Migne Reading Room

PG 50 · cols. 531–534 bis · Read from the page

In S. Hieromartyrem Babylam Homilia (Εἰς τὸν ἅγιον ἱερομάρτυρα Βαβύλαν)

In S. Hieromartyrem Babylam Homilia (Εἰς τὸν ἅγιον ἱερομάρτυρα Βαβύλαν)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:531Read from the page
λεων ἀνατροπαὶ, καὶ λιμὸς ἁπάντων λιμῶν ὁ πικρότατος. Ἴστε γὰρ δήπου καὶ μέμνησθε, πῶς κενὴ μὲν ἦν ὠνίων ἡ ἀγορὰ, μεστὰ δὲ θορύβων τὰ ἐργαστήρια, ἑκάστου φιλονεικοῦντος τὸ φανὲν προαρπάσαι, καὶ ἀπελθεῖν. Καὶ τί λέγω λιμὸν, ὅπου γε καὶ αὐταὶ τῶν ὑδάτων ἐπιλειπόμεναι αἱ πηγαὶ, πηγαὶ ποταμοὺς τῇ δαψιλείᾳ τοῦ ῥεύματος ἀποκρύπτουσαι; Ἀλλ' ἐπειδὴ πηγῶν ἐμνήσθην, δεῦρο λοιπὸν ἐπὶ τὴν Δάφνην ἀνέλθωμεν, καὶ τὸν λόγον πρὸς τὰ τοῦ μάρτυρος κατορθώματα συνελάσωμεν. Καίτοι γε ἐπιθυμεῖτε τὰς Ἑλληνικὰς ἐκπομπεύειν ἀσχημοσύνας ἔτι· ἀλλ' ὅμως, καὶ οὕτως αὐτὸς ὢν, ἀπάγωμεν· πάντως γὰρ, ὅπου μαρτύρων μνήμη, ἐκεῖ καὶ Ἑλλήνων αἰσχύνη. Οὗτος τοίνυν ὁ βασιλεὺς ἀνιὼν εἰς τὴν Δάφνην, συχνῶς ἠνώχλει τὸν Ἀπόλλωνα δεόμενος, ἱκετεύων, ἀντιβολῶν, ὥστε μαντεύσασθαί τι περὶ τῶν μελλόντων αὐτῷ. Τί οὖν ὁ μάντις, ὁ μέγας τῶν Ἑλλήνων θεός; Νεκροί με κωλύουσι φθέγγεσθαι, φησίν· ἀλλὰ ἀνάρῥηξον τὰς θήκας, ἀνόρυξον τὰ ὀστᾶ, μετάστησον τοὺς νεκρούς. Τί τούτων ἀνοσιώτερον γένοιτ' ἂν τῶν ἐπιταγμάτων; Ξένους ὁ δαίμων τυμβωρυχίας εἰσάγει νόμους, καὶ καινοὺς ξενηλασίας ἐπινοεῖ τρόπους. Τίς ἤκουσε νεκροὺς ἐλαυνομένους ποτέ; τίς εἶδε σώματα ἄψυχα κελευόμενα μετανίστασθαι, καθάπερ οὗτος ἐπέταττε, τοὺς κοινοὺς τῆς φύσεως ἐκ βάθρων ἀνατρέπων νόμους; Κοινοὶ γάρ εἰσι τῆς φύσεως νόμοι παρὰ πᾶσιν ἀνθρώποις, τὸν ἀπελθόντα τῇ γῇ κρύπτεσθαι, καὶ ταφῇ παραδίδοσθαι, καὶ τοῖς κόλποις τῆς πάντων μητρὸς περιστέλλεσθαι γῆς. Καὶ τούτους οὐχ Ἕλλην, οὐ βάρβαρος, οὐ Σκύθης, οὐκ εἴ τις ἐκείνων ἀγριώτερος ἐκίνησε τοὺς νόμους ποτὲ, ἀλλ' αἰδοῦνται, καὶ φυλάττουσιν ἅπαντες, καὶ οὕτως εἰσὶν ἱεροὶ, καὶ πᾶσιν αἰδέσιμοι. Ἀλλ' ὁ δαίμων ἐπάρας τὸ προσωπεῖον, γυμνῇ τῇ κεφαλῇ πρὸς τὰ κοινὰ τῆς φύσεως ἵσταται δόγματα· Μίασμα γὰρ, φησὶν, εἰσὶν οἱ νεκροί. Οὐχ οἱ νεκροὶ μίασμα, πονηρότατε δαῖμον, ἀλλὰ προαίρεσις πονηρὰ μύσος ἐστίν. Εἰ δὲ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, τὰ τῶν ζώντων μᾶλλον μεστὰ κακίας, ἢ τὰ τῶν τετελευτηκότων, εἰσὶ σώματα μιαρά· τὰ μὲν γὰρ διακονεῖται τοῖς τῆς ψυχῆς ἐπιτάγμασι· τὰ δὲ κεῖνται ἀκίνητα· τὸ δὲ ἀκίνητον καὶ πάσης αἰσθήσεως ἔρημον, καὶ κατηγορίας ἂν εἴη πάσης ἐλεύθερον. Πλὴν ἀλλ' οὐδὲ τὰ τῶν ζώντων εἴποιμι ἂν ἔγωγε σώματα εἶναι τῇ φύσει μιαρὰ, ἀλλὰ πανταχοῦ τὴν πονηρὰν καὶ διεστραμμένην προαίρεσιν ταῖς παρὰ πάντων κατηγορίαις εἶναι ὑπεύθυνον.
throws of cities, and a famine the most bitter of all famines. For you surely know and remember how empty the market-place was of wares, while the workshops were full of tumults, each man striving to snatch beforehand what appeared and depart. And why do I speak of famine, where the very springs of waters failed—springs that eclipsed rivers by the abundance of their stream? Yet since I have mentioned springs, come now, let us go up to Daphne, and drive our discourse towards the noble deeds of the martyr. And yet you desire still to parade the shameful deeds of the Greeks; nevertheless, even though I myself am thus inclined, let us lead on; for altogether, where there is remembrance of martyrs, there is also shame of Greeks. This emperor therefore, going up to Daphne, kept troubling Apollo constantly, begging, supplicating, entreating that he would divine something for him about things to come. What then says the seer, the great god of the Greeks? Dead men hinder me from uttering speech, he says; rather break open the chests, dig up the bones, remove the dead. What could be more unholy than these injunctions? The demon introduces strange laws of tomb-robbing, and devises novel modes of expelling strangers. Who ever heard of dead men being driven out? Who saw lifeless bodies commanded to shift their abode, just as this one ordered, overturning from their foundations the common laws of nature? For there are common laws of nature among all men, that he who has departed should be hidden in the earth, and delivered to burial, and wrapped in the bosom of earth, the mother of all. And these laws neither Greek, nor barbarian, nor Scythian, nor anyone fiercer than they ever disturbed, rather all revere and guard them, and so sacred are they and venerable to all. Yet the demon, having lifted off his mask, stands bareheaded against the common decrees of nature: For the dead, he says, are a pollution. Not the dead are a pollution, O most wicked demon, rather a wicked choice is an abomination. And if one must say something marvellous too, the bodies of the living, full of wickedness, rather than those of the deceased, are defiled; for the former minister to the commands of the soul, while the latter lie motionless; and that which is motionless and bereft of all perception would be free from all accusation as well. Howbeit I for my part would not say that even the bodies of the living are defiled by nature, rather that everywhere a wicked and perverted choice is liable to accusations from all.
Οὐκ ἔστι σῶμα νεκρὸν μίασμα, Ἄπολλον, ἀλλὰ τὸ κόρην διώκειν σωφρονεῖν βουλομένην, καὶ σεμνότητα διορύττειν παρθένου, καὶ τῆς ἀναισχύντου πράξεως ἀποτυχόντα θρηνεῖν, τοῦτο καὶ κατηγορίας καὶ κολάσεως ἄξιον. Πολλοὶ γοῦν παρ' ἡμῖν ἐγένοντο προφῆται θαυμαστοὶ καὶ μεγάλοι, καὶ πολλὰ περὶ τῶν μελλόντων προειπόντες, καὶ οὐδαμοῦ τοὺς ἐρωτῶντας ἐκέλευον τὰ τῶν ἀπελθόντων ἀνορύττειν ὀστᾶ· ἀλλ' ὁ μὲν Ἰεζεκιὴλ αὐτῶν τῶν ὀστῶν πλησίον ἑστὼς, οὐ μόνον οὐδὲν ἐνεποδίζετο παρ' ἐκείνων, ἀλλὰ καὶ σάρκας αὐτοῖς καὶ νεῦρα καὶ δέρματα περιθεὶς, εἰς ζωὴν ἐπανήγαγεν αὐτὰ πάλιν. Ὁ δὲ μέγας Μωϋσῆς οὐ
Not a dead body is a pollution, O Apollo, rather to pursue a maiden wishing to live chastely, and to undermine the modesty of a virgin, and having failed of the shameless deed to lament—this is worthy both of accusation and of punishment. Many marvellous and great prophets, at any rate, arose among us, foretelling many things about things to come, and nowhere did they command those who inquired of them to dig up the bones of the departed; rather Ezekiel, standing close to the very bones, not only was hindered in no way by them, rather even having put flesh and sinews and skin around them, brought them back to life again. And great Moses not
PG 50:532Read from the page
πλησίον ὀστῶν εἱστήκει νεκρῶν, ἀλλ' αὐτὸν ὅλον νεκρὸν ἐπιφερόμενος τὸν Ἰωσὴφ, οὕτω τὰ μέλλοντα προὔλεγε· καὶ μάλα εἰκότως. Τὰ μὲν γὰρ ἐκείνων ῥήματα Πνεύματος ἁγίου χάρις ἦν· τὰ δὲ τούτων ἀπάτη, καὶ ψεῦδος οὐδαμόθεν συσκιασθῆναι δυνάμενον. Ὅτι γὰρ σκῆψις ταῦτα, καὶ πρόφασις ἦν, καὶ τὸν μακάριον ἐδεδοίκει Βαβύλαν, δῆλον ἐξ ὧν ὁ βασιλεὺς ἔπραξε· τοὺς γὰρ ἄλλους ἅπαντας νεκροὺς ἀφεὶς, ἐκεῖνον τὸν μάρτυρα μόνον ἐκίνει. Καίτοι γε εἰ βδελυττόμενος αὐτὸν, ἀλλὰ μὴ φοβούμενος ταῦτα ἔπραττεν, ἐχρῆν κελεῦσαι συντριβῆναι τὴν λάρνακα, καταποντισθῆναι, εἰς ἐρημίαν ἀπαχθῆναι, ἑτέρῳ τινὶ ἀπωλείας ἀφανισθῆναι τρόπῳ. Τοῦτο γὰρ ἦν βδελυττομένου. Οὕτως ὁ Θεὸς ἐποίησεν, ὅτε περὶ τῶν βδελυγμάτων τῶν ἐθνῶν τοῖς Ἑβραίοις διελέγετο· συντριβῆναι τὰς στήλας αὐτῶν ἐκέλευσεν, οὐκ ἀπὸ τῶν προαστείων ἐπὶ τάς πόλεις ἄγειν τὰ μιάσματα.
merely stood close to dead bones, rather carrying the whole dead Joseph himself along with him, thus foretold things to come; and very reasonably so. For their words were the grace of the Holy Spirit, whereas the words of these were deceit, and a falsehood unable from any quarter to be shaded over. For that these things were an excuse and a pretext, and that he feared the blessed Babylas, is clear from what the emperor did; for leaving alone all the other dead, he moved that martyr alone. And yet if he had done these things abhorring him rather than fearing him, he ought to have commanded the chest to be smashed in pieces, to be sunk in the sea, to be carried off into a wilderness, to be made to vanish by some other mode of destruction. For that was the part of one who abhors. Thus God did when He conversed with the Hebrews about the abominations of the nations: He commanded their pillars to be smashed in pieces, not to bring the pollutions from the suburbs into the cities.
γʹ. Ὁ μὲν οὖν μάρτυς ἐκινεῖτο, ὁ δὲ δαίμων οὐδὲ οὕτως ἀδείας ἀπέλαυεν· ἀλλ' εὐθέως ἐμάνθανεν, ὅτι ὀστᾶ μὲν μάρτυρος μετακινῆσαι δυνατόν ἐστιν, χεῖρας δὲ μάρτυρος διαφυγεῖν ἀδύνατον. Ὁμοῦ τε γὰρ ἡ λάρναξ ἐπὶ τὴν πόλιν εἵλκετο, καὶ κεραυνὸς ἄνωθεν ἐπὶ τὴν κεφαλὴν ἤρχετο τοῦ ξοάνου, καὶ τὰ πάντα κατέφλεγε. Καίτοι γε, εἰ καὶ μὴ πρότερον, τότε γοῦν εἰκὸς ἦν ὀργισθῆναι τὸν ἀσεβῆ βασιλέα, καὶ τὴν ὀργὴν ἀφεῖναι εἰς τὸ μαρτύριον τοῦ μάρτυρος· ἀλλ' οὐδὲ τότε ἐτόλμησε· τοσοῦτος αὐτὸν κατεῖχε φόβος· ἀλλὰ καίτοι τὸν ἐμπρησμὸν ὁρῶν ἀφόρητον ὄντα, καὶ τὴν αἰτίαν εἰδὼς ἀκριβῶς, ἡσύχαζε. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι τὸ μαρτύριον οὐ κατέσκαψεν, ἀλλ' ὅτι μηδὲ τὴν στέγην ἐπιθεῖναι πάλιν τῷ ναῷ οὐκ ἐτόλμησεν. ᾔδει γὰρ, ᾔδει θεήλατον οὖσαν τὴν πληγὴν, καὶ ἐδεδοίκει μὴ περαιτέρω τι διανοηθεὶς, ἐπὶ τὴν οἰκείαν ἐκεῖνο καλέσῃ τὸ πῦρ κεφαλήν. Διὰ τοῦτο ἠνείχετο εἰς τοσαύτην ἐρημίαν κατενεχθέντα τὸν ναὸν τοῦ Ἀπόλλωνος ὁρῶν. Οὐδὲ γὰρ ἄλλη τις ἦν αἰτία, δι' ἣν οὐ διώρθωσε τὸ γεγενημένον, ἀλλ' ἢ φόβος μόνον δι' ὃν ἄκων ἡσύχαζε, καὶ ταῦτα εἰδὼς, ὅσον μὲν ὄνειδος καταλείπει τῷ δαίμονι, ὅσον δὲ κόσμον τῷ μάρτυρι. Καὶ γὰρ ἑστήκασιν οἱ τοῖχοι νῦν ἀντὶ τροπαίων, σάλπιγγος λαμπροτέραν ἀφιέντες φωνὴν, τοῖς ἐν τῇ Δάφνῃ, τοῖς ἐν τῇ πόλει, τοῖς πόῤῥωθεν ἀφικνουμένοις, τοῖς συνοῦσι, τοῖς αὖθις ἐσομένοις ἀνθρώποις ἅπαντα διηγοῦνται διὰ τῆς ὄψεως, τὴν πάλην, τὴν συμπλοκὴν, τὴν νίκην τοῦ μάρτυρος. Τὸν γὰρ πόῤῥωθεν ἀφιστάμενον τοῦ προαστείου, καὶ τὸ μὲν μαρτύριον τοῦ ἁγίου τῆς λάρνακος ἔρημον, τὸν δὲ ναὸν τοῦ Ἀπόλλωνος τὴν στέγην ἀφῃρημένον ὁρῶντα, εἰκὸς τὴν αἰτίαν τούτων ἑκατέρων ζητεῖν· εἶτα πᾶσαν μαθόντα τὴν ἱστορίαν, οὕτως ἀπελθεῖν ἐκεῖθεν. Τοιαῦτα τοῦ μάρτυρος τὰ κατορθώματα, τὰ μετὰ τὴν τελευτήν. Διὸ καὶ τὴν ὑμετέραν μακαρίζω πόλιν, ὅτι πολλὴν περὶ τὸν ἅγιον τοῦτον ἐπεδείξασθε τὴν σπουδήν. Καὶ γὰρ τότε, ἡνίκα ἀπὸ τῆς Δάφνης ἐπανῄει, πᾶσα μὲν ἡμῖν ἡ πόλις εἰς τὴν ὁδὸν ἐξεχύθη, καὶ κεναὶ μὲν αἱ ἀγοραὶ ἀνδρῶν, κεναὶ δὲ γυναικῶν ἦσαν αἱ οἰκίαι, ἔρημοι δὲ παρθένων οἱ θάλαμοι. Οὕτω καὶ ἡλικία πᾶσα, καὶ φύσις ἑκατέρα
3. The martyr then was moved, while neither so did the demon enjoy security; rather straightway he learned that it is possible to remove the bones of a martyr, whereas it is impossible to escape the hands of a martyr. For no sooner was the chest drawn towards the city than a thunderbolt came down from above upon the head of the carved image and burned up everything. And yet, even if not before, then at any rate it was likely that the impious emperor would grow angry and let loose his wrath against the martyrium of the martyr; yet not even then did he dare, so great a fear held him fast; rather though seeing the conflagration to be unendurable, and knowing the cause precisely, he kept quiet. And not this alone is the marvellous thing, that he did not raze the martyrium, rather that he did not dare even to place the roof back again upon the temple. For he knew, he knew that the stroke was God-sent, and feared lest, having meditated something further, he should call down that fire upon his own head. On this account he endured seeing the temple of Apollo brought down to so great a desolation. For neither was there any other cause on account of which he did not set right what had happened, save fear alone on account of which he kept quiet unwillingly, even though knowing how great a reproach he leaves to the demon, and how great an ornament to the martyr. For the walls stand now in place of trophies, sending forth a voice clearer than a trumpet; to those in Daphne, to those in the city, to those arriving from afar, to those now living, to those men who shall be hereafter they recount everything through the sight—the wrestling, the grapple, the victory of the martyr. For it is likely that one standing far off from the suburb, and seeing on the one hand the martyrium of the saint bereft of the chest, and on the other the temple of Apollo deprived of its roof, will seek the cause of each of these things, and then having learned the whole history, thus depart thence. Such are the noble deeds of the martyr after his decease. Wherefore I also count your city blessed, because you displayed great zeal towards this saint. For then too, when he was returning from Daphne, our whole city poured forth into the road, and the market-places were empty of men, and the houses empty of women, and the chambers deserted by virgins. Thus every age and either sex
Notes, col. 532

On the reading

Printed τάς, for τὰς.

PG 50:533Read from the page
τῆς πόλεως ἐξεπήδησαν, ὥσπερ πατέρα ἀποληψόμενοι χρόνιον, ἐκ μακρᾶς ἐπανιόντα τῆς ἀποδημίας. Καὶ ὑμεῖς μὲν αὐτὸν τῷ τῶν ὁμοζήλων ἀπεδώκατε χορῷ· ἡ δὲ τοῦ Θεοῦ χάρις οὐκ εἴασεν ἐκεῖ διηνεκῶς μεῖναι, ἀλλὰ πάλιν αὐτὸν τοῦ ποταμοῦ πέραν μετέστησεν, ὥστε πολλὰ τῶν χωρίων τῆς εὐωδίας ἐμπλησθῆναι τοῦ μάρτυρος. Καὶ οὐδὲ ἐνταῦθα ἐλθὼν μόνος ἔμελλεν ἔσεσθαι, ἀλλὰ ταχέως γείτονα καὶ ὁμόσκηνον τὸν ὁμότροπον ἔλαβε. Καὶ γὰρ τῆς ἀρχῆς ἐκοινώνησεν αὐτῷ τῆς αὐτῆς, καὶ παῤῥησίαν ἴσην ἐπεδείξατο τῆς εὐσεβείας ἕνεκεν. Διὸ καὶ τὴν σκηνὴν ἔλαχεν αὐτῷ τὴν αὐτὴν, οὐ μάτην, ὡς ἔοικεν, ὁ θαυμαστὸς οὗτος τοῦ μάρτυρος ζηλωτής. Τοσοῦτον γὰρ ἐπόνει τὸν χρόνον ἐκεῖ, βασιλεῖ συνεχῶς ἐπιστέλλων, ἄρχοντας ἐνοχλῶν, καὶ τὴν ἀπὸ τοῦ σώματος λειτουργίαν εἰσφέρων τῷ μάρτυρι. Ἴστε γὰρ δήπου, καὶ μέμνησθε, ὅτι μὲν θέρους τῆς ἀκτῖνος μέσης κατεχούσης τὸν οὐρανὸν, μετὰ τῶν προσεδρευόντων αὐτῷ, καθ' ἑκάστην ἐβάδιζεν ἐκεῖ τὴν ἡμέραν, οὐχ ὡς θεατὴς μόνον, ἀλλὰ καὶ ὡς κοινωνὸς τῶν γινομένων ἐσόμενος. Καὶ γὰρ λίθου συνεφήψατο πολλάκις, καὶ σχοῖνον
leaped forth from the city, as though about to receive back a long-absent father returning from a long sojourn abroad. And you on your part restored him to the choir of those of like zeal; whereas the grace of God did not allow him to remain there continually, rather removed him again beyond the river, so that many places might be filled with the sweet fragrance of the martyr. And neither after coming here was he going to be alone, rather he quickly received as neighbour and tent-mate a man of like manner of life. For he shared the same office with him, and displayed equal boldness of speech for the sake of piety. Wherefore this marvellous emulator of the martyr obtained the same tabernacle with him as well, not in vain, as it seems. For so greatly did he labour during the time there, sending letters continually to the emperor, importuning magistrates, and contributing bodily ministry to the martyr. For you surely know and remember that in summer, when the midday beam held heaven, along with his assessors he walked there every day, going to be not merely a spectator, rather also a sharer in what was being done. For often he helped lay hold of a stone, and a rope
ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΜΑΚΑΡΙΟΝ ΒΑΒΥΛΑΝ καὶ κατὰ Ἰουλιανοῦ, καὶ πρὸς Ἕλληνας.
DISCOURSE ON THE BLESSED BABYLAS, and against Julian, and to the Gentiles.
αʹ. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μέλλων πρὸς τὸ πάθος ἤδη χωρεῖν, καὶ τὸν θάνατον ἀποθνήσκειν τὸν ζωοποιὸν αὐτῇ τῇ τελευταίᾳ νυκτὶ, καλέσας ἰδίᾳ τοὺς ἑαυτοῦ μαθητὰς, ἄλλα τε διελέχθη πολλὰ καὶ παρήνεσε· καὶ μετὰ τῶν ἄλλων εἶπέ τι καὶ τοιοῦτον αὐτοῖς· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Καίτοι πολλοὶ ἕτεροι διδάσκαλοί τε ἐγένοντο, καὶ μαθητὰς ἔσχον καὶ θαύματα ἐπεδείξαντο, καθὼς Ἑλλήνων παῖδες κομπάζουσι, ἀλλ' ὅμως οὐδεὶς οὐδέποτε ἐκείνων τοιοῦτον οὐδὲν οὔτε εἰς νοῦν ἐβάλετο, οὔτε εἰπεῖν ἐτόλμησεν. Οὐδ' ἂν ἔχοιεν Ἑλλήνων τινὲς, κἂν πάντα ἀναισχυντοῖεν, ἐπιδεῖξαι πρόῤῥησιν ἢ λόγον τοιοῦτον κείμενον παρ' αὐτοῖς· ἀλλὰ φάσματα μὲν τῶν κατοιχομένων καὶ νεκρῶν τινων εἴδωλα δεῖξαι πολλοὶ πολλοὺς παρ' αὐτοῖς θαυματοποιούς φασι, καὶ φωνὰς δέ τινας ἀπὸ μνημείων τισὶν ἐνεχθῆναι λέγουσιν, ὅτι δέ τις τῶν ζησάντων ἀνθρώπων καὶ θαυμασθέντων παρ' αὐτοῖς, ἢ οὓς μετὰ τελευτὴν ἐνόμισαν εἶναι θεοὺς, εἶπέ τι τοιοῦτον τοῖς ἑαυτοῦ μαθηταῖς, οὐδεὶς ἂν αὐτῶν ἰσχυρίσαιτό ποτε. Καὶ τὴν αἰτίαν δὲ εἰ βούλεσθε ἐρῶ, διὰ τί τὰ ἄλλα πάντα ἀπηρυθριασμένως, καὶ γυμνῇ ψευδόμεναι τῇ κεφαλῇ, τοιοῦτον οὐδέποτε οὐδὲν πλάσασθαι ἐτόλμησαν. Οὐ γὰρ ἁπλῶς, οὐδὲ ἄνευ τινὸς λόγου ταύτης ἀπέσχοντο τῆς μηχανῆς, ἀλλ' εἶδον τοῦτο κακούργως οἱ λυμεῶνες ἐκεῖνοι, ὅτι τὸν μέλλοντα ἀπατᾷν πιθανά τινα καὶ πολλῆς γέμοντα κομψείας, καὶ πρὸς τὸ μὴ φωραθῆναι δυσδιάγνωστα συντιθέναι χρὴ. Καὶ γὰρ τοὺς δεινοὺς τῶν τε ἰχθύων τῶν τε ὀρνίθων θηρευτὰς ἔθος οὐ γυμνὰ προτιθέναι τὰ θήρατρα,
1. Our Lord Jesus Christ, being about already to advance towards His passion and to die His life-giving death on that very last night, having called His own disciples aside privately, both discoursed of many other things and exhorted them; and among the other things He spoke also something such as this to them: Amen, amen I say to you, he who believes in Me, the works which I do he also shall do, and greater than these shall he do. And yet many others both became teachers, and had disciples and displayed wonders, as the children of the Greeks boast, yet nevertheless no one of them ever either took into mind or dared to speak any such thing. Nor could any of the Greeks, even though they should be shameless in everything, exhibit such a prediction or saying extant among them; rather many say that many wonder-workers among them showed phantoms of the departed and shades of certain dead men, and they say that certain voices too were borne from tombs to some; whereas that anyone among men who lived and were marvelled at among them, or whom after decease they supposed to be gods, spoke any such thing to his own disciples, no one of them could ever maintain. And if you wish, I shall state the cause as well, why, lying unblushingly and bareheaded in all other things, they never dared to fabricate any such thing. For not idly, nor without some reason, did they abstain from this contrivance, rather those destroyers cunningly saw this, that one about to deceive must put together plausible things, teeming with great subtlety, and hard to detect so as not to be caught. For it is the custom of clever hunters both of fishes and of birds not to set forth their traps bare,
Notes, col. 533

On the reading

Printed ψευδόμεναι, for ψευδόμενοι.

PG 50:534Read from the page
εἵλκυσε, καὶ οἰκοδομίας δεομένῳ τινὸς, πρὸ τῶν ὑπουργούντων ὑπήκουσεν· ᾔδει γὰρ, ᾔδει πόσοι τούτων αὐτῷ κείσονται οἱ μισθοί. Καὶ διὰ τοῦτο διετέλει θεραπεύων τοὺς μάρτυρας, οὐκ οἰκοδομαῖς μόνον λαμπραῖς, οὐδὲ ἐπαλλήλοις ἑορταῖς, ἀλλὰ τῷ βελτίονι τούτων τρόπῳ. Τίς δέ ἐστιν οὗτος; Μιμεῖται τὸν βίον αὐτῶν, ζηλοῖ τὴν ἀνδρείαν, διὰ πάντων κατὰ δύναμιν τὴν εἰκόνα διασώζει τῶν μαρτύρων ἐν ἑαυτῷ· ὅρα γάρ· Ἐπέδωκαν ἐκεῖνοι τὰ σώματα τῇ σφαγῇ· ἐνέκρωσεν οὗτος τὰ μέλη τῆς σαρκὸς τὰ ἐπὶ τῆς γῆς· ἔστησαν ἐκεῖνοι πρὸς φλόγα πυρὸς, ἔσβεσεν οὗτος τῆς ἐπιθυμίας τὴν φλόγα· ἐμαχήσαντο πρὸς ὀδόντας θηρίων ἐκεῖνοι, ἀλλὰ καὶ οὗτος τὸ χαλεπώτατον τῶν ἐν ἡμῖν παθῶν, τὴν ὀργὴν ἐκοίμισεν. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ Θεῷ, ὅτι καὶ μάρτυρας οὕτω γενναίους ἡμῖν ἐχαρίσατο, καὶ ποιμένας μαρτύρων ἀξίους, εἰς καταρτισμὸν τῶν ἁγίων, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
he hauled, and to anyone in need of some building work he obeyed ahead of the attendants; for he knew, he knew how great rewards for these things shall lie in store for him. And on this account he continued honouring the martyrs, not merely by splendid buildings, nor by successive feasts, rather in the manner better than these. And what is this? He imitates their life, he emulates their courage, through all things according to his strength he preserves the image of the martyrs in himself; for see: They gave over their bodies to slaughter; this man put to death the members of the flesh that are upon the earth; they stood against a flame of fire, this man quenched the flame of desire; they fought against the teeth of wild beasts, while this man too lulled to sleep wrath, the most grievous of the passions in us. On behalf of all these things then let us give thanks to God, that He graciously bestowed upon us both martyrs so noble and shepherds worthy of martyrs, for the perfecting of the saints, for the building up of the body of Christ, with Whom to the Father be glory, honour, might, together with the Holy and life-giving Spirit, now and always, and unto the ages of the ages. Amen.
ἀλλὰ τῷ δελέατι πάντοθεν αὐτὰ περιστείλαντας ἀκριβῶς, οὕτω τῆς ἄγρας περιγενέσθαι ἑκατέρας ἑκατέρους. Εἰ δὲ ἐκκαλύψαντες αὐτὰ τοῖς ἁλίσκεσθαι μέλλουσιν οὕτω παρεῖχον ὁρᾶν, οὔτε ἰχθῦς, οὔτε ὄρνιθες τῶν ἀρκύων ἐκείνων ἐντὸς ἂν ἐγένοντό ποτε· μᾶλλον δὲ οὐδ' ἂν τὴν ἀρχὴν προσῆλθον αὐτοῖς, ἀλλὰ κεναῖς ἂν ἕκαστος ἀπῆλθε χερσὶν οἴκαδε, ὅ τε θαλάττιος ὅ τε χερσαῖος θηρατής. Ἐπεὶ οὖν καὶ τούτοις σαγηνεύειν ἀνθρώπους προὔκειτο, οὐκ ἔῤῥιψαν γυμνὴν τὴν ἀπάτην εἰς τὸ τοῦ βίου πέλαγος, ἀλλὰ πλασάμενοι καὶ συνθέντες τὰ δυνάμενα τοὺς ἀλογωτέρους ἑλεῖν, περαιτέρω προελθεῖν ἐφείσαντο τῷ ψεύδει, δεδοικότες τὴν ὑπερβολὴν, καὶ φοβούμενοι, μὴ τῇ τῶν δευτέρων ἀμετρίᾳ καὶ τὰ πρότερα ἀναλύσωσιν. Εἰ γὰρ εἶπον ὅτι τοιοῦτόν τι παρ' αὐτοῖς ἐπηγγείλατό τις, οἷον ὁ ἡμέτερος Σωτὴρ τοῖς μαθηταῖς εἶπε τοῖς ἑαυτοῦ, καὶ οἱ παρ' αὐτῶν ἠπατημένοι κατεγέλασαν ἂν αὐτῶν, ὡς οὐδὲ πιθανὰ ψεύσασθαι δυνηθέντων. Τὸ γὰρ τοιαῦτα καὶ προλέγειν καὶ πληροῦν μετὰ ἀληθείας, τῆς μακαρίας ἐκείνης δυνάμεως μόνης ἐστίν.
rather having wrapped them round precisely on every side with the bait, thus for each of the two to prevail over either quarry. Whereas if having uncovered them they thus presented them to view to those about to be caught, neither fishes nor birds would ever have come inside those nets; or rather they would not even have approached them at the outset, rather each would have departed homeward with empty hands, both the hunter of the sea and the hunter of the land. Since therefore for these men too the object set before them was to net men, they did not cast deceit bare into the sea of life, rather having fashioned and put together things able to capture the more unreasoning, they forbore to advance further in falsehood, dreading excess, and fearing lest by the immoderation of the second things they should undo the first as well. For had they said that someone among them promised some such thing as our Saviour spoke to His own disciples, even those deceived by them would have laughed them to scorn, as not having been able even to lie plausibly. For both to foretell such things and to fulfil them with truth belongs to that blessed power alone.
Εἰ δέ τι καὶ δαίμονες ἴσχυσάν ποτε φαντάσαι τοὺς ἠπατημένους μικρὸν, ἀλλ' ὅτε οὔπω τοῦ φωτὸς ἡ πηγὴ γνώριμος ἦν τοῖς πολλοῖς. Καὶ τότε δὲ αὐτόθεν ἐδείκνυτο, ὅτι δαιμόνων ἦν ἔργα τὰ τελούμενα, τῇ τε ἄλλῃ ἀπάτῃ καὶ ταῖς θυσίαις αὐταῖς. Τὸ γὰρ ἀνθρωπίνοις αἵμασι τοὺς ἑαυτῶν προστάττειν φοινίττεσθαι βωμοὺς, καὶ παρὰ τῶν σπειράντων τὰ τοιαῦτα αὐτοῖς κελεύειν ἱερεῖα καταβάλλεσθαι, τίνα οὐκ ἂν ἀποκρύψειε μανίας ὑπερβολήν; Οἱ γὰρ μηδέποτε ἐκ τῶν ἡμετέρων κορεννύμενοι συμφορῶν, μηδὲ εἰδότες ὅρον τινὰ καὶ πέρας τῆς μάχης τῆς πρὸς ἡμᾶς, ἀλλὰ ἀθάνατα λυττῶντες ἀεὶ, καθάπερ οὐκ ἀρκοῦν αὐτῶν ἐμπλῆσαι τὸν θυμὸν, τὸ γυναῖκας καὶ
And if demons ever had strength to conjure up some small phantom before those deceived, yet it was when the fountain of light was not yet known to the many. And then too it was shown from the very fact that the things performed were works of demons, both by the other deceit and by the sacrifices themselves. For to command their own altars to be crimsoned with human blood, and to order such victims to be struck down for them by those who begot them—what excess of madness would this not eclipse? For those who are never sated from our calamities, nor know any bound and limit to their warfare against us, rather rage immortally always, as though it were not enough to glut their wrath that women and
PG 50:533 bisRead from the page
Ac vos quidem illum eodem zelo succensorum coetui reddidistis, Dei vero gratia perpetuo manere illic non permisit, sed rursus illum ultra flumen (a) transtulit, ut multa loca suavi martyris odore complerentur. Neque vero, cum huc venisset, solus mansurus fuit, sed vicinum confestim et contubernalem, iisdemque moribus praeditum accepit. Nam et ejusdem praefecturae particeps factus est, et aequalem loquendi libertatem in causa religionis exhibuit: quapropter et idem ac ipse domicilium obtinuit, non frustra, ut videtur, hic mirabilis martyris imitator. Tanto enim tempore illic laboravit ad Imperatorem literas mittens, magistratus interpellans, et corporis ministerium martyri deferens. Scitis enim utique ac recordamini, quo pacto aestivo tempore, dum meridiani solis radiis caelum arderet, cum suis assessoribus singulis diebus illuc pergeret, non ut spectaret solum, sed etiam ut in eorum, quae gerebantur, consortium veniret. Nam et lapides saepius attigit, et funem traxit, et ei qui structura aliqua indigebat, ante ipsos ministros obtemperavit.
And you, indeed, restored him to the company of those kindled with the same zeal; yet the grace of God did not suffer him to remain there perpetually, but transferred him once more beyond the river (a), so that many places might be filled with the sweet odour of the martyr. Nor, when he had come hither, was he to remain alone, but he straightway received a neighbour and tent-companion endowed with the very same character. For he both shared in the same episcopal office and displayed equal boldness of speech in the cause of religion; wherefore this admirable imitator of the martyr also obtained, not in vain as it seems, the very same dwelling-place as he. For so long a time did he labour there, sending letters to the Emperor, importuning magistrates, and rendering bodily service to the martyr. For you certainly know and remember how in the summer season, when the sky blazed with the rays of the midday sun, he went thither every single day with his attendants, not merely to look on, but also to share in the work that was being carried out. For more than once he put his hand to a stone, and hauled a rope, and obeyed anyone who had need of some masonry work before the very workmen themselves.
LIBER IN SANCTUM BABYLAM, CONTRA JULIANUM, ET CONTRA GENTILES (a).
BOOK ON SAINT BABYLAS, AGAINST JULIAN, AND AGAINST THE GENTILES (a).
1. Dominus noster Jesus Christus supplicium jamjam subiturus, et morte vivifica moriturus, nocte illa postrema discipulos seorsim vocavit, ipsisque tum alia multa monita dedit, tum haec etiam verba fecit: Amen, amen dico vobis, qui credit in me, opera, quae ego facio, et ipse faciet, et majora his faciet (Joan. 14. 12). Atqui multi alii magistri exstitere, qui discipulos habuerunt et miracula perpetrarunt, ut Graeci jactitant; attamen nullus eorum umquam simile quidpiam vel cogitare vel dicere ausus est. Neque possunt quidquam eorum, etsi admodum impudentes sint, praedictionem sermonemve similem penes se exhibere; sed spectra defunctorum mortuorumque simulacra multi eorum dicunt a plurimis apud se mirabilium patratoribus ostendi; voces item e sepulcris ad quosdam emissas jactitant: quod autem quis ex viris, qui apud se vixerunt et admirationi habiti sunt, aut ex iis quos post decessum deos reputaverunt, tale quidpiam discipulis dixerit, nullus eorum affirmare audeat. Causam autem, si placet, aperiam; cur scilicet cum caetera omnia impudenter effutierint, et perfricta fronte mentiti sint, nihil hujusmodi comminisci ausi sint. Non enim abs re, neque sine quadam ratione a tali commento abstinuere; sed astute conspicati sunt pestiferi illi homines eum, qui fucum facere velit, oportere probabilia quaedam, et fallaciae plena, quae facile non possint falsi argui, proferre. Nam in more est ut piscibus avibusque callidioribus non nudi hami proponantur, sed esca obtegente illi capiantur, atque ita venatio utraque prospere cedat; si vero conspicua retia essent, neque pisces neque aves irretirentur umquam, imo vero ne vel tantillum accederent; sed tum piscator, tum venator vacuis manibus redirent.
1. When our Lord Jesus Christ was on the very point of undergoing His passion and dying a life-giving death, on that last night He called His disciples apart and, along with many other admonitions, spoke these words also to them: Amen, amen, I say to you, he who believes in Me, the works that I do he also shall do, and greater works than these shall he do (John 14:12). And yet many other teachers have arisen who had disciples and wrought wonders, as the Greeks boast; nevertheless, not one of them ever dared either to conceive in his mind or to utter anything of the kind. Nor can any of them, however shameless they may be, produce among their own writings a prediction or saying like this; instead, many of them say that spectres of the departed and phantoms of the dead were shown by numerous wonder-workers among them, and they likewise boast that voices were sent forth from sepulchres to certain persons; yet that anyone among the men who lived among them and were held in admiration, or among those whom after their decease they reckoned as gods, ever spoke anything of this sort to his disciples, not one of them would dare to affirm. And the reason, if you please, I shall set forth — why, namely, though they blurted out everything else shamelessly and lied with brazen brow, they dared to invent nothing of this kind. For it was not without ground or without a certain reasoning that they abstained from such a fabrication; rather, those pestilent men shrewdly perceived that one who wishes to practise deceit must put forward things plausible and full of subtlety that cannot easily be convicted of falsehood. For it is customary that to the more cunning fish and birds hooks are not set forth bare, but hidden all round with bait so that they may be caught, and thus both kinds of hunting prosper; whereas if the nets were left in plain view, neither fish nor birds would ever be ensnared — nay rather, they would not even come near at all, but both fisherman and fowler would return home empty-handed.
PG 50:534 bisRead from the page
Noverat quippe, noverat quanta ipsi horum causa praemia reservanda essent: atque idcirco in obsequio cultuque martyrum perseverabat, non splendidis tantum aedificiis struendis, aut continuis festis celebrandis, sed potiori quadam his omnibus ratione: quanam illa tandem? Vitam imitatur illorum, fortitudinem aemulatur, ac per omnia imaginem martyrum pro viribus in seipso conservat. Vide enim: exposuerunt illi corpora mactationi; at hic membra carnis mortificavit, quae sunt super terram: restiterunt illi flammae ignis, hic cupiditatis flammam restinxit: pugnarunt illi cum dentibus bestiarum, sed et hic saevissimam in nobis perturbationum iram sedavit. Horum igitur omnium causa Deo gratias agamus, quod et martyres nobis ita generosos largitus sit, et martyribus dignos pastores ad consummationem sanctorum, in aedificationem corporis Christi (Ephes. 4. 12), cum quo Patri gloria, honor, imperium, cum sancto et vivifico Spiritu, nunc et semper, et in saecula saeculorum. Amen.
For he knew — he knew how great were the rewards laid up in store for him on account of these labours, and therefore he persevered in the service and honour of the martyrs — not merely by rearing splendid edifices or celebrating continual feasts, but in a way far surpassing all these. What way, then, is that? He imitates their life, he emulates their courage, and in all things according to his strength he preserves within himself the image of the martyrs. For behold: they yielded up their bodies to slaughter, while he has mortified the members of his flesh that are upon the earth; they withstood the flame of fire, while he has quenched the flame of desire; they fought against the teeth of wild beasts, and he too has lulled to sleep wrath, the fiercest of the passions within us. For all these things, therefore, let us give thanks to God, in that He has bestowed upon us both martyrs so noble and shepherds worthy of the martyrs, for the perfecting of the saints, unto the building up of the body of Christ (Eph. 4:12), with whom to the Father be glory, honour, and sovereignty, together with the Holy and life-giving Spirit, now and ever, and unto the ages of ages. Amen.
Quia igitur illis in proposito erat homines ceu sagena capere, non nudam fallaciam in hujus vitae pelagus immisere, sed iis confictis ac compositis, quibus possent imprudentiores capere, ulterius mendacio progredi supersederunt, veriti ne ultra modum procederent, metuentesque, ne posteriorum fraudum immoderato usu priores subverterent. Nam si dixissent suorum quempiam rem talem pollicitum esse, qualem discipulis Servator noster promisit, etiam iis quos deceperant sese ridiculos praebuissent, utpote qui ne verisimilia quidem mentiri possent: talia enim praedicere atque praestare ad beatam illam virtutem solam pertinet.
Since, therefore, it was their aim to catch men as with a drag-net, they did not cast bare deceit into the sea of this life, but having fashioned and put together such tales as could catch the unwary, they forbore to advance any further in their falsehood, fearing lest they should go beyond bounds and dreading lest by the immoderate excess of later frauds they might undo their earlier ones. For had they said that anyone among their own men had promised such a thing as our Saviour promised to His disciples, they would have made themselves a laughing-stock even to those whom they had deceived, as men unable to lie even plausibly; for both to foretell such things and to fulfil them in truth belongs to that blessed power alone.
Humanae Gentilium victimae. — Quod si potuere olim daemones iis, quos deceperant, nonnihil phantasmatis exhibere, id tunc evenit, cum luminis fons vulgo nondum cognitus esset. Illo quippe tempore tum ex aliis fallaciis, tum ex ipsis sacrificiis ostensum est ea, quae gerebantur, daemonum opera esse. Nam quod humano sanguine aras suas cruentari juberent, et a generantibus tales sibi parari victimas praeciperent, id quam insaniae speciem non obruat? Qui enim calamitatibus nostris numquam satiantur, neque ullum finem terminumve ponunt bello contra nos indicto, sed immortali semper rabie ducti, ac si non satis sit ad eorum explendum animum, quod mulieres et parvuli ovium boumque loco ad aras suas immolentur, novam homicidii iniquitatem excogitarunt inauditumque calamitatis induxere modum.
Human victims of the Gentiles. — Even if the demons were once able to display some slight illusion to those whom they had deceived, that came to pass at a time when the fountain of light was not yet known to the multitude. Yet even at that time it was shown straightway, both from their other deceits and from the sacrifices themselves, that the rites performed were the works of demons. For that they should order their altars to be stained with human blood, and command such victims to be furnished to them by the very parents who begot them — what form of madness would that not eclipse? For those beings who are never sated with our calamities, and who set no end or limit to the war declared against us, but, driven ever by undying rage — as though it were not enough to glut their wrath that women and little children should be slaughtered at their altars in place of sheep and oxen — devised a strange iniquity of manslaughter and brought in an unheard-of mode of calamity.
Notes, col. 534 bis

On the reading

Printed taies, for tales.