrought were of such a nature in themselves that one had no need of another for the conversion of the beholders, each single sign sufficing of itself to accomplish this. For, to pass over the rest, whom even among the utterly dull-witted would not the sign displayed around the foundations of the ancient temple at Jerusalem have deterred? And what was that? When the tyrant saw the faith of Christ spread abroad throughout his entire dominion, and already taking hold of the territories of the Persians and of other more remote barbarians, and advancing yet further beyond them, and occupying, so to speak, the whole world, he was tormented in mind and choked with vexation, and was preparing war against the Churches.
PG 50:568 bisRead from the page
ignorabat autem infelix se contra stimulum calcitrare. Ac primo quidem Jerosolymitanum templum, quod funditus Christi virtus diruerat, restaurare conabatur, gentilisque homo res Judaeorum procurabat, virtutis Christi periculum inde facere volens; et accitis Judaeis quibusdam, iisque sacrificare jussis (nam majores eorum dicebat hoc cultus genere usos esse), cum Judaei eo confugerent, ut non fas esse sibi dicerent, templo diruto extra veterem metropolin id facere, jubet pecunias ex imperatorio aerario accipere, necnon alia omnia ad structuram necessaria, abireque instauratum templum, ac veterem sacrificiorum morem repetitum. Tum stulti illi, ab utero errantes et ad canos usque puerili egentes institutione, discesserunt, ut Imperatore favente rem peragerent: ac statim atque humum egerere coepissent, ignis e fundamentis exsiliens eos statim consumpsit. His Imperatori nuntiatis non ultra rem promovere ausus est, metu scilicet cohibente; neque tamen ab errore daemonum, quibus plane subditus erat, liberari voluit; interim tamen paulum quievit.
Yet the wretched man knew not that he was kicking against the goad. And first of all he endeavoured to rebuild the temple at Jerusalem, which the power of Christ had overthrown to its foundations, and, pagan though he was, he busied himself with the affairs of the Jews, wishing thereby to make trial of the power of Christ. Summoning certain Jews and bidding them offer sacrifice (for he said that their forefathers had practised this form of worship), when the Jews took refuge in the plea that it was not lawful for them to do so outside their ancient metropolis while the temple lay in ruins, he ordered them to receive funds from the imperial treasury, as well as everything else necessary for the construction, and to go off to rebuild the temple and restore the ancient custom of sacrifices. Then those foolish men, astray from the womb and right down to grey hairs in need of elementary instruction like children, departed to carry out the undertaking under the Emperor's patronage; and the moment they began to clear out the soil, fire leapt forth from the foundations and straightway consumed them. When word of this was brought to the Emperor, he did not dare to press the enterprise any further, held back of course by fear; yet neither was he willing to be freed from the error of the demons, to whom he was utterly enslaved, though for the meantime he kept quiet for a little while.
Modus persequutionis sub Juliano. — Brevi postea tempore vanam itidem operam suscepit, non quidem ausus ultra templum construere, sed nobiscum velitationibus pugnare volens: aperto enim marte nos adoriri adhuc differebat: hac una et prima de causa. quod persuasus esset se id frustra tentaturum esse; secunda vero, ne nobis occasionem praeberet ut corona martyrii redimiremur. Hoc quippe intolerandum ipsi, et omni calamitate gravius erat, si quis in medium productus pro veritate usque ad mortem in cruciatibus perseveraret: ita sese ex animo inimicum nostrum declarabat. Noverat enim, noverat plane, si id auderet, omnes pro Christo animas suas tradituros esse; malignus autem et callidus cum esset, eos qui ob peccatum quoddam Ecclesiae principibus poenas dedissent, aut a praefectura quapiam amoti essent, liberos omnes ubique dimittebat, hoc modo nequissimis potestatem tribuens, Ecclesiae leges evertens mutuumque inter eos conflictum movens: nam expugnatu faciles demum futuros sperabat, cum sese intestino bello consumpsissent. Quemdam etiam tum perversae doctrinae, tum improbae vitae causa, ecclesiastico principatu pulsum, nomine Stephanum, jubet rursum doctrinae thronum occupare, atque Dominicum nomen, quoad ejus fieri potuit, exstinguere curabat, Galilaeos pro Christianis nos tum in edictis suis vocans, tum principes ut idem facerent adhortans. Inter tot signa autem, ut dixi, quae per famem et siccitatem edebantur, in eadem adhuc impudentia ac duritie perseverabat. Expeditionemque Persicam suscepturus, tanto cum fastu descendens ac si totam barbarorum gentem vastaturus esset, sexcentas nobis minas intentabat, jactitabatque, se post reditum nos omnes funditus deleturum esse.
The manner of the persecution under Julian. — A short time afterwards he undertook an equally vain enterprise, no longer daring indeed to build the temple, yet wishing to contend with us by skirmishes; for he still put off attacking us in open warfare—first and foremost because he was convinced that he would attempt this in vain, and secondly lest he should afford us an occasion to be crowned with the wreath of martyrdom. For this was intolerable to him and grievous beyond every calamity, if anyone brought forward in public should persevere under tortures for the truth even unto death: so heartily did he show himself our enemy. For he knew, he knew full well, that should he dare this, all would lay down their lives for Christ; and being malicious and crafty, all those who had suffered penalties from the rulers of the Church for some offence or had been removed from some office, he let loose scot-free everywhere, in this way bestowing power upon the vilest men, overturning the laws of the Church, and stirring up mutual strife among them; for he hoped that they would at last prove easy to vanquish once they had consumed one another in internecine warfare. A certain man also, named Stephen, who had been deposed from ecclesiastical office on account both of perverse doctrine and of a depraved life, he ordered to occupy once again the chair of teaching; and he took pains, so far as in him lay, to blot out the Lord's name, calling us Galileans instead of Christians in his edicts and exhorting the magistrates to do the same. Yet amid so many signs, as I have said, wrought through famine and drought, he still persisted in the same shamelessness and obduracy. And as he was about to embark upon the Persian expedition, marching down with such arrogance as though he were going to lay waste the entire nation of the barbarians, he hurled countless threats at us and boasted that after his return he would blot us all out utterly.