παρέσυρεν, ἐν αἰθρίᾳ δὲ καὶ τῆς νεφέλης παρελθούσης κατενήνεκται· νεφέλην καὶ κατακλυσμὸν τὸν τοῦ προτέρου βασιλέως καιρὸν καλῶν. Καὶ πάλιν μικρὸν προελθὼν, αὐτὸ δὴ τοῦτη πικροτέρως ἀποδύρεται λέγων· Εἶτα διψώντων μέν σοι τῶν βωμῶν αἵματος, ἔμενες, Ἄπολλον, φρουρὸς ἀκριβὴς τῆς Δάφνης, καὶ ῥᾳθυμούμενος· ἔστι δὲ ὅπῃ καὶ προπηλακιζόμενος περικοπτόμενός τε τὸν ἔξω κόσμον ἠνέσχου· νῦν δὲ μετὰ πολλὰ μὲν πρόβατα, πολλοὺς δὲ βοῦς, στόμα βασιλέως ὅσιον τῷ ποδὶ δεξάμενος, ἰδὼν ὃν προὔλεγες, ὀφθεὶς ὑπὸ τοῦ μεμηνυμένου, πονηροῦ γειτονήματος ἀπαλλαγεὶς, νεκροῦ τινος ἐνοχλοῦντος ἐγγύθεν, ἐκ μέσης τῆς θεραπείας ἀποπεπήδηκας. Πόθεν ἔτι φιλοτιμησόμεθα πρὸς ἄνδρας ἱερῶν μεμνημένους καὶ ἀγαλμάτων; Τί λέγεις, ὦ θρηνῳδέ; Ἀτιμαζόμενος μὲν καὶ προπηλακιζόμενος τῆς Δάφνης ἔμενε φρουρὸς ἀσφαλής· τιμώμενος δὲ καὶ θεραπευόμενος οὐδὲ τὸν ναὸν ἴσχυσε φυλάξαι τὸν αὑτοῦ, καὶ ταῦτα εἰδὼς, ὅτι ἐκείνου πεσόντος εἰς μείζονα ἀτιμίαν καταστήσεται τῆς προτέρας; Τίς δὲ καὶ ὁ νεκρὸς, ὦ σοφιστὰ, ὁ τὸν σὸν θεὸν ἐνοχλῶν; ποῖον τὸ πονηρὸν γειτόνημα; Ἐνταῦθα γὰρ εἰς τὰς τοῦ μακαρίου Βαβύλα ἀνδραγαθίας ἐμπεσὼν, καὶ διανήξασθαι τὴν αἰσχύνην οὐκ ἔχων, ἐγκαλυψάμενος ἁπλῶς παρέδραμεν, ὅτι μὲν ὑπὸ τοῦ μάρτυρος ἠνωχλεῖτο καὶ ἐθλίβετο ὁ δαίμων, εἰπὼν, οὐκέτι δὲ προσθεὶς πῶς τὴν ἧτταν συσκιάσαι σπουδάσας ὁ δαίμων, μᾶλλον αὐτὴν ἐξεκάλυψεν· ἁπλῶς γάρ φησι· Πονηροῦ γειτονήματος ἀπαλλαγείς. Διὰ τί γὰρ οὐ λέγεις, ὦ ληρόσοφε, τὸν νεκρὸν τίς ἦν, καὶ διὰ τί μόνος ἠνώχλει σου τὸν θεὸν, καὶ διὰ τί μετεκινεῖτο μόνος; Διὰ τί δὲ καὶ πονηρὸν αὐτὸν γειτόνημα καλεῖς, εἰπέ μοι; ὅτι τοῦ δαίμονος τὴν ἀπάτην ἤλεγξε; Καὶ μὴν τοῦτο οὐ πονηροῦ τινος γειτονήματος ἔργον ἦν, ὥσπερ οὖν οὐδὲ νεκροῦ, ἀλλὰ καὶ ζῶντος, καὶ ἐνεργοῦντος, καὶ χρηστοῦ, καὶ προστάτου, καὶ κηδεμόνος, καὶ πάντα ὑπὲρ τῆς ὑμετέρας πραγματευομένου σωτηρίας, εἴ γε ἐβούλεσθε. Ἵνα γὰρ ὑμῖν μὴ ἐξῇ ἐπὶ πλέον ἀπατᾷν ἑαυτοὺς, καὶ λέγειν, ὅτι ὀργιζόμενος, καὶ ὑπὲρ θυσιῶν ἐγκαλῶν, καὶ ὑπὲρ τῆς ἄλλης θεραπείας μεμφόμενος ἀνεχώρησεν ἑκὼν, διὰ τοῦτο αὐτὸν καὶ ἐκ τοῦ χωρίου τούτου παντὸς ἀπήλασεν, ὃ μάλιστα πάντων φίλον ἦν αὐτῷ, καὶ ὃ τῶν ἄλλων οὕτω προετίμησεν, ὡς καὶ ἀτιμαζόμενος προσεδρεύειν αὐτῷ. Σὺ γὰρ τοῦτο προλαβὼν εἶπες· Καὶ ἐν τούτῳ δὲ τῷ καιρῷ ἐν ᾧ πολλὰ μὲν πρόβατα, πολλοὺς δὲ βοῦς αὐτῷ κατέσφαττεν ὁ βασιλεύς· ὥστε πανταχόθεν ἐλέγχεσθαι, ὅτι ἀναγκαζόμενος καὶ ὑπὸ μείζονος ὠθούμενος δυνάμεως τὴν Δάφνην ἀπέλιπεν. Ἐνῆν μὲν γὰρ καὶ τοῦ ξοάνου μένοντος διώκειν αὐτὸν, ἀλλ' ὑμεῖς οὐκ ἂν ἐπιστεύσατε, ὥσπερ οὖν οὐδὲ πάλαι ὅτε ὑπ' αὐτοῦ πεπέδητο, ἀλλ' ἐνέκεισθε θεραπεύοντες. Δι' ὃ πρότερον ἀφεὶς ἑστάναι τὸ ξόανον, ὅτε μάλιστα ἤρθη τῆς ἀσεβείας ἡ φλὸξ, τότε αὐτὸ κατήνεγκε, δεικνὺς ὅτι τὸν νικῶντα οὕτω χρὴ νικᾷν, οὐ τεταπεινωμένων, ἀλλ' αἰρομένων καὶ λαμπρῶν ὄντων περιγινόμενον τῶν ἐχθρῶν. Διὰ τί γὰρ αὐτὸς τότε οὐκ ἐκέλευσε τῷ εἰς τὴν Δάφνην αὐτὸν ἀναγαγόντι βασιλεῖ, κατασκάψαι τὸν νεὼν, μεταθεῖναι τὸ ξόανον, ὥσπερ οὖν καὶ τὴν λάρνακα; Ὅτι οὔτε ἐβλάπτετο παρ' αὐτοῦ, οὔτε σαρκικῆς ἔχρῃζε συμμαχίας, ἀλλὰ καὶ τότε καὶ νῦν χωρὶς ἀνθρωπίνης αὐτὸν κατέβαλε χειρός. Καὶ τὴν μὲν προτέ-
sweep away our temple, whereas in clear weather and after the cloud had passed by it has been brought down—calling the time of the former emperor a cloud and a deluge. And again, proceeding a little further, he bewails this very thing more bitterly, saying: Then, while your altars thirsted for blood, you remained, O Apollo, an exact guardian of Daphne, even when neglected; and at times you even endured being heaped with mud and stripped of your outward adornment; whereas now, after many sheep and many oxen, having received upon your foot the holy mouth of an emperor, having seen him whom you foretold, having been seen by him who had been declared, having been rid of a wicked neighbourhood—some dead man troubling you from near at hand—you have leapt away out of the midst of the worship! Whence shall we any longer take pride before men who make mention of temples and statues? What do you say, O chanter of dirges? When dishonoured and heaped with mud he remained a stedfast guardian of Daphne; yet when honoured and worshipped he had not strength even to guard his own temple, even though knowing that when it fell he would be brought into greater dishonour than the former? And who too is the dead man, O sophist, that troubles your god? What sort of wicked neighbourhood? For here, falling in with the valiant deeds of the blessed Babylas, and unable to swim through the shame, he veiled his face and merely ran past, stating on the one hand that the demon was troubled and hemmed in by the martyr, yet no longer adding how the demon, in his eagerness to shade over his defeat, all the more uncovered it; for he merely says: Having been rid of a wicked neighbourhood. Why then do you not state, O wiseacre, who the dead man was, and why he alone troubled your god, and why he alone was removed? And why too do you call him a wicked neighbourhood, tell me? Because he convicted the demon's deceit? And yet this was not the work of some wicked neighbourhood, just as indeed it was not that of a dead man either, but of one living, and active, and good, and a protector and guardian, and labouring in all things on behalf of your salvation, if only you had been willing. For lest it should be open to you to deceive yourselves any further and say that he withdrew willingly being angry and laying charges concerning sacrifices and finding fault concerning the rest of his worship, on this account he drove him away even from this whole place, which was dearest of all to him, and which he had so preferred above the rest as to sit beside it even when dishonoured—for you yourself anticipated and said this—and at this very season too in which the emperor was slaughtering many sheep and many oxen to him; so that from every side he is convicted of having left Daphne under compulsion and thrust out by a greater power. For it was possible to chase him out even while the xoanon remained, yet you would not have believed, just as you did not of old when he had been fettered by him, but persisted in worshipping. Wherefore, having first suffered the xoanon to stand, when the flame of impiety was lifted up highest of all, then he brought it down, showing that it behooves the victor thus to conquer, prevailing over his foes not when they have been humbled, but when they are exalted and splendid. For why did he himself at that time not command the emperor who brought him up to Daphne to raze the temple and remove the xoanon, just as indeed the coffin was? Because he neither suffered harm from him, nor had need of fleshly alliance, but both then and now cast him down without a human hand. And the former