απεδήμησε, καὶ ἐλάττων ἡμῖν ὁ σύλλογος γέγονε. Καὶ ᾔδειν μὲν τοῦτο συμβησόμενον πάντως· οὐ μὴν δὲ διὰ τοῦτο τῆς παραινέσεως ἀπέστην· ει γὰρ καὶ μὴ πάντες ἐπείσθησαν οἱ χθὲς ἀκούσαντες, ἀλλ' οὐδὲ πάντες ἠπείθησαν· οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίας λόγον ἡμῖν· διόπερ οὐδὲ σήμερον ἀποστήσομαι ταύτης τῆς συμβουλῆς· εἰ γὰρ καὶ μὴ δι' ἡμῶν, ἀλλά γε δι' ὑμῶν πάντως ἀκούσονται τὰ λεγόμενα. Τίς γὰρ δυνηθείη σιγῇ τὴν τοσαύτην αὐτῶν ῥᾳθυμίαν ἐγεγκεῖν, ἢ μεταδοῦναι συγγνώμης καὶ ἀπολογίας αὐτοῖς, οἳ διὰ τοσούτου χρόνου τὴν μητέρα ἰδόντες, καὶ τῶν ἐν αὐτῇ καλῶν ἀπολαύσαντες ἀπέστησαν, καὶ οὐκ ἠνέσχοντο τὸ δεύτερον ἐπιστρέψαι πάλιν, οὐδὲ τὴν τοῦ Νῶε περιστερὰν, ἀλλὰ τὸν κόρακα ἐμιμήσαντο, καὶ ταῦτα τοῦ πλυδωνίηυ μένοντος ἔτι, καὶ τοῦ χειμῶνος ἐκείνου, καὶ χαλεπωτέρας καθ' ἑκάστην ἡμέραν ἐγειρομένης ζάλης, καὶ τῆς ἁγίας ταύτης κιβωτοῦ προκειμένης ἐν μέσῳ, καὶ πάντας καλούσης, καὶ πρὸς ἑαυτὴν ἐπισπωμένης, καὶ πολλὴν τοῖς καταφεύγουσι παρεχούσης τὴν ἀσφάλειαν; Οὐ γὰρ ὑδάτων, οὐδὲ κυμάτων ἐμβολὰς, ἀλλὰ τῶν ἀλογωτάτων παθῶν τὰς συνεχεῖς ἀποκρούεται ἐπαναστάσεις, καὶ φθόνον ἀναιρεῖ, καὶ ἀπόνοιαν καταστέλλει. Οὔτε γὰρ ὁ πλούσιος ἐνταῦθα τοῦ πένητος ὑπεριδεῖν δυνήσεται, ἀκούων παρὰ τῶν θείων Γραφῶν, ὅτι Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· οὔτε ὁ πένης πλουτοῦντα ἕτερον ἰδὼν βασκανίᾳ ἁλώσεται, ἀκούων καὶ αὐτὸς ἑτέρου προφήτου λέγοντος· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ. Τοιαύτη γὰρ τῆς εὐπορίας ταύτης ἡ φύσις· οὐ συμμεθίσταται τοῖς ἔχουσιν, οὐ συναποδημεῖ τοῖς κεκτημένοις, οὐ παρίσταται κρινομένοις ἐκεῖ καὶ εὐθύνας ὑπέχουσιν, ἀλλ' ὑπὸ τοῦ θανάτου διακόπτεται πάντως· πολλοὺς δὲ καὶ πρὸ τοῦ θανάτου κατέλιπεν· ἄπιστος ἡ χρῆσις, ἀβέβαιος ἡ ἀπόλαυσις, ἐπικίνδυνος ἡ κτῆσις. Ἀλλ' οὐ τὰ τῆς ἀρετῆς τοιαῦτα, καὶ τὰ τῆς ἐλεημοσύνης· ἀλλ' ἔστιν ἄσυλος οὗτος ὁ θησαυρός. Πόθεν τοῦτο δῆλον; Ὁ περὶ τοῦ πλούτου τούτου φιλοσοφήσας καὶ εἰπὼν, ὅτι Οὐ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ ὀπίσω αθτοῦ, οὗτος καὶ περὶ τῶν τῆς ἐλεημοσύνης θησαυρῶν, τῶν ἀεὶ μενόντων καὶ μηδέποτε συλωμένων, ἐπαίδευσεν ἡμᾶς οὕτως εἰπών· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Τί τούτου παραδοξότερον γένοιτ' ἄν; Τὰ συλλεγόμενα ἀπόλλυνται, καὶ τὰ σκορπιζόμενα μένει, καὶ μάλα εἰκότως. Τὰ μὲν γὰρ ὁ Θεὸς ὑποδέχεται, ἐκ δὲ τῆς τοῦ Θεοῦ χειρὸς οὐδεὶς ἁρπάζειν δύναται· τὰ δὲ ἐν ἀνθρωπίνοις ἀποτίθεται θησαυροῖς· ἔνθα πολλαῖς ὑπόκειται ταῖς ἐπιβουλαῖς, ἔνθα πολὺς ὁ φθόνος καὶ ἡ βασκανία. Μὴ τοίνυν ἀμελῇς, ἀγαπητὲ, τῆς ἐνταῦθα διατριβῆς· κἂν γάρ τις ἀθυμία ἐνοχλῇ, ἐνταῦθα φυγαδεύεται· κἂν φροντίδες βιωτικαὶ, δραπετεύουσι· κἂν ἄλογα πάθη, σβέννυται· ἀπὸ δὲ τῆς ἀγορᾶς, καὶ τῶν θεάτρων, καὶ τῶν ἄλλων συλλόγων τῶν ἔξωθεν πολλὰς ἐπισυρόμενοι φροντίδας, καὶ ἀθυμίας, καὶ ψυχῆς νόσους, οἴκαδε ἀναχωροῦμεν. Ἂν ἐνταῦθα διατρίβῃς συνεχῶς, καὶ ἅπερ ἔλαβες
with it, and our assembly has become smaller. And I knew indeed that this would assuredly come to pass; nevertheless I did not on this account desist from exhortation; for even if not all who heard yesterday were persuaded, yet neither did all disobey; and this is no small thing towards a ground of consolation for us; wherefore not even today shall I desist from this counsel; for even if not through us, yet at least through you they will assuredly hear the things said. For who would be able in silence to bear so great a sloth of theirs, or to grant them pardon and defence, who after so long a time having seen their mother, and having enjoyed the good things in her, stood away, and did not endure to return again a second time, nor imitated the dove of Noah, but the raven, and that while the billowing surge still remains, and that tempest, and a more grievous squall is raised every single day, and while this holy ark lies before them in the midst, calling all men, and drawing them to herself, and affording great security to those who flee to her for refuge? For she wards off not rushing onsets of waters or waves, but the continual uprisings of the most irrational passions, and destroys envy, and quells arrogance. For neither will the rich man here be able to overlook the poor man, hearing from the divine Scriptures: All flesh is grass, and all the glory of man as the flower of grass; nor will the poor man, seeing another growing rich, be captured by malice, hearing himself also another prophet saying: Fear not when a man grows rich, or when the glory of his house is multiplied; for when he dies he shall take nothing at all, nor shall his glory descend together with him. For such is the nature of this abundance: it does not migrate together with its holders, it does not travel abroad together with its possessors, it does not stand beside those judged there and undergoing accountings, but is altogether cut short by death; and many it has left even before death: faithless is its use, unstable its enjoyment, perilous its possession. Yet the things of virtue are not such, nor those of almsgiving; rather, inviolable is this treasure. Whence is this manifest? He who philosophized concerning this wealth and said: His glory shall not descend together with him after him, this very man also instructed us concerning the treasures of almsgiving, which abide always and are never plundered, saying thus: He scattered, he gave to the poor; his righteousness abides for ever. What could be more paradoxical than this? The things gathered together perish, and the things scattered abide—and quite reasonably so. For the latter God receives, and out of the hand of God no one can snatch; whereas the former are laid away in human treasuries, where they lie exposed to many plots, where great is envy and malice. Do not, therefore, neglect tarrying here, beloved; for even if any despondency troubles one, here it is banished; even if worldly cares, they run away; even if irrational passions, they are quenched; whereas from the market-place, and the theatres, and the other gatherings without, trailing many cares, and despondencies, and diseases of soul, we withdraw homeward. If you tarry here continually, you will altogether put away even whatever evils you received