Migne Reading Room

PG 50 · cols. 529–532 bis · Read from the page

In S. Hieromartyrem Babylam Homilia (Εἰς τὸν ἅγιον ἱερομάρτυρα Βαβύλαν)

In S. Hieromartyrem Babylam Homilia (Εἰς τὸν ἅγιον ἱερομάρτυρα Βαβύλαν)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:529Read from the page
λαμπηδόνι τῆς ὄψεως ἐπιστρέψας ἡμᾶς. Μὴ τοίνυν δυσχεράνητε πρὸς τὴν ὑπέρθεσιν τῆς ἀποδόσεως· πάντως ὅσῳ πλείων γίνεται ὁ χρόνος, τοσούτῳ καὶ ὁ τόκος ὑμῖν αὔξεται. Μετὰ γὰρ τόκου τὸ ἀργύριον τοῦτο καταβαλούμεθα· ἐπειδὴ καὶ ὁ παρακαταθέμενος αὐτὸ Δεσπότης οὕτως ἐκέλευσε. Θαρῥοῦντες οὖν ὑπὲρ τῶν δεδανεισμένων, ὡς καὶ τοῦ κεφαλαίου καὶ τῆς ἐργασίας μενόντων ὑμῖν, τὸ παρεμπεσὸν σήμερον κέρδος μὴ παραδράμωμεν, ἀλλὰ κατατρυφήσωμεν τῶν τοῦ μακαρίου Βαβύλα κατορθωμάτων.
radiance of his countenance having turned us towards himself. Do not therefore be vexed at the deferral of the repayment; altogether, the greater the time becomes, so much the more does your interest increase as well. For with interest shall we pay down this money, since the Master Who entrusted it thus commanded. Being confident therefore concerning what has been loaned, inasmuch as both the principal and the return remain for you, let us not pass by the gain that has fallen our way today, rather let us revel in the noble deeds of the blessed Babylas.
Ὅπως μὲν οὖν τῆς Ἐκκλησίας προέστη τῆς παρ' ἡμῖν, καὶ τὴν ἱερὰν ταύτην διέσωσε ναῦν, ἐν χειμῶνι, καὶ κλύδωνι, καὶ κύμασι, καὶ ὅσην πρὸς βασιλέα παῤῥησίαν ἐπεδείξατο, καὶ πῶς τὴν ψυχὴν ἔθηκεν ὑπὲρ τῶν προβάτων, καὶ τὴν μακαρίαν ἐκείνην ἐδέξατο σφαγήν· ταῦτα, καὶ τὰ τοιαῦτα, τοῖς πρεσβυτέροις τῶν διδασκάλων καὶ τῷ κοινῷ πατρὶ [τῷ] ἡμῶν ἀφήσομεν εἰπεῖν. Τὰ γὰρ ἀρχαιότερα τῶν πραγμάτων οἱ γεγηρακότες ὑμῖν δύνανται διηγεῖσθαι καλῶς· ὅσα δὲ νεωστὶ γέγονε, καὶ ἐπὶ τῆς ἡλικίας τῆς ἡμετέρας, ταῦτα ὁ νέος ἐγὼ πρὸς ὑμᾶς διηγήσομαι, τὰ μετὰ τελευτὴν λέγω, τὰ μετὰ τὴν ταφὴν τοῦ μάρτυρος, τὰ ἡνίκα ἐν τῷ προαστείῳ διέτριβε. Καὶ οἶδα μὲν, ὅτι γελάσονται τὴν ὑπόσχεσιν ἡμῶν Ἕλληνες, εἰ μετὰ τελευτὴν καὶ ταφὴν τὰ τοῦ ταφέντος καὶ διαλυθέντος εἰς κόνιν ὑπισχνούμεθα λέγειν ἀνδραγαθήματα· οὐ μὴν διὰ τοῦτο σιγήσομεν, ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο μάλιστα ἐροῦμεν, ἵνα τὸ παράδοξον τοῦτο δείξαντες ἀληθῶς, τὸν γέλωτα εἰς τὴν ἐκείνων περιτρέψωμεν κεφαλήν. Ἀνθρώπου μὲν γὰρ ἁπλῶς οὐκ ἂν γένοιτο κατορθώματα μετὰ τελευτήν· μάρτυρος δὲ γένοιτ' ἂν πολλὰ καὶ μεγάλα, οὐχ ἵνα ἐκεῖνος λαμπρότερος γένηται (οὐδὲν γὰρ αὐτῷ δεῖ τῆς παρὰ τῶν πολλῶν δόξης), ἀλλ' ἵνα σὺ μάθῃς ὁ ἄπιστος, ὅτι θάνατος μαρτύρων οὐκ ἔστι θάνατος, ἀλλὰ ζωῆς βελτίονος ἀρχὴ καὶ πολιτείας πνευματικωτέρας προοίμια, καὶ μετάστασις ἀπὸ τῶν ἐλαττόνων πρὸς τὰ βελτίω. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι γυμνὸν τοῦ μάρτυρος τὸ σῶμα πρόκειται τῆς ψυχικῆς ἐνεργείας ἔρημον· ἀλλ' ἐκεῖνο σκόπει, ὅτι τῆς ψυχῆς αὐτῆς ἑτέρα παρακάθηται μείζων αὐτῷ δύναμις, ἡ τοῦ ἁγίου Πνεύματος χάρις, πᾶσιν ὑπὲρ τῆς ἀναστάσεως ἀπολογουμένη, δι' ὧν θαυματοποιεῖ. Εἰ γὰρ νεκροῖς σώμασι καὶ διαλυθεῖσιν εἰς κόνιν μείζονα τῶν ζώντων ἁπάντων δύναμιν ὁ Θεὸς ἐχαρίσατο, πολλῷ μᾶλλον αὐτοῖς ζωὴν χαριεῖται βελτίω τῆς προτέρας, καὶ μακαριωτέραν κατὰ τὸν τῶν στεφάνων καιρόν. Τίνα οὖν ἐστιν αὐτοῦ τὰ κατορθώματα; Ἀλλὰ μὴ θορυβηθῆτε, ἂν μικρὸν ἀνωτέρω τὸν λόγον ἀγάγωμεν. Καὶ γὰρ οἱ τὰς εἰκόνας ἐπιδεῖξαι βουλόμενοι καλῶς, μικρὸν τοῦ πινακίσκου τοὺς θεωμένους ἀποστήσαντες, οὕτως αὐτὰς ἐκκαλύπτουσι, σαφεστέραν τῷ διαστήματι ποιοῦντες τὴν ὄψιν αὐτοῖς. Ἀνάσχεσθε τοίνυν καὶ ὑμεῖς εἰς τοὐπίσω τὸν λόγον ἀνελκόντων ἡμῶν.
How then he presided over the Church among us, and preserved this sacred ship in storm, and surge, and waves, and how great a boldness of speech he displayed towards the emperor, and how he laid down his life for the sheep, and received that blessed slaughter—these things, and such things as these, we shall leave to the elder among the teachers and to our common father to speak. For the aged among you are able to recount well the more ancient of events; whereas whatever has recently come to pass, and in our own time of life, these things I, who am young, shall recount to you—I mean the things after his decease, the things after the burial of the martyr, the things when he dwelt in the suburb. And I know indeed that Greeks will laugh at our promise, if after death and burial we promise to speak of the valiant deeds of one buried and dissolved into dust; yet we shall not on this account keep silence, rather on account of this very thing most of all shall we speak, so that having shown this marvel to be true, we may turn their laughter back upon their own head. For of a mere man there could not be noble deeds after decease; whereas of a martyr there could be many and great ones, not so that he may become more illustrious (for he has no need of glory from the many), but so that you, the unbeliever, may learn that the death of martyrs is not death, rather the beginning of a better life and the preludes of a more spiritual way of life, and a transition from lesser things to better. For do not look at this, that the body of the martyr lies before us stripped, bereft of the soul's activity; rather observe that beside him sits another power greater than the soul itself, the grace of the Holy Spirit, pleading to all in defence of the resurrection through the miracles it works. For if upon dead bodies and those dissolved into dust God bestowed a power greater than that of all the living, much more shall He bestow upon them at the season of crowns a life better than the former and more blessed. What then are his noble deeds? Yet do not be troubled if we carry the discourse a little higher up. For those too who wish to display paintings well, having stationed the spectators a little way back from the panel, thus unveil them, making the view clearer for them by the distance. Bear with us therefore you also as we draw the discourse backwards.
Ἐπειδὴ γὰρ ὁ πάντας ἀσεβείᾳ νικήσας Ἰουλιανὸς ἀνέβη ἐπὶ τὸν θρόνον τὸν βασιλικὸν, καὶ τῶν σκήπτρων ἐπελάβετο τῶν δεσποτικῶν, εὐθέως καὶ κατὰ τοῦ πεποιηκότος αὐτὸν τὰς χεῖρας ἀντῆρε Θεοῦ, καὶ
For when Julian, who surpassed all in impiety, ascended upon the royal throne and laid hold of the sovereign sceptres, straightway he lifted up his hands against the God Who had made him, and
PG 50:530Read from the page
τὸν εὐεργέτην ἠγνόησε, καὶ κάτωθεν ἀπὸ τῆς γῆς πρὸς τὸν οὐρανὸν βλέπων ὑλάκτει κατὰ τοὺς μαινομένους τῶν κυνῶν, οἳ καὶ τῶν μὴ τρεφόντων, καὶ τῶν τρεφόντων ὁμοίως καταβοῶσι· μᾶλλον δὲ καὶ ἐκείνων ἀγριωτέραν ἐμάνη μανίαν. Οἱ μὲν γὰρ καὶ τοὺς οἰκείους καὶ τοὺς ἀλλοτρίους ὁμοίως ἀποστρέφονται καὶ μισοῦσιν· οὗτος δὲ τοὺς μὲν ἀλλοτρίους τῆς αὐτοῦ σωτηρίας δαίμονας ἔσαινε, καὶ παντὶ θεραπείας ἐθεράπευε τρόπῳ· τὸν δὲ εὐεργέτην, καὶ σωτῆρα, καὶ μηδὲ τοῦ Μονογενοῦς φεισάμενον δι' αὐτὸν, ἀπεστράφη, καὶ ἐμίσει, καὶ τὸν σταυρὸν διέσυρε, πρᾶγμα, ὃ τὴν οἰκουμένην ἐπ' ὄψιν κειμένην ἀνέστησε, καὶ τὸ σκότος πάντοθεν ἀπήλασε, καὶ τῶν ἀκτίνων ἡμῖν λαμπρότερον εἰσήγαγε φῶς. Καὶ οὐδὲ ἐνταῦθα τῆς μανίας ἵστατο, ἀλλ' ἐκ μέσης ἀναρπάσεσθαι τῆς οἰκουμένης τὸ τῶν Γαλιλαίων ἔθνος ἐπηγγέλλετο· καὶ γὰρ οὕτως ἡμᾶς εἰώθει καλεῖν. Καίτοι εἰ τὸ ὄνομα τῶν Χριστιανῶν μύσος εἶναι ἐνόμιζε, καὶ πολλῆς τὸ πρᾶγμα γέμειν αἰσχύνης, τίνος ἕνεκεν οὐκ ἐντεῦθεν ἡμᾶς, ἀλλ' ὀνόματι ξένῳ καταισχύνειν ἐπεθύμει; Ἀλλὰ γὰρ ᾔδει σαφῶς, ὅτι τὸ καλεῖσθαι ἀπὸ τῆς πρὸς τὸν Χριστὸν οἰκειώσεως, οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ἀγγέλοις, καὶ ταῖς ἀνωτέρω δυνάμεσι μέγας κόσμος ἐστί. Διὰ τοῦτο πάντα ἐκίνει, ὥστε τοῦτον ἡμᾶς ἀποσυλῆσαι τὸν κόσμον, καὶ καταλῦσαι τὸ κήρυγμα. Ἀλλὰ τοῦτο ἀμήχανον ἦν, ἄθλιε καὶ ταλαίπωρε, ὥσπερ ἀμήχανον ἦν κατασκάψαι τὸν οὐρανὸν, καὶ σβέσαι τὸν ἥλιον, καὶ τὰ θεμέλια τῆς γῆς διασεῖσαι καὶ καταβαλεῖν. Καὶ ταῦτα προανεφώνησεν ὁ Χριστὸς οὕτως εἰπών· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. Ἀλλ' οὐκ ἀνέχῃ τοῦ Χριστοῦ λέγοντος· οὐκοῦν δέχου τὴν ἀπὸ τῶν πραγμάτων φωνήν. Ἐγὼ μὲν γὰρ καταξιωθεὶς εἰδέναι, τί ποτέ ἐστιν ἀπόφασις Θεοῦ, πῶς ἰσχυρὸν, καὶ ἄμαχον πρᾶγμα, καὶ τῆς φυσικῆς ἀκολουθίας, καὶ τῆς τῶν πραγμάτων πείρας πάντων ἀξιοπιστοτέραν ταύτην εἶναι πεπίστευκα· σὺ δὲ ὁ χαμαὶ συρόμενος ἔτι, καὶ πρὸς λογισμῶν ἐπτοημένος ἐξέτασιν ἀνθρωπίνων, δέχου τὴν ἀπὸ τῶν πραγμάτων μαρτυρίαν· οὐδὲν ἀντιλέγω, οὐδὲ φιλονεικῶ.
ignored his Benefactor, and looking upwards from the earth below towards heaven barked after the manner of mad dogs, which howl alike against those who do not feed them and those who feed them; or rather he raged with a madness even fiercer than theirs. For they turn away from and hate alike both their own household and strangers; whereas this man fawned upon the demons alien to his salvation, and courted them with every manner of worship; while his Benefactor and Saviour, Who did not spare even the Only-begotten on his account, he turned away from and hated, and derided the cross—a thing which raised up the inhabited world lying upon its face, and drove away the darkness from every side, and brought in for us a light brighter than the sun's rays. And not even there did he halt in his madness, rather he promised that the nation of the Galileans would be snatched away out of the midst of the inhabited world; for thus he was accustomed to call us. And yet if he considered the name of Christians to be an abomination, and the thing to teem with great shame, for what reason did he desire to put us to shame not from this, rather by a foreign name? Because he knew clearly that to be called from kinship with Christ is a great ornament not only to men, rather also to angels and to the higher powers. On this account he moved every stone so as to strip us of this ornament and overthrow the preaching. Yet this was impossible, O wretched and miserable man, just as it was impossible to dig down heaven, and quench the sun, and shake through and cast down the foundations of the earth. And Christ proclaimed these things beforehand, speaking thus: Heaven and earth shall pass away, whereas My words shall by no means pass away. Yet you do not endure Christ speaking; accept therefore the voice from the events themselves. For I, having been counted worthy to know what a verdict of God ever is, how mighty and invincible a thing, have believed it to be more trustworthy than all natural sequence and experience of affairs; whereas you, who still crawl upon the ground and are flustered towards the scrutiny of human reasonings, accept the testimony from the events; I gainsay nothing, nor do I wrangle.
βʹ. Τί οὖν λέγει τὰ πράγματα; Εἶπεν ὁ Χριστὸς, ὅτι τὸν οὐρανὸν καὶ τὴν γῆν ἀπολέσθαι εὐκολώτερον, ἢ τῶν αὐτοῦ διαπεσεῖν τινα λόγων· ἀντεφθέγξατο τούτοις ὁ βασιλεὺς, καὶ ἠπείλησεν ἀναιρήσειν τὰ δόγματα. Ποῦ οὖν ὁ βασιλεὺς ὁ ταῦτα ἀπειλήσας; Ἀπόλωλε, καὶ διέφθαρται, καὶ νῦν ἐστιν εἰς ᾅδου τὴν ἀπαραίτητον ἀναμένων κόλασιν. Ποῦ δὲ ὁ Χριστὸς, ὁ ἐκεῖνα ἀποφηνάμενος; Ἐν οὐρανοῖς, ἐν δεξιᾷ τοῦ Πατρὸς τὸν ὑψηλότατον τῆς δόξης κατέχων θρόνον. Ποῦ τοῦ βασιλέως τὰ βλάσφημα ῥήματα, καὶ ἡ ἀκόλαστος γλῶττα; Τέφρα γέγονε, καὶ κόνις, καὶ σκωλήκων τροφή. Ποῦ τοῦ Χριστοῦ ἡ ἀπόφασις; Ἀπ' αὐτῆς τῶν πραγμάτων λάμπει τῆς ἀληθείας, ὥσπερ ἀπὸ στήλης χρυσῆς τῆς τῶν ἔργων ἐκβάσεως ἀπαστράπτουσα. Καίτοι οὐδὲν τότε παρέλιπεν ὁ βασιλεὺς, τὸν πρὸς ἡμᾶς μέλλων αἴρεσθαι πόλεμον· ἀλλὰ καὶ μάντεις ἐκάλει, καὶ γόητας συνεκρότει, καὶ πάντα ἦν δαιμόνων μεστὰ καὶ πνευμάτων πονηρῶν.
2. What then do the events say? Christ said that it is easier for heaven and earth to perish than for any of His words to fall short; the emperor spoke counter to these things, and threatened that he would destroy the doctrines. Where then is the emperor who threatened these things? He has perished and been destroyed, and is now in Hades awaiting inexorable punishment. And where is Christ, Who pronounced those things? In the heavens, at the right hand of the Father, holding the highest throne of glory. Where are the blasphemous words of the emperor, and his unbridled tongue? It has become ashes, and dust, and food for worms. Where is the verdict of Christ? It shines forth from the very truth of affairs, flashing forth as though from a golden pillar from the outcome of deeds. And yet the emperor omitted nothing then, when about to take up war against us; rather he both summoned seers and mustered sorcerers, and all things were full of demons and evil spirits.
Τίνες οὖν αἱ τῆς θεραπείας ταύτης ἀμοιβαί; Πό-
What then were the recompenses of this worship? Over-
PG 50:529 bisRead from the page
Ne igitur aegre feratis, si reddere differamus: omnino enim quanto protrahitur tempus longius, tanto vobis et foenus augetur: nam pecuniam cum foenore persolvemus (Luc. 19. 23); quando ita Dominus jussit, qui nostrae illam fidei commisit. In tuto ergo rem creditam fore confidentes, utpote cum sors vobis et lucrum immota et certa maneant, interrepentem hodie quaestum ne praetermittamus, sed praeclaris beati Babylae facinoribus oblectemur.
Do not therefore take it amiss if we defer repayment; for indeed the longer the time is drawn out, so much the more does the interest also increase for you, since we shall repay the money with interest (Luke 19:23), inasmuch as the Lord who entrusted it to our keeping has so commanded. Trusting, therefore, that the deposit will remain safe — seeing that both the principal and the profit abide unshaken and secure for you — let us not pass over the gain that has slipped in today, but let us delight in the noble deeds of the blessed Babylas.
Babylas Antiochenae ecclesiae Episcopus. — Enimvero quo pacto praefectus huic Ecclesiae nostrae fuerit, et in mediis procellis, tempestatibus, fluctibusque sacram hanc navim servarit, quantamque fiduciam, cum Imperatorem alloqueretur, prae se tulerit, et quo pacto pro ovibus animam suam posuerit, ac beatam illam caedem subierit, haec et alia ejusmodi senioribus commemoranda doctoribus et communi patri nostro relinquemus: res enim antiquiores praeclare vobis a senibus possunt narrari; quae vero non ita pridem ac nostra aetate sunt gesta, vobis juvenis ego narrabo, quae nimirum post obitum, post exsequias martyris, ac dum in suburbio moraretur, acciderunt. Ac scio equidem fore, ut promissum nostrum gentiles irrideant, quod post obitum et exsequias ejus, qui sepultus sit et in cinerem dissolutus, nos praeclara facinora commemoraturos promittamus: non tamen idcirco tacebimus, sed ob hoc ipsum potissimum verba faciemus, ut cum rem istam mirabilem ostenderimus, risum et sannas in illorum caput convertamus. Nam hominis quidem cujusvis recte facta post mortem esse nequeunt, martyris vero et multa et magna esse possunt: non ut ille fiat illustrior; neque enim ille commendatione indiget vulgi: sed ut tu discas, infidelis, mortem martyrum non esse mortem, sed initium vitae melioris, magisque spiritualis conversationis praeludium, atque a deterioribus ad meliora transmigrationem. Noli enim hoc spectare, nudum martyris corpus animae operatione destitutum esse propositum; sed illud considera, majorem ipsa anima virtutem illi quamdam assidere, Spiritus sancti virtutem, quae editis a se miraculis omnibus spem certam resurrectionis ejus facit. Si enim mortuis corporibus et in pulverem resolutis majorem, quam vivis omnibus, virtutem Deus largitus est, multo magis vitam illis priore potiorem ac feliciorem, quo tempore coronas dividet, largietur. Quae tandem igitur ejus sunt recte facta? Verumtamen nolite turbari, si paulo altius sermonem duxerimus: nam et qui recte volunt imagines spectandas proponere, cum spectatores paululum a tabula secedere jusserint, illas deinde retegunt, ut ipsius distantiae beneficio clarius ab eis possint videri: patimini ergo vos quoque retrorsum orationem nos retrahere.
Babylas, Bishop of the Church of Antioch. — How, then, he presided over this Church of ours, and preserved this sacred vessel amid storms, tempests, and billows, and what boldness he displayed when addressing the Emperor, and how he laid down his life for the sheep and underwent that blessed slaughter — these things and others of the same kind we shall leave to the elder teachers and to our common father to recount; for more ancient events can be admirably related to you by old men, whereas things done not so long ago and in our own age I, a young man, shall relate to you — those, namely, which came to pass after the death, after the funeral rites of the martyr, and while he tarried in the suburb. And I know well that the Gentiles will mock our promise, in that after the death and funeral of one who has been buried and dissolved into ashes we promise to recount noble exploits; yet we shall not keep silence on that account, but for this very reason above all we shall speak, so that when we have shown forth this marvellous matter we may turn their laughter and jeers back upon their own heads. For of any ordinary man there cannot be noble deeds after death, whereas of a martyr there can be both many and great ones — not so that he himself may become more renowned, for he stands in no need of the acclaim of the multitude, but so that you, O unbeliever, may learn that the death of martyrs is not death, but the beginning of a better life, the prelude to a more spiritual manner of living, and a passage from worse things to better. For do not look merely at this — that the bare body of the martyr lies before us bereft of the activity of the soul — but consider this: that a certain power greater than the soul itself sits beside it, the power of the Holy Spirit, which by the miracles wrought by it gives to all men a sure hope of its resurrection. For if upon dead bodies dissolved into dust God has bestowed a power greater than upon all the living, much more will He bestow upon them a life surpassing and happier than their former one at the time when He shall distribute the crowns. What, then, are his noble deeds? Yet do not be troubled if we trace our discourse somewhat further back; for those also who wish properly to set forth pictures to be viewed first bid the spectators step back a little from the panel and then uncover them, so that by the advantage of that distance itself they may be seen more clearly by them; bear with us, therefore, you also, as we draw our discourse backward.
Juliani Apostatae in Christianos conatus; Christiani ab ipso Galilaei appellantur. — Postquam enim is qui cunctos impietate superavit, in imperatorium thronum ascendit Julianus, et sceptrum accepit, confestim in eum, a quo creatus fuerat, Deum manus sustulit, bene meritum de se ignoravit, ac de terra inferius in caelum respiciens, rabidorum more canum allatrabat, qui in homines a quibus non aluntur, et in eos pariter a quibus aluntur, clamorem tollunt: imo vero saeviori quam illi furore percitus erat.
The endeavours of Julian the Apostate against the Christians; the Christians are called Galileans by him. — For no sooner had Julian, who surpassed all men in impiety, ascended the imperial throne and received the sceptre than he straightway lifted up his hands against the God by whom he had been created, ignored his Benefactor, and looking up from the earth below towards heaven barked after the manner of mad dogs, which raise an outcry alike against those by whom they are not fed and against those by whom they are fed — nay rather, he was driven by a madness more savage than theirs.
PG 50:530 bisRead from the page
Nam illi quidem et domesticos et alienos pariter aversantur et oderunt: hic vero daemonibus ab ejus salute alienis blandiebatur, atque omni eos cultus genere colebat: bene autem de se meritum, ac servatorem suum, quique ne Filio quidem suo unigenito ipsius causa pepercit, aversabatur et oderat, crucemque deridebat, rem quae terrarum orbem pronum in faciem provolutum erexit, quae tenebras undequaque discussit, et solaribus radiis splendidiorem lucem invexit. Neque vero huc usque tantum progressus est ejus furor, sed ex orbe terrarum exterminaturum se Galilaeorum nationem pollicebatur: sic enim nos appellare solitus erat: quamquam si Christianorum nomen abominandum esse arbitrabatur, rem multae plenam ignominiae, qua de causa non inde nos, sed peregrini nominis illius ignominia notare cupiebat? At enim probe noverat nomen illud quod necessitudinem aliquam cum Christo designat, non hominibus tantum, sed et angelis, et superioribus virtutibus magno esse ornamento: ideo nullum non lapidem movebat, ut hoc nos ornamento spoliaret ac praedicationem dissolveret. Verumtamen fieri non poterat illud, o miser et infortunate, ut neque fieri poterat, ut caelum destrueres, solem exstingueres, terrae fundamenta concuteres atque everteres, idque praedixit olim Christus cum ita dixit: Caelum et terra transibunt; verba autem mea non transibunt (Matth. 24. 35). Sed Christi verba ferre non potes, vocem igitur factorum ipsorum admitte. Nam ego quidem, cui scire contingit quid sit denuntiatio divina, quam potens et invicta res illa sit, ipso naturae ordine factorumque omnium experientia certiorem ac fide digniorem illam esse credo: tu vero qui humi serpis adhuc, et humanarum cogitationum disquisitionibus es addictus, testimonium factorum admitte: nihil contradico, non contendo.
For those dogs, indeed, turn away from and hate members of the household and strangers alike; whereas this man fawned upon demons alien to his salvation and honoured them with every kind of worship, while he turned away from and hated his Benefactor and Saviour, who did not spare even His own Only-begotten Son for his sake, and derided the Cross — a thing that raised up the world as it lay prostrate upon its face, dispelled darkness on every side, and brought in a light more resplendent than the rays of the sun. Nor did his fury advance only thus far, but he promised that he would wipe out the nation of the Galileans from the face of the earth, for so he was accustomed to call us; and yet, if he deemed the name of Christians abominable and a thing full of great disgrace, wherefore did he desire to brand us not with that name, but with the reproach of a foreign appellation? Because he knew full well that the name which designates fellowship with Christ is a great ornament not to men only, but also to angels and to the higher powers; therefore he left no stone unturned to strip us of this ornament and to overthrow the preaching. Yet that could not come to pass, O wretched and ill-starred man, just as it could not come to pass that you should destroy heaven, quench the sun, or shake and overturn the foundations of the earth; and Christ foretold this of old when He spoke thus: Heaven and earth shall pass away, but My words shall not pass away (Matt. 24:35). But you cannot endure the words of Christ; admit, then, the voice of the facts themselves. For I, indeed, to whom it has been granted to know what a divine decree is, and how mighty and invincible a thing it is, believe it to be surer and more worthy of trust than the very order of nature and the experience of all events; you, however, who still creep upon the ground and are given over to the prying inquiries of human reasonings, admit the testimony of the facts: I gainsay nothing, I do not wrangle.
2. Quid ergo res gestae narrant? Dixit Christus facilius esse, ut caelum et terra dispereant, quam ut unum aliquod verborum ejus intercidat (Luc. 16. 17): contradixit his Imperator, et Christiana se dogmata exterminaturum comminatus est. Ubi nunc igitur est ille qui talia comminatus est? Periit et e medio sublatus est, jamque apud inferos inevitabili supplicio torquetur. Ubi vero Christus est, a quo illa sunt denuntiata? In caelis, in dextera Patris altissimum gloriae thronum obtinens. Ubi verba Imperatoris blasphema, et insolens illa lingua? Cinis et pulvis, et vermium cibus evasit. Ubi Christi denuntiatio? Ab ipsa veritate rerum gestarum elucet, ac tamquam ab aurea columna quadam ab eventu factorum coruscat. Tametsi nihil ab Imperatore tum praetermissum est, quo se ad bellum nobis inferendum compararet: sed et vates accersebat, et praestigiatores convocabat, omniaque daemonibus et malignis spiritibus redundabant.
2. What, then, do the events recount? Christ said that it is easier for heaven and earth to pass away than for a single one of His words to fail (Luke 16:17); the Emperor gainsaid these words and threatened that he would wipe out the Christian doctrines. Where now, then, is he who uttered such threats? He has perished and been swept out of the midst, and now in Hades he is tormented with inescapable punishment. And where is Christ, by whom those things were proclaimed? In the heavens, occupying the highest throne of glory at the right hand of the Father. Where are the blasphemous words of the Emperor, and that insolent tongue? It has become ashes and dust, and food for worms. Where is the declaration of Christ? It shines forth from the very truth of what has come to pass, and flashes like lightning from the outcome of events as from some golden pillar. And yet nothing was then left undone by the Emperor as he prepared himself to wage war upon us; nay, he summoned soothsayers and gathered sorcerers, and all things teemed with demons and evil spirits.
Fames Juliano imperante gravissima; Apollinis querela de Reliquiis S. Babylae. — Quae tandem igitur cultus istius fuere praemia?
Most grievous famine under Julian's reign; Apollo's complaint concerning the relics of Saint Babylas. — What, then, were the rewards of that worship?
PG 50:531 bisRead from the page
Civitatum eversiones, et fames quovis genere famis acerbior. Scitis enim utique ac recordamini, quo pacto venalibus rebus destitutum fuerit forum, ac plenae tumultuum officinae, cum unusquisque quod primum occurrisset, praeripere contenderet ac discedere. Sed quid ego famem dico, cum vel ipsi aquis destituti fontes essent, fontes qui copia fluentorum flumina ipsa superabant? Quando autem in fontium mentionem incidimus, age deinceps ad Daphnes suburbium ascendamus, et orationem ad martyris praeclara facinora traducamus. Enimvero probra et dedecora gentilium divulgare percupitis, attamen hoc pacto etiam illa in medium adducemus: siquidem ubi martyrum fit mentio, illic et gentilium dedecus innotescit. Hic igitur Imperator cum Daphnen ascendisset, illic Apollinem precibus fatigabat, sollicitabat, supplicabat, ut sibi de rebus futuris quidpiam vaticinaretur. Quid igitur magnus ille gentilium vates deus? Mortui me impediunt, inquit, ne loquar; at tu capsulas effringe, ossa effodi, mortuos transfer. Quid scelestius his mandatis fieri possit? Insolitas daemon sepulcrorum spoliationis leges invehit, et novos abigendi hospites modos excogitat. Quis umquam mortuos ejectos audivit? quis anima destituta corpora sedibus pelli jussa vidit, quemadmodum hic imperavit, et communes naturae leges funditus evertit? Sunt enim apud mortales omnes hae leges communes, ut qui vita functus est, terra condatur, sepulturae tradatur, ac sinu magnae omnium matris obvolvatur. Atque has non Graecus, non barbarus, non Scytha, nec si quis illis immanior reperiatur, umquam leges convulsit, sed reverentur et observant omnes, adeoque sacrae et apud omnes veneratione sunt dignae; daemon autem sublata larva communia naturae dogmata palam oppugnat: piaculum enim, inquit, sunt mortui. Non mortui sunt piaculum, scelestissime daemon, sed voluntas prava res abominanda est. Quod si dicendum sit admiratione dignum aliquid, vivorum potius nequitiae plena, quam mortuorum detestanda sunt corpora: nam illa quidem animae famulantur imperiis; haec vero immobilia jacent: quod autem immobile est omnique sensu destitutum, ab omni criminatione liberum esse solet. Quamquam alioqui ne vivorum quidem corpora dixerim ego natura esse abominanda, sed ubique pravam et perversam voluntatem omnium criminationibus esse obnoxiam.
The overthrow of cities, and a famine more bitter than every kind of famine. For you certainly know and remember how the market-place was stripped of goods for sale and the workshops were filled with tumults, as each man strove to snatch up whatever first appeared and make off. Yet why do I speak of famine, when the very springs themselves were bereft of waters — springs that by the abundance of their streams surpassed very rivers? Now since we have chanced to mention the springs, come, let us next go up to the suburb of Daphne and turn our discourse to the noble deeds of the martyr. True, you eagerly desire to noise abroad the shameful and disgraceful deeds of the Gentiles; yet in this way we shall bring those matters forward as well, seeing that wherever mention is made of martyrs, there the disgrace of the Gentiles also becomes known. When, therefore, this Emperor had gone up to Daphne, he kept wearying, importuning, and entreating Apollo there with prayers to prophesy something to him concerning things to come. What, then, said that great prophet god of the Gentiles? Dead men, says he, hinder me from speaking; break open the coffins, bid the bones be dug up, remove the dead! What could be more unholy than these commands? The demon brings in strange laws of grave-robbing and devises new ways of driving out strangers. Who ever heard of dead men being driven forth? Who ever saw bodies bereft of soul ordered to be dislodged from their abodes, just as this one commanded, utterly overturning from their foundations the common laws of nature? For among all mortals these laws are common: that he who has departed this life should be hidden in the earth, consigned to burial, and wrapped in the bosom of the great mother of all. And these laws neither Greek, nor barbarian, nor Scythian, nor anyone found more savage than they ever tore up; rather, all men reverence and observe them, so sacred are they and worthy of veneration among all; yet the demon, throwing off his mask, openly assails the common ordinances of nature: for the dead, says he, are a pollution. Not the dead are a pollution, most accursed demon, but a depraved will is an abominable thing. Nay, if one must say something marvellous, the bodies of the living, filled with wickedness, are to be abhorred rather than those of the dead; for the former serve the commands of the soul, whereas the latter lie motionless, and what is motionless and bereft of all sense is wont to be free from all accusation. Although for the rest not even the bodies of the living would I for my part call abominable by nature, but everywhere it is a depraved and perverse will that is liable to all accusations.
Daphnes tentatum ab Apolline stuprum exprobrat. — Non corpus mortuum est piaculum, o Apollo, sed puellam caste vivere volentem persequi, virginisque pudicitiae stuprum offerre, et ab impudenti actione depulsum lugere, hoc accusatione dignum et poena. Ac multi quidem apud nos mirabiles magnique prophetae exstiterunt, qui de rebus futuris vaticinati sunt, nec uspiam iis a quibus interrogabantur imperabant, ut defunctorum ossa refoderent: quin ipse etiam Ezechiel, prope ipsa stans ossa (Ezech. 37), non modo nihil ab illis impediebatur, sed et carnem illis, nervos, pellesque circumdedit, ac rursus ad vitam illa revocavit.
He reproaches Apollo with his attempted outrage upon Daphne. — A dead body is no pollution, O Apollo; but to pursue a maiden who wished to live chastely, to offer outrage to a virgin's modesty, and to mourn when repulsed from a shameless deed — this is worthy of accusation and punishment. Now among us, indeed, there arose many marvellous and great prophets who prophesied concerning things to come, and nowhere did they command those by whom they were questioned to dig up the bones of the departed; nay, Ezekiel himself, standing right beside the very bones (Ezek. 37), not only was in no wise hindered by them, but even clothed them around with flesh, sinews, and skin, and called them back again to life.
PG 50:532 bisRead from the page
Magnus autem Moyses non juxta mortua stetit ossa, sed ipsum integrum mortuum proferens Joseph (Exod. 13. 19), ita futura praedicebat: ac merito sane. Nam illorum quidem verba Spiritus donum erant; horum autem verba fraus et mendacium, quod nulla potest ratione celari. Nihil enim aliud haec fuisse quam obtentum et praetextum, ac beatum Babylam eum reformidasse, satis liquet ex iis, quae ab Imperatore sunt acta: siquidem reliquis omnibus omissis mortuis solum illum martyrem loco movebat. Quamquam si quod illum abominaretur, ac non potius timeret, haec ab illo gerebantur, confringi loculum, in mare demergi, in solitudinem amandari, vel alio quopiam perditionis genere deleri jubendum fuit; hoc enim abominantis fuisset. Ita fecit Deus cum de gentium abominationibus Hebraeos alloquutus est, confringi statuas ipsarum jussit, non ab suburbiis in urbes piacula transferri.
And great Moses did not merely stand beside dead bones, but bearing forth the whole dead body of Joseph itself (Exod. 13:19), thus foretold things to come — and rightly so indeed. For the words of those prophets were the gift of the Spirit, whereas the words of these were fraud and falsehood that can by no means be concealed. For that these pleas were nothing else than an excuse and a pretext, and that he stood in dread of the blessed Babylas, is abundantly clear from what was done by the Emperor, seeing that, leaving all the other dead alone, he moved only that martyr from his place. And yet if these things had been done by him because he abominated him and not rather because he feared him, he ought to have ordered the coffin to be shattered, sunk in the sea, sent away into the wilderness, or destroyed by some other mode of ruin; for that would have been the act of one who abominated him. Thus did God act when He spoke to the Hebrews concerning the abominations of the Gentiles: He commanded their statues to be shattered, not that pollutions should be transferred from suburbs into cities.
3. Apollinis Daphnes templum fulmine tactum. — Ac movebatur quidem loco martyr; daemon autem ne sic quidem securitate fruebatur, sed confestim didicit ossa quidem martyris loco moveri posse, manus autem martyris evitari non posse. Nam simul ac loculus ad urbem protractus est, de coelo fulmen in statuae caput immissum cuncta combussit. Enimvero si minus antea, tum saltem impium Imperatorem irasci par fuit, et in martyrium martyris (a) iram effundere, sed ne tum quidem ausus fuit: tantus illum timor occupaverat, quin potius licet incendium videret intolerabile, causamque probe illius nosset, quietus fuit. Neque vero tantum hoc mirum est quod martyrium non subvertit, sed quod ne tectum quidem templo rursus imponere ausus est. Noverat quippe, noverat immissam esse cladem a numine, ac pertimescebat, ne si quid ulterius excogitasset, ignem illum in suum caput accerseret. Propterea cernere templum Apollinis ita desolatum sustinuit: neque ulla fuit alia causa, ob quam id quod evenerat minime reparavit, nisi solus timor, qui eum invitum quietem agere coegit: idque cum sciret quantam ignominiam daemoni relinqueret, quantum martyrii decus. Stant enim jam pro tropaeis parietes, et tuba clariorem vocem mittunt; ac Daphnes incolis, urbis incolis, his qui e longinquis regionibus illuc ventitant, hujus aetatis ac temporum futurorum hominibus ipso aspectu cuncta narrant, luctam, congressum, victoriam martyris. Nam qui longe dissitus est a suburbio, cum martyrium quidem loculo destitutum, templum autem Apollinis tecto privatum intuitus fuerit, horum utriusque causam verisimile est quaesiturum; cumque deinde totam historiam didicerit, sic inde discessurum. Ejusmodi sunt praeclara martyris post obitum ejus facinora. Quamobrem vestram quoque laudo civitatem, quod multum erga sanctum istum studium exhibueritis. Nam quo tempore Daphne revertebatur, tota nobis civitas in viam effusa est; vacua fuerunt viris fora, vacuae feminis aedes, deserti a virginibus thalami: sic et omnis aetas, et uterque sexus exsilierunt ex urbe, tamquam patrem ex longa peregrinatione post multum tempus revertentem recepturi.
3. The temple of Apollo at Daphne struck by a thunderbolt. — And so the martyr was indeed moved from his place, yet not even thus did the demon enjoy security; rather, he straightway learned that the bones of a martyr can indeed be moved from their place, but the hands of a martyr cannot be escaped. For no sooner had the coffin been drawn forth towards the city than a thunderbolt hurled down from heaven upon the head of the statue burned up everything. Yet surely, if not before, then at least it was natural that the impious Emperor should fall into a rage and pour out his wrath upon the martyry of the martyr (a), yet not even then did he dare: so great a fear had seized hold of him; nay rather, though he beheld an intolerable conflagration and knew its cause full well, he remained quiet. Nor is this alone marvellous, that he did not raze the martyry, but that he did not even dare to place a roof back upon the temple again. For he knew — he knew that the disaster had been sent by divine power, and he stood in dread lest, if he should devise anything further, he might draw that fire down upon his own head. On that account he endured to behold the temple of Apollo thus laid desolate; nor was there any other cause for which he in no wise repaired what had befallen save fear alone, which compelled him against his will to keep quiet — and that although he knew how great a disgrace he was leaving to the demon, and how great a glory to the martyrdom. For the walls now stand in place of trophies, and send forth a voice clearer than a trumpet; and to the dwellers in Daphne, to the dwellers in the city, to those who come thither from distant lands, to the men of this age and of times to come, by their very sight they recount all things — the wrestling, the clash, the victory of the martyr. For one who dwells far away from the suburb, when he has gazed upon the martyry bereft of its coffin and the temple of Apollo stripped of its roof, is likely to inquire into the cause of both of these, and then, once he has learned the whole story, so to depart thence. Such are the noble deeds of the martyr after his death. Wherefore I praise your city also, because you displayed great zeal towards this holy man. For at the time when he was returning from Daphne, our whole city poured forth into the highway; the market-places were emptied of men, the houses were emptied of women, the maiden-chambers were deserted by virgins: thus both every age and either sex leaped forth out of the city, as though about to welcome back a father returning after a long time from a distant journey.
Notes, col. 532 bis

On the reading

Printed thorum, for horum.