οἵους θέλω, εὕρω ὑμᾶς· καὶ μετ' ὀλίγα, Μὴ πάλιν ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν. Καὶ Γαλάταις δὲ γράφων ἔλεγε· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Καὶ ὑπὲρ τοῦ πεπορνευκότος ἄκουσον αὐτοῦ, πῶς οὐχ ἧττον ἐκείνου καὶ ὀδυνᾶται καὶ παρακαλεῖ λέγων· Κυρώσατε εἰς αὐτὸν ἀγάπην. Καὶ ἡνίκα δὲ αὐτὸν ἐξέκοπτε, μετὰ πολλῶν δακρύων τοῦτο ἐποίει. Ἐκ γὰρ πολλῆς θλίψεως, φησὶ, καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ ἵνα γνῶτε τὴν ἀγάπην, ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς· καὶ πάλιν· Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, τοῖς ἀσθενοῦσιν ὡς ἀσθενής, τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω· καὶ ἀλλαχοῦ πάλιν· Ἵνα παραστήσω πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ. Εἶδες ψυχὴν ὑπερβαίνουσαν πᾶσαν τὴν γῆν; Πάντα ἄνθρωπον προσεδόκησε παραστῆσαι, καὶ τό γε αὐτοῦ μέρος, πάντας παρέστησε. Καὶ γὰρ ὥσπερ τὴν οἰκουμένην ἅπασαν γεννήσας αὐτὸς, οὕτως ἐθορυβεῖτο, οὕτως ἔτρεχεν, οὕτω πάντας ἐσπούδαζεν εἰσαγαγεῖν εἰς τὴν βασιλείαν, θεραπεύων, παρακαλῶν, ὑπισχνούμενος, εὐχόμενος, ἱκετεύων, τοὺς δαίμονας φοβῶν, τοὺς διαφθείροντας ἐλαύνων, διὰ παρουσίας, διὰ γραμμάτων, διὰ ῥημάτων, διὰ πραγμάτων, διὰ μαθητῶν, δι' ἑαυτοῦ τοὺς πίπτοντας ἀνορθῶν, τοὺς ἑστῶτας στηρίζων, διεγείρων τοὺς χαμαὶ κειμένους, θεραπεύων τοὺς συντετριμμένους, ἀλείφων τοὺς ῥᾳθυμοῦντας, φοβερὸν ἐμβοῶν ἐπὶ τοῖς ἐχθροῖς, δριμὺ βλέπων ἐπὶ τοῖς πολεμίοις· καθάπερ τις στρατηγὸς ἢ ἄριστος ἰατρὸς, αὐτὸς σκευοφόρος, αὐτὸς ὑπασπιστὴς, αὐτὸς ὑπερασπιστὴς, αὐτὸς παραστάτης, αὐτὸς πάντα γινόμενος τῷ στρατοπέδῳ καὶ οὐκ ἐν τοῖς πνευματικοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς σαρκικοῖς πολλὴν τὴν πρόνοιαν ἐπεδείκνυτο, πολλὴν τὴν σπουδήν. Ἄκουσον γοῦν αὐτοῦ, πῶς ὑπὲρ μιᾶς γυναικὸς πρὸς ὁλόκληρον ἐπιστέλλει δῆμον λέγων· Συνίστημι δὲ ὑμῖν Φοίβην, τὴν ἀδελφὴν ἡμῶν, διάκονον οὖσαν τῆς Ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς, ἵνα προσδέξησθε αὐτὴν ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ, ἐν ᾧ ἂν ὑμῶν πράγματι χρήζῃ· καὶ πάλιν· Οἴδατε τὴν οἰκίαν Στεφανᾶ· ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις· καὶ πάλιν· Ἐπιγινώσκετε τοὺς τοιούτους. Καὶ γὰρ καὶ τοῦτο ἴδιον τῆς φιλοστοργίας τῶν ἁγίων, τὸ καὶ ἐν τούτοις βοηθεῖν. Οὕτω καὶ ὁ Ἐλισσαῖος τὴν ὑποδεξαμένην αὐτὸν γυναῖκα, οὐκ ἐν τοῖς πνευματικοῖς μόνον ὠφέλει, ἀλλὰ καὶ ἐν τοῖς σαρκικοῖς ἐσπούδαζεν ἀμείβεσθαι· διὸ καὶ ἔλεγεν· Εἴ τίς ἐστί σοι λόγος πρὸς τὸν βασιλέα, ἢ πρὸς τὸν ἄρχοντα; Καὶ τί θαυμάζεις, εἰ τὴν ἀπὸ τῶν γραμμάτων παρεῖχε σύστασιν ὁ Παῦλος, ὅπου γε καὶ καλῶν τινας πρὸς ἑαυτὸν, οὐδὲ τοῦτο ἀνάξιον εἶναι ἐνόμισε, τὸ καὶ περὶ ἐφοδίων αὐτῶν φροντίσαι, καὶ καταθέσθαι αὐτὸ ἐν ἐπιστολῇ; Καὶ γὰρ ἐπιστέλλων Τίτῳ φησί· Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς
such as I wish, I may find you; and shortly after, Lest when I come again my God humble me before you, and I mourn for many of those who have sinned beforehand, and have not repented over the licentiousness and impurity which they practised. And writing to the Galatians he used to say: My little children, whom I am again in travail with until Christ be formed in you. And on behalf of the man who had committed fornication hear him, how no less than that man he both grieves and exhorts, saying: Confirm your love towards him. And when he was cutting him off, too, he did this with many tears. For out of much affliction, he says, and anguish of heart I wrote to you, not that you might be grieved, but that you might know the love which I have more abundantly towards you; and again: To the Jews I became as a Jew, to those under the law as under the law, to the weak as weak; I have become all things to all men, that by all means I may save some; and elsewhere again: That I may present every man perfect in Christ Jesus. Did you see a soul surpassing the whole earth? He expected to present every man, and so far as lay with him, he presented all. For just as though he himself had begotten the whole inhabited world, so was he troubled, so did he run, so was he eager to bring all into the kingdom—healing, exhorting, promising, praying, beseeching, terrifying the demons, driving off those who corrupt, by presence, by letters, by words, by deeds, by disciples, by himself, raising up those who fall, strengthening those who stand, rousing those who lie on the ground, healing the crushed, anointing the slothful, shouting terribly against enemies, looking fiercely at foes; just like some general or best physician, himself baggage-carrier, himself shield-bearer, himself defender, himself comrade-in-arms, himself becoming all things to the camp; and not in spiritual matters only, but also in fleshly matters he displayed much forethought, much earnestness. Hear him, at least, how on behalf of one woman he writes to an entire people, saying: I commend to you Phoebe, our sister, being a deacon of the Church which is at Cenchreae, that you may receive her in the Lord worthily of the saints, and stand by her in whatever matter she may need you; and again: You know the household of Stephanas: that you also be subject to such persons; and again: Recognize such persons. For this also is proper to the tender affection of the saints, to help in these matters also. Thus Elisha too not only benefited the woman who had received him in spiritual matters, but was also eager to requite her in fleshly matters; wherefore he also used to say: Have you any word to the king, or to the commander? And why do you marvel if Paul furnished commendation by letters, seeing that even when summoning certain men to himself, he did not deem even this unworthy, to take thought also for their journey-provisions, and to set it down in an epistle? For in writing to Titus he says: Diligently send forward Zenas the lawyer and Apollos, so that nothing for them