Migne Reading Room

PG 50 · cols. 567–570 bis · Read from the page

De S. Babyla contra Julianum et Gentiles Liber (Λόγος εἰς τὸν μακάριον Βαβύλαν καὶ κατὰ Ἰουλιανοῦ καὶ πρὸς Ἕλληνας)

De S. Babyla contra Julianum et Gentiles Liber (Λόγος εἰς τὸν μακάριον Βαβύλαν καὶ κατὰ Ἰουλιανοῦ καὶ πρὸς Ἕλληνας)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:567Read from the page
ὀρθώσαντες αὐτὸ πάλιν ἐπὶ τῆς οἰκείας ἔστησαν ἕδρας, τῇ ὑστεραίᾳ ὑπὸ τὴν ἕω παραγενόμενοι, θεωροῦσιν οὐκέτι μόνον πεπτωκὸς, ἀλλὰ καὶ διακεκλασμένον πάντοθεν. Αἵ τε γὰρ χεῖρες ἀποσπασθεῖσαι τῶν ὤμων εἰς τὸν οὐδὸν ἐξηκοντίσθησαν τοῦ ναοῦ μετὰ τῶν ποδῶν, τό τε λοιπὸν τοῦ ξοάνου μέρος εἰς ἕτερον διέσπαρτο τόπον διασπασθέν. Καὶ τῶν Σοδόμων δὲ, ὡς ἄν τις μεγάλῳ παραβάλοι μικρὸν, διὰ τοῦτο μετὰ τῶν οἰκητόρων καὶ ἡ γῆ καταφλεχθεῖσα ἀπώλετο, καὶ γέγονεν ἄκαρπος, ἵνα μὴ μόνον οἱ τότε, ἀλλὰ καὶ οἱ μετ' ἐκείνους ἅπαντες ἀπὸ τῶν τόπων σωφρονίζωνται. Εἰ γὰρ ἔστη μέχρι τῶν ἀνδρῶν ἡ κόλασις, κἂν ἠπιστήθη μετὰ ταῦτα τὸ γεγονός· διὰ τοῦτο ὁ τόπος δέχεται τὴν πληγὴν, ὁ τῷ χρόνῳ παρεκταθῆναι δυνάμενος, καὶ ἑκάστην τῶν ἐπιγινομένων ὑπομιμνήσκει γενεῶν, ὅτι τοὺς τὰ τοιαῦτα δρῶντας τοιαῦτα πάσχειν νενομοθέτηται, κἂν μὴ παραυτὰ τὴν τιμωρίαν τίσωσιν, ὅπερ καὶ ἐπὶ τοῦ ναοῦ γέγονε τούτου. Ἰδοὺ γὰρ εἰκοστὸν ἔτος ἐστὶν ἐξ ἐκείνου λοιπὸν, καὶ τῆς ὑπὸ τοῦ πυρὸς καταλειφθείσης οὐδὲν παραπόλωλεν οἰκοδομῆς, ἀλλ' ἔστηκε παγίως καὶ βεβαίως τὰ διαφυγόντα μέρη τὸ πῦρ, καὶ οὕτως ἐστὶν ἰσχυρὰ, ὡς καὶ πρὸς ἑκατὸν ἔτη καὶ πρὸς ἕτερα δὶς τοσαῦτα, καὶ τούτων πάλιν πολλῷ πλείονα ἀρκέσαι χρόνον. Καὶ τί θαυμαστὸν, εἰ τῶν κιόνων οὐδεὶς ἀποσχισθεὶς θατέρου κατηνέχθη πρὸς τοὔδαφος; Τῶν γὰρ κιόνων τῶν περὶ τὸν ὀπισθόδομον εἷς τότε μόνον διακλασθεὶς, οὐδὲ οὗτος κατέπεσεν· ἀλλὰ διαλυθεὶς ἀπὸ τῆς οἰκείας ἕδρας, καὶ πρὸς τὸν τοῖχον ἀναπεσὼν, οὕτως ἔμεινε. Καὶ αὐτοῦ τὸ μὲν ἀπὸ τῆς κρηπῖδος ἐπὶ τὴν τομὴν πλάγιον πρὸς τὸν τοῖχον ἐρήρεισται, τὸ δὲ ἀπὸ τῆς τομῆς ἐπὶ τὴν κεφαλίδα ἔστηκεν ὕπτιον ὑπὸ τοῦ κατωτέρου βασταζόμενον μέρους. Καίτοι καὶ ἀνέμων σφοδρῶς τῷ τόπῳ προσπεσόντων πολλάκις, καὶ σεισμῶν γενομένων, καὶ τῆς γῆς τιναχθείσης, οὐδ' ἐτινάχθη τὰ λείψανα τῆς φλογὸς, ἀλλ' ἔστηκε βεβαίως μονονουχὶ βοῶντα, ὅτι διὰ τὸν τῶν ἐσομένων τετήρηνται σωφρονισμόν.
having set it upright they placed it again upon its own base, coming there on the next day towards dawn they behold it no longer merely fallen, rather shattered in pieces on every side. For both the hands, torn away from the shoulders, had been hurled to the threshold of the temple along with the feet, and the remaining part of the carved image had been scattered to another place, torn asunder. And in the case of Sodom also, if one might compare a small thing with a great, for this reason the land also was burned up and perished along with its inhabitants and has become fruitless, so that not only those of that time, rather all who come after them as well may be chastened from the places. For had the punishment stopped as far as the men, what had happened might even have been disbelieved hereafter; for this reason the place, which is able to last through time, receives the blow, and reminds each of the succeeding generations that it has been ordained by law that those who do such things suffer such things, even if they do not pay the penalty on the spot—which very thing has happened in the case of this temple also. For behold, it is now the twentieth year since that time, and nothing of the building left behind by the fire has perished besides, rather the parts that escaped the fire stand fast and firm, and are so strong as to last even for a hundred years, and for twice as many more, and again for a much longer time than these. And what wonder if none of the columns, split off from the other, was borne down to the ground? For of the columns around the rear chamber one alone having been broken through at that time, not even this one fell down; rather loosened from its own base and having fallen back against the wall, thus it remained. And of it, the part from the plinth up to the break has been propped obliquely against the wall, while the part from the break up to the capital stands tilted back, borne up by the lower part. And yet, though winds have often fallen vehemently upon the place, and earthquakes have occurred, and the earth has been shaken, the remnants of the flame were not even shaken, rather stand firmly, all but crying aloud that they have been preserved for the chastening of those to come.
κβʹ. Καὶ τοῦ μὲν μὴ πάντα ἁλῶναι τῷ πυρὶ τὸν νεὼν, ταύτην ἂν εἴποι τις εἶναι πρόφασιν, τοῦ δὲ μὴ ἐλθεῖν ἐπὶ τὸν βασιλέα τὸν σκηπτὸν, καὶ ἑτέραν εὕροι τις ἂν αἰτίαν ζητῶν ἀπὸ τῆς αὐτῆς ὁρμωμένην πηγῆς, τῆς χρηστότητος λέγω καὶ φιλανθρωπίας τοῦ Χριστοῦ. Διὰ γὰρ τοῦτο τῆς μὲν τοῦ βασιλέως κεφαλῆς ἀνέσχε τὸ πῦρ, ἔῤῥιψε δὲ αὐτὸ κατὰ τῆς ὀροφῆς, ἵνα ἐν ταῖς ἑτέρων συμφοραῖς παιδευθεὶς, ἐκφύγῃ τὴν ἀποκειμένην αὐτῷ κόλασιν, μεταβαλὼν καὶ τῆς πλάνης ἀπαλλαγείς. Οὐδὲ γὰρ τοῦτο μόνον, οὐδὲ πρῶτον αὐτῷ τῆς οἰκείας δυνάμεως σημεῖον ἔδωκεν ὁ Χριστὸς, ἀλλὰ καὶ ἕτερα πρὸς τούτοις πολλὰ τούτου οὐχ ἧττονα. Ὅ τε γὰρ θεῖος αὐτοῦ, ὅ τε ταμίας, οὕτως ἄμφω καταλύσαντες τὸν βίον, καὶ λιμὸς εἰς τὴν πόλιν εὐθέως ἐμπεσὼν μετ' αὐτοῦ, καὶ ἡ τῶν ὑδάτων σπάνις οὐδέποτε συμβᾶσα πρότερον, ἀλλ' ἢ μετὰ τὰς ἐπὶ τῶν πηγῶν γενομένας θυσίας ὑπ' αὐτοῦ, καὶ πολλὰ πρὸς τούτοις ἕτερα, τά τε ἐν τῷ στρατοπέδῳ, τά τε ἐν ταῖς πόλεσι συμβαίνοντα, καὶ λιθίνην ἱκανὰ κάμψαι ψυχήν· οὐ τῷ πλήθει μόνον, οὐδὲ τῷ πάντα ὁμοῦ γίνεσθαι καὶ ἐφεξῆς, καὶ κατὰ πόδας τῶν τολμημάτων, ὡς ἐπὶ τοῦ βασιλέως τῶν Αἰγυπτίων ⟨π⟩οτὲ, ἀλλὰ τῷ καὶ καθ' ἑαυτὰ τοιαῦτα εἶναι τὰ δεικνύμενα τέρατα, ὡς μὴ δεῖσθαι ἕτερον ἑτέρου πρὸς τὴν τῶν ὁρώντων ἐπιστροφὴν, ἀλλ' ἀρκεῖν ἕκαστον αὐτῶν καὶ καθ' ἑαυτὸ τοῦτο ἐργάσασθαι. Ἵνα γὰρ τὰ ἄλλα παραλίπω, τίνα οὐκ ἂν ἐξέπληξε τῶν μὴ σφόδρα ἀναισθήτων τὸ περὶ τὰ θεμέλια τοῦ παλαιοῦ τῶν Ἱεροσολύμων ναοῦ σημεῖον ἐπιδειχθέν; Τί δὲ τοῦτο ἦν; Ὁρῶν ὁ τύραννος εἰς τὴν ἀρχὴν ἅπασαν τὴν ὑπ' αὐτῷ κειμένην τοῦ Χρι-
22. And for the temple's not having been wholly taken by the fire, one might say this was the reason; while for the thunderbolt's not having come upon the emperor, one who seeks would find another cause also springing from the same fountain—I mean the kindness and loving-kindness of Christ. For on this account He held back the fire from the emperor's head, and hurled it against the roof, so that taught by the calamities of others he might escape the punishment laid up for him, having changed and been freed from error. For Christ gave him not this sign alone, nor as the first sign of His own power, rather many others besides these no less than this. For both his uncle and the treasurer both ending their life thus, and famine falling straightway upon the city along with him, and the scarcity of waters never having occurred before save after the sacrifices made by him at the springs, and many other things besides these happening both in the camp and in the cities, were able to bend even a soul of stone—not by their multitude alone, nor by their all happening together and in succession and close at the heels of his audacious deeds, as once in the case of the king of the Egyptians, rather by the fact that the portents shown were even by themselves of such a sort as not to need one another towards the conversion of the beholders, rather that each of them even by itself sufficed to accomplish this. For to pass by the rest, whom of those not exceedingly senseless would the sign displayed around the foundations of the ancient temple of Jerusalem not have struck with amazement? And what was this? Seeing throughout the whole empire lying under him Chri-
PG 50:568Read from the page
στοῦ τὴν πιστιν ἐκκεχυμένην, ἤδη δὲ καὶ τῆς Περσῶν ἁψαμένην, καὶ βαρβάρων ἑτέρων μετ' ἐκείνους, καὶ πάλιν ἐνδοτέρω τούτων προελθοῦσαν, καὶ πᾶσαν, ὡς εἰπεῖν, τὴν ὑφ' ἡλίῳ κατέχουσαν, ἐδάκνετο μὲν καὶ ἤλγει, καὶ πρὸς τὸν τῶν Ἐκκλησιῶν παρεσκευάζετο πόλεμον· ἠγνόει δὲ πρὸς κέντρα λακτίζων ὁ δείλαιος. Καὶ πρῶτον μὲν τὸν ἐν Ἱεροσολύμοις ναὸν, ὃν εἰς ἔδαφος ἡ τοῦ Χριστοῦ κατήνεγκε δύναμις, ἀνορθοῦν ἐπειρᾶτο, καὶ τὰ τῶν Ἰουδαίων ὁ Ἕλλην ἐθεράπευεν, ἀπόπειραν διὰ τούτου τῆς τοῦ Χριστοῦ δυνάμεως βουλόμενος λαβεῖν· καὶ καλέσας Ἰουδαίων τινὰς, καὶ θύειν κελεύσας (καὶ γὰρ τοὺς προγόνους τοὺς ἐκείνων τοῦτον τῆς θρησκείας θρησκεύειν τὸν τρόπον ἔλεγεν), ἐπειδὴ εἰς ταύτην ἐκεῖνοι κατέφυγον ἀναχώρησιν, ὡς οὐ θέμις αὐτοῖς τοῦ ναοῦ πεπτωκότος ἔξω τῆς παλαιᾶς μητροπόλεως τοῦτο ποιεῖν, κελεύει χρήματα ἀπὸ τῶν ταμείων λαβόντας τῶν βασιλικῶν, καὶ τὰ ἄλλα ἅπαντα, ἃ πρὸς τὴν οἰκοδομὴν παρέχειν ἐχρῆν, ἀπιέναι καὶ ἀνορθοῦν τὸν ναὸν, καὶ ἐπὶ τὴν παλαιὰν ἐπανιέναι συνήθειαν τῶν θυσιῶν. Οἱ δὲ ἀνόητοι, πλανώμενοι ἐκ κοιλίας, καὶ παιδευόμενοι ἕως γήρως ἀπῄεσαν ὡς συμπράξοντες τῷ βασιλεῖ. Καὶ ὡς αὐτόν τε ὁμοῦ τὸν χοῦν ἤρξαντο κενοῦν, καὶ πῦρ τῶν θεμελίων ἐκπηδῆσαν ἀθρόον ἅπαντας αὐτοὺς κατανάλωσεν. Ὡς δὲ ἀπηγγέλθη ταῦτα τῷ βασιλεῖ, οὔτε περαιτέρω τὴν τόλμαν προάγειν ἐπεχείρει λοιπόν· κατείχετο γὰρ τῷ δέει· οὔτε τῆς πλάνης τῶν δαιμόνων ἤθελεν ἀπαλλάττεσθαι, καθάπαξ τυραννηθεὶς ὑπ' αὐτῶν, ἀλλὰ τέως μὲν ἡσυχίαν ἦγε.
st's faith poured out, and now having touched even the land of the Persians, and of other barbarians after them, and having advanced again still farther within than these, and holding, so to speak, the whole earth under the sun, the tyrant was stung and grieved, and prepared for the war against the Churches; yet the wretched man knew not that he was kicking against the goads. And first he attempted to raise up the temple in Jerusalem, which the power of Christ brought down to the ground, and the Greek courted the affairs of the Jews, wishing through this to make trial of Christ's power; and having called certain of the Jews, and bidden them to sacrifice (for he said that their forefathers also practised worship in this manner), when those men took refuge in this retreat—that it was not lawful for them, now that the temple had fallen, to do this outside the ancient metropolis—he orders them, taking money from the imperial treasuries and all the other things which needed to be furnished towards the building, to depart and raise up the temple, and to return to the ancient custom of sacrifices. And the senseless men, going astray from the womb and remaining untaught until old age, went off as though about to cooperate with the emperor. And no sooner did they begin to clear out the very soil than fire leaping forth all at once from the foundations consumed them all. And when these things were reported to the emperor, neither did he attempt henceforth to carry his audacity any farther—for he was held back by dread—nor was he willing to be freed from the error of the demons, having once for all been tyrannized over by them, rather for the time being he kept quiet.
Χρόνου δὲ παρελθόντος μικροῦ, τῆς αὐτῆς εἴχετο ματαιοπονίας, τὸν μὲν νεὼν οὐκ ἔτι τολμῶν οἰκοδομεῖν, ἑτέρωθεν δὲ ἀκροβολιζόμενος πρὸς ἡμᾶς· εἰς πόλεμον γὰρ καθεῖναι φανερῶς ἀνεβάλλετο τέως, ἑνὸς μὲν καὶ μάλιστα πρώτου τοῦ πεπεῖσθαι σαφῶς ἀδυνάτοις ἐπιχειρεῖν· δευτέρου δὲ τοῦ μηδεμίαν ἡμῖν ἀφορμὴν παρασχεῖν μαρτυρίου στέφανον ἀναδήσασθαι. Καὶ γὰρ ἀφόρητον ἦν αὐτῷ καὶ πάσης συμφορᾶς χεῖρον, τὸ παραχθέντα τινὰ εἰς μέσον μέχρι τελευτῆς ἐγκαρτερῆσαι ταῖς ὑπὲρ τῆς ἀληθείας βασάνοις· οὕτως ἐκ ψυχῆς τὴν πρὸς ἡμᾶς ἀπέχ⟨…⟩ν ἐπεδείκνυτο. Ἤδει γὰρ, ᾔδει σαφῶς ὅτι τουτο το⟨…⟩ήσα⟨…⟩ς αὐτοῦ, πάντες ἂν ὑπὲρ τοῦ Χριστοῦ τὰς ἑαυτ⟨ῶ⟩ν ⟨…⟩αν ψυχάς· κακοῦργος δὲ ὢν καὶ δεινὸς, τοὺς ⟨…⟩ν ἀρχόντων τῆς Ἐκκλησίας κεκολασμένους ⟨…⟩ ἁμαρτίας τινὰς καὶ τῆς ἀρχῆς ἐκβεβλημένους πάντας πάντοθεν ἠφίει, τούτῳ τῷ τρόπῳ τοῖς τε πονηροτά⟨τ⟩οις ἐξουσίαν διδοὺς, καὶ τοὺς τῆς Ἐκκλησίας ἀνατρέπων θεσμοὺς, καὶ πρὸς ἀλλήλους συγκρούων ἅπαντας· εὐχειρώτους γὰρ λοιπὸν ἔσεσθαι πρότερον προσεδόκησεν ὑπὸ τοῦ πρὸς ἀλλήλους καταναλωθέντας πολέμου. Καί τινα καὶ τῆς τοῦ δόγματος ἕνεκεν διαστροφῆς, καὶ τῆς τοῦ βίου μοχθηρίας, τῆς ἀρχῆς τῆς ἐκκλησιαστικῆς ἐκβεβλημένον (Στέφανος ὄνομα ἦν αὐτῷ) κελεύει πάλιν τὸν διδασκαλικὸν θρόνον ἀναλαβεῖν· καὶ τὸ Κυριακὸν δὲ ὄνομα τέως σβεσθῆναι, τό γε εἰς αὐτὸν ἧκον, ἐσπούδαζε, Γαλιλαίους ἀντὶ Χριστιανῶν αὐτός τε ἐν τοῖς διατάγμασι καλῶν, καὶ τοὺς ἄρχοντας τοῦτο προτρέπων ποιεῖν. Μεταξὺ δὲ τῶν σημείων τούτων ὧν εἶπον γενομένων τῶν κατὰ τὸν λιμὸν καὶ τὸν αὐχμὸν, ἔμενεν ἐπὶ τῆς αὐτῆς ἀναιδείας ἔτι καὶ σκληρότητος. Καὶ μέλλων ἐπιστρατεύειν τῷ Πέρσῃ, καὶ μετὰ τωσούτου τύφου κατιὼν ὡς ἅπαν τὸ τῶν βαρβάρων ἀναρπασόμενος ἔθνος, ἠπείλει μυρίας ἡμῖν ἀπειλὰς,
Yet when a short time had passed by, he clung to the same vain labour, no longer daring to build the temple, yet skirmishing against us from another quarter; for to enter into war openly he put off for the time being—for one reason, and first of all, because he was clearly persuaded that he was attempting impossibilities; and second, so as to afford us no occasion to bind upon ourselves the crown of martyrdom. For it was unbearable to him and worse than every calamity that anyone brought forward into the midst should persevere until death in the tortures on behalf of the truth: so deeply from his soul did he display his […] towards us. For he knew, he knew clearly that if he […] this, all would […] their own souls on behalf of Christ; and being an evil-doer and clever, those […] the rulers of the Church punished […] certain sins and cast out from office he let go all from every side, in this way both giving authority to the most wicked men, and overturning the ordinances of the Church, and dashing all against one another; for he expected beforehand that henceforth they would be easy to subdue once worn down by war against one another. And a certain man cast out from ecclesiastical office both on account of perversion of doctrine and wickedness of life (his name was Stephen) he orders to take up again the teaching throne; and he was eager that the Lord's name also meanwhile be quenched, so far as lay with him, both calling us Galileans instead of Christians in his edicts himself, and urging the rulers to do this. And amid these signs of which I spoke taking place in the famine and the drought, he remained still in the same shamelessness and hardness. And being about to march against the Persian, and coming down with so great arrogance as though about to snatch up the whole nation of the barbarians, he threatened ten thousand threats against us,
Notes, col. 568

On the reading

Printed πιστιν, for πίστιν.

Printed τουτο, for τοῦτο.

Printed ἤδει, for ᾔδει.

Printed τωσούτου, for τοσούτου.

PG 50:569Read from the page
λέγων μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον πάντας ἄρδην ἀπολεῖν. Πόλεμον γὰρ αὐτῷ τοῦτον εἶναι ἐδόκει τοῦ Περσικοῦ χαλεπώτερον, καὶ δεῖν πρότερον κατορθώσαντα ἐκεῖνον τὸν ἐλάττω, τότε ἐπὶ τὸν μείζονα τοῦτον ἐλθεῖν. Καὶ ταῦτα ἡμῖν οι τῆς γνώμης αὐτῷ κοινωνοῦντες ἀπήγγελλον. Ζέων δὲ τῷ καθ' ἡμῶν θυμῷ, καὶ καθ' ἑκάστην ἡμέραν πρὸς μείζονα μανίαν αἰρόμενος, οὐδέποτε ἐπὶ τῆς αὐτῆς ἵστατο γνώμης, ἀλλὰ τὴν προτέραν βουλὴν ἀποθέμενος, πάλιν ἠπείλει τὸν διωγμὸν ἡμῖν. Βουλόμενος δὲ αὐτὸν ὁ Θεὸς ἀνακρούσασθαι, καὶ καταστεῖλαι φλεγμαίνοντα, ἐπήγαγε πάλιν τουτὶ τὸ σημεῖον, ἐν τῇ Δάφνῃ τὸ πῦρ ἐπὶ τὸν νεὼν ἀφείς.
saying that after his return thence he would utterly destroy all. For this war seemed to him to be more difficult than the Persian one, and that having first brought that lesser one to success he must then come against this greater one. And those sharing his counsels reported these things to us. Boiling with wrath against us, and lifted up each day to greater madness, he never stood firm in the same resolve, rather laying aside his former plan he threatened persecution against us again. And God, wishing to check him and quell his inflammation, brought on this sign again, letting loose the fire upon the temple in Daphne.
κγʹ. Ὁ δὲ οὐδὲ οὕτω καθυφῆκε τοῦ θυμοῦ, ἀλλὰ τῇ τῆς ἡμετέρας λεηλασίας ἐπιθυμίᾳ διαρῥηγνύμενος, οὐδὲ τὸν καιρὸν ὃν ἠπείλησεν ἔμενεν, ἀλλὰ τὸν Εὐφράτην διαβαίνειν μέλλων ἀπόπειραν ἐποιεῖτο τῶν στρατιωτῶν, καί τινας εὐαριθμήτους κολακείᾳ διαφθείρας, τοὺς ἀν[τ]ιστάντας οὐ παρέλυσε τῆς στρατείας, δεδοικὼς μὴ διαστήσας αὐτοὺς ἀσθενέστερον ἐργάσηται τῷ Πέρσῃ τὸν στρατόν.
23. Yet not even thus did he slacken his wrath, rather bursting with desire for our plundering he did not await even the time which he had threatened, rather when about to cross the Euphrates he made trial of the soldiers, and having corrupted a few easily counted men by flattery he did not release from military service those who withstood him, fearing lest by separating them off he should render the army weaker for the Persian.
Τίς ἡμῖν λοιπὸν τὰ ἐντεῦθεν διηγήσεται, καὶ τῶν κατὰ τὴν ἔρημον, καὶ τῶν κατὰ τὴν θάλατταν, καὶ τῶν κατὰ τὴν Αἴγυπτον, ὅτε ὁ ἀναίσθητος ἐκεῖνος ἐκολάζετο Φαραὼ, καὶ πάντες κατεποντίζοντο, ὄντα πολλῷ φοβερώτερα; Καθάπερ γὰρ τότε, ἐπεὶ μηδενὶ τῶν τοιούτων εἶξαι συμφορῶν, καὶ γενέσθαι βελτίων ἠθέλησεν ὁ Αἰγύπτιος, τέλος αὐτὸν σὺν αὐτῷ τῷ στρατοπέδῳ κατέδυσεν· οὕτω καὶ νῦν, ἐπειδὴ πρὸς πάντα ἀναιδῶς ἔστη τοῦ Θεοῦ τὰ τεράστια, καὶ οὐδὲν ἀπ' αὐτῶν κερδᾶναι ἠθέλησεν, ἀλλ' ἔμενεν ἀδιόρθωτος, τοῖς ἐσχάτοις αὐτὸν λοιπὸν περιέβαλε κακοῖς, ἵν' ἐπειδὴ τοῖς ἑτέρων αὐτὸς σωφρονισθῆναι οὐκ ἠνέσχετο, τοῖς αὐτοῦ παθήμασι γένωνται βελτίους ἕτεροι. Ὁ γὰρ τοσαύτας μυριάδας στρατιωτῶν καταγαγὼν, ὅσας οὐδεὶς τῶν βασιλευσάντων ποτὲ, καὶ πᾶσαν τὴν Περσῶν ἐξ ἐπιδρομῆς καὶ ἀπονητὶ προσδοκήσας ἑλεῖν, οὕτως ἀθλίως ἔπραξε καὶ ἐλεεινῶς, ὡς γυναικῶν μᾶλλον καὶ παιδίων μικρῶν ἢ ἀνδρῶν στρατόπεδον ἔχων μεθ' ἑαυτοῦ. Πρῶτον μὲν γὰρ εἰς τοσαύτην αὐτοὺς ἀνάγκην ὑπὸ τῆς οἰκείας ἀβουλίας κατέστησεν, ὥστε ἱππείων ἀπογεύσασθαι κρεῶν, καὶ τοὺς μὲν τῷ λιμῷ, τοὺς δὲ τῷ δίψει διαφθαρέντας ἀποθανεῖν. Καθάπερ γὰρ τοῖς Πέρσαις στρατηγῶν, καὶ οὐκ ἐκείνους ἑλεῖν, ἀλλὰ τοὺς οἰκείους αὐτοῖς προδοῦναι σπουδάζων, οὕτως αὐτοὺς εἰς χωρία συνέκλεισεν ἄπορα, καὶ μόνον οὐχὶ δήσας παρέδωκεν. Ἀλλὰ πάσας μὲν τὰς ἐκεῖ γενομένας συμφορὰς, οὔτε τῶν ἰδόντων τις καὶ πεῖραν εἰληφότων δυνήσεται διελθεῖν· οὕτω πᾶσαν ἀπέκρυψεν ὑπερβολήν· ὡς δὲ ἐν κεφαλαίῳ εἰπεῖν, πεσόντος αὐτοῦ αἰσχρῶς καὶ ἐλεεινῶς οἱ μὲν γὰρ ὑπό τινος τῶν σκευοφόρων τοῖς παροῦσι δυσανασχετοῦντος βληθέντα ἀποθανεῖν αὐτόν φασιν· οἱ δὲ, οὐδὲ εἰδέναι τὸν σφαγέα τὸν ἐκείνου λέγουσιν, ἀλλ' ὅτι μόνον ἐπλήγη καὶ παρεκάλεσεν εἰς τὴν Κιλίκων ταφῆναι γῆν, ἔνθα καὶ κεῖται νῦν. Πεσόντος δὴ οὖν οὕτως αἰσχρῶς, ὁρῶντες ἐν ἐσχάτοις αὐτοὺς ὄντας οἱ στρατιῶται, προσέπεσον τοῖς ἐχθροῖς, καὶ δόντες ὅρκους ἀποστήσεσθαι τοῦ πάντων ἀσφαλεστάτου φρουρίου, καὶ ὃ τῆς καθ' ἡμᾶς οἰκουμένης ὥσπερ τεῖχος ἦν ἀῤῥαγὲς, φιλανθρώπων τε τυχόντες τῶν βαρβάρων, οὕτω διέφυγον καὶ ἐπανῆλθον ἐκ πολλῶν ὀλίγοι, καὶ αὐτοὶ πεπονηκότες τὰ σώματα,
Who henceforth will recount to us the things from that point on, being much more fearsome both than those in the wilderness, and than those at sea, and than those in Egypt when that senseless Pharaoh was being punished and all were being drowned? For just as then, since the Egyptian refused to yield to any such calamities and become better, at the last He sank him together with his very host; so now also, since he stood shamelessly against all the wonders of God and refused to gain aught from them, rather remained uncorrected, henceforth He encompassed him with extreme evils, so that since he himself did not endure to be chastened by the troubles of others, others might become better by his sufferings. For he who led down as many myriads of soldiers as none of those who ever reigned, and expected to take the whole land of the Persians at one inroad and without toil, fared so wretchedly and pitiably as though having with himself an army of women rather and little children than of men. For first, through his own want of counsel, he brought them into such great necessity as to taste horse-flesh, and for some wasted by famine and others by thirst to die. For just as though being general for the Persians, and eager not to take them rather to betray his own men to them, so did he shut them up in impassable places, and all but bound them and handed them over. Yet all the calamities that took place there not even one of those who saw and gained experience of them will be able to go through—so wholly did it eclipse every excess; yet to speak summarily, when he had fallen shamefully and pitiably—for some say that he died struck by one of the baggage-carriers who was indignant at present conditions, while others say that no one even knew his slayer, rather only that he was struck and begged to be buried in the land of the Cilicians, where indeed he now lies—when, then, he had thus shamefully fallen, the soldiers, seeing that they themselves were in extreme straits, fell before the enemies, and giving oaths to withdraw from the most secure fortress of all, and one which was like an unbreakable wall of our inhabited world, and meeting with humane barbarians, thus few out of many escaped and returned, themselves worn out in their bodies,
Notes, col. 569

On the reading

Printed οι, for οἱ.

PG 50:570Read from the page
αισχυνόμενοι μὲν ἐφ' οἷς συνέθεντο, ἀναγκαζόμενοι δὲ διὰ τοὺς ὅρκους ἀποστῆναι τῶν πατρικῶν κτημάτων αὐτοῖς. Καὶ ἦν ἰδεῖν πάσης αἰχμαλωσίας ἐλεεινότερον θέαμα· οἱ γὰρ τὴν πόλιν οἰκοῦντες ἐκείνην, παρ' ὧν χάριτας προσεδόκησαν λήψεσθαι, ὅτι δίκην προβόλου πάντας τοὺς ἔνδον ἐν λιμένι κατέστησαν, ἀντὶ πάντων πρὸς πάντας αὐτοὶ προβεβλημένοι τοὺς κινδύνους ἀεὶ, παρὰ τούτων τὰ τῶν πολεμίων ἔπασχον, εἰς ἀλλοτρίαν μετανιστάμενοι γῆν, καὶ οἰκίας ἀφέντες καὶ ἀγροὺς, καὶ πάντων τῶν κτημάτων ἀποσπώμενοι τῶν προγονικῶν, καὶ ταῦτα ὑπὸ τῶν οἰκείων ὑπομείναντες. Τοιαῦτα τοῦ γενναίου βασιλέως ἀπολελαύκαμεν. Ταῦτα δὲ οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ὥστε λῦσαι τὴν ἀπορίαν τῶν ζητούντων, τί δήποτε μὴ τὸν βασιλέα ἐκόλασεν ἐξ ἀρχῆς ὁ Θεός; Ἐβουλήθη μὲν γὰρ αὐτὸν λυττῶντα πολλάκις ἀναστεῖλαι τῆς εἰς τὸ πρόσω φορᾶς, καὶ τοῖς ἑτέρων διορθῶσαι κακοῖς· ἐπειδὴ δὲ ἀντέτεινε, παρέδωκεν αὐτὸν τοῖς ἐσχάτοις κακοῖς, τὴν μὲν ἀληθῆ τῶν αὐτοῦ τολμημάτων ἀντίδοσιν κατὰ τὴν μεγάλην ταμιευόμενος ἡμέραν, καὶ διὰ τῆς παρούσης δὲ κολάσεως τοὺς ὑπτιωτέρους διανιστὰς, καὶ σωφρονεστέρους ποιῶν. Τοιαύτη γὰρ ἡ τοῦ Θεοῦ μακροθυμία τοῖς οὐκ εἰς δέον χρωμένοις αὐτῇ πικροτέραν πρὸς τὸ τέλος ἐπάγει τὴν δίκην· καὶ καθάπερ τοῖς μετανοοῦσιν ὠφέλιμος, οὕτω καὶ τοῖς ἀνενδότοις καὶ σκληροῖς μειζόνων γίνεται κολάσεων πρόφασις. Εἰ δὲ λέγοι τις· Τί οὖν οὐ προᾔδει τὸν τύραννον ἀδιόρθωτον ἐσόμενον ὁ Θεός; ἐροῦμεν, ὅτι προᾔδει μὲν, ἀλλ' οὐδέποτε παύεται διὰ τὴν πρόγνωσιν τῆς ἡμετέρας κακίας τὰ αὐτοῦ ποιῶν· ἀλλὰ κἂν ἡμεῖς μὴ δεχώμεθα τὴν νουθεσίαν, αὐτὸς τὴν φιλανθρωπίαν ἐπιδείκνυται τὴν ἑαυτοῦ. Εἰ δὲ εἰς μείζονα ἑαυτοὺς ὠθοῦμεν κακὰ, οὐκέτι τοῦτο παρ' αὐτὸν, οὐ διὰ τοῦτο μακροθυμήσαντα, ἵνα ἀπολώμεθα, ἀλλ' ἵνα σωθῶμεν, ἀλλὰ παρ' ἡμᾶς τοὺς ἐξυβρίσαντας εἰς τὴν ἄφατον ἀνεξικακίαν αὐτοῦ. Καὶ οὕτω δὲ τῆς φιλανθρωπίας τὸ ἄπειρον δείκνυται. Ὅταν γὰρ μὴ θελήσωμεν αὐτοὶ τῆς πολλῆς αὐτοῦ μακροθυμίας ἀπόνασθαι, τότε εἰς τὸ ἑτέρων αὐτὴν τρέπει κέρδος, πανταχοῦ τό τε φιλάνθρωπον ὁμοῦ καὶ τὸ εὐμήχανον ἐπιδεικνύς· ὅπερ καὶ τότε γέγονε. Καὶ ὁ μὲν τύραννος οὕτω τὸν βίον κατέλυσε, τῆς δὲ μανίας αὐτοῦ, καὶ τῆς δυνάμεως τοῦ μακαρίου Βαβύλα, ἕστηκεν ὑπομνήματα ὅ τε νεὼς καὶ τὸ μαρτύριον, ὁ μὲν ἔρημος ὢν, τὸ δὲ τὴν αὐτὴν ἔχον ἐνέργειαν ἥνπερ καὶ πρότερον. Ἡ δὲ λάρναξ οὐκέτι πάλιν ἀνάγεται, τοῦ Θεοῦ καὶ τοῦτο οἰκονομήσαντος, ἵνα τρανοτέρα τοῖς ἐπιγινομένοις γένηται τῶν τοῦ ἁγίου κατορθωμάτων ἡ γνῶσις. Ἕκαστος γὰρ τῶν ἐξ ἀλλοτρίας ἡκόντων ἐφιστάμενος τῷ τόπῳ, καὶ τὸν μάρτυρα ζητῶν, εἶτα οὐχ ὁρῶν ἐκεῖ, εὐθέως ἐπὶ τὸ ζητῆσαι τὴν αἰτίαν ἔρχεται, καὶ οὕτω πᾶσαν τὴν ἱστορίαν ἀκούσας ἄπεισι, πλέον κερδάνας ἢ πρότερον· οὕτω καὶ παραγενόμενος τῇ Δάφνῃ, καὶ πάλιν αὐτὴν ἐγκαταλιπὼν τὰ μέγιστα ὀνίνησι.
feeling shame at the terms they had agreed to, yet compelled by the oaths to depart from their ancestral possessions for them. And one might see a spectacle more pitiable than any captivity: for those inhabiting that city, from whom they expected to receive favours, because like a bulwark they had placed all those within in a haven, having always put themselves forward before all against all dangers, from these very men suffered the deeds of enemies, removing to a foreign land, and leaving behind houses and fields, and torn away from all their forefathers' possessions, and having endured these things at the hands of their own countrymen. Such things have we enjoyed from the noble emperor! Now these things have not been said simply, rather so as to solve the perplexity of those who inquire why ever God did not punish the emperor from the beginning. For He wished often, while he was raging, to check him from his onward rush and to correct him by the evils of others; yet since he strove against Him, He handed him over to extreme evils, treasuring up the true repayment of his audacious deeds for the great day, while also through the present punishment rousing the more supine and making them more sober-minded. For such is the long-suffering of God: upon those who do not use it as they ought it brings on a more bitter penalty towards the end; and just as it is beneficial to those who repent, so also to the unyielding and hard it becomes an occasion of greater punishments. And if someone should say: Why, then, did God not foreknow that the tyrant would be incorrigible?—we shall say that He did foreknow it, yet He never ceases doing His own part on account of His foreknowledge of our wickedness; rather even if we do not receive His admonition, He himself displays His own loving-kindness. And if we thrust ourselves into greater evils, this is no longer on account of Him, Who showed long-suffering not for this reason, that we might perish, rather that we might be saved, rather on account of us who insulted His ineffable forbearance. And thus also the boundlessness of His loving-kindness is shown. For when we ourselves refuse to profit from His great long-suffering, then He turns it to the gain of others, everywhere displaying both His loving-kindness and His resourcefulness together—which very thing took place then also. And the tyrant thus ended his life, while of his madness and of the power of the blessed Babylas there stand as memorials both the temple and the martyr's shrine, the one being desolate, while the other holds the same efficacy which it had before as well. And the coffin is no longer brought back up again, God having dispensed this also, so that the knowledge of the saint's triumphs might become clearer to those who come after. For each one of those coming from a foreign land, standing by the place and seeking the martyr, then not seeing him there, straightway comes to seek the cause, and thus having heard the whole story goes away, having gained more than before; thus both on arriving at Daphne and on leaving it behind again he profits the most greatly.
Τοιαύτη ἡ τῶν μαρτύρων ἰσχὺς, καὶ ζώντων, καὶ τελευτώντων, καὶ τόποις ἐφισταμένων, καὶ πάλιν αὐτοὺς καταλιμπανόντων. Καὶ γὰρ ἐξ ἀρχῆς μέχρι τέλους συνῆπται τὰ κατορθώματα συνεχῆ. Ὅρα γὰρ, ἤμυνε τοῖς τοῦ Θεοῦ νόμοις ὑβριζομένοις, ἔλαβεν ὑπὲρ τοῦ τετελευτηκότος δίκην, ἣν ἔδει· ἔδειξεν ὅσον ἱερωσύνης καὶ βασιλείας τὸ μέσον, κατέλυσε πάντα τὸν τοῦ κόσμου
Such is the strength of the martyrs, both living and dying, both stopping at places and again leaving them behind. For from beginning to end their triumphs have been linked continuously together. For see: he defended the laws of God when they were being insulted, he exacted on behalf of the dead man the penalty which was due; he showed how great is the interval between priesthood and kingship, he brought down all the world's
Notes, col. 570

On the reading

Printed αισχυνόμενοι, for αἰσχυνόμενοι.

PG 50:569 bisRead from the page
Hoc quippe bellum Persico sibi gravius videbatur, unde prius confecto minore, tunc majus hoc sibi suscipiendum esse putabat. Haec porro nobis renuntiarunt ii, qui ipsi a consiliis erant. Contra nos igitur furore ardens, et quotidie ad majorem elatus insaniam, numquam in eadem sententia persistebat; sed priore consilio posito rursus nobis persequutionem minabatur. Cum vero Deus illum coercere, ardentemque comprimere vellet, hoc denuo signum induxit, igni in templum Daphnes immisso.
For this war seemed to him more formidable than the Persian war; wherefore he thought that he ought first to finish the lesser war, and then take up this greater one. Moreover, those who were of his own council reported these things to us. Burning with fury against us, therefore, and carried away day by day to greater madness, he never abode by the same resolve, but laying aside his former plan would once again threaten us with persecution. And when God wished to check him and curb his fiery rage, He brought in this sign anew, sending fire upon the temple at Daphne.
23. Ille vero ne sic quidem furorem sedavit, imo potius cum rei nostrae devastandae cupidine disrumperetur, ne quidem tempus, quod comminando sibi praestituerat, exspectavit; sed Euphratem trajecturus, de militibus experimentum sumebat: ac quibusdam numero paucis adulatione corruptis, repugnantes sibi nequaquam remisit, veritus ne si caeteros segregasset, debiliorem contra Persas exercitum redderet.
23. Yet not even so did he allay his fury; nay rather, bursting with eagerness to ravage our cause, he did not even await the time which he had fixed for himself in his threats, but as he was about to cross the Euphrates he made trial of his soldiers; and having corrupted some few in number by flattery, he by no means dismissed those who opposed him, fearing lest, if he weeded out the rest, he should render his army weaker against the Persians.
Julianus in Persico bello perit. — Quis nobis quae hinc consequuta sunt recenseat, longe terribiliora iis quae in deserto, quae in mari, quae in Aegypto, quo tempore induratus ille Pharao plectebatur, omnesque alii submergebantur? Quemadmodum enim tunc, postquam nullis hujusmodi calamitatibus cedere, neque resipiscere voluit Aegyptius, tandem illum Deus cum reliquo exercitu perdidit: ita et nunc, postquam ad omnia Dei prodigia impudenter ille constitit, nihilque inde lucri percepit, sed sine emendatione mansit, extremis illum Deus malis involvit, ut, quandoquidem ille aliorum calamitatibus ad meliorem frugem reduci noluerat, ejus exitio caeteri emendarentur. Qui enim tot militum myriadas eduxerat, quot nullus antea Imperatorum, totamque Persidem incursu quodam et sine sudore se capturum sperabat, ita misere et infeliciter rem gessit, ac si mulierum vel parvulorum potius, quam virorum exercitum secum habuisset. Primum namque illos consilii inopia in tantam necessitatem adegit, ut equinis carnibus vescerentur, et alii fame, alii siti absumpti, perirent. Quasi enim in Persarum gratiam exercitum agere, ac non illos capere, sed suos prodere vellet, sic in angusta loca conclusit, ac tantum non vinctos hosti tradidit. Omnes porro quae illic contigere calamitates, ne ex iis quidem, qui illam viderunt et experti sunt, possit quispiam recensere, ita omnem modum superarunt. Sed ut summatim dicam, illo turpiter ac misere mortuo: alii enim dicunt illum a calone quodam, de rerum statu indignante, percussum cecidisse; alii interfectorem non novisse, sed tantummodo percussum dicunt rogasse ut in Cilicia sepeliretur, ubi nunc jacet: cum itaque sic ille turpiter cecidisset, milites se in extremis constitutos esse cernentes, hostibus supplices accedunt, datisque juramentis, se omnium munitissimo praesidio cessuros, quod partium nostrarum ceu murus erat inexpugnabilis, humanosque nacti barbaros, sic evaserunt, ex multisque pauci remigrarunt, sed affectis corporibus, de inito foedere pudefacti, per jusjurandum vero coacti paternis bonis cedere.
Julian perishes in the Persian war. — Who could recount for us the things that followed thereupon, far more terrible than those in the wilderness, those in the sea, and those in Egypt at the time when hard-hearted Pharaoh was scourged and all the rest were drowned? For just as at that time, after the Egyptian refused to yield to any calamities of that kind or to come to his senses, God at last destroyed him together with the rest of his host, so also now, after this man stood shamelessly against all the wonders of God and reaped no profit from them, but remained unreformed, God plunged him into the utmost calamities, so that since he had refused to be brought back to a better mind by the disasters of others, the rest might be chastened by his own ruin. For he who had led forth so many myriads of soldiers—as many as no Emperor before him—and hoped to capture all Persia at a single onrush and without sweat, conducted the campaign so wretchedly and disastrously as though he had with him an army of women or little children rather than of men. For first of all, through lack of counsel, he drove them into such dire straits that they fed on horse-flesh, and perished, some consumed by famine, others by thirst. For as though he were manoeuvring the army as a favour to the Persians, and wished not to capture them but to betray his own men, so did he hem them in amidst narrow defiles and all but hand them over in chains to the enemy. Moreover, all the calamities that befell there not even one of those who saw and experienced that campaign could recount, so greatly did they surpass every measure. But to speak summarily, when he had died shamefully and miserably—for some say that he fell struck down by a certain camp-servant indignant at the state of affairs, while others say that his slayer was unknown, and only that when struck he asked to be buried in Cilicia, where he now lies—when he had thus shamefully fallen, the soldiers, seeing themselves reduced to the utmost extremity, approached the enemies as suppliants, swearing oaths that they would surrender the most strongly fortified stronghold of all, which stood like an impregnable bulwark of our borders; and finding the barbarians humane, they escaped on those terms, and a few out of many returned home, broken in body, put to shame over the treaty they had concluded, and compelled by their oath to yield up their ancestral lands.
PG 50:570 bisRead from the page
Videreque erat quavis captivitate miserabilius spectaculum: nam urbis illius cives, a quibus gratiam exspectabant, quod instar propugnaculi positi eos omnes, qui intra hos limites essent, quasi in portu constituissent, pro omnibus semper ad omnia pericula objecti, ab iisdem hostilia passi sunt, et domibus cedentes et agris, et a paternis possessionibus avulsi, qua calamitate a suis affecti sunt. Hunc nos fructum ab egregio Imperatore percepimus. Haec porro non temere dicta sunt, sed ut responderemus iis, qui quaererent, cur non ab initio de Imperatore Deus poenas sumpserit. Illum enim rabie ductum saepe voluit ab ulteriore impetu coercere, alienorumque malorum exemplo emendare: quia vero ille repugnavit, in extrema eum mala conjecit: veram quidem peccatorum ultionem in magnum illum diem reservans, praesenti vero poena supiniores excitans et ad meliorem frugem reducens. Tanta enim est Dei tolerantia, ut qui ea non recte utuntur, eos graviore tandem poena afficiat: ac quemadmodum poenitentibus utilis, ita pervicacibus et obstinatis majoris supplicii causa evadit. Quod si quis dicat: Quid igitur? annon praeviderat Deus fore, ut tyrannus numquam emendaretur? huic respondebimus, praevidisse quidem, sed numquam propter malitiae nostrae praevisionem cessaturum esse quae ad se spectant facere. Verum etsi nos admonitionem non admittamus, ille nihilominus benignitatem suam demonstrat; sin etiam in majora impingamus mala, nihil hoc ad eum spectat, qui non ideo nos peccantes diu tulit ut periremus, sed ut salutem consequeremur; verum nostra culpa evenit, qui ineffabilem ejus tolerantiam despeximus. Atque ita immensa ejus benignitas declaratur. Cum enim nolumus magna ejus frui patientia, tunc eam ille in aliorum lucrum convertit, ubique simul benignitatem et solertiam suam prodens. Quod etiam tunc factum est. Et tyrannus quidem sic vitam clausit; ac tum insaniae ejus, tum Babylae virtutis monumenta exstant: templum, item et martyrium, illud quidem desertum, hoc eamdem quam prius virtutem retinens. Capsa autem non ultra refertur, Deo ita providente, ut adventantibus clarior Babylae gestorum notitia evadat. Quisquis enim peregrinus locum adiens et martyrem quaerens, cum illum abesse videt, statim causam sciscitatur, et sic totam edoctus historiam recedit, majus, quam prius, lucrum reportans; sic et Daphnen adventans, et inde recedens, maximam utilitatem percipit.
And one might behold a spectacle more pitiful than any captivity: for the citizens of that city, from whom they expected gratitude because, stationed like a bulwark, they had established all who dwelt within these borders as though in a safe harbour, ever exposing themselves to every peril on behalf of all, suffered hostilities from those very men; and departing from houses and lands, and torn away from their ancestral possessions, with what calamity were they afflicted by their own countrymen! Such was the fruit we reaped from that noble Emperor. Now these things have not been said rashly, but so that we might answer those who ask why God did not exact punishment from the Emperor from the outset. For when he was driven on by madness, God often wished to restrain him from further assault and to amend him by the example of others' calamities; yet because he resisted, He cast him into extreme evils, reserving indeed the true vengeance upon sinners for that great day, while by present chastisement rousing the more slothful and leading them back to a better course. For so great is the forbearance of God that those who do not use it rightly He visits at last with heavier punishment; and just as it is profitable to the penitent, so to the stubborn and obstinate it becomes the cause of greater torment. But if someone should say: What then? Had God not foreseen that the tyrant would never be amended?—we shall reply to him that He foresaw it indeed, yet would never cease doing what pertains to Himself on account of His foreknowledge of our malice. For even if we do not admit admonition, He none the less displays His loving-kindness; and if we plunge into still greater evils, this in no way touches Him, who bore long with us in our sins not that we might perish, but that we might attain salvation; rather, it came to pass through our own fault, since we despised His ineffable forbearance. And thus His measureless goodness is made manifest. For when we refuse to enjoy His great patience, He turns it to the profit of others, everywhere revealing at once His kindness and His wisdom. And so indeed it happened at that time. Thus did the tyrant close his life; and monuments both of his madness and of the virtue of Babylas still stand: the temple, and likewise the martyrium, the former desolate, the latter retaining the very same power as before. Yet the reliquary chest is not brought back thither again, God so providing in order that a clearer knowledge of the deeds of Babylas may arise for those who visit. For whatever stranger approaches the place and seeks the martyr, upon seeing that he is absent, straightway inquires into the cause, and so departs instructed in the whole history, carrying away greater profit than before; and in like manner whoever comes to Daphne and departs thence receives the greatest benefit.
Martyrum tam vivorum, quam mortuorum virtus. — Ea est martyrum virtus, viventium, mortuorum, praesentium locis, absentium. Etenim ab initio ad finem ejus facinora continua quasi serie copulata fuere. Si perpendas enim, violatas Dei leges ultus est, pro occiso debitas poenas sumpsit, quanta sit sacerdotium inter et imperium differentia ostendit, mundi fastum omnem dissolvit, mundi pompam calcavit, Imperatores docuit, ne ultra mensuram sibi a Deo praescriptam potestatem extenderent, sacerdotes docuit, ut in hoc principatu praeesse oporteat.
The power of the martyrs, whether living or dead. — Such is the power of the martyrs, whether living or dead, whether present in those places or absent. For from beginning to end his noble deeds were linked together as in an unbroken chain. Indeed, if you weigh the matter, he avenged the violated laws of God, exacted due punishment for the slain, showed how great is the difference between the priesthood and imperial rule, dissolved all the arrogance of the world, trampled underfoot the world's pomp, taught Emperors not to extend their authority beyond the measure prescribed for them by God, and taught priests how one ought to preside in this spiritual governance.