Migne Reading Room

PG 49 · cols. 415–417 · Read from the page

Panegyrical sermons on the Solemnities

Panegyrical sermons on the Solemnities

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:415Read from the page
τὴν ἄφατον φιλανθρωπίαν. Καὶ ἄκουε αὐτῶν τῶν ῥημάτων. Παρεστώτων γὰρ αὐτῶν τῶν σταυρωσάντων καὶ τῷ θυμῷ ζεόντων, Πάτερ, φησὶν, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Εἶδες φιλανθρωπίαν Δεσπότου; σταυρούμενος, ὑπὲρ τῶν σταυρούντων παρεκάλει· καίτοι ἐκεῖνοι ἐχλεύαζον καὶ διέσυρον αὐτὸν λέγοντες· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Καὶ μὴν διὰ τοῦτο οὐ καταβαίνει ἀπὸ τοῦ σταυροῦ, ἐπειδὴ Υἱός ἐστι τοῦ Θεοῦ· διὰ τοῦτο γὰρ ἦλθεν, ἵνα σταυρωθῇ ὑπὲρ ἡμῶν. Καταβάτω, φησὶν, ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν, καὶ πιστεύσωμεν εἰς αὐτόν. Ὅρα ἀναισχυντίας ῥήματα καὶ προφάσεις ἀπιστίας. Τοῦ καταβῆναι ἀπὸ τοῦ σταυροῦ μ⟨ε⟩ῖζον ἐποίησε, καὶ οὐκ ἐπίστευσαν, καὶ νῦν λέγουσι· Κατάβα ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομέν σοι. Τοῦ γὰρ καταβῆναι ἀπὸ τοῦ σταυροῦ πολὺ μεῖζον ἦν τὸ νεκρὸν ἀναστῆναι, τοῦ λίθου ἐπικειμένου τῷ τάφῳ· τοῦ καταβῆναι ἀπὸ τοῦ σταυροῦ πολὺ μεῖζον ἦν τετραήμερον ὄντα τὸν Λάζαρον κειρίαις ἐνειλημ[μ]ένον, μετὰ τούτων ἐξαγαγεῖν ἐκ τοῦ μνημείου. Εἶδες ἀνοίας ῥήματα; εἶδες μανίας ὑπερβολήν; ἀλλὰ προσέχετε μετὰ ἀκριβείας, παρακαλῶ, ἵνα εἰδῆτε Θεοῦ φιλανθρωπίαν ὑπερβάλλουσαν, καὶ πῶς αὐτῇ τῇ ἀνοίᾳ αὐτῶν ἀφορμῇ κέχρηται εἰς συγγνώμην ὁ Χριστός. Πάτερ, φησὶν, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Μονονουχὶ γὰρ τοῦτο δηλοῖ, δι' ὧν φησιν· Ἀνόητοί εἰσι, καὶ ἀγνοοῦσιν ὃ πράττουσι. Κἀκεῖνοι μὲν ἔλεγον· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, σῶσον σεαυτόν· αὐτὸς δὲ ἐσπούδαζεν ὅπως ἐκείνους σώσῃ τοὺς ὀνειδίζοντας αὐτῷ καὶ κωμῳδοῦντας καὶ λοιδορουμένους. Ἄφες αὐτοῖς, φησὶ, τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Τί οὖν; ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν; Ἀφῆκε τοῖς βουλομένοις τὴν μετάνοιαν ἐπιδείξασθαι. Καὶ εἰ μὴ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν, οὐκ ἂν Παῦλος ἀπόστολος ἐγένετο· εἰ μὴ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν, οὐκ ἂν εὐθέως τρισχίλιοι καὶ πεντακισχίλιοι, οὐκ ἂν αἱ πολλαὶ μυριάδες τῶν Ἰουδαίων ἐπίστευσαν ὕστερον. Ἄκουσον γὰρ τί φησι πρὸς τὸν Παῦλον Ἰάκωβος ἐν Ἱεροσολύμοις· Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶ τῶν πεπιστευκότων Ἰουδαίων.
ineffable love towards mankind. And hear the words themselves. For while those very men who had crucified Him were standing beside Him and boiling with rage, Father, says He, forgive them this sin; for they do not know what they are doing. Have you seen the Master's love towards mankind? While being crucified, He was interceding on behalf of those who crucified Him; and yet those men were mocking and deriding Him, saying: If You are the Son of God, come down from the cross. And yet for this very reason He does not come down from the cross, because He is the Son of God; for to this end He came, that He might be crucified on our behalf. Let Him come down, say they, from the cross, that we may see, and believe in Him. Behold words of shamelessness and pretexts of unbelief. He did a greater thing than coming down from the cross, and they did not believe, and now they say: Come down from the cross, and we will believe in You. For much greater than coming down from the cross was it to rise from the dead while the stone lay upon the tomb; much greater than coming down from the cross was it, when Lazarus was four days dead and wrapped in graveclothes, to lead him forth with these out of the memorial tomb. Have you seen words of folly? Have you seen excess of madness? Yet attend with exactness, I exhort you, that you may know God's surpassing love towards mankind, and how Christ has used their very folly as an occasion for pardon. Father, says He, forgive them their sin; for they do not know what they are doing. For He all short of declares this by what He says: They are senseless, and are ignorant of what they do. And those men indeed were saying: If You are the Son of God, save Yourself; whereas He Himself was eager how He might save those men who were reproaching Him and lampooning and reviling Him. Forgive them, says He, this sin; for they do not know what they are doing. What then? Did He forgive them the sin? He forgave it to those who were willing to display repentance. And if He had not forgiven them the sin, Paul would not have become an apostle; if He had not forgiven them the sin, three thousand and five thousand would not straightway have believed, nor the many myriads of the Jews afterwards. For hear what James in Jerusalem says to Paul: You behold, brother, how many myriads there are of Jews who have believed.
Μιμησώμεθα τοίνυν, παρακαλῶ, καὶ ἡμεῖς τὸν Δεσπότην, καὶ ὑπὲρ τῶν ἐχθρῶν εὐχώμεθα. Ἅπερ χθὲς παρῄνεσα, ταῦτα καὶ νῦν πάλιν παραινῶ· εἰδὼς τοῦ κατορθώματος τὸ μέγεθος, μίμησαί σου τὸν Δεσπότην· ἐκεῖνος ἐσταυροῦτο, καὶ ὑπὲρ τῶν σταυρούντων παρεκάλει. Καὶ πῶς δύναμαι, φησὶ, τὸν Δεσπότην μιμήσασθαι; Ἂν ἐθέλῃς, δύνασαι· εἰ μὴ ἦν δυνατὸν, οὐκ ἂν ἔλεγε· Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· εἰ μὴ δυνατὸν ἦν ἀνθρώπῳ μιμήσασθαι, οὐκ ἂν ὁ Παῦλος εἶπε· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Πλὴν ἀλλ' οὐ βούλει μιμήσασθαι τὸν Δεσπότην; μίμησαί σου τὸν σύνδουλον, τὸν Στέφανον λέγω, τὸν πρῶτον ἀνοίξαντα τὰς τοῦ μαρτυρίου θύρας· ἐκεῖνος τὸν Δεσπότην ἐμιμήσατο. Καθάπερ γὰρ ὁ Δεσπότης μεταξὺ τῶν σταυρούντων αὐτὸν κρεμάμενος ὑπὲρ τῶν σταυρούντων παρεκάλει, οὕτω καὶ ὁ δοῦλος μεταξὺ τῶν λιθαζόντων ὢν, βαλλόμενος ὑπὸ πάντων, καὶ τὰς νιφάδας τῶν λίθων δεχόμενος, τὰς ὀδύνας τὰς ἐκ τούτων γινομένας ἀφεὶς ἔλεγε· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Εἶδες πῶς Υἱὸς διαλέγεται, καὶ πῶς δοῦλος εὔχεται; ἐκεῖνος λέγει· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι τί
Let us also therefore, I exhort you, imitate the Master, and pray on behalf of our enemies. The very things which I exhorted yesterday, these I exhort again now also; knowing the magnitude of the achievement, imitate your Master: He was being crucified, and He interceded on behalf of those who crucified Him. And how am I able, says one, to imitate the Master? If you will, you are able; if it were not possible, He would not have said: Learn from Me, for I am gentle and lowly in heart; if it were not possible for a man to imitate Him, Paul would not have said: Become imitators of me, even as I also am of Christ. Howbeit, are you unwilling to imitate the Master? Imitate your fellow servant — Stephen, I mean, who first opened the doors of martyrdom: that man imitated the Master. For just as the Master, hanging in the midst of those who crucified Him, interceded on behalf of those who crucified Him, so also the servant, being in the midst of those who stoned him, pelted by all, and receiving the snowstorms of stones, leaving aside the pains arising from these, said: Lord, do not set this sin to their charge. Have you seen how a Son converses, and how a servant prays? That One says: Father, forgive them this sin; for they do not know what
PG 49:416Read from the page
ποιοῦσιν· οὗτος λέγει· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ ἵνα μάθῃς ὅτι ἐσπουδασμένως τοῦτο ποιεῖ, οὐχ ἁπλῶς ηὔξατο, οὐδὲ ἀφωσιωμένως, οὐδὲ ἑστὼς, ἀλλὰ θεὶς τὰ γόνατα, μετὰ κατανύξεως, μετὰ πολλῆς τῆς συμπαθείας. Βούλει σοι δείξω καὶ ἄλλον σύνδουλον μείζονα εὐχόμενον εὐχὴν ὑπὲρ τῶν ἐχθρῶν; ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος· μετὰ γὰρ τὸ εἰπεῖν ὅσα πέπονθεν, ὅτι Πεντάκις τεσσαράκοντα παρὰ μίαν παρὰ Ἰουδαίων ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα· καὶ ἀπαριθμήσασθαι τὸν ὁρμαθὸν καὶ τὰς ἐπιβουλὰς, ἃς παρ' αὐτῶν καθ' ἑκάστην ὑπέμεινε, φησὶ καὶ αὐτός· Ηὐχόμην ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται. Θέλεις καὶ ἑτέρους ἰδεῖν, οὐχὶ ἀπὸ τῆς Καινῆς, ἀλλὰ καὶ ἀπὸ τῆς Παλαιᾶς, τὸ αὐτὸ τοῦτο ποιοῦντας; Τοῦτο γὰρ μάλιστά ἐστι τὸ θαυμαστὸν, ὅταν οἱ μὴ κελευσθέντες τοὺς ἐχθροὺς φιλεῖν, ἀλλ' ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος ἐκβάλλειν, καὶ τοῖς ἴσοις ἀμύνεσθαι, οὗτοι πρὸς τὴν ἀποστολικὴν φθάσωσι κορυφήν. Ἄκουσον γοῦν τί φησι Μωϋσῆς ὁ καταλευσθεὶς πολλάκις ὑπὸ τῶν Ἰουδαίων· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Ὁρᾷς ἕκαστον τῶν δικαίων τὴν τῶν ἄλλων ἀσφάλειαν πρὸ τῆς οἰκείας σωτηρίας τιθέμενον; Οὐδὲν ἥμαρτες· τίνος ἕνεκεν κοινωνῆσαι βούλει αὐτῶν τῆς τιμωρίας; Οὐκ αἰσθάνομαι, φησὶ, τῆς εὐπραγίας, ἑτέρων πασχόντων κακῶς. Ἔστι δὲ καὶ ἕτερον ἰδεῖν τοιαύτην ποιούμενον εὐχήν. Πολλὰ γὰρ ἐπίτηδες παράγω τὰ παραδείγματα, ἵνα κἂν οὕτως ἑαυτοὺς διορθώσωμεν, καὶ τὸ χαλεπὸν τοῦτο νόσημα τῆς αὐτῶν ψυχῆς ἐξορίσωμεν, τὸ κατεύχεσθαι λέγω τῶν ἐχθρῶν. Ἄκουε καὶ τοῦ μακαρίου Δαυῒδ, ἡνίκα τοῦ Θεοῦ παροξυνθέντος καὶ ἄγγελον ἀποστείλαντος τὸν τιμωρησόμενον τὸ πλῆθος, τί φησιν, ὁρῶν λοιπὸν γυμνὴν τὴν ῥομφαίαν δεικνύντα τὸν ἄγγελον καὶ τὴν πληγὴν ἐπιφέρειν μέλλοντα· Ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι τὸ ποίμνιον τί ἐποίησαν; Γενέσθω ἡ χείρ σου ἐπ' ἐμὲ, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου. Ὁρᾷς πάλιν συγγενῆ τὰ κατορθώματα; Βούλει σοι δείξω καὶ ἕτερον τοῦτο ποιοῦντα; Σαμουὴλ ὁ προφήτης ὑβρίσθη παρὰ τῶν Ἰουδαίων, ἐξουθενήθη, ἠτιμώθη οὕτως, ὡς τὸν Θεὸν θελῆσαι αὐτὸν παραμυθήσασθαι. Προσέχετε, παρακαλῶ, μετὰ ἀκριβείας. Εἶπε γὰρ πρὸς αὐτὸν ὁ Θεός· Οὐ σὲ ἐξουθενήκασιν, ἀλλ' ἐμέ. Τί οὖν ἐκεῖνος ὁ ἐξουθενηθεὶς, ὁ ἀτιμασθεὶς, ὁ καταφρονηθεὶς, ὁ ὑβρισθείς; Ἄκουε τί φησιν· Ἐμοὶ δὲ μὴ γένοιτο ἁμαρτεῖν τῷ Κυρίῳ τοῦ διαλιπεῖν προσευχόμενον ὑπὲρ ὑμῶν. Ἁμαρτίαν ἐνόμισεν εἶναι τὸ μὴ προσεύχεσθαι ὑπὲρ τῶν ἐχθρῶν. Μὴ γένοιτό μοι, φησὶν, ἁμαρτεῖν οὕτως, ὡς μὴ προσεύξασθαι ὑπὲρ ὑμῶν. Εἶδες ἕκαστον τῶν δικαίων, πόσην τούτου τοῦ κατορθώματος ἐποιήσατο τὴν ἐπιμέλειαν, τῷ Δεσπότῃ κατακολουθῶν; Ἴδωμεν τοίνυν ἄνωθεν τὰ εἰρημένα. Ὁ Δεσπότης λέγει· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Ὁ Στέφανος εἶπε· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Ὁ Παῦλος λέγει· Ηὐχόμην ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ
they are doing; this man says: Lord, do not set this sin to their charge. And that you may learn that he does this earnestly, he did not pray simply, nor perfunctorily, nor standing, rather bending his knees, with compunction, with abundant sympathy. Would you have me show you yet another fellow servant praying a greater prayer on behalf of enemies? Hear the blessed Paul saying; for after stating all that he had suffered — Five times I received forty stripes save one from the Jews, three times I was beaten with rods, once I was stoned, three times I suffered shipwreck — and reckoning up the chain of woes and the plots which he endured from them every day, he himself also says: I could wish that I myself were accursed from Christ on behalf of my brethren, my kinsmen according to the flesh, who are Israelites. Do you will to see others also, not from the New, rather also from the Old Testament, doing this very same thing? For this above all is what is wonderful, when those who were not commanded to love their enemies, rather to pluck out an eye for an eye and a tooth for a tooth, and to requite with like for like, when these men reach the apostolic summit. Hear at least what Moses says, who was often pelted with stones by the Jews: If indeed You forgive them their sin, forgive it; yet if not, blot me also out of the book which You wrote. Do you see each one of the righteous setting the safety of others before his own salvation? You sinned in nothing; wherefore do you will to share in their punishment? I have no sense of prosperity, says he, while others are suffering ill. And one may see yet another making such a prayer. For on purpose I bring forward many examples, that even thus we may correct ourselves, and banish this grievous disease from our own soul — cursing our enemies, I mean. Hear also the blessed David, when God had been provoked to anger and had sent an angel to punish the multitude, what he says on beholding now the angel showing his sword drawn bare and about to bring down the stroke: I the shepherd have done evil, and these the flock, what have they done? Let Your hand be upon me, and upon the house of my father. Do you see again achievements akin to one another? Would you have me show you yet another doing this? Samuel the prophet was insulted by the Jews, was set at naught, was dishonoured in such wise that God willed to comfort him. Attend, I exhort you, with exactness. For God said to him: Not you have they set at naught, rather Me. What then did that man who was set at naught, who was dishonoured, who was despised, who was insulted? Hear what he says: And as for me, far be it from me to sin against the Lord in ceasing to pray on your behalf. He deemed it to be a sin not to pray on behalf of enemies. Far be it from me, says he, to sin in such wise as not to pray on your behalf. Have you seen each one of the righteous, how great care he took for this achievement, following closely after the Master? Let us view afresh therefore what has been said. The Master says: Father, forgive them their sin; for they do not know what they are doing. Stephen said: Lord, do not set this sin to their charge. Paul says: I could wish that I myself were accursed from the Christ on behalf of my brethren, my kinsmen according to
PG 49:417Read from the page
Moyses similiter: Si dimittis illis peccatum, dimitte: si vero non, dele et me de libro, quem scripsisti (Exod. 32. 32). David ait: Fiat manus tua super me, et super domum patris mei (2. Reg. 24. 17). Ad eumdem modum Samuel: Absit a me hoc peccatum in Dominum, ut cessem orare pro vobis (1. Reg. 12. 23). Quam igitur veniam nos consequemur in posterum, cum qui de novo sunt, et qui de veteri Testamento, omnes nos impellant ad hoc, ut preces pro inimicis fundamus, si non omni studio et diligentia hoc praestare conemur? Ne igitur cunctemur, rogo; quo enim plura suppetunt exempla, tanto major nobis impendebit poena, si imitari nolimus. Multo enim majus est pro inimicis orare, quam pro amicis; nec tantam nobis fert utilitatem oratio pro amicis, quantam oratio pro inimicis. Audi Christum dicentem: Si diligitis eos, qui vos diligunt, quae vobis merces erit? nonne et publicani hoc faciunt (Matth. 5. 46)? Si igitur pro amicis oremus, nondum publicanis meliores sumus effecti: at cum inimicos diligimus, et pro inimicis oramus, Deo similes efficimur, quantum quidem humanae naturae fas est. Eritis enim, inquit, similes Patris vestri, qui in caelis est, quia solem suum oriri facit super bonos et malos, et pluit super justos et injustos (Matth. 5. 45). Cum igitur et a Domino et a servis exempla nobis subministrentur, aemulemur et reipsa virtutem hanc praestemus: ut etiam digni habeamur consequi regnum caeleste, et ad metuendam hanc mensam majore cum libertate accedamus, expurgata propria conscientia, promissaque bona adipiscamur, gratia et benignitate Domini nostri Jesu Christi, cum quo Patri simul, et sancto Spiritui gloria, potentia, honor, nunc et semper, et in saecula saeculorum. Amen.
Moses likewise: If thou forgivest them their sin, forgive it: but if not, blot me also out of the book which thou hast written (Exod. 32:32). David says: Let thy hand be upon me, and upon my father's house (2 Sam. 24:17). In the same manner Samuel: Far be it from me that I should commit this sin against the Lord, that I should cease to pray for you (1 Sam. 12:23). What pardon therefore shall we obtain hereafter, when both those of the New Testament and those of the Old all urge us on to this—that we pour forth prayers for enemies—if we do not strive with all zeal and diligence to fulfil this? Let us not linger, therefore, I beg you; for the more examples are at hand, the greater punishment will hang over us if we refuse to imitate them. For it is much greater to pray for enemies than for friends; nor does prayer for friends bring us so great a benefit as prayer for enemies. Hear Christ saying: If ye love those who love you, what reward shall ye have? Do not even the publicans do this (Matt. 5:46)? If therefore we pray for friends, we have not yet become better than the publicans: whereas when we love enemies and pray for enemies, we become like unto God, in so far indeed as is lawful for human nature. For ye shall be, he says, like your Father who is in heaven, because he maketh his sun to rise upon the good and the evil, and raineth upon the just and the unjust (Matt. 5:45). Since examples are supplied to us both by the Lord and by his servants, therefore, let us emulate them and practise this virtue in very deed: so that we too may be counted worthy to attain the heavenly kingdom, and may approach this dread table with greater boldness, having cleansed our own conscience, and may obtain the promised blessings, by the grace and loving-kindness of our Lord Jesus Christ, with whom to the Father, together with the Holy Spirit, be glory, power, honour, now and always, and unto the ages of ages. Amen.
σάρκα. Ὁ Μωϋσῆς ὁμοίως· Ει μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· ει δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Ὁ Δαυΐδ λέγει· Γενέσθω ἡ χείρ σου ἐπ' ἐμὲ, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου. Ὁ Σαμουὴλ ὡσαύτως· Ἐμοὶ δὲ μὴ γένοιτο ἁμαρτεῖν τοῦ διαλιπεῖν προσευχόμενον ὑπὲρ ὑμῶν. Ποίας οὖν τύχοιμεν ἡμεῖς συγγνώμης λοιπὸν, τῶν ἀπὸ τῆς Καινῆς, τῶν ἀπὸ τῆς Παλαιᾶς, ὥσπερ πάντων ἡμᾶς ὠθούντων εἰς τὴν ὑπὲρ τῶν ἐχθρῶν εὐχὴν, εἰ μὴ μετὰ πάσης σπουδῆς τοῦτο κατορθοῦν σπουδάσομεν; Μὴ τοίνυν ῥᾳθυμῶμεν, παρακαλῶ. Ὅσῳ γὰρ πλείονα τὰ παραδείγματα, τοσούτῳ, ἂν μὴ μιμησώμεθα, μείζων ἡ κόλασις. Πολὺ γὰρ μεῖζόν ἐστι τὸ ὑπὲρ τῶν ἐχθρῶν εὔχεσθαι, ἢ ὑπὲρ τῶν φίλων· οὐχ οὕτως ἡμᾶς ὠφελεῖ τὸ ὑπὲρ τῶν φίλων εὔχεσθαι, ὡς τὸ ὑπὲρ τῶν ἐχθρῶν. Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Ἐὰν ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; οὐχὶ καὶ οι τελῶναι τὸ αὐτὸ ποιοῦσιν; Ὅταν τοίνυν ὑπὲρ τῶν φίλων εὐξώμεθα, οὐδέπω τῶν τελωνῶν γινόμεθα βελτίους· ἐὰν δὲ τοὺς ἐχθροὺς φιλήσωμεν, καὶ ὑπὲρ τῶν ἐχθρῶν εὐξώμεθα, ὅμοιοι γινόμεθα τῷ θεῷ κατὰ δύναμιν ἀνθρωπίνην. Ἔσεσθε γὰρ, φησὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Ὅταν οὖν καὶ ἀπὸ τοῦ Δεσπότου, καὶ ἀπὸ τῶν δούλων ἔχωμεν τὰ παραδείγματα, ζηλώσωμεν, κατορθώσωμεν τὴν ἀρετήν· ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν καταξιωθῶμεν, καὶ τῇ φρικτῇ ταύτῃ τραπέζῃ μετὰ πλείονος τῆς παῤῥησίας, τὸ συνειδὸς ἑαυτῶν ἐκκαθάραντες, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
the flesh. Moses likewise: If Thou wilt forgive them their sin, forgive; but if not, blot me also out of Thy book which Thou hast written. David says: Let Thy hand be upon me, and upon the house of my father. Samuel in like manner: Far be it from me to sin by ceasing to pray on your behalf. What pardon, therefore, could we obtain hereafter, when those from the New and those from the Old Testament, one and all as it were, urge us on to prayer for enemies, if we do not strive with all earnestness to accomplish this aright? Let us not be indolent, therefore, I entreat you. For the more numerous the examples are, the greater is the punishment if we do not imitate them. For it is far greater to pray for enemies than for friends; praying for friends does not benefit us in the same way as praying for enemies. Hear Christ saying: If you love those who love you, what credit is it to you? Do not even the tax-collectors do the same thing? When, therefore, we pray for friends, we do not yet become better than the tax-collectors; but if we love our enemies and pray for our enemies, we become like God according to human power. For you shall be, He says, like your Father Who is in the heavens, because He makes His sun rise upon wicked and good, and sends rain upon righteous and unrighteous. Since, therefore, we have examples both from the Master and from His servants, let us emulate them, let us accomplish virtue aright; so that we may both be counted worthy to attain the kingdom of the heavens, and at this awesome table with greater boldness, having cleansed our own conscience, may attain the promised blessings as well, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, might, honour, now and always, and unto the ages of ages. Amen.
FINIS TOMI QUADRAGESIMI NONI.
END OF THE FORTY-NINTH VOLUME.
Notes, col. 417

On the reading

Printed Ει, for Εἰ.

Printed ει, for εἰ.

Printed οι, for οἱ.

Printed tuas, for tua.