Migne Reading Room

PG 50 · cols. 553–556 bis · Read from the page

De S. Babyla contra Julianum et Gentiles Liber (Λόγος εἰς τὸν μακάριον Βαβύλαν καὶ κατὰ Ἰουλιανοῦ καὶ πρὸς Ἕλληνας)

De S. Babyla contra Julianum et Gentiles Liber (Λόγος εἰς τὸν μακάριον Βαβύλαν καὶ κατὰ Ἰουλιανοῦ καὶ πρὸς Ἕλληνας)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:553Read from the page
ιγʹ. Καὶ τὸ μὲν τῆς Δάφνης κάλλος καὶ τοὺς ῥᾳθυμοτέρους ἐκκαλεῖται πρὸς ἑαυτήν· ὁ δὲ μάρτυς καθάπερ ἐν ἀλείᾳ τινὶ καθήμενος καὶ λοχῶν τοὺς εἰσιόντας, κατέχει τέως αὐτούς, καὶ ῥυθμίσας πρότερον, οὕτως ἀφίησιν, οὐδὲ ὑβριστικῶς, ἀλλὰ σεμνῶς τῇ ἐρωμένῃ χρησομένους λοιπόν. Ἐπειδὴ γὰρ τῶν ἀνθρώπων οἱ μὲν διὰ ῥᾳθυμίαν, οἱ δὲ διὰ φροντίδας βιωτικάς, οὐκ ἐθέλουσιν εἰς τὰς τῶν μαρτύρων θήκας ἀπαντᾷν, ᾠκονόμησεν ὁ Θεὸς τούτῳ σαγηνεύεσθαι τῷ τρόπῳ, καὶ τῆς θεραπείας αὐτοὺς ἀπολαύειν τῆς ἐν τῇ ψυχῇ· καὶ γίνεται παρόμοιον ὥσπερ ἂν εἴ τις τὸν κάμνοντα ὠφέλιμα φάρμακα προσίεσθαι μὴ καταδεχόμενον μεθοδεύσειεν ἡδύσματι τὸ φάρμακον ἐγκατακρύψας τινί. Τῷ γοῦν χρόνῳ θεραπευόμενοι εἰς τοῦτο κατέστησαν, ὥς μηκέτι τὴν τρυφὴν μόνον, ἀλλὰ καὶ τοῦ ἁγίου τὴν ἐπιθυμίαν τῆς ἐπὶ τὸ προάστειον ἀνόδου πρόφασιν γίνεσθαι τοῖς πολλοῖς· μᾶλλον δὲ οἱ μὲν ἐπιεικέστεροι διὰ τοῦτο μόνον ἐκεῖσε ἔρχονται, οἱ δὲ ἐκείνων ἐλάττους δι' ἀμφότερα, οἱ δὲ ἔτι τούτων ἀτελέστερον διακείμενοι διὰ μόνην μὲν ἀναβαίνουσι τὴν τρυφήν· ἐπειδὰν δὲ παραγένωνται, καλέσας αὐτοὺς ὁ μάρτυς καὶ ἑστιάσας τοῖς αὑτοῦ, καὶ καθοπλίσας καλῶς, οὐδὲν ἀφίησι δεινὸν παθεῖν· καὶ ἔστιν ὁμοίως θαυμαστὸν τὸ ἐκεῖ γινόμενον, σωφρονῆσαί τινα τῶν ἁβρῶν καὶ ῥᾳθύμων, καὶ οἷον ἐκ μέσης μανίας ἀνενεγκεῖν, ἢ εἰς κάμινον ἐμπεσόντα μηδὲν ὑπὸ τοῦ πυρὸς παθεῖν. Τῆς τε γὰρ νεότητος, καὶ τῆς τόλμης τῆς ἀλόγου, καὶ τοῦ οἴνου, καὶ τῆς πλησμονῆς φλογὸς χαλεπώτερον περιισταμένων τοὺς λογισμούς, ἡ παρὰ τοῦ μακαρίου δρόσος διὰ τῶν ὄψεων, εἰς τὴν τῶν ὁρώντων καταβαίνουσα ψυχήν, τήν τε φλόγα ἐκοίμισε, καὶ τὸν ἐμπρησμὸν ἔστησε, καὶ πολλὴν τῆς διανοίας κατέσταξε τὴν εὐλάβειαν. Καὶ τῆς μὲν ἀσελγείας τὴν τυραννίδα οὕτως ὁ μακάριος κατέλυσε· πῶς δὲ καὶ τοῦ δαίμονος τὴν δύναμιν ἔσβεσε; Πρῶτον μὲν τούτοις αὐτοῖς ἄπρακτον αὐτοῦ καὶ τὴν προσεδρείαν καὶ τὴν ἀπὸ τοῦ μύθου βλάβην ἐργασάμενος, ὕστερον δὲ καὶ αὐτὸν ἀπελάσας τὸν δαίμονα. Πρὶν ἢ δὲ τὸν τρόπον τῆς διώξεως εἰπεῖν, ἐκεῖνο ὑμᾶς ἐπισημήνασθαι ἀξιῶ, ὅτι οὐκ εὐθέως αὐτὸν ἀνελθὼν ἐξέβαλεν, ἀλλὰ μένοντα εἰργάσατο ἄπρακτον, καὶ ἐπεστόμισε, καὶ τῶν λίθων ἀπέφηνεν ἀφωνότερον· τοῦ δὲ ἀπελάσαι τὸ μένοντος περιγενέσθαι οὐκ ἔλαττον ἦν. Καὶ ὁ πάντας πανταχοῦ πρότερον ἀπατῶν οὐδὲ πρὸς τὴν κόνιν ἀντιβλέψαι ἐτόλμησε τοῦ μακαρίου Βαβύλα· τοσαύτη τῶν ἁγίων ἡ δύναμις, ὧν ζώντων μὲν οὐδὲ τὰς σκιὰς φέρουσιν, οὐδὲ τὰ ἱμάτια, τελευτησάντων δὲ καὶ τὰς λάρνακας τρέμουσιν. Ὥστε εἴ τις ἀπιστεῖ τοῖς ὑπὸ τῶν ἀποστόλων γεγενημένοις, τὰ παρόντα θεωρῶν παυέσθω τῆς ἀναισχυντίας ποτέ. Ὁ γὰρ πάντα τὰ τῶν Ἑλλήνων πάλαι νικῶν, καθάπερ ὑπὸ δεσπότου τοῦ μάρτυρος ἐπιτιμηθείς, ἐπαύσατο τῆς ὑλακῆς, καὶ οὐδὲν ἐφθέγγετο. Καὶ τὸ μὲν πρῶτον ἐδόκει, διὰ τὸ μὴ μετέχειν θυσιῶν καὶ τῆς ἄλλης θεραπείας, τοῦτο ποιεῖν. Τοιοῦτος γὰρ ὁ τῶν δαιμόνων τρόπος· ὅταν μὲν τῇ κνίσσῃ, καὶ τῷ καπνῷ, καὶ τοῖς αἵμασιν αὐτοὺς θεραπεύωσι, καθάπερ κύνες αἱμοβόροι καὶ λίχνοι παραγίνονται λάψοντες· ὅταν δὲ μηδεὶς ὁ ταῦτα παρέχων ᾖ, καθάπερ τινὶ λιμῷ διαφθείρονται. Καὶ τῶν μὲν θυσιῶν καὶ τῶν αἰσχρῶν ἐπιτελουμένων τελετῶν· οὐδὲν γὰρ αὐτῶν ἕτερον τὰ μυστήρια, ἀλλ' ἢ ἔρωτες ἄτοποι, καὶ παίδων ὕβρεις, καὶ γάμων
13. And while the beauty of Daphne calls out even the more slothful towards herself, the martyr, sitting as though in some sunny spot and lying in wait for those entering, holds them back for a time, and having first disciplined them, so lets them go, no longer to use their beloved insolently, but reverently henceforth. For since some men out of slothfulness, and others because of worldly cares, are unwilling to repair to the shrines of the martyrs, God dispensed that they should be caught in the net in this way, and should enjoy the healing that is in the soul; and there comes to pass something quite like what would happen if someone should treat by stratagem a sick man who refuses to take wholesome medicines, concealing the medicine in some seasoning. At all events, being healed in time they came to this point, that no longer luxury alone, but also longing for the saint became for most men the motive for the ascent to the suburb; or rather, the more decent go there on account of this alone, those inferior to them on account of both, while those disposed yet more imperfectly than these go up on account of luxury alone; yet whenever they arrive, the martyr, having called them and feasted them with his own goods, and armed them well, suffers them to undergo nothing dreadful; and what takes place there is likewise marvellous—that one of the soft and slothful should come to his senses and as it were recover out of the midst of madness, no less than that one who has fallen into a furnace should suffer nothing from the fire. For when youth, and unreasoning rashness, and wine, and surfeit beset their thoughts more grievously than a flame, the dew from the blessed man, descending through the eyes into the soul of the beholders, both lulled the flame to sleep, and stayed the conflagration, and distilled great reverence upon the mind. And thus the blessed man overthrew the tyranny of licentiousness; but how did he also quench the power of the demon? First by rendering both his haunting of the spot and the harm from the myth ineffectual through these very things, and afterwards by driving out the demon himself as well. Yet before telling the manner of his expulsion, I ask you to note this: that upon going up he did not cast him out immediately, but while he remained rendered him ineffectual, and stopped his mouth, and showed him more speechless than the stones; and to prevail over him while he remained was no less a thing than to drive him out. And he who formerly deceived all men everywhere did not dare even to look straight at the dust of the blessed Babylas: so great is the power of the saints, whose shadows even, nor their garments, they do not endure while they live, and at whose coffers too they tremble when they have died. So that if anyone disbelieves the things wrought by the apostles, beholding the present things let him cease at last from his shamelessness. For he who of old prevailed over all the affairs of the Greeks, rebuked by the martyr as by a master, ceased from his barking and uttered nothing. And at first he seemed to do this because of not partaking of sacrifices and the rest of his worship. For such is the manner of demons: when men court them with savour, and smoke, and blood, like bloodthirsty and gluttonous dogs they come up to lap; but when there is no one to supply these things, they perish as though by some famine. And while the sacrifices and shameful rites are being celebrated—for their mysteries are nothing other than unseemly loves, and outrages against boys, and corruptions of marriages,
PG 50:554Read from the page
διαφθοραί, καὶ οἰκιῶν ἀνατροπαί· τῶν γὰρ φόνων τοὺς σκαιοὺς τρόπους καὶ τὰ τῶν φόνων ἀνομώτερα δεῖπνα ἀφίημι νῦν· ἀλλ' ὅμως τούτων μὲν τελουμένων πάρεισι καὶ εὐφραίνονται, κἂν κακοῦργοι, κἂν γόητες, κἂν λοιμοὶ οἱ ταῦτα τελοῦντες ὦσι· μᾶλλον δὲ οὐδέ εἰσιν ἕτεροί τινες οἱ ταῦτα διακονούμενοι. Σώφρων γὰρ ἀνὴρ καὶ ἐπιεικὴς καὶ σεμνὸς οὐκ ἂν ἀνάσχοιτο κώμου καὶ μέθης, οὐδὲ ῥῆμα αἰσχρὸν οὔτε αὐτὸς ἐκβαλεῖν, οὔτε ἑτέρου τινὸς τοιαῦτα ἀσχημονοῦντος ἀκοῦσαι. Καίτοι γε ἐχρῆν εἰ τῆς ἀρετῆς ἐπεμελεῖτο τῆς ἀνθρωπίνης, καὶ τῆς εὐζωΐας τῶν προσκειμένων αὐτῷ λόγον εἶχε βραχύν, μηδὲν πλέον βίου ζητεῖν ἀρίστου καὶ τρόπων ὀρθότητος, καὶ τὴν ἀσχήμονα πᾶσαν ἐκείνην ἀφεῖναι θοίνην. Ἀλλ' ἐπειδὴ τῆς τῶν ἀνθρώπων ἀπωλείας αὐτοῖς οὐδὲν προτιμότερον, τούτοις καὶ τέρπονται καὶ τιμᾶσθαι λέγουσιν, ἃ τὸν βίον ἀνατρέπειν εἴωθε τὸν ἡμέτερον, καὶ πάντα ἐκ βάθρων ἀνασπᾷν τὰ καλά.
and overthrowings of households, for I pass over now the perverse manners of murders and the banquets more lawless than murders—yet nevertheless when these things are being accomplished they are present and rejoice, even though malefactors, even though sorcerers, even though pests be those who perform these things; or rather, those who minister these things are none other at all. For a temperate and decent and grave man would not endure revelry and drunkenness, nor either to cast forth a shameful word himself or to hear someone else behaving so unseemly. And yet it would have been fitting, if he cared for human virtue and held even slight regard for the good life of those devoted to him, to seek nothing more than an excellent life and uprightness of manners, and to dismiss all that unseemly feasting. But since nothing is more precious to them than the destruction of men, in these things they both delight and say that they are honoured, which are wont to overturn our life and to tear up all noble things from their foundations.
ιδʹ. Τὸ μὲν οὖν πρῶτον ἐδόκει καὶ οὗτας διὰ τοῦτο σιγᾷν, ἠλέγχετο δὲ ὕστερον ἰσχυρᾷ πεπεδημένος ἀνάγκῃ. Ὁ γὰρ ἀναγκάζων φόβος αὐτὸν ἀντὶ χαλινοῦ τινος ἐπικείμενος ἐκώλυε τῇ συνήθει χρῆσθαι κατὰ τῶν ἀνθρώπων ἀπάτῃ. Πόθεν τοῦτο δῆλον; Ἀλλὰ μὴ θορυβηθῆτε· πρὸς γὰρ αὐτὴν βαδιοῦμαι τὴν ἀπόδειξιν, μεθ' ἣν οὐδὲ τοῖς μεμελετηκόσιν ἀναισχυντεῖν ἐξέσται τοῦτο ποιεῖν, οὐ περὶ τῶν παλαιῶν ἐκείνων, οὐ περὶ τῆς τοῦ μάρτυρος δυνάμεως, οὐ περὶ τῆς τοῦ δαίμονος ἀσθενείας. Οὐδὲ γὰρ δέομαι στοχασμοῖς τισι καὶ δι' εἰκότων τοῦτο ποιῆσαι φανερόν, ἀλλ' αὐτὴν τοῦ δαίμονος τὴν ὑπὲρ τούτων παρέξομαι μαρτυρίαν. Λὐτὸς γὰρ ὑμῖν καιρίαν ἔδωκε τὴν πληγήν, καὶ τὴν παρρησίαν ὑμῶν πᾶσαν ἐξέκοψεν. Ἀλλὰ μὴ ὀργίζεσθε αὐτῷ· οὐ γὰρ ἑκὼν τὰ αὑτοῦ κατέβαλεν, ἀλλὰ ἀναγκαζόμενος ὑπὸ μείζονος δυνάμεως τοῦτο ἔπραττε. Πῶς δὲ τοῦτο γέγονε, καὶ τίς ὁ τρόπος; Τοῦ βασιλέως τελευτήσαντος τοῦ τὸν μάρτυρα μεταθέντος, τὸν ἀδελφὸν τὸν ἐκείνου παρήγαγεν εἰς μέσον διαδεξόμενον τὴν ἀρχὴν ὁ καὶ ἐκείνῳ πρότερον δοὺς τὴν τιμήν· καὶ δέχεται χωρὶς τοῦ διαδήματος τὴν βασιλείαν οὗτος· τοσοῦτον γὰρ καὶ τῆς τοῦ ἀδελφοῦ τοῦ τετελευτηκότος ἐξουσίας τὸ μέτρον ἦν. Γόης δὲ ὢν καὶ μιαρός, τὸ μὲν πρῶτον τὰ τοῦ Χριστοῦ φρονεῖν ὑπεκρίνατο, διὰ τὸν τὴν ἀρχὴν αὐτῷ δεδωκότα· ὡς δὲ καὶ οὗτος τὸν βίον μετήλλαξε, ῥίψας τὸ προσωπεῖον λοιπόν, γυμνῇ τῇ κεφαλῇ, ἣν πάλαι ἔχων δεισιδαιμονίαν ἔκρυπτε, ταύτην εἰς μέσον ἐξήγαγε, καὶ πᾶσιν ἐποίησε φανεράν, καὶ προστάγματα πανταχοῦ τῆς οἰκουμένης κατεπέμπετο τοὺς ναοὺς ἐπισκευάζεσθαι τῶν εἰδώλων, τοὺς βωμοὺς ἀνίστασθαι, τὰς παλαιὰς τοῖς δαίμοσιν ἀποδίδοσθαι τιμάς, προσόδους αὐτοῖς γίνεσθαι πολλὰς πολλαχόθεν. Ἐντεῦθεν μάγοι, καὶ γόητες, καὶ μάντεις, καὶ οἰωνοσκόποι, καὶ μηναγύρται, καὶ πάσης ἐργαστήρια μαγγανείας πάντοθεν ἀπὸ τῆς οἰκουμένης συνέτρεχον, καὶ ἦν ἰδεῖν τὰ βασίλεια ἀνδρῶν ἀτίμων καὶ φυγάδων πληρούμενα. Οἱ μὲν γὰρ ὑπὸ τοῦ λιμοῦ πάλαι διαφθειρόμενοι, οἱ δὲ ἐπὶ ταῖς φαρμακείαις, καὶ ταῖς κακουργίαις ἑάλωσαν, δεσμωτήριά τε οἰκοῦντες, καὶ μέταλλα ἐργαζόμενοι, ἄλλοι δὲ ἐξ ἐπιτηδευμάτων αἰσχρῶν μόλις δυνάμενοι
14. At first, then, this one too seemed to keep silence on account of this, yet afterwards he was convicted of having been fettered by strong necessity. For the fear that compelled him, lying upon him instead of some bridle, hindered him from using his customary deceit against men. Whence is this manifest? Nay, be not troubled; for I shall proceed to the very demonstration, after which it will not be possible even for those who have practised being shameless to do this—neither concerning those ancient things, nor concerning the power of the martyr, nor concerning the weakness of the demon. For I have no need to make this plain by certain conjectures and through probabilities, but I shall furnish the very witness of the demon himself on behalf of these things. For he himself dealt you a mortal blow, and cut off all your boldness of speech. Yet do not be angry with him; for not willingly did he cast down his own cause, but compelled by a greater power he did this. And how has this come to pass, and what was the manner? When the emperor who had transferred the martyr had died, he who had previously given the honour to that man also brought forward into the midst his brother to succeed to the rule; and this man receives the sovereignty without the diadem, for such also had been the measure of the authority of his brother who had died. Now being a sorcerer and polluted, at first he feigned to hold the things of Christ, on account of him who had given him the rule; but when that man also departed this life, having flung off the mask henceforth, with bare head he brought out into the midst that superstition which he had long held and kept hidden, and made it manifest to all, and edicts were sent down everywhere in the inhabited world that the temples of the idols should be repaired, the altars set up again, the ancient honours restored to the demons, and many revenues accrue to them from many quarters. Thence magicians, and sorcerers, and diviners, and augurs, and begging priests of Cybele, and workshops of every jugglery ran together from all sides out of the inhabited world, and one could see the palace filled with dishonoured men and fugitives. For some had of old been perishing of famine, while others had been caught in sorceries and villainies, both inhabiting prisons and working the mines, and others again were scarcely able from shameful pursuits to
Notes, col. 554

On the reading

Printed οὗτας, for οὗτος.

Printed Λὐτὸς, for Αὐτὸς.

PG 50:553 bisRead from the page
13. Et quidem Daphnes pulchritudo vel segniores ad se illicit : martyr vero ceu in piscatu quodam sedens, ac ingredientibus insidias parans, eos interim detinet, illos prius decenter affectos, sic remittit, ut amata non contumeliose, sed temperanter in posterum utantur. Quia enim ex hominibus alii segnitie, alii saecularibus curis abducti, nolunt martyrum thecas adire, ideo providit Deus ut hoc irretirentur modo, et animae curatione medelaque fruerentur. Et perinde accidit ac si quis aegrum congruentia remedia admittere nolentem, pharmacum dulci condimento obductum offerens, deciperet. Sic igitur paulatim ad sanitatem reducti, eo perveniunt, ut non jam deliciae solum, sed etiam sancti desiderium suburbium adeundi occasio sit multis; imo vero qui modestiores sunt, hac una de causa illo accedunt; qui in minori gradu, utriusque rei causa; qui vero his etiam imperfectiores sunt, ob delicias tantum eo ascendunt : cum autem eo advenerint, accitos martyr cum suis epulis exceperit, optima munitos armatura, non sinit quidpiam mali pati : perindeque mirum est, mollem et socordem aliquem temperantem reddere, et quasi ex media insania reducere, ut illic efficitur, ac si quis in fornacem illapsus nihil ex igne damni pateretur. Nam dum juventus, petulans audacia, vinum, satietas qualibet flamma vehementius cogitationem invadunt, ros a beato viro immissus, per oculos in ipsam descendens animam, flammam sopit, incendium exstinguit, magnamque pietatem in animum instillat. Sic igitur sanctus ille lasciviae tyrannidem solvit. Quo autem pacto daemonis potestatem exstinxit? Primo quidem tum sedem eorum illam, tum fabulae noxam inutilem reddidit, deindeque daemonem prorsus exegit. Verum antequam ejectionis modum dicam, illud vos animadvertere rogo, eum scilicet non statim atque advenit daemonem expulisse, sed manentem illum agendis rebus ineptum reddidisse, osque illi obturasse, ita ut plusquam lapides mutum ipsum redderet : nec minus erat manentem superare, quam expellere. Ac qui prius omnes ubique homines decipiebat, ne cinerem quidem beati Babylae respicere audebat : tanta est sanctorum potestas, quorum viventium ne umbras quidem neque vestimenta ferunt, mortuorum vero capsas tremunt. Itaque si quis apostolorum gestis fidem non habet, his saltem conspectis impudentiam tandem ponat. Nam qui omnia, quae gentilium erant, olim vicerat, a martyre tanquam ab hero increpatus latrandi finem fecit, nec ultra loquutus est. A primo quidem videbatur, quod sacrificiorum caeterique cultus particeps non esset, id facere. Hic enim daemonum mos est : cum homines nidore, fumo sanguineque ipsos colunt, tanquam canes sanguinarii et voraces lambendi causa adsunt; cum autem rursus nemo quidquam praebet hujusmodi, quasi fame pereunt. Dum sacrificia offeruntur, dum turpia celebrantur mysteria; nihil enim aliud sunt gentilium mysteria, quam obscoeni amores, puerorum contumeliae, adulteria, domorum subversiones : mitto nunc caedium sinistros mores, ac ipsis caedibus iniquiores coenas : dum haec, inquam, celebrantur, adsunt et laetantur : etiamsi malefici, etiamsi praestigiatores, etiamsi pestes sint, qui talia peragunt mysteria; imo vero non alii sunt qui haec administrant.
13. And indeed the loveliness of Daphne lures even the more sluggish to itself; whereas the martyr, sitting as though at some fishing-net and laying a snare for those who enter, holds them fast in the meantime, and only sends them away once they have first been brought to a seemly disposition, so that hereafter they may use what they loved not wantonly, but temperately. For because among men some through sloth and others drawn away by worldly cares are unwilling to visit the shrines of the martyrs, God therefore provided that they should be caught in this way and enjoy the healing and remedy of their souls. And it happens just as if one should beguile a sick man unwilling to accept wholesome remedies by offering him medicine coated with sweet seasoning. Brought back little by little to health in this manner, they reach the point where no longer pleasures alone, but also longing for the saint becomes for many the occasion for going to the suburb; nay, those who are more modest repair thither for this sole cause, those on a lower rung for the sake of both, and those still more imperfect than these go up thither solely for pleasures; yet once they have arrived there, and the martyr has welcomed those summoned with his own banquet and armed them with the noblest armour, he suffers them to undergo no harm whatever. And to render some soft and listless man temperate and draw him back, as it were, out of the midst of madness, as is wrought there, is just as marvellous as if one who had fallen into a furnace should suffer no harm from the fire. For while youth, wanton boldness, wine, and surfeit assail the thoughts more fiercely than any flame, a dew sent down by the blessed man, descending through the eyes into the very soul, lulls the flame, quenches the conflagration, and instils deep piety into the mind. Thus, then, did that holy man dissolve the tyranny of licentiousness. And in what manner did he extinguish the power of the demon? First, indeed, he rendered both that haunt of theirs and the mischief of the fable useless, and thereafter drove out the demon altogether. Yet before I speak of the manner of his expulsion, I ask you to observe this: namely, that he did not drive the demon out the moment he arrived, but while the demon remained rendered him powerless for action and stopped his mouth, so as to make him more dumb than stones; nor was it a less feat to vanquish him while he remained than to expel him. And he who formerly deceived all men everywhere did not dare so much as to look upon the ashes of blessed Babylas: so great is the power of the saints, whose very shadows and garments demons cannot endure while they live, and whose reliquaries they tremble at when they are dead. Therefore, if anyone puts no faith in the deeds of the apostles, let him at least lay aside his shamelessness at length upon beholding these things. For he who of old had prevailed over all that belonged to the Gentiles, when rebuked by the martyr as by a master, made an end of his barking and spoke no further. At first, indeed, he seemed to do so because he had no share in sacrifices and the rest of pagan worship. For such is the wont of demons: when men worship them with savour, smoke, and blood, they attend like bloodthirsty and ravenous dogs to lap it up; whereas when no one furnishes aught of the kind, they perish, as it were, of hunger. While sacrifices are offered, while foul mysteries are celebrated—for the mysteries of the Gentiles are nothing else than obscene loves, outrages upon boys, adulteries, and the overthrow of households; I pass over now their perverse practices of bloodshed, and banquets more iniquitous than murders themselves—while these things, I say, are celebrated, they are present and rejoice, even though sorcerers, jugglers, and plagues of men be those who perform such mysteries; nay, none other are they who minister in these rites.
Notes, col. 553 bis

On the reading

Printed aduiteria, for adulteria.

PG 50:554 bisRead from the page
Sapiens enim vir, probus atque modestus nec comessationem nec ebrietatem admittit, nec obscoenum verbum emittit, neque alium talia proferentem audire vult. Atqui oportebat, si de hominum virtute sollicitus esset, et si sequacium suorum felicitatem vel tantillum curaret, nihil potius requirere, quam vitam optimam morumque probitatem, atque illas omnes turpissimas dapes relinquere. Sed quia hominum pernicie nihil ipsis optatius est, iis laetantur seseque honorari dicunt, quae vitam nostram subvertere, omniaque bona funditus evellere solent.
For a wise, upright, and modest man admits neither revelry nor drunkenness, utters no obscene word, and refuses to listen to another who brings forth such things. Yet if the demon had been concerned for human virtue and cared even a whit for the well-being of his followers, he ought to have demanded nothing sooner than an excellent life and integrity of manners, and to have abandoned all those most foul feasts. But because nothing is more welcome to them than the ruin of men, they delight in and proclaim themselves honoured by the very things that are wont to subvert our life and uproot all goodness from its foundations.
14. Daemon sive oraculum Apollinis tacet ob praesentiam Reliquiarum S. Babylae. Julianus Apostata cultum deorum instaurat. — Primo quidem videbatur hic quoque daemon ideo tacere; sed ut postea palam factum est, violenta necessitate praepeditus erat : metus enim imminens instar freni, ne solita contra homines fraude uteretur, impediebat. Unde hoc liquet? Sed ne turbemini; nam ad id demonstrandum propero, postea vero ne iis quidem, qui impudenter agere meditantur, id licebit; non circa vetera illa id praestare poterunt, non circa martyris potestatem, non circa daemonum infirmitatem. Non conjecturis, non verisimilitudine ad id demonstrandum opus habeo, sed ipsum daemonis super his testimonium exhibebo. Ipse enim lethalem vobis plagam inflixit, vestramque omnem fiduciam praecidit. At vos ne illi succenseatis : non enim sponte res suas prostravit, sed majori coactus virtute id effecit. Id vero quo modo et qua ratione factum est? Mortuo eo Imperatore, qui martyrem transtulerat, fratrem ejus imperium suscepturum in medium produxit is, qui illi hunc honorem contulerat : atqui hic sine diademate imperium accipit : par enim erat etiam defuncto fratri dignitatis mensura. Cum autem hic praestigiator ac scelestus esset, primo quidem ejus gratia qui sibi principatum dederat, Christianum se esse simulavit; illo autem vita functo, abjecta larva, perfricta fronte, quam antea intus celaverat superstitionem in medium productam nemini non manifestam fecit : tum mandata ubique terrarum mittebantur, ut idolorum templa instaurarentur, arae excitarentur, pristini daemonibus honores redderentur, multi ad illos concursus variis ex locis fierent. Hinc magi, praestigiatores, vates, haruspices, menagyrtae (a), omnesque praestigiarum officinae undique ex toto orbe concurrebant; videreque erat regiam ipsam infamibus fugitivisque viris refertam. Nam qui fame olim peribant, qui in maleficiis veneficiisque deprehensi, qui carceri mancipati, qui ad metalla damnati fuerant; alii quoque qui sordidis artibus victum parare vix poterant, sacerdotes et sacri vates statim effecti magno in honore erant.
14. The demon or oracle of Apollo falls silent because of the presence of the Relics of Saint Babylas. Julian the Apostate restores the worship of the gods. — At first, indeed, this demon also seemed to keep silent for that reason; yet, as became manifest afterwards, he had been shackled by violent necessity: for overhanging dread, like a bridle, hindered him from plying his accustomed fraud against men. Whence is this clear? Do not be troubled; for I hasten to demonstrate it, and thereafter not even those who plot to act shamelessly will have leave to doubt it: they will be unable to gainsay either those ancient events, or the power of the martyr, or the weakness of the demons. I have no need of conjectures or likelihood to prove this, but I shall produce the demon's own testimony upon these matters. For he himself dealt you a mortal blow and cut off all your confidence. Yet do not be angry with him: for not willingly did he cast down his own cause, but compelled by a mightier power did he do so. And in what manner and by what course did this come to pass? Upon the death of that Emperor who had translated the martyr, the prince who had bestowed this honour upon that prince's brother brought the latter forward to assume the sovereignty—though at that time he received rule without the diadem, for an equal measure of dignity had belonged to his deceased brother as well. Now although this man was an impostor and a miscreant, at first, out of regard for him who had given him princely sway, he feigned himself a Christian; once that emperor had departed this life, however, casting off the mask with brazen brow, he brought out into the open the superstition he had previously concealed within and made it plain to all: straightway edicts were dispatched throughout the world that the temples of idols should be restored, altars re-erected, the ancient honours rendered back to the demons, and throngs gathered to them from diverse places. Thereupon magicians, jugglers, soothsayers, haruspices, mendicant priests of Cybele (a), and all the workshops of trickery flocked together from every side out of the whole world, and one might see the very palace crammed with infamous and runaway men. For those who of old were starving to death, those caught in sorceries and poisonings, those consigned to prison or condemned to the mines, and others too who could scarcely scrape a living by sordid trades, were forthwith made priests and sacred seers, and stood in high honour.
Notes, col. 554 bis

On the reading

Printed dieunt, for dicunt.

PG 50:555 bisRead from the page
Et Imperator quidem duces ac praefectos missos faciebat, nihilque ducebat, amasios autem viros, meretricesque e fornicibus ubi prostabant eductas, secum per urbem totam et viculos circumducebat; imperatorius autem equus, et praetoriani omnes a tergo procul sequebantur; lenones et lenae totusque amasiorum coetus Imperatorem in medio positum circumdantes per forum ambulabant, talia verba jactantes, tales cachinnos effundentes, quales par erat hujusmodi officinae homines. Scimus porro haec posteros incredibilia putaturos esse, ob absurditatis magnitudinem : neque enim vel privatus homo ex iis qui vilem turpemque vitam duxerunt, tam indecore palam agere velit. Sed ad eos, qui etiamnum superstites sunt, nulla opus oratione : nam qui praesentes talia viderunt, haec jam audituri sunt. Ideo enim vivis etiamnum testibus haec scribo, ne quis me vetera quaedam ignorantibus narrantem magna licentia mentiri existimet. Ex iis enim qui ea viderunt et senes et juvenes adhuc supersunt, quos rogo omnes, ut si quid a me additum fuerit, accedant meque redarguant : sed quod aliquid addiderim, me arguere non possunt; quod omiserim, possunt : neque enim turpitudinis excessus potest oratione repraesentari. Posteris vero non credituris hoc dixerim, daemonem illum apud vos, quem Venerem vocatis, non pudere talibus uti ministris. Nihil itaque mirum est si miser ille, qui daemonum ludibrio sese prorsus addixerat, non pudore afficeretur de quibus ipsi dii, quos ipse coleret, gloriabantur. Jam quis recenseat necromantias puerorumque caedes? Haec quippe sacrificia, quae ante Christi adventum homines offerre ausi sunt, postque ejus adventum cessaverunt, rursum instaurare aggressus est, non quidem palam : etiamsi enim Imperator esset et arbitratu suo omnia faceret, attamen facinoris impietas immanitasque ejus potestatis magnitudinem superabat. Illud tamen facere ausi sunt.
And the Emperor dismissed his generals and prefects and held them of no account, while he led paramours and harlots brought forth from the brothels where they plied their trade round about with him through the whole city and its alleys; the imperial steed and all the bodyguards followed far behind, while panders and procuresses and the whole troop of revellers surrounded the Emperor in their midst and paraded through the marketplace, hurling out such speeches and pouring forth such peals of laughter as befitted men from a workshop of that sort. We know moreover that posterity will deem these things incredible by reason of the vastness of their absurdity; for not even a private man among those who have led a base and shameful life would consent to behave so unseemlily in public. Yet to those who still survive to this day there is no need of words, for they who were present and beheld such things are now about to hear them recounted. Indeed, I write these things while eyewitnesses are still alive for this very reason, lest anyone should suppose that in relating ancient matters to those unacquainted with them I am lying with great licence. For both old men and young men who saw those scenes still remain alive, all of whom I ask, if aught has been added by me, to come forward and convict me; yet they cannot convict me of having added anything, though of having omitted much they can, for the excess of that turpitude cannot be set forth in speech. And to men of hereafter who will scarcely believe it I would say this: that the demon among you whom you call Venus is not ashamed to employ such ministers. It is no wonder, then, if that wretch, who had given himself over utterly to the mockery of demons, felt no shame at things wherein the very gods whom he worshipped gloried. And who now could recount the necromancies and the slaughters of boys? For those sacrifices which men dared to offer before Christ's coming, and which ceased after His coming, he set to work to revive once more—not openly, to be sure, for even though he was Emperor and did all things at his own pleasure, nevertheless the impiety and monstrosity of the outrage surpassed the greatness of his power. Yet this they dared to do.
15. Responsum daemonis ridiculum. — Hic igitur Imperator Daphnen frequenter cum multis donariis ascendens, plurimis oblatis sacrificiis, torrentesque sanguinis ex pecudum mactatione faciens, vehementer instabat oraculum a daemone quaerens, rogansque referri circa ea, quae in mente versabat. At strenuus ille, Qui arenae numerum novit mensuramque maris, Et surdum intelligit, et mutum audit, ut ipse ait, noluit quidem aperte palamque dicere, se ob beatum Babylam, vicinamque illam virtutem, obstructo esse ore, ac loqui non posse, veritus ne cultoribus suis risum moveret, neu victus palam deprehenderetur, causam silentii aperuit : imo sese magis ridiculum, quam ipsum silentium, declaravit : nam silentio quidem infirmitatem tantum suam demonstrabat, tum vero infirmitatem simul, turpitudinem et impudentiam prae se ferebat, dum ea occultare, quae occultari non poterant, conaretur. Quaenam igitur haec silentii causa? Daphne, inquit, locus est cadaveribus plenus, idque oraculum impedit. At quanto melius fuisset, miser, martyris virtutem confiteri, quam haec impudenter praetexere? Haec daemon respondit, stultus autem Imperator, quasi in scena ludens fabulamque agens, ad beatum statim Babylam accessit.
15. The ludicrous response of the demon. — This Emperor, accordingly, going up frequently to Daphne with many votive offerings, presenting countless sacrifices and making torrents of blood flow from the slaughter of flocks, pressed earnestly to obtain an oracle from the demon and besought an answer concerning the schemes he was revolving in his mind. Yet that stalwart one—Who knows the number of the sand and the measure of the sea, And understands the deaf, and hears the dumb, as he himself boasts—refused to state openly and plainly that on account of blessed Babylas and that neighbouring power his mouth was stopped and he could not speak, fearing lest he should stir up ridicule among his worshippers and be openly caught out in defeat; so he disclosed a pretext for his silence, nay, showed himself more ludicrous than the silence itself: for by silence he displayed his weakness alone, whereas then he paraded weakness, disgrace, and shamelessness all at once while striving to conceal what could not be concealed. What, then, was this pretext for silence? Daphne, he says, is a place full of corpses, and that hinders the oracle. Yet how much better had it been, o wretch, to confess the power of the martyr than shamelessly to put forward such pretences! Thus did the demon answer, and the foolish Emperor, as though sporting upon a stage and acting out a play, went straight to blessed Babylas.
PG 50:556 bisRead from the page
Atqui, o scelerati ac sceleratissimi, nisi vos mutuo sponteque deciperetis et ad aliorum perniciem simulatione uteremini, quare tu indiscriminatim cadavera memoras, tu vero, quasi nominatim et distincte audisses, relictis aliis sanctum solum removes? Oportebat enim secundum daemonis sententiam omnes in Daphne tumulos effodere, et terriculum illud a deorum aspectu quam longissime removere. At non de omnibus, inquies, cadaveribus loquutus est. Cur ergo id non professus est clare? Sane tibi hanc erroris fabulam agenti hoc aenigma reliquit. Ego, inquit daemon, cadavera dico, ne me victum aperte fatear, et alioquin timeo sanctum nominatim proferre : tu quod dictum est intellige, et sanctum solum amove : ille quippe os nobis obstruxit. Tantam nempe cultorum suorum dementiam agnovit, ut tam apertam fraudem advertere non possent : etsi enim omnes mente capti insanique essent, ne sic quidem cladis suae notitiam obtegere poterant : ita nempe clara et aperta omnibus erat. Nam si polluta quaedam et exsecranda res sunt, ut dicis, hominum cadavera, quanto magis brutorum, tanto scilicet quanto hoc genus illo vilius est : multa vero canum, simiarum, asinorum cadavera proxime templum defossa sunt, quae potius transmovere oportebat, nisi fortasse homines simiis censes esse viliores. Ubi nunc sunt, qui pulchrum illud Dei opificium, ad ministerium nostrum creatum, nempe solem, contumelia afficiunt, et daemoni astrum illud adscribunt, atque hunc illud esse affirmant? Sol enim, cadaveribus innumeris in terra jacentibus, per universum orbem diffunditur, nec uspiam radios vel radiorum efficaciam pollutionis metu contrahit : deus autem vester nec turpem vitam, nec praestigias, nec caedes aversatur vel odio habet; sed diligit, amplectitur et amat; verum corpora tamen nostra aversatur : quamquam malitiae species, etiam illam peragentibus summa reprehensione digna esse videatur; at mortuum immobileque corpus nec culpae nec reprehensioni obnoxium est. Sed hoc est deorum vestrorum institutum, ut abominentur, quae non abominanda sunt, colant autem et approbent ea, quae omni sunt odio et exsecratione digna. Et bonus quidem vir neque a sano consilio, neque ab honesta actione per mortuum corpus deterrebitur; sed si animo sit sano, etsi ad ipsa sepulcra domicilium habeat, et temperantiam, et justitiam, et virtutem omnem exhibebit. Quivis item artifex, quae ad artem spectant suam, omnia sine obice faciet, et rogantibus se praebebit, non modo prope cadavera sedens, sed etiamsi ipsa defunctorum sepulcra construere opus fuerit, et pictor, et latomus, et faber, et aerarius sculptor, denique omnes suam operam conferunt; unus autem omnium Apollo a cadaveribus impediri se ait, quominus futura prospiciat. Atqui et apud nos viri fuere magni et mirabiles, qui ante mille et quadringentos annos res futuras praedixerunt, et vaticinantes nihil horum requisierunt, non conquesti sunt, non defunctorum sepulcra dirui jusserunt, non cadavera abjici, non sepulcrorum violationis novum impudentemque modum excogitari : attamen ex eis alii cum impiis scelestisque gentibus habitantes, alii in medio barbarorum, ubi omnia inquinata et contaminata erant, cum veritate omnia praedicebant, neque aliorum pollutio eorum vaticiniis oberat.
And yet, o abominable and thrice-accursed ones, unless you were willingly deceiving one another and practising pretence for the ruin of others, why do you make mention of corpses indiscriminately, while you, for your part, as though you had heard him named expressly and distinctly, leave all the rest untouched and remove the saint alone? For according to the demon's decree you ought to have dug up every tomb in Daphne and banished that bugbear as far as possible from the sight of the gods. Yet he did not speak of all the corpses, you will say. Why, then, did he not declare so plainly? Doubtless he left this riddle to you as you played out this farce of delusion. I speak of corpses, says the demon, lest I openly confess myself vanquished, and besides I dread uttering the saint's name expressly; do you understand what has been spoken and remove the saint alone, for it is he who has stopped our mouth. So great, forsooth, did he judge the madness of his worshippers to be that they could not perceive so manifest a fraud; though even had they all been reft of sense and raving mad, not even so could they have cloaked the knowledge of his defeat, so plain and open was it to all. For if the corpses of men are something defiled and execrable, as you allege, how much more those of brutes—just so much more, indeed, as that kind is viler than ours! Yet many carcasses of dogs, apes, and asses lie buried hard by the temple, and these you ought rather to have removed, unless perchance you deem men viler than apes. Where now are those who insult that fair handiwork of God created for our service—namely, the sun—and ascribe that luminary to the demon, and affirm that he is it? For while innumerable corpses lie upon the earth, the sun pours itself forth over the whole world and nowhere draws back its rays or the efficacy of its beams out of fear of pollution; whereas your god neither shuns nor hates a foul life, or juggleries, or murders, but loves, embraces, and cherishes them, yet turns away from our bodies—although vice in every form seems worthy of the heaviest censure even to those who practise it, while a dead and motionless body is liable neither to blame nor to reproach. Yet such is the ordinance of your gods: to abhor things that ought not to be abhorred, while worshipping and approving things worthy of all hatred and execration. Now a good man will be deterred neither from sound counsel nor from an honourable deed by a dead body; nay, if he be sound of mind, even though he have his dwelling hard by the sepulchres themselves, he will practise temperance, justice, and every virtue. Every craftsman likewise will perform without hindrance all that pertains to his craft and place himself at the service of those who ask him, not merely when sitting near corpses, but even if there be need to build the very sepulchres of the departed: the painter, the stonemason, the carpenter, the bronze-sculptor, in short all men contribute their labour; Apollo alone of all declares that he is hindered by corpses from foreseeing things to come! And yet among us also there were great and admirable men who fourteen hundred years ago foretold things to come, and in prophesying demanded none of these things, raised no complaint, and ordered no sepulchres of the dead to be torn down, no corpses to be cast out, no novel and shameless mode of tomb-robbery to be devised; nevertheless, some of them dwelling among impious and wicked nations, and others in the midst of barbarians where all things were defiled and polluted, foretold all things with truth, nor did the pollution of others stand in the way of their prophecies.