τοῦ μάρτυρος ὁμολογῆσαι τὴν δύναμιν, ἢ οὕτως ἀναίσχυντα προφασίζεσθαι! Καὶ ὁ μὲν δαίμων ταῦτα· ὁ δὲ ἀνόητος βασιλεὺς, καθάπερ ἐν σκηνῇ παίζων καὶ δρᾶμα ὑποκρινόμενος, ἐπὶ τὸν μακάριον εὐθέως ἦλθε Βαβύλαν. Καίτοι, ὦ μιαροὶ καὶ παμμίαροι, εἰ μὴ ἀλλήλους ἐξηπατᾶτε ἑκόντες καὶ συνυπεκρίνασθε πρὸς τὴν τῶν λοιπῶν ἀπώλειαν, τί δήποτε σὺ μὲν λέγεις ἀνωνύμως καὶ ἀδιορίστως τοὺς νεκροὺς, σὺ δὲ, ὡς ὀνομαστὶ καὶ μετὰ διορισμοῦ τινος ἀκούσας, τῶν ἄλλων ἀφέμενος τὸν ἅγιον μόνον κινεῖς; Ἐχρῆν γὰρ κατὰ τὴν τοῦ δαίμονος ἀπόφασιν πάσας ἀνορύττειν τὰς ἐν τῇ Δάφνῃ θήκας, καὶ τὸ μορμολυκεῖον τῆς τῶν θεῶν ὄψεως ἀπάγειν ὡς ποῤῥωτάτω. Ἀλλ' οὐ περὶ πάντων εἶπε τῶν νεκρῶν. Τί οὖν τοῦτο οὐ διαῤῥήδην ὡμολόγησεν; Ἦ σοι τὸ δρᾶμα ὑποκρινομένῳ τῆς πλάνης τοῦτο ἀφῆκε τὸ αἴνιγμα. Ἐγὼ μὲν γὰρ λέγω τοὺς νεκροὺς, φησὶν, ὥστε μὴ δήλην γενέσθαι τὴν ἧτταν· καὶ ἄλλως γὰρ δέδοικα ὀνομαστὶ τὸν ἅγιον εἰπεῖν, σὺ δὲ νόει τὸ λεχθὲν, καὶ ἀντὶ πάντων κίνει τὸν μάρτυρα· ἐκεῖνος γὰρ ἡμᾶς ἐπεστόμισε. Τοσαύτην κατέγνω παραπληξίαν τῶν θεραπευόντων αὐτὸν, ὡς οὕτω φανερὰν ἀπάτην μὴ δυνηθῆναι συνιδεῖν. Εἰ γὰρ ἐξεστήκεσαν ἅπαντες, εἰ γὰρ ἐμεμήνεσαν, οὐδ' ἂν οὕτω διέφυγον τὴν τῆς ἥττης κατάγνωσιν, οὕτω φανερὰ πᾶσίν ἐστι καὶ σαφής. Εἰ γὰρ μίασμά τι καὶ μύσος ἐστὶν, ὡς φὴς, τὰ νεκρὰ τῶν ἀνθρώπων σώματα, πολλῷ μᾶλλον τὰ τῶν ἀλόγων, ὅσῳ καὶ τὸ γένος ἀτιμότερον τοῦ γένους· πολλῶν δὲ καὶ κυνῶν, καὶ πιθήκων, καὶ ὄνων ὀστᾶ πλησίον τοῦ ναοῦ κατορώρυκται, καὶ ταῦτα μᾶλλον ἐχρῆν μετακινεῖν, εἰ μὴ πιθήκων ἀνθρώπους ἀτιμοτέρους ἡγῇ. Ποῦ νῦν εἰσιν οἱ τὸ καλὸν τοῦ Θεοῦ δημιούργημα καὶ πρὸς ὑπηρεσίαν ἡμετέραν γεγονὸς τὸν ἥλιον ἐνυβρίζοντες, καὶ τῷ δαίμονι τὸ ἄστρον ἐπιφημίζοντες, καὶ τοῦτο ἐκεῖνον εἶναι λέγοντες; Ὁ μὲν γὰρ ἥλιος, μυρίων ἐν τῇ γῇ κειμένων νεκρῶν, ἐκχεῖται κατὰ τῆς οἰκουμένης, καὶ οὐδαμοῦ συστέλλει τὰς ἀκτῖνας οὐδὲ τὴν ἐκ τούτων ἐνέργειαν διὰ τοὺς μολυσμούς· ὁ δὲ θεὸς ὁ ὑμέτερος βίους μὲν αἰσχροὺς καὶ μαγγανείας καὶ φόνους οὐκ ἀποστρέφεται, οὐδὲ μισεῖ, ἀλλὰ καὶ ἀγαπᾷ, καὶ ἀσπάζεται καὶ φιλεῖ· σώματα δὲ ἐκτρέπεται τὰ ἡμέτερα· καίτοι τὸ μὲν τῆς κακίας εἶδος καὶ παρ' αὐτοῖς τοῖς δρῶσιν αὐτὸ μυρίας καταγνώσεως ἄξιον εἶναι δοκεῖ, τὸ δὲ σῶμα τὸ νεκρὸν καὶ ἀκίνητον οὐδεμιᾶς μετέχει μέμψεως, καὶ αἰτίας. Ἀλλ' αὕτη τῶν δαιμόνων ὑμῶν ἡ προαίρεσις, βδελύττεσθαι μὲν τὰ μὴ βδελυκτὰ, τιμᾷν δὲ καὶ ἀποδέχεσθαι τὰ παντὸς ἄξια μίσους καὶ ἀποστροφῆς. Καὶ ἀνὴρ μὲν ἀγαθὸς οὐδὲ βουλεύσασθαί τι χρήσιμον, οὔτε πρᾶξαί τι τῶν δεόντων ὑπὸ σώματος κωλυθήσεται νεκροῦ· ἀλλὰ ἂν ὑγιαίνῃ τὴν ψυχὴν, καὶ παρ' αὐτοῖς οἰκῶν τοῖς τάφοις, καὶ σωφροσύνην καὶ δικαιοσύνην καὶ πᾶσαν ἐπιδείξεται τὴν ἀρετήν. Καὶ χειροτέχνης δὲ ἕκαστος ἀνεμποδίστως τὰ τῆς οἰκείας ἐπιστήμης πάντα ἐργάσεται, καὶ παρέξει τοῖς δεομένοις αὐτοῦ, οὐ πλησίον νεκρῶν καθήμενος μόνον, ἀλλὰ κἂν αὐτὰ τὰ μνήματα τῶν κατοιχομένων οἰκοδομῆσαι δέῃ, καὶ ὁ ζωγράφος, καὶ ὁ λιθοξόος, καὶ ὁ τέκτων., καὶ ὁ χαλκοτύπος, καὶ πάντες τὰ αὑτῶν συνεισφέρουσι· μόνος δὲ πάντων ὁ Ἀπόλλων ὑπὸ τῶν νεκρῶν κωλύεσθαί φησι τὰ μέλλοντα προορᾷν. Καὶ μὴν καὶ παρ' ἡμῖν ἄνδρες γεγόνασι μεγάλοι καὶ θαυμαστοὶ, καὶ τὰ πρὸ τετρακοσίων καὶ χιλίων προεῖπον ἐτῶν, καὶ προλέγοντες οὐδὲν τούτων οὔτε ἐζήτησαν, οὔτε ἐμέμψαντο, οὔτε τοὺς τάφους τῶν ἀπελθόντων ἀναῤῥήγνυσθαι ἐκέλευσαν, καὶ τοὺς κειμένους ῥίπτεσθαι, καὶ τυμβωρυχίας ξένον καὶ ἀναίσχυντον ἐπινοεῖν τρόπον· ἀλλ' οἱ μὲν αὐτῶν ἔθνεσι
to confess the power of the martyr, than to put forward such shameless pretexts! Thus spoke the demon; and the foolish emperor, just as if playing upon a stage and acting out a drama, came straightway against the blessed Babylas. And yet, O polluted and utterly polluted men, if you were not willingly deceiving one another and joining in hypocrisy for the ruin of the rest, why ever do you on the one hand speak of the dead unnamed and indefinitely, while you on the other, as though having heard by name and with some definition, leave the others alone and remove the saint only? For according to the demon's verdict one ought to have dug up all the coffins in Daphne, and carried off that bugbear as far away as possible from the sight of the gods. Yet he did not speak concerning all the dead. Why then did he not confess this expressly? Truly for you, as you acted out the drama of deceit, he left this riddle. For I, he says, speak of the dead so that my defeat may not become manifest—and besides, I am afraid to utter the saint by name—but do you understand what has been said, and instead of all remove the martyr; for it was he who stopped our mouths. Such derangement did he adjudge against those who worshipped him, that they were unable to perceive so manifest a deceit. For even if all had lost their wits, even if they had gone mad, not even so would they have escaped the condemnation of his defeat, so manifest and clear is it to all. For if the dead bodies of men are some defilement and abomination, as you say, much more so are those of brute beasts, inasmuch as that race is more dishonourable than this race; yet the bones of many dogs, and apes, and asses lie buried near the temple, and one ought rather to have removed these, unless you deem men more dishonourable than apes. Where now are those who insult the sun, the fair handiwork of God made for our service, and dedicating the star to the demon, say that he is this? For the sun, though ten thousand dead bodies lie in the earth, is poured forth over the inhabited world, and nowhere draws back its rays nor the operation that comes from them on account of pollutions; whereas your god neither turns away from nor hates base lives and sorceries and murders, nay rather loves and welcomes and cherishes them, yet turns aside from our bodies—even though the form of wickedness seems worthy of ten thousand condemnations even among those very men who practise it, while the dead and motionless body partakes of no blame or accusation. Yet this is the purpose of your demons: to abhor things that are not abhorrent, and to honour and welcome things worthy of all hatred and aversion. And a good man will neither be hindered by a dead body from deliberating anything useful, nor from doing anything that is needful; but if he is sound in soul, even dwelling beside the tombs themselves he will display temperance and righteousness and all virtue. And every craftsman also will work unhindered all the things of his own skill, and will furnish them to those who have need of him, not only sitting near the dead, but even if it be necessary to build the very tombs of the departed: both the painter, and the stone-mason, and the carpenter, and the brazier, and all contribute their part; while Apollo alone of all says that he is hindered by the dead from foreseeing the things to come. And yet among us also there have been great and wonderful men, and they foretold things fourteen hundred years beforehand, and in foretelling they neither sought any of these things, nor found fault, nor ordered the tombs of the departed to be broken open and those lying there to be cast out, and a strange and shameless method of grave-robbing to be invented; but some of them, while sojourning among