Migne Reading Room

PG 50 · cols. 523–526 bis · Read from the page

In S. Lucianum Martyrem Homilia Panegyrica (Εἰς τὸν ἅγιον μάρτυρα Λουκιανόν)

In S. Lucianum Martyrem Homilia Panegyrica (Εἰς τὸν ἅγιον μάρτυρα Λουκιανόν)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:523Read from the page
ὃ δὴ καὶ ἐπὶ τούτου γεγένηται. Ἀλλὰ γὰρ πρὸ τῆς σφαγῆς ἀναγκαῖον εἰπεῖν τοῦ διαβόλου τὴν πανουργίαν. Συνιδὼν γὰρ ἐκεῖνος ὅτι πάσης τιμωρίας καὶ κολάσεως εἴδους κατεγέλασε, καὶ οὔτε κάμινον ἀνάψας, οὔτε βάραθρον ὀρύξας, οὔτε τροχὸν εὐτρεπίσας, οὔτε εἰς ξύλον ἀναγαγὼν, οὔτε εἰς κρημνοὺς ῥίψας, οὔτε εἰς θηρίων ὀδόντας ἐμβαλὼν ἴσχυσε περιγενέσθαι τῆς τοῦ ἁγίου φιλοσοφίας, ἕτερον ἐπενόησε χαλεπώτερον τρόπον, καὶ περιῄει ζητῶν τιμωρίαν εὑρεῖν, ὥστε τὴν αὐτὴν ὁμοῦ καὶ δριμυτάτην γενέσθαι καὶ μακροτάτην. Ἐπειδὴ γὰρ τῶν κολάσεων αἱ μὲν ἀφόρητοι ταχίστην παρέχουσι τὴν ἀπαλλαγὴν, αἱ δὲ ἐπιμηκέστεραι ὑποτέμνονται τὴν ὀδύνην, ἐσπούδασεν εὑρεῖν κόλασιν ὁμοῦ τε τὰ ἀμφότερα ἔχουσαν, καὶ μῆκος καὶ ὑπερβολὴν ὀδύνης ἀνήκεστον, ἵνα καὶ τῇ σφοδρότητι καὶ τῷ πλήθει τοῦ χρόνου τὸ στερῥὸν καταβάλῃ τῆς αὐτοῦ διανοίας.
the very thing which has come to pass in this man's case also. Yet before the slaughter it is necessary to speak of the cunning of the devil. For when that one perceived that he laughed scornfully at every form of retribution and punishment, and neither by kindling a furnace, nor by digging a pit, nor by making ready a wheel, nor by raising him upon the rack, nor by hurling him over precipices, nor by casting him to the teeth of wild beasts had he strength to prevail over the philosophy of the saint, he devised another more grievous manner, and went about seeking to invent a retribution such that the same might become at once both most piercing and most long. For since among punishments those that are unbearable afford the swiftest release, while those that are more protracted cut short the pain, he was earnest to find a punishment having both together—both length and incurable excess of pain—so that both by vehemence and by multitude of time he might cast down the steadfastness of his mind.
Καὶ τί ποιεῖ; Λιμῷ τὸν ἅγιον παραδίδωσι τοῦτον· σὺ δὲ λιμὸν ἀκούσας μὴ παρέλθῃς ἁπλῶς τὸ λεγόμενον· ἁπάντων γὰρ θανάτων οὗτός ἐστι χαλεπώτατος. Καὶ μάρτυρες οἱ πεῖραν εἰληφότες· μὴ γὰρ δὴ ἡμεῖς πεῖραν λάβοιμεν· καλῶς γὰρ ἐδιδάχθημεν εὔχεσθαι, μὴ εἰσελθεῖν εἰς πειρασμόν. Καθάπερ γὰρ δήμιός τις τοῖς σπλάγχνοις ἔνδον καθήμενος ἅπαντα καταξαίνει τὰ μέλη, πυρὸς παντὸς καὶ θηρίου σφοδρότερον κατεσθίων πάντοθεν τὸ σῶμα, διηνεκῆ τινα καὶ ἄρῥητον παρέχων ὀδύνην. Καὶ ἵνα μάθῃς ὅσον ἐστὶ λιμὸς, καὶ τέκνων ἀπεγεύσαντο μητέρες πολλάκις, τὴν τοῦ κακοῦ τούτου βίαν οὐκ ἐνεγκοῦσαι· καὶ ταύτην τὴν συμφορὰν τραγῳδῶν ὁ προφήτης ἔλεγε· Χεῖρες γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ τέκνα αὐτῶν. Οὓς ἔτεκον μητέρες κατήσθιον, καὶ τῶν γεννηθέντων παιδίων ἡ τεκοῦσα γαστὴρ ἐγένετο τάφος, καὶ φύσεως ἐκράτησεν ὁ λιμός· μᾶλλον δὲ οὐ φύσεως μόνον, ἀλλὰ καὶ τῆς προαιρέσεως· τῆς δὲ τοῦ ἁγίου τούτου γενναιότητος οὐκ ἐκράτησε. Τίς οὐκ ἂν ἐκπλαγείη ταῦτα ἀκούσας; Καίτοι τί φύσεως δυνατώτερον; τί δὲ προαιρέσεως ὀξυρῥεπέστερον; Ἀλλ' ἵνα μάθῃς, ὅτι τοῦ φόβου τοῦ Θεοῦ οὐδὲν ἰσχυρότερον, προαίρεσις φύσεως εὐτονωτέρα ἐφάνη, καὶ μητέρας μὲν ἤλεγξε, καὶ ὠδίνων ἐπιλαθέσθαι ἐποίησε, τὸν δὲ ἅγιον τοῦτον ὑποσκελίσαι οὐκ ἴσχυσεν, οὐδὲ περιεγένετο τῆς φιλοσοφίας ἡ κόλασις, οὐδὲ τῆς ἀνδρείας ἐκράτησεν ἡ τιμωρία· ἀλλ' ἔμενεν ἀδάμαντος παντὸς ἰσχυρότερος, ταῖς ἀγαθαῖς ἐντρυφῶν ἐλπίσι, καὶ τῇ τῶν ἀγώνων ἐγκαλλωπιζόμενος ὑποθέσει, ἱκανὴν παραμυθίαν ἔχων τῶν ἄθλων τὴν ἀφορμὴν, μάλιστα καθ' ἑκάστην ἀκούων Παύλου λέγοντος· Ἐν λιμῷ καὶ δίψῃ, ἐν ψύχει καὶ γυμνότητι· καὶ πάλιν, Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα· ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Ὡς δὲ εἶδεν ὁ μιαρὸς δαίμων οὐκ ἐνδιδόντα τῇ τοσαύτῃ τοῦ πράγματος ἀνάγκῃ, ἔτι χαλεπωτέραν ἐποίει τὴν βάσανον. Καὶ γὰρ εἰδωλόθυτα λαβὼν, καὶ τὴν τράπεζαν τούτων
And what does he do? He delivers this saint over to famine; and when you hear of famine, do not pass by simply what is said; for of all deaths this is the most grievous. And witnesses are those who have taken experience of it—for may we indeed never take experience of it! For we were well taught to pray not to enter into temptation. For just like a certain executioner sitting within in the bowels, it tears all the members to shreds, devouring the body on every side more vehemently than any fire or wild beast, affording a continual and unspeakable pain. And in order that you may learn how great a thing famine is, mothers have often tasted even of their children, not enduring the violence of this evil; and bewailing this calamity in tragic strain, the prophet said: The hands of compassionate women boiled their own children. Mothers devoured those whom they bore, and the womb that bore them became the tomb of the newborn infants, and famine prevailed over nature—or rather, not over nature only, but also over free choice; yet over the nobility of this saint it did not prevail. Who would not be astonished upon hearing these things? And yet what is stronger than nature? And what more swift-inclining than free choice? Yet in order that you may learn that nothing is mightier than the fear of God, free choice appeared more vigorous than nature; and while famine overcame mothers and made them forget their birth-pangs, it did not have strength to trip up this saint, nor did the punishment prevail over his philosophy, nor did the retribution master his bravery; but he abode mightier than any adamant, delighting in good hopes, and adorning himself with the theme of the contests, having the occasion of the struggles as a sufficient consolation, especially hearing Paul every day saying: In hunger and thirst, in cold and nakedness; and again: Up to this present hour we both hunger, and thirst, and are naked, and are buffeted; for he knew, he knew clearly, that Man shall not live upon bread alone, but in every word proceeding through the mouth of God. And when the polluted demon saw him not yielding to so great a necessity of the matter, he made the torture more grievous still. For taking things sacrificed to idols, and filling the table with
PG 50:524Read from the page
ἐμπλήσας, πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ τεθῆναι παρεσκεύασεν, ἵνα τὸ τῆς ἐξουσίας ἕτοιμον ἐκλύσῃ τῆς προθυμίας τὴν εὐτονίαν. Οὐ γὰρ οὕτως ἁλισκόμεθα μὴ φαινομένων τῶν δελεαζόντων πραγμάτων, ὡς πρὸ τῶν ὀφθαλμῶν κειμένων· ἐπεὶ καὶ τῆς γυναικῶν ἐπιθυμίας εὐκολώτερον ἄν τις κρατήσειε μὴ βλέπων γυναῖκα εὔμορφον, ἢ συνεχῶς εἰς αὐτὴν ἀτενίζων. Ἀλλ' ὅμως καὶ ταύτης ἐκράτησε τῆς ἐνέδρας ὁ δίκαιος, καὶ ὅπερ ἐνόμιζεν ὁ διάβολος ἐκλύσειν αὐτοῦ τὴν ἀνδρείαν, τοῦτο μάλιστα αὐτὸν ἤλειψε πρὸς τοὺς ἀγῶνας· οὐ γὰρ μόνον οὐδὲν ἔπαθεν ἀπὸ τῆς ὄψεως τῶν εἰδωλοθύτων, ἀλλὰ καὶ μᾶλλον αὐτὰ ἀπεστρέφετο καὶ ἐμίσει· καὶ ὅπερ ἐπὶ τῶν ἐχθρῶν πάσχομεν, ὅσῳπερ ἂν αὐτοὺς ἐμβλέψωμεν, τοσούτῳ μᾶλλον αὐτοὺς μισοῦμεν καὶ ἀποστρεφόμεθα, τοῦτο καὶ ἐκεῖνος ἐπὶ τῆς μιαρᾶς ἐκείνης ἔπασχε θυσίας τότε· μᾶλλον γὰρ αὐτὴν ὁρῶν ἐβδελύττετο καὶ ἀπεπήδα, καὶ ἡ συνεχὴς ὄψις μᾶλλον αὐτὸν εἰς μῖσος καὶ ἀποτροπὴν τῶν προκειμένων ἐνέβαλλε· καὶ τοῦ λιμοῦ μέγα ἔνδοθεν ἐμβοῶντος, καὶ τῶν προκειμένων κελευόντος ἐφάπτεσθαι, ὁ τοῦ Θεοῦ φόβος τὰς χεῖρας ἀνέστελλε, καὶ τῆς φύσεως αὐτῆς ἐπιλαθέσθαι παρεσκεύαζε· καὶ τράπεζαν ὁρῶν μιαρὰν καὶ ἐναγῆ, τραπέζης ἐμνήσθη ἑτέρας τῆς φρικώδους καὶ Πνεύματος γεμούσης, καὶ οὕτως ἐπυροῦτο, ὡς ἑλέσθαι πάντα ὑποστῆναι καὶ παθεῖν, ἢ τῶν μιαρῶν ἐκείνων ἀπογεύσασθαι ἐδεσμάτων. Ἀνεμνήσθη καὶ τῆς τραπέζης ἐκείνης τῶν τριῶν παίδων, οἳ νέοι ληφθέντες, καὶ πάσης ἔρημοι προστασίας ὄντες, ἐν ἀλλοτρίᾳ γῇ καὶ βαρβάρῳ χώρᾳ τοσαύτην ἐπεδείξαντο φιλοσοφίαν, ὡς μέχρι νῦν ᾄδεσθαι τὴν ἀνδρείαν αὐτῶν. Καὶ οἱ μὲν Ἰοῦδαῖοι καὶ τὴν οἰκείαν ἔχοντες γῆν ἠσέβησαν, καὶ ἐν τῷ ναῷ διατρίβοντες εἰδωλολάτρουν· οἱ δὲ νέοι ἐκεῖνοι εἰς τὴν βαρβαρικὴν ἀπενεχθέντες γῆν, ἔνθα εἴδωλα καὶ πάσης ἀσεβείας ὑπόθεσις, τὴν πατρῴαν διετέλεσαν φυλάττοντες πολιτείαν. Εἰ τοίνυν οἱ αἰχμάλωτοι, καὶ δοῦλοι, καὶ νέοι πρὸ τῆς χάριτος τοσαύτην ἐπεδείξαντο φιλοσοφίαν, φησὶ, ποίας ἂν εἴημεν ἡμεῖς συγγνώμης ἄξιοι, μηδὲ πρὸς τὴν αὐτὴν ἐκείνοις ἀρετὴν φθάσαι δυνηθέντες;
them, he contrived that it should be set before his eyes, so that the ready power to partake might slacken the vigour of his zeal. For we are not so captured when the enticing things do not appear as when they lie before our eyes; since one would also more easily master desire for women when not looking at a comely woman than when gazing at her continually. Yet nevertheless the righteous man prevailed over this ambush also, and what the devil supposed would slacken his bravery, this most of all anointed him for the contests; for not only did he suffer nothing from the sight of the things sacrificed to idols, but all the more turned away from them and hated them; and what we experience in the case of enemies—the more we look upon them, so much the more do we hate them and turn away from them—this that man also experienced at that polluted sacrifice then; for looking upon it, he abhorred it and leapt back all the more, and the continual sight cast him all the more into hatred and aversion towards the things set before him; and while hunger was shouting loudly from within, and bidding him lay hold of the things set before him, the fear of God held back his hands, and prepared him to forget nature itself; and seeing a polluted and accursed table, he remembered another table, the awesome one teeming with the Spirit, and was so fired that he chose to undergo and suffer all things rather than taste of those polluted viands. He called to mind also that table of the three youths, who, taken captive while young and being stripped of all protection, in a strange land and barbarian country displayed so great a philosophy that up to now their bravery is sung. And the Jews, indeed, even while holding their own land committed impiety, and while tarrying in the temple worshipped idols; whereas those youths, carried away into the barbarian land, where there were idols and the ground of every impiety, continued keeping their ancestral way of life. If, therefore, captives, and slaves, and youths before grace displayed so great a philosophy, says he, of what sort of pardon would we be worthy, not being able to attain even to the same virtue as they?
γʹ. Ταῦτα δὴ πάντα λογιζόμενος κατεγέλα τῆς τοῦ διαβόλου πονηρίας, κατεφρόνει τῆς κακουργίας, καὶ πρὸς οὐδὲν ἐνεδίδου τῶν ὁρωμένων. Ὡς δ' οὖν εἶδεν οὐδὲν αὐτῷ τι πλέον γενόμενον ὁ μιαρὸς ἐκεῖνος, ἄγει πάλιν αὐτὸν εἰς τὸ δικαστήριον, καὶ βασανίζων συνεχεῖς ἐπῆγε πεύσεις· ὁ δὲ πρὸς ἑκάστην πεῦσιν ἀπεκρίνατο, ὅτι Χριστιανός εἰμι, μόνον, καὶ λέγοντος τοῦ δημίου· Ποίας εἶ πατρίδος; Χριστιανός εἰμι, φησί· Τί ἔχεις ἐπιτήδευμα; Χριστιανός εἰμι· Τίνας προγόνους; ὁ δὲ πρὸς ἅπαντα ἔλεγεν, ὅτι Χριστιανός εἰμι· ἑνὶ τούτῳ καὶ ψιλῷ τῷ ῥήματι τοῦ διαβόλου πλήττων τὴν κεφαλὴν, καὶ συνεχῆ καὶ ἐπάλληλα τὰ τραύματα αὐτῷ παρέχων. Καίτοι γε καὶ τῆς ἔξωθεν παιδεύσεως μετέσχεν, ἀλλ' ᾔδει σαφῶς ὅτι ἐν τοῖς τοιούτοις ἀγῶσιν οὐ ῥητορείας χρεία, ἀλλὰ πίστεως· οὐ δεινότητος λόγου, ἀλλὰ φιλοθέου ψυχῆς· ἀρκεῖ ῥῆμα ἓν, φησὶν, ἅπασαν τοῦ διαβόλου τρέψαι τὴν φάλαγγα. Καὶ δοκεῖ μὲν τοῖς οὐκ ἀκριβῶς ἐξετάζουσιν ἀνακόλουθος εἶναι ἡ ἀπόκρισις· εἰ δέ τις
3. Reckoning all these things, therefore, he laughed scornfully at the wickedness of the devil, disdained his malice, and yielded to none of the things seen. When, therefore, that polluted one saw nothing further gained for himself, he leads him again into the court of justice, and while torturing him brought to bear continual questionings; and to each questioning he answered only: I am a Christian; and when the executioner said: Of what fatherland are you? I am a Christian, says he; What pursuit do you have? I am a Christian; What forefathers? And to all things he said: I am a Christian—striking the head of the devil with this one bare word, and delivering continual and successive wounds to him. And yet he had shared also in outward education, yet he knew clearly that in such contests there is need not of rhetoric, but of faith; not of cleverness of speech, but of a God-loving soul: one word suffices, says he, to rout the whole phalanx of the devil. And to those who do not examine exactly, the answer seems indeed to be inconsequent; yet if anyone
Notes, col. 524

On the reading

Printed Ἰοῦδαῖοι, for Ἰουδαῖοι.

PG 50:525Read from the page
τὸν νοῦν ἐπιστήσειε, καὶ ἐκ ταύτης ὄψεται τοῦ μάρτυρος τὴν σοφίαν. Ὁ γὰρ εἰπὼν, ὅτι Χριστιανός εἰμι, καὶ πατρίδα, καὶ γένος, καὶ ἐπιτήδευμα, καὶ πάντα ἐδήλωσε· πῶς, ἐγὼ λέγω· Ὁ Χριστιανὸς οὐκ ἔχει πόλιν ἐπὶ τῆς γῆς, ἀλλὰ τὴν ἄνω Ἱερουσαλήμ· Ἡ γὰρ ἄνω Ἱερουσαλὴμ, φησὶν, ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Ὁ Χριστιανὸς οὐκ ἔχει γήϊνον ἐπιτήδευμα, ἀλλ' εἰς τὴν ἄνω πολιτείαν τελεῖ· Ἡμῶν γὰρ, φησὶ, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει· ὁ Χριστιανὸς συγγενεῖς ἔχει τοὺς ἁγίους ἅπαντας καὶ συμπολίτας· Συμπολῖται γάρ ἐσμεν τῶν ἁγίων, φησὶ, καὶ οἰκεῖοι τοῦ Θεοῦ. Ὥστε ἑνὶ ῥήματι, καὶ τίς εἴη, καὶ πόθεν, καὶ τίνων, καὶ τί πράττων διατελοίη, μετὰ ἀκριβείας ἐδίδαξε. Καὶ μετὰ ταύτης τῆς φωνῆς τὸν βίον κατέλυσε, καὶ ἀπῆλθε σώαν τῷ Χριστῷ τὴν παρακαταθήκην κομίζων, καὶ τοῖς μετὰ ταῦτα δι' ὧν ἔπαθε παραινῶν ἐνίστασθαι, καὶ μηδὲν δεδοικέναι, ἀλλ' ἢ ἁμαρτίαν καὶ ἄρνησιν μόνον.
should fix his mind upon it, from this also he will see the wisdom of the martyr. For he who said, I am a Christian, declared both fatherland, and lineage, and pursuit, and all things; how, I tell you: The Christian has no city upon the earth, but the Jerusalem above: For the Jerusalem above, says he, is free, which is our mother. The Christian has no earthly pursuit, but belongs to the citizenship above: For our commonwealth, says he, exists in the heavens; the Christian has all the saints as relatives and fellow-citizens: For we are fellow-citizens of the saints, says he, and members of the household of God. So that by one word he taught with exactness both who he was, and whence, and of what parents, and what he continued doing. And with this voice he closed his life, and departed carrying safe to Christ the deposit entrusted to him, and exhorting those who came after these things through what he suffered to stand firm, and to dread nothing save sin and denial alone.
Ταῦτ' οὖν καὶ ἡμεῖς εἰδότες ἐν καιρῷ τῆς εἰρήνης τὰ τοῦ πολέμου μελετῶμεν, ἵν' ἐπιστάντος τοῦ πολέμου λαμπρὸν καὶ ἡμεῖς στήσωμεν τρόπαιον. Καττφρόνησεν ἐκεῖνος λιμοῦ, καταφρονήσωμεν καὶ ἡμεῖς τρυφῆς, καὶ τῆς γαστρὸς τὴν τυραννίδα καθέλωμεν, ἵνα ἂν καιρὸς ἐπιστῇ τοσαύτην παρ' ἡμῶν τὴν ἀν-
Knowing these things, therefore, let us also in time of peace practise the things of war, so that when war comes upon us we also may set up a bright trophy. That man disdained famine; let us also disdain luxury, and pull down the tyranny of the belly, so that if a season comes upon us demanding from us so great a
Notes, col. 525

On the reading

Printed Καττφρόνησεν, for Κατεφρόνησεν.

PG 50:526Read from the page
δρείαν ἐπιζητῶν, προγυμνασθέντες ἐν τοῖς ἐλάττοσι, λαμπροὶ φανῶμεν ἐπὶ τῶν σκαμμάτων. Ἐπὶ ἀρχόντων καὶ βασιλέων ἐπαρῥησιάσατο ἐκεῖνος· τοῦτο καὶ ἡμεῖς ποιῶμεν νῦν, κἂν ἐν συλλόγοις Ἑλλήνων πλουτούντων καὶ περιφανῶν συνεδρεύωμεν, μετὰ παρῥησίας τὴν πίστιν ὁμολογῶμεν· καταγελῶμεν τῆς ἐκείνων πλάνης. Κἂν ἐπιχειρῶσι τὰ μὲν αὐτῶν σεμνύνειν, τὰ δὲ ἡμέτερα καθαιρεῖν, μὴ σιγῶμεν, μηδὲ πράως φέρωμεν, ἀλλ' ἐκκαλύπτοντες αὐτῶν τὴν ἀσχημοσύνην, ἅπαντα μετὰ πολλῆς τῆς σοφίας καὶ τῆς παρῥησίας τὰ τῶν Χριστιανῶν ἀνυμνῶμεν· καὶ καθάπερ ὁ βασιλεὺς τὸ διάδημα ἐπὶ τῆς κεφαλῆς, οὕτω καὶ ἡμεῖς τὴν ὁμολογίαν πανταχοῦ τῆς πίστεως περιφέρωμεν. Οὐ γὰρ οὕτως ἐκεῖνον ὁ στέφανος, ὡς ἡμᾶς ἡ πίστις καὶ ἡ ταύτης ὁμολογία καλλωπίζειν εἴωθε· μὴ διὰ ῥημάτων δὲ μόνον, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων αὐτῶν τοῦτο ποιῶμεν, καὶ βίον ἄξιον τῆς ὁμολογίας διὰ πάντων ἐπιδεικνύμενοι, ἵνα μὴ καταισχύνωμεν τὰ δόγματα ἐν τῇ τῶν ἔργων φαυλότητι, ἀλλὰ διὰ πάντων τὸν Δεσπότην ἡμῶν δοξάζοντες ἀπολαύσωμεν καὶ τῆς ἐνταῦθα καὶ τῆς ἐκεῖ τιμῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, κράτος καὶ τιμὴ, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ αεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
bravery, having been trained beforehand in lesser things, we may appear bright upon the wrestling-pits. Before rulers and kings that man spoke boldly; let us also do this now, and even if we sit in council in gatherings of wealthy and illustrious Greeks, let us confess the faith with boldness of speech; let us laugh scornfully at their error. And even if they attempt to exalt their own things and pull down ours, let us not keep silence, nor bear it meekly, but uncovering their unseemliness, let us hymn all the things of Christians with great wisdom and boldness of speech; and just as the emperor wears the diadem upon his head, so let us also carry about everywhere the confession of the faith. For not so much is the crown wont to adorn that man as faith and its confession are wont to adorn us; and let us do this not through words only, but also through deeds themselves, displaying through all things a life worthy of the confession, so that we may not put our doctrines to shame by baseness of works, but glorifying our Master through all things may enjoy honour both here and there; which may it befall us all to obtain, by the grace and loving-kindness of our Lord Jesus Christ, through Whom and with Whom to the Father be glory, might, and honour, together with the Holy and life-giving Spirit, now and always, and unto the ages of the ages. Amen.
Notes, col. 526

On the reading

Printed αεὶ, for ἀεὶ.

PG 50:525 bisRead from the page
Qui enim, Christianus sum, dixit, et patriam et genus et artis professionem et omnia declaravit. Quo tandem pacto? Ego dicam. Christianus urbem in terra non habet, sed Jerusalem quae sursum est. Illa enim, inquit, quae sursum est Jerusalem, libera est : quae est mater nostra (Gal. 4. 26). Christiano terrena nulla est artis professio, sed ad supernam conversationem vitae pertinet. Nostra enim, inquit, conversatio in caelis est (Philipp. 3. 20). Christianus cognatos habet sanctos omnes ac cives : Sumus enim, inquit, cives sanctorum, et domestici Dei (Ephes. 2. 19) : itaque uno verbo et quis esset, et unde, et ex quibus, et quid agere soleret, exactissime docuit, et vitam cum hac voce finivit, abiitque salvum referens Christo depositum, ac posteris ex iis, quae passus est, cohortationem reliquit, ut insistant, nihilque nisi peccatum et negationem tantum reformident.
For he who said, I am a Christian, declared at once his country, his lineage, his calling, and all things. In what way, pray? I will tell you. A Christian has no city upon earth, but the Jerusalem that is above: For the Jerusalem that is above, he says, is free, which is our mother (Gal. 4. 26). A Christian has no earthly pursuit, but belongs to the heavenly citizenship of life: For our citizenship, he says, is in the heavens (Philipp. 3. 20). A Christian has all the saints for kinsfolk and fellow citizens: For we are, he says, fellow citizens of the saints and members of the household of God (Ephes. 2. 19); accordingly by a single word he taught most exactly who he was, whence he came, of what stock he sprang, and what way of life he followed; and with this utterance he ended his life, departed bringing back his trust safe to Christ, and left from what he suffered an exhortation to those after him to stand firm and dread nothing save sin and denial alone.
Moralis exhortatio. — Haec itaque nos etiam cum noverimus, pacis tempore bellicis in rebus nos exerceamus, ut cum belli tempus advenerit, illustre nos quoque tropaeum erigamus. Famem contempsit ille : delicias et nos contemnamus, ac ventris tyrannidem evertamus, ut si tempus adveniat, quod tantam fortitudinem a nobis reposcat, in minoribus antea rebus exercitati, praeclari in scammate compareamus.
Moral exhortation. — Knowing these things, therefore, let us also train ourselves in time of peace in the duties of war, so that when the season of war arrives we too may set up a glorious trophy. He despised starvation: let us also despise luxuries and overthrow the tyranny of the belly, so that if a time should come demanding so great fortitude from us, having been trained beforehand in lesser matters we may show ourselves renowned in the arena.
PG 50:526 bisRead from the page
Coram principibus ille ac regibus libere loquutus est : hoc nos faciamus nunc quoque : ac si in opulentorum et illustrium Paganorum conventibus consideamus, fidem cum fiducia profiteamur, irrideamus illorum errores. Quod si res quidem suas magnifice efferre, nostras autem deprimere aggrediantur, ne taceamus, neve leniter feramus : sed ipsorum turpitudinem detegentes, multa cum sapientia fiduciaque res omnes Christianorum laudibus evehamus ; et quemadmodum Imperator in capite diadema, sic et nos ubique confessionem fidei circumferamus. Non enim illum adeo corona, ut nos fides ejusque confessio solet exornare : non verbis tantum, sed etiam rebus ipsis id agamus, et vitam confessione dignam in omnibus exhibeamus : ne dogmata operum improbitate dedecoremus, sed in omnibus Dominum nostrum glorificantes cum hujus saeculi, tum illius honore potiamur : quem nos omnes utinam consequamur, gratia et benignitate Domini nostri Jesu Christi, per quem et cum quo Patri gloria, imperium et honor, una cum sancto ac vivifico Spiritu, nunc et semper, et in saecula saeculorum. Amen.
Before rulers and kings he spoke with free boldness: let us do this now as well; and if we sit in the gatherings of wealthy and distinguished pagans, let us profess our faith with confidence and laugh their errors to scorn. And if they attempt to extol their own affairs proudly and to belittle ours, let us neither keep silent nor bear it tamely; but, uncovering their shamefulness, let us with much wisdom and boldness exalt with praises all the affairs of Christians; and just as an Emperor wears a diadem upon his head, so let us also carry about everywhere the confession of our faith. For a crown does not so adorn him as faith and its confession are wont to adorn us; and let us do this not in words only, but by deeds themselves as well, and in all things display a life worthy of our confession, lest we disgrace our doctrines by wickedness of works; rather, glorifying our Lord in all things, let us gain the honour both of this world and of that to come—which may we all attain, by the grace and loving-kindness of our Lord Jesus Christ, through whom and with whom to the Father be glory, sovereign power, and honour, together with the Holy and life-giving Spirit, now and always, and unto the ages of ages. Amen.