Migne Reading Room

PG 49 · cols. 389–395 · Read from the page

Panegyrical sermons on the Solemnities

Panegyrical sermons on the Solemnities

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:389Read from the page
δηλῶν ὁ μακάριος Δαυῒδ ἔλεγεν· Ἐπὶ τὸν ποταμὸν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν· ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν, τουτέστι, τὸ ψαλτήριον, τὴν κιθάραν, τὴν λύραν· τούτοις γὰρ τὸ παλαιὸν ἐκέχρηντο, καὶ διὰ τούτων τοὺς ψαλμοὺς ᾖδον. Ἐκεῖ γὰρ, φησὶν, ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν· καὶ εἴπαμεν· Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Τί λέγεις, εἰπέ μοι; τὴν ᾠδὴν Κυρίου οὐκ ᾄδεις ἐπὶ γῆς ἀλλοτρίας, καὶ τὸ Πάσχα ἐπιτελεῖς ἐπὶ γῆς ἀλλοτρίας; Εἶδες ἀναισθησίαν Ἰουδαίων; Ὅτε πολέμιοι ἦσαν οἱ καταναγκάζοντες, οὔτε ψαλμὸν εἵλοντο εἰπεῖν ἐπὶ γῆς ἀλλοτρίας· καὶ νῦν ἀφ' ἑαυτῶν, οὐδενὸς ἀναγκάζοντος, πόλεμον εἰσάγουσι πρὸς τὸν Θεόν. Διὸ καὶ ὁ μακάριος Στέφανος ἔλεγε πρὸς αὐτούς· Ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε. Ὁρᾷς ὡς ἀκάθαρτα τὰ ἄζυμα; πῶς παράνομος ἡ ἑορτὴ ἡ Ἰουδαϊκή; Ἦν Πάσχα Ἰουδαϊκόν ποτε, ἀλλ' ἐλύθη. Τότε, φησὶν, Ὁ Ἰησοῦς, ἐσθιόντων αὐτῶν καὶ πινόντων, λαβὼν ἄρτον ἐπὶ τῶν ἁγίων καὶ ἀχράντων αὐτοῦ χειρῶν, εὐχαριστήσας καὶ κλάσας εἶπε τοῖς ἑαυτοῦ μαθηταῖς· Λάβετε, φάγετε· τοῦτό μου ἐστὶ τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ τὸ ποτήριον πάλιν λαβὼν, ἐδίδου αὐτοῖς λέγων· Τοῦτό ἐστι τὸ αἷμά μου τὸ ὑπὲρ ὑμῶν ἐκχεόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ παρῆν καὶ Ἰούδας τοῦτο λέγοντος τοῦ Κυρίου. Τοῦτό ἐστι τὸ αἷμα, ὦ Ἰούδα, ὅπερ ἐπώλησας τριάκοντα ἀργυρίων· τοῦτό ἐστι τὸ αἷμα, ὑπὲρ οὗ πρὸ μικροῦ τὰ ἀναιδῆ σύμφωνα ἐποίου πρὸς τοὺς ἀγνώμονας Φαρισαίους. Ὢ πόση ἡ τοῦ Χριστοῦ φιλανθρωπία! ὢ τῆς τοῦ Ἰούδα ἀγνωμοσύνης! ὁ Δεσπότης ἔτρεφε, καὶ ὁ δοῦλος ἐπίπρασκεν· ὁ μὲν γὰρ ἐπώλησεν αὐτὸν λαβὼν τριάκοντα ἀργύρια, ὁ δὲ Χριστὸς λυτρὸν ὑπὲρ ἡμῶν τὸ ἴδιον αἷμα ἐξέχεε, καὶ τῷ πεπρακότι δέδωκεν, εἴπερ ἠθέλησε. Καὶ γὰρ παρῆν καὶ Ἰούδας πρὸ τῆς προδοσίας, καὶ τῆς ἱερᾶς τραπέζης μετέσχε, καὶ τοῦ μυστικοῦ δείπνου ἀπήλαυσεν. Ὥσπερ γὰρ τοὺς πόδας τῶν μαθητῶν ἔνιψεν, οὕτω καὶ τῆς ἱερᾶς τραπέζης μετέσχεν Ἰούδας, ἵνα μηδεμίαν ἔχῃ ἀπολογίαν, ἀλλὰ κρῖμα λήψηται. Ἐπέμενε γὰρ τῇ πονηρᾷ γνώμῃ, καὶ ἐξελθὼν ἀντὶ φιλήματος προδοσίαν εἰργάσατο, μὴ μνησθεὶς τῶν εὐεργεσιῶν αὐτοῦ, καὶ μετὰ τὴν προδοσίαν ἔρῥιψε τὰ τριάκοντα ἀργύρια, λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον. Ὢ τύφλωσις! τοῦ δείπνου μετέσχες, καὶ τὸν εὐεργέτην παρέδωκας; Καὶ ὁ μὲν Κύριος ἑκὼν τὸ γεγραμμένον ἐπλήρου· Οὐαὶ δὲ δι' οὗ τὸ σκάνδαλον ἦλθεν.
declaring this, the blessed David said: By the river of Babylon, there we sat down and wept; upon the willows in the midst thereof we hung up our instruments — that is, the psaltery, the cithern, the lyre; for they made use of these of old, and accompanied by these they sang the psalms. For there, says he, those who had led us captive asked of us the words of songs; and we said: How shall we sing the Lord's song in a strange land? What do you say, tell me? You do not sing the Lord's song in a strange land, and yet you celebrate the Passover in a strange land? Do you see the insensibility of the Jews? When those who compelled them were enemies, they chose not to utter even a psalm in a strange land; and now of their own accord, with no one compelling them, they wage war against God! Wherefore the blessed Stephen also said to them: You always resist the Holy Spirit. Do you see how unclean the unleavened bread is, how lawless the Jewish feast? There was once a Jewish Passover, yet it was abolished. Then, says Scripture, as they were eating and drinking, Jesus took bread in His holy and undefiled hands, and having given thanks and broken it, said to His disciples: Take, eat; this is My body which is broken on your behalf and that of many for the remission of sins. And taking the cup again, He gave it to them, saying: This is My blood which is poured out on your behalf for the remission of sins. And Judas also was present as the Lord spoke thus. This is the blood, O Judas, which you sold for thirty pieces of silver; this is the blood over which a little while before you were making shameless compacts with the ungrateful Pharisees! O how great is the loving-kindness of Christ! O the ingratitude of Judas! The Master nourished him, and the servant was selling Him; for the one sold Him after taking thirty pieces of silver, whereas Christ poured out His own blood as a ransom on our behalf, and gave it to him who had sold Him, had he only willed. For indeed Judas also was present before the betrayal, and partook of the sacred table, and enjoyed the mystical supper. For just as He washed the disciples' feet, so Judas also partook of the sacred table, that he might have no excuse, but receive judgement. For he persisted in his wicked purpose, and going out, instead of a kiss he wrought betrayal, unmindful of His benefits; and after the betrayal he flung down the thirty pieces of silver, saying: I have sinned in betraying innocent blood. O blindness! You partook of the supper, and betrayed your Benefactor? And the Lord indeed willingly fulfilled what was written; yet woe to him through whom the stumbling-block came.
ϛʹ. Ἀλλὰ καιρὸς λοιπὸν τῇ φρικτῇ ταύτῃ καὶ φοβερᾷ τραπέζῃ προσιέναι. Πάντες τοίνυν μετὰ καθαροῦ συνειδότος προσέλθωμεν· μηδεὶς ἔστω Ἰούδας ἐνταῦθα δολιευόμενος τοὺς πλησίον αὐτοῦ, μηδεὶς πονηρὸς, μηδεὶς ἰὸν ἔχων ἐγκεκρυμμένον ἐν τῇ καρδίᾳ αὐτοῦ. Πάρεστι καὶ νῦν ὁ Χριστὸς τὴν τράπεζαν κοσμῶν· οὐ γὰρ ἄνθρωπός ἐστιν ὁ ποιῶν τὰ προκείμενα γενέσθαι σῶμα καὶ αἷμα τοῦ Χριστοῦ. Σχῆμα πληρῶν μόνον ἕστηκεν ὁ ἱερεὺς, καὶ δέησιν προσφέρει· ἡ δὲ χάρις καὶ ἡ δύναμίς ἐστιν ἡ τοῦ Θεοῦ ἡ πάντα ἐργαζομένη. Τοῦτό μου ἐστὶ τὸ σῶμα, φησί. Τοῦτο τὸ ῥῆμα τὰ προκείμενα μεταρῥυθμίζει. Καὶ καθάπερ ἐκείνη ἡ φωνὴ, ἡ λέγουσα, Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, ῥῆμα ἦν, καὶ ἐγένετο ἔργον, ἐνδυναμοῦσα τὴν ἀνθρωπίνην φύσιν πρὸς παιδοποιίαν·
6. Yet now it is time to approach this awesome and dread table. Let us all therefore draw near with a pure conscience; let no one here be a Judas dealing deceitfully with his neighbours, let no one be wicked, let no one harbour venom hidden in his heart. Christ is present even now, adorning the table; for it is not man who makes the things set forth become the body and blood of Christ. The priest stands fulfilling an outward form alone, and offers supplication; whereas the grace and the power that works all things is that of God. This is My body, says He. This utterance transforms the things set forth. And just as that voice which said, Increase, and multiply, and fill the earth, was an utterance, and became a deed, empowering human nature for the begetting of children;
Notes, col. 389

On the reading

Printed λυτρὸν, for λύτρον.

PG 49:390Read from the page
οὕτω καὶ αὕτη ἡ φωνὴ, ἡ λέγουσα, διαπαντὸς αὔξει τῇ χάριτι τοὺς ἀξίως μετέχοντας. Μηδεὶς τοίνυν ὕπουλος ἔστω, μηδεὶς πονηρὸς, μηδεὶς ἅρπαξ, μηδεὶς λοίδορος, μηδεὶς μισάδελφος, μηδεὶς φιλάργυρος, μηδεὶς μέθυσος, μηδεὶς πλεονέκτης, μηδεὶς ἀρσενοκοίτης, μηδεὶς φθονερὸς, μηδεὶς πορνείᾳ δουλευέτω, μηδεὶς κλέπτης, μηδεὶς ἐπίβουλος, ἵνα μὴ κρῖμα ἑαυτῷ λήψηται. Καὶ γὰρ τότε ὁ Ἰούδας ἀναξίως μετέσχε τοῦ μυστικοῦ δείπνου, καὶ ἐξελθὼν παρέδωκε τὸν Κύριον, ἵνα μάθῃς, ὅτι τοῖς ἀναξίως μετέχουσι τῶν μυστηρίων, τούτοις μάλιστα συνεχῶς ἐπιπηδᾷ ὁ διάβολος, καὶ εἰς μείζω τιμωρίαν ἑαυτοὺς ἐμβάλλουσι. Ταῦτα λέγω οὐχ ἵνα φοβήσω μόνον, ἀλλ' ἵνα καὶ ἀσφαλεστέρους ποιήσω. Καθάπερ γὰρ σωματικὴ τροφὴ, ὅταν εἰς γαστέρα χυμοὺς ἔχουσαν πονηροὺς ἐμπέσῃ, πλεῖον ἐπιτείνει τὴν νόσον· οὕτω καὶ ἡ πνευματικὴ τροφὴ, ὅταν ἀναξίως μετέχηται, πλέον κρῖμα ἑαυτῷ σωρεύει. Μηδεὶς τοίνυν πονηροὺς ἔνδον ἐχέτω λογισμοὺς, παρακαλῶ, ἀλλ' ἐκκαθάρωμεν ἡμῖν τὴν καρδίαν· καὶ γὰρ ναοὶ Θεοῦ ἐσμεν, ἐὰν καθαρεύωμεν. Ἁγνὴν ἡμῶν ποιήσωμεν τὴν ψυχήν· καὶ γὰρ δυνατόν ἐστι τοῦτο ποιῆσαι ἐν μιᾷ ἡμέρᾳ. Πῶς καὶ τίνι τρόπῳ; Ἐὰν ἔχῃς τι κατὰ τοῦ ἐχθροῦ, ἔξελε τὴν ὀργὴν, λῦσον τὴν ἔχθραν, ἵνα λάβῃς θεραπείαν ἀφέσεως ἀπὸ τῆς τραπέζης. Θυσίᾳ προσέρχῃ φρικτῇ καὶ ἁγίᾳ· ἐσφαγμένος πρόκειται ὁ Χριστός. Ἀλλ' ἐννόησον τίνος ἕνεκεν ἐσφάγη. Ὢ ποίων μυστηρίων ἐστερήθης, Ἰούδα! Χριστὸς ἑκὼν ἔπαθεν, ἵνα λύσῃ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ ἑνώσῃ τὰ κάτω τοῖς ἄνω, ἵνα ἀγγέλων ποιήσῃ κοινωνὸν ἐχθρὸν ὄντα σε καὶ πολέμιον. Καὶ ὁ μὲν Χριστὸς τὴν ψυχὴν αὐτοῦ ἐξέδωκεν ὑπὲρ σοῦ· σὺ δὲ τῷ συνδούλῳ μένεις ἐχθραίνων; καὶ πῶς δυνήσῃ βαδίζειν ἐπὶ τὴν τῆς εἰρήνης τράπεζαν; Ὁ Δεσπότης σου οὐ παρῃτήσατο πάντα ὑπομεῖναι διὰ σὲ, σὺ δὲ οὐδὲ ὀργὴν ἀφιέναι ἀνέχῃ; Τίνος ἕνεκεν, εἰπέ μοι; Ἡ ἀγάπη ῥίζα καὶ πηγὴ καὶ μήτηρ ἐστὶ πάντων τῶν ἀγαθῶν. Ἐπηρέασέ μοι, φησὶ, τὰ μέγιστα, μυρία ἠδίκησέ μοι, τὸν περὶ τοῦ ζῆν ἐπεκρέμασέ μοι κίνδυνον. Καὶ τί τοῦτο; ἀλλ' οὐδέπω σε ἐσταύρωσε, καθάπερ τὸν Κύριον οἱ Ἰουδαῖοι. Ἐὰν μὴ ἀφῇς τῷ πλησίον σου τὸ ἀδίκημα, οὐδὲ ὁ Πατήρ σου ὁ οὐράνιος ἀφήσει σοι τὰ ἁμαρτήματά σου. Ποίῳ δὲ συνειδότι ἐρεῖς, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, καὶ τὰ ἑξῆς; Ὁμοίως ὁ Χριστὸς καὶ τὸ αἷμα, ὃ ἐξέχεαν ἐκεῖνοι, εἰς σωτηρίαν τῶν ἐκχεόντων δέδωκε. Τί τούτου ἴσον ἔχεις ποιῆσαι; Ἐὰν μὴ ἀφῇς τῷ ἐχθρῷ, οὐκ ἐκεῖνον ἠδίκησας, ἀλλὰ σαυτόν· ἐκεῖνον μὲν γὰρ πολλάκις εἰς τὸν παρόντα βίον ἔβλαψας, σαυτὸν δὲ ἀσύγγνωστον ἐποιήσω τὴν τιμωρίαν εἰς τὴν μέλλουσαν ἡμέραν. Οὐδένα γὰρ οὕτω μισεῖ καὶ ἀποστρέφεται ὁ Θεὸς, ὡς μνησίκακον ἄνθρωπον, ὡς οἰδαίνουσαν καρδίαν καὶ φλεγμαίνουσαν ψυχήν. Ἄκουσον γοῦν τί φησιν ὁ Κύριος· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ἄπελθε πρῶτον καὶ διαλλάγηθι τῷ ἀδελφῷ σου· καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Τί λέγεις, Ἀφήσω ἐκεῖ τὸ δῶρον, ἤγουν τὴν θυσίαν; Ναὶ, φησί· διὰ γὰρ τὴν εἰρήνην τὴν πρὸς τὸν ἀδελφόν σου καὶ αὐτὴ ἡ θυσία ἐγένετο. Εἰ τοίνυν διὰ τὴν εἰρήνην τὴν εἰς τὸν πλησίον ἡ θυσία ἐστὶ, σὺ δὲ οὐ κατορθοῖς τὴν εἰρήνην, εἰ καὶ μετέχεις τῆς θυσίας, ἀνωφελής σοι ἡ μετάληψις γέγονεν ἄνευ τοῦ κατορθώματος τῆς
so also this voice, which utters these words, perpetually increases by grace those who partake worthily. Let no one therefore be deceitful, let no one be wicked, no one rapacious, no one a reviler, no one a hater of his brother, no one a lover of money, no one a drunkard, no one covetous, no one a sodomite, no one envious, let no one be enslaved to fornication, no one a thief, no one a schemer, lest he receive judgement to himself. For at that time also Judas partook unworthily of the mystical supper, and going out betrayed the Lord, that you may learn that upon those who partake unworthily of the Mysteries, upon these most of all does the devil continually leap, and they cast themselves into greater punishment. These things I say not merely to frighten you, but also to render you safer. For just as bodily nourishment, when it falls into a stomach harbouring evil humours, aggravates the disease all the more; so also spiritual nourishment, when partaken of unworthily, heaps up greater judgement for oneself. Let no one therefore hold wicked thoughts within, I beseech you, but let us cleanse our heart for ourselves; for indeed we are temples of God if we keep ourselves pure. Let us make our soul chaste; for indeed it is possible to do this in a single day. How and in what manner? If you have aught against your enemy, put away your wrath, dissolve your enmity, that you may receive the healing of remission from the table. You draw near to an awesome and holy sacrifice: Christ lies set forth slain! Yet consider for what sake He was slain. O of what Mysteries did you deprive yourself, Judas! Christ suffered willingly that He might break down the middle wall of partition, and unite the things below to the things above, that He might make you a sharer with angels though you were an enemy and a foe. And Christ indeed gave up His life on your behalf; yet do you remain at enmity with your fellow servant? And how will you be able to walk to the table of peace? Your Master did not refuse to endure all things for your sake, and do you not even endure to put away wrath? On what account, tell me? Love is the root and fountain and mother of all good things. He mistreated me in the greatest matters, says he, he wronged me ten thousand times, he hung peril of life over me. And what is that? Yet not yet has he crucified you, as the Jews did the Lord! Unless you forgive your neighbour his trespass, neither will your heavenly Father forgive you your sins. And with what conscience will you say, Our Father Who art in heaven, hallowed be Thy name, and what follows? Likewise Christ also gave the very blood which those men poured out for the salvation of those who poured it out. What have you to do equal to this? If you do not forgive your enemy, you have wronged not that man, but yourself; for perchance you harmed him with regard to the present life, whereas as for yourself, you have made your punishment unpardonable for the day to come. For God hates and turns away from no one so much as a resentful man, as a swelling heart and an inflamed soul. Hear, then, what the Lord says: If you offer your gift upon the altar, and there remember that your brother has something against you, leave your gift there before the altar, and go first and be reconciled to your brother; and then come and offer your gift. What do you say — Shall I leave the gift, that is, the sacrifice, there? Yes, says He; for on account of peace towards your brother this sacrifice itself also came into being. If therefore the sacrifice exists for the sake of peace towards your neighbour, and you do not accomplish peace, even if you partake of the sacrifice, your communion has become unprofitable to you without the accomplishment of
PG 49:391Read from the page
εἰρήνης. Ποίησον τοίνυν ἐκεῖνο πρῶτον, λέγω δὴ τὴν εἰρήνην, δι' ὅπερ καὶ ἡ θυσία προσενήνεκται, καὶ τότε αὐτῆς ἀπολαύσεις καλῶς. Διὰ γὰρ τοῦτο ἦλθεν εις τὸν κόσμον ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα καταλλάξῃ ἡμῶν τὴν φύσιν τῷ Πατρὶ, ὥς που καὶ Παῦλός φησι· Νυνὶ δὲ ἀποκατήλλαξεν ἑαυτῷ τὰ πάντα, διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. Διὰ τοῦτο οὐχὶ αὐτὸς μόνον ἦλθε ποιῶν εἰρήνην, ἀλλὰ καὶ ἡμᾶς μακαρίζει τοὺς τὰ τοιαῦτα ποιοῦντας, καὶ ποιεῖ τῆς αὐτοῦ προσηγορίας κοινωνούς. Μακάριοι γὰρ οι ειρηνοποιοὶ, ὅτι αὐτοὶ υιοὶ Θεοῦ κληθήσονται. Ὅπερ οὖν ἐποίησεν ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, τοῦτο καὶ σὺ ποίησον κατὰ δύναμιν ἀνθρωπίνην, εἰρήνης γενόμενος πρόξενος καὶ σαυτῷ καὶ τῷ πλησίον σου. Διὰ τοῦτο καὶ υἱὸν Θεοῦ καλεῖ τὸν εἰρηνοποιόν· διὰ τοῦτο ἐν τῷ καιρῷ τῆς θυσίας οὐδεμιᾶς ἑτέρας ἐμνημόνευσε δικαιοσύνης, ἀλλ' ἢ τῆς πρὸς τὸν ἀδελφὸν καταλλαγῆς, δεικνὺς, ὅτι πασῶν ἀρετῶν μείζων ἡ ἀγάπη ἐστίν. Ἐβουλόμην μὲν οὖν, ἀγαπητοὶ, ἐπὶ πλεῖστον παρατεῖναι τὸν λόγον· ἀλλ' ἀρκεῖ καὶ τὰ εἰρημένα τοῖς μετὰ προσοχῆς καὶ συνέσεως δεχομένοις τὸν σπόρον τῆς εὐσεβείας, καὶ προσέχειν ἐθέλουσι τοῖς λεγομένοις. Μνημονεύωμεν τοίνυν, παρακαλῶ, διαπαντὸς τούτων τῶν ῥημάτων, καὶ τοῦ φρικωδεστάτου ἀσπασμοῦ τοῦ πρὸς ἀλλήλους. Οὗτος γὰρ ὁ ἀσπασμὸς συμπλέκει τὰς διανοίας ἡμῶν, καὶ ποιεῖ γενέσθαι σῶμα ἓν ἅπαντας, καὶ μέλη Χριστοῦ, ἐπειδὴ καὶ ἑνὸς σώματος μετέχομεν ἅπαντες. Γενώμεθα οὖν κατ' ἀλήθειαν σῶμα ἓν, οὐ τὰ σώματα ἀλλήλοις ἀναφύροντες, ἀλλὰ τὰς ψυχὰς ἀλλήλαις τῷ τῆς ἀγάπης συνδέσμῳ συνάπτοντες. Οὕτω γὰρ ποιοῦντες, δυνησόμεθα μετὰ παῤῥησίας ἀπολαῦσαι τῆς προκειμένης τραπέζης, καὶ τῆς ὑπὸ τοῦ Χριστοῦ πρὸς τῷ τέλει βραβευθείσης εἰρήνης δοχεῖα γενέσθαι. Κἂν γὰρ μυρία ἔχωμεν κατορθώματα, μνησίκακοι δὲ ὦμεν, πάντα εἰκῆ καὶ μάτην εἰργασάμεθα, καὶ οὐδὲν ἐκ τούτων εἰς σωτηρίας λόγον καρπώσασθαι δυνησόμεθα. Μέλλων γὰρ ὁ Σωτὴρ ἀνελθεῖν πρὸς τὸν Πατέρα, ἀντὶ δόξης προσκαίρου καὶ πλούτου μεγάλου ταύτην τοῖς μαθηταῖς κληρονομίαν ἀφίησιν, ειπών· Ειρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, ειρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Ποῖος γὰρ πλοῦτος, ἢ πόση χρημάτων περιουσία γένοιτ' ἂν τιμιωτέρα τῆς εἰρήνης τοῦ Χριστοῦ, τῆς πάντα λόγον καὶ νοῦν ὑπερεχούσης; Τοῦτο οὖν καὶ ὁ προφήτης Μαλαχίας εἰδὼς χαλεπὸν εἶναι καὶ ὑπέρογκον τὸ παράπτωμα, ἔλεγεν ὡς ἐκ προσώπου τοῦ Θεοῦ· Λαός μου, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, καὶ ἕκαστος κακίαν ἐν τῇ καρδίᾳ τῷ πλησίον αὐτοῦ μὴ μνησικακείτω, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε· καὶ οὐ μὴ ἀποθανεῖτε, οἶκος τοῦ Ἰσραὴλ, λέγει Κύριος. Ὡς ἂν εἰ μέλλοιτε εἶναι ψεῦσται, μνησίκακοι, ἐπίορκοι, ἐπιλαθόμενοι τῶν ἐντολῶν μου, θανάτῳ ἀποθανεῖσθε. Ταῦτα οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, πᾶσαν καταλύσωμεν ὀργὴν, καὶ πρὸς ἀλλήλους εἰρηνεύσωμεν, καὶ τὴν ῥίζαν τῆς κακίας ἐκτίλαντες, καὶ καθάραντες ἡμῶν τὸ συνειδὸς, μετὰ πραότητος καὶ ἐπιεικείας καὶ πολλῆς τῆς εὐλαβείας προσίωμεν τῇ μεταλήψει τῶν φρικτῶν τούτων καὶ φοβερῶν μυστηρίων, μὴ ὠθοῦντες καὶ λακτίζοντες, μήτε κτύποις καὶ κραυγαῖς ἐκβοῶντες, ἀλλὰ φόβῳ πολλῷ καὶ τρόμῳ μετὰ κατανύξεως καὶ δακρύων προσερχόμενοι, ἵνα καὶ ὁ φιλάνθρωπος Δεσπότης, ἐποπτεύσας ἡμῶν ἄνωθεν τὴν εἰρηνικὴν κατάστασιν, καὶ τὴν ἀνυπόκριτον ἀγάπην, καὶ τὴν φιλάδελφον κοινωνίαν, καὶ τούτων τῶν ἀγαθῶν καὶ τῶν ἐπηγγελμένων πάντας ἡμᾶς ἀξιώσῃ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ving peace. Do that thing first, therefore — I mean peace, on account of which the sacrifice itself has been offered — and then you will enjoy it well. For on this account the Son of God came into the world, that He might reconcile our nature to the Father, as Paul also says somewhere: Yet now He has reconciled all things to Himself, having slain the enmity in Himself through the cross. On this account He not only came making peace Himself, but also pronounces us blessed who do such things, and makes us sharers in His own title. For blessed are the peacemakers, for they shall be called sons of God. What Christ, the Son of God, wrought, therefore, do you also according to human power, becoming a procurer of peace both for yourself and for your neighbour. On this account He also calls the peacemaker a son of God; on this account, at the time of the sacrifice, He made mention of no other righteousness save reconciliation towards one's brother, showing that love is greater than all virtues. I wished, indeed, beloved, to extend our discourse at very great length; yet even the things that have been spoken suffice for those who receive the seed of godliness with attention and understanding, and who are willing to give heed to what is said. Let us, therefore, I entreat you, always bear in mind these words, and the most awe-inspiring kiss that we exchange with one another. For this kiss knits our minds together, and causes us all to become one body and members of Christ, since we all also partake of one body. Let us then become in truth one body, not mingling our bodies with one another, but joining our souls to one another by the bond of love. For by doing thus, we shall be able to enjoy with boldness the table set before us, and to become vessels of the peace bestowed by Christ at the end. For even if we possess ten thousand good deeds, yet harbour grudges, we have wrought all things in vain and to no purpose, and we shall be able to reap nothing from them towards the reckoning of salvation. For when the Saviour was about to go up to the Father, in place of fleeting glory and great wealth He leaves this inheritance to the disciples, saying: My peace I give to you, My peace I leave to you. For what wealth, or how great an abundance of riches, could be more precious than the peace of Christ, which surpasses every word and mind? Knowing this, therefore, the prophet Malachi also, aware that the transgression is grievous and monstrous, said as from the person of God: My people, speak truth each one with his neighbour, and let none bear malice in his heart against his neighbour, and love no false oath; and you shall by no means die, O house of Israel, says the Lord. As though He said: If you are going to be liars, bearers of grudges, perjurers, forgetful of My commandments, you shall die the death. Knowing all these things, therefore, beloved, let us put an end to all wrath, and be at peace with one another, and having plucked up the root of malice and cleansed our conscience, let us approach with meekness and gentleness and deep reverence to the partaking of these awesome and dread mysteries, neither shoving and kicking, nor shouting aloud with clatter and outcries, but drawing near in much fear and trembling with compunction and tears, so that the humane Master also, looking down from above upon our peaceable state, and our unfeigned love, and our brotherly fellowship, may count us all worthy both of these blessings and of those promised, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, might, honour, now and always, and unto the ages of ages. Amen.
IN HOMILIAM DE COEMETERIO ET DE CRUCE
ON THE HOMILY ON THE CEMETERY AND ON THE CROSS
Hanc homiliam habuit Chrysostomus viginti aut paulo minus diebus antequam de sanctis mulieribus Bernice, Prosdoce, et Domnina concionaretur ; ut non dubiis notis colligitur ex initio postremae hujusce concionis, ubi se ante viginti fere dies de cruce Domini concionatum, multa dixisse ait in haec verba : Contrivit portas aeneas, et vectes ferreos confregit : quae optime conveniunt in hanc De coemeterio et de cruce homiliam. Hinc Graeci putantes, festum de Cruce, quod mense Septembri die XIV occurrit, hic a Chrysostomo memorari, festum sanctarum Domninae et filiarum viginti postea diebus, quarta videlicet Octobris celebrant ; sed perperam : non enim in festo sanctae Crucis, quae in Septembrem incidit, quaeque nondum illo aevo celebrabatur, hanc habuit homiliam Chrysostomus, sed in die Parasceves, eadem nempe qua crucifixus est Dominus, ut ipse plurimis in locis declarat. Ea vero de re audiendus Tillemontius, pag. 571 : Reliquum igitur est ut credamus festum sanctae Domninae et sociarum Antiochiae, non quarta Octobris, sed decima quarta Aprilis, qua die notatur in Martyrologio Hieronymi et aliorum, celebratum fuisse. Quod spectat autem ad annum, quo hae duae homiliae habitae sunt, queritur Chrysostomus, tunc magnum excitari tumultum cum accederetur ad sacram communionem : eademque utitur querimonia in concione de die Natali, anno 386, et in concione de Epiphania, paucis post diebus habita, anno 387. Unde fortassis in alterutrius anni sanctam Parasceven haec homilia conjicienda videatur. Verum
Chrysostom delivered this homily twenty or slightly fewer days before he preached on the holy women Bernice, Prosdoce, and Domnina, as is gathered by unmistakable signs from the beginning of this latter discourse, where he says that, having preached nearly twenty days earlier on the cross of the Lord, he spoke many things in these words: He shattered the gates of bronze, and broke in pieces the bars of iron — words which fit this homily On the Cemetery and on the Cross exceedingly well. Hence the Greeks, supposing that the feast of the Cross which falls on the 14th day of the month of September is mentioned here by Chrysostom, celebrate the feast of Saints Domnina and her daughters twenty days afterwards, namely on the fourth of October; but erroneously: for it was not on the feast of the Holy Cross which falls in September, and which was not yet celebrated in that age, that Chrysostom delivered this homily, but on the day of the Preparation, the very day, that is, on which the Lord was crucified, as he himself declares in very many places. On this matter Tillemont should be heard, p. 571: It remains, therefore, for us to believe that the feast of Saint Domnina and her companions was celebrated at Antioch not on the fourth of October, but on the fourteenth of April, the day on which it is recorded in the Martyrology of Jerome and others. As for what concerns the year in which these two homilies were delivered, Chrysostom complains that a great tumult was roused at that time when people approached holy communion; and he makes use of the same complaint in the discourse on the day of the Nativity, in the year 386, and in the discourse on the Epiphany, delivered a few days afterwards, in the year 387. Whence perhaps this homily might seem to be assignable to Holy Good Friday of one or the other year. Yet
Notes, col. 391

On the reading

Printed εις, for εἰς.

Printed οι, for οἱ.

Printed ειρηνοποιοὶ, for εἰρηνοποιοὶ.

Printed υιοὶ, for υἱοὶ.

Printed ειπών, for εἰπών.

Printed Ειρήνην, for Εἰρήνην.

Printed ειρήνην, for εἰρήνην.

PG 49:393Read from the page
ΕΙΣ ΤΟ ΟΝΟΜΑ ΤΟΥ ΚΟΙΜΗΤΗΡΙΟΥ, Καὶ εἰς τὸν σταυρὸν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
On the Name of the Cemetery, and on the Cross of Our Lord and God and Saviour Jesus Christ.
αʹ. Πολλάκις ἐζήτησα πρὸς ἐμαυτὸν, τίνος ἕνεκεν οἱ πατέρες ἡμῶν τοὺς οἴκους τοὺς εὐκτηρίους τοὺς ἐν ταῖς πόλεσι παραδραμόντες, ἔξω τῆς πόλεως ἡμᾶς σήμερον καὶ ἐνταῦθα ἐκκλησιάζειν ἐνομοθέτησαν· οὐ γὰρ ἁπλῶς, οὐδὲ εἰκῆ μοι δοκοῦσι τοῦτο πεποιηκέναι. Διὸ καὶ τὴν αἰτίαν ἐζήτησα, καὶ εὗρον τῇ τοῦ Θεοῦ χάριτι δικαίαν οὖσαν καὶ εὔλογον, καὶ τῇ παρούσῃ πρέπουσαν ἑορτῇ. Τίς οὖν ἐστιν ἡ αἰτία; Σταυροῦ μνείαν ἐπιτελοῦμεν· ὁ δὲ σταυρωθεὶς ἔξω τῆς πόλεως ἐσταυρώθη· διὰ τοῦτο ἔξω τῆς πόλεως ἡμᾶς ἤγαγον. Τῷ γὰρ ποιμένι, φησὶν, ἀκολουθεῖ τὰ πρόβατα· ἔνθα ὁ βασιλεὺς, ἐκεῖ καὶ οἱ στρατιῶται· καὶ ὅπου τὸ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοί. Ἀλλ' ἔξω μὲν τῆς πόλεως διὰ τοῦτο· μᾶλλον δὲ πρότερον δείξωμεν, ὅτι διὰ τοῦτο, καὶ ἀπὸ τῶν θείων Γραφῶν. Ἵνα γὰρ μὴ νομίσητε ἡμέτερον εἶναι στοχασμὸν, Παῦλον ὑμῖν παράγω μάρτυρα. Τί οὖν ἐκεῖνός φησι περὶ τῶν θυσιῶν; Ὧν γὰρ εἰσφέρεται ζώων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα ἔξω τῆς παρεμβολῆς κατακαίεται. Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθε. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες. Εἶπεν, ἐκέλευσε Παῦλος· ὑπηκούσαμεν, ἐξήλθομεν. Ἔξωθεν οὖν διὰ τοῦτο συναγόμεθα. Τίνος δὲ ἕνεκεν ἐν τῷ μαρτυρίῳ τούτῳ, καὶ οὐχὶ ἐν ἑτέρῳ; Καὶ γὰρ τῇ τοῦ Θεοῦ χάριτι ἐξ ἑκάστης πλευρᾶς ἡ πόλις ἡμῖν τοῖς λειψάνοις τῶν ἁγίων τειχίζεται. Τίνος οὖν ἕνεκεν ἐνταῦθα, καὶ οὐκ ἐν ἄλλῳ μαρτυρίῳ συνάγεσθαι ἡμᾶς ἐκέλευσαν οἱ πατέρες; Ὅτι ἐνταῦθα τῶν νεκρῶν κεῖται πλῆθος. Ἐπεὶ οὖν σήμερον Ἰησοῦς πρὸς τοὺς νεκροὺς κατέβη, διὰ τοῦτο ἐνταῦθα συλλεγόμεθα. Διὰ τοῦτο καὶ αὐτὸς ὁ τόπος κοιμητήριον ὠνόμασται, ἵνα μάθῃς ὅτι οἱ τετελευτηκότες καὶ ἐνταῦθα κείμενοι οὐ τεθνήκασιν, ἀλλὰ κοιμῶνται καὶ καθεύδουσι. Πρὸ μὲν γὰρ τῆς παρουσίας Χριστοῦ ὁ θάνατος θάνατος ἐκαλεῖτο· ᾟ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου, φησὶ, θανάτῳ ἀποθανεῖσθε· καὶ πάλιν, Ψυχὴ ἡ ἁμαρτά-
1. Many times have I inquired within myself for what sake our fathers, passing by the houses of prayer that are in the cities, ordained by law that we should hold assembly outside the city today and in this place; for they do not seem to me to have done this merely or at random. Wherefore I also sought out the reason, and by the grace of God I found it to be just and reasonable, and befitting the present feast. What, then, is the reason? We celebrate the memorial of the Cross; and He Who was crucified was crucified outside the city; on this account they led us outside the city. For the sheep, says one, follow the shepherd; where the king is, there also are the soldiers; and where the carcase is, there also are the eagles. Outside the city, then, on this account — or rather let us first show from the divine Scriptures also that it is on this account. For that you may not suppose it to be our own conjecture, I bring forward Paul to you as witness. What, then, does he say concerning the sacrifices? For the bodies of those beasts whose blood is brought into the holy place by the high priest for sin are burned outside the camp. Wherefore Jesus also, that He might sanctify the people through His own blood, suffered outside the gate. Let us therefore go forth to Him outside the camp, bearing His reproach. Paul spoke, he commanded; we obeyed, we went forth. Outside, therefore, we gather together on this account. Yet for what sake in this martyrium, and not in another? For indeed by the grace of God our city is walled on every side with the relics of the saints. For what sake, then, did the fathers command us to gather together here, and not in another martyrium? Because here lies a multitude of the dead. Since therefore today Jesus descended to the dead, on this account we assemble here. And on this account the place itself also has been named a cemetery — a sleeping-place — that you may learn that those who have departed this life and lie here have not died, but slumber and sleep. For before the coming of Christ death was called death: In whatever day you eat from the tree, says He, you shall die the death; and again, The soul that sins-
PG 49:394Read from the page
νουσα, αὐτὴ καὶ ἀποθανεῖται. Καὶ ὁ Δαυῒδ· Θάνατος ἁμαρτωλῶν πονηρός· καὶ πάλιν, Τίμιος ἐναντιον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῖ. Καὶ ὁ Ἰώβ· Θάνατος ἀνδρὶ ἀνάπαυσις. Οὐχὶ θάνατος δὲ μόνον, ἀλλὰ καὶ ᾅδης ἐκαλεῖτο. Καὶ ἄκουε τοῦ Δαυῒδ λέγοντος· Πλὴν ὁ Θεὺς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με· καὶ ὁ Ἰακώβ· Κατάξετε τὸ γῆράς μου μετὰ λύπης εἰς ᾅδην. Ταῦτα εἶχε τὰ ὀνόματα ἡμῶν ἡ τελευτὴ πρὸ τούτου· ἐπειδὴ δὲ ἦλθεν ὁ Χριστὸς, καὶ ὑπὲρ ζωῆς τοῦ κόσμου ἀπέθανεν, οὐκέτι θάνατος καλεῖται λοιπὸν ὁ θάνατος, ἀλλὰ ὕπνος καὶ κοίμησις. Καὶ ὅτι κοίμησις καλεῖται, δῆλον ἐξ ὧν φησιν ὁ Χριστός· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται. Οὐ γὰρ εἶπεν, Ἀπέθανε, καίτοι γε τεθνηκὼς ἦν. Ἵνα δὲ μάθῃς ὅτι τὸ ὄνομα ξένον ἦν τὸ τῆς κοιμήσεως, ὅρα πῶς ἀκούσαντες τοῦτο οἱ μαθηταὶ θορυβοῦνται καὶ λέγουσι· Κύριε, εἰ κεκοίμηται, σωθήσεται· οὕτως οὐκ ᾔδεσαν τί ποτε ἦν τὸ λεγόμενον. Καὶ πάλιν ὁ Παῦλος· Ἄρα οἱ κοιμηθέντες ἀπώλοντο; πρός τινας λέγων. Καὶ πάλιν ἀλλαχοῦ· Ἡμεῖς οἱ ζῶντες οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, περὶ τῶν νεκρῶν λέγων. Καὶ πάλιν ἀλλαχοῦ· Ἔγειραι, ὁ καθεύδων. Καὶ ἵνα δείξῃ ὅτι περὶ νεκροῦ τοῦτο λέγει, ἐπήγαγε· Καὶ ἀνάστα ἐκ τῶν νεκρῶν. Ὅρα πανταχοῦ ὕπνον καλούμενον τὸν θάνατον· διὰ τοῦτο καὶ ὁ τόπος κοιμητήριον ὠνόμασται· χρήσιμον γὰρ ἡμῖν καὶ τὸ ὄνομα, καὶ φιλοσοφίας γέμον πολλῆς. Ὅταν τοίνυν ἄγῃς ἐνταῦθα νεκρὸν, μὴ κατάκοπτε σαυτόν· οὐ γὰρ πρὸς θάνατον, ἀλλὰ πρὸς ὕπνον αὐτὸν ἄγεις. Ἀρκεῖ σοι τοῦτο τὸ ὄνομα εἰς παραμυθίαν συμφορᾶς. Μάθε ποῦ ἄγεις· εἰς κοιμητήριον· καὶ πότε ἄγεις· μετὰ τὸν τοῦ Χριστοῦ θάνατον, ὅτε τὰ νεῦρα ἐξεκόπη τοῦ θανάτου. Ὥστε καὶ ἀπὸ τοῦ τόπου, καὶ ἀπὸ τοῦ καιροῦ πολλὴν δύνασθε καρπώσασθαι τὴν παραμυθίαν. Μάλιστα πρὸς γυναῖκας ἡμῖν οὗτος ὁ λόγος ἁρμόζει, ἐπειδὴ συμπαθέστερόν πως τὸ γένος τοῦτο καὶ πρὸς ἀθυμίαν εὐέμπτωτόν ἐστιν. Ἀλλ' ἀρκοῦν ἔχεις φάρμακον τῆς ἀθυμίας, τοῦ τόπου τὸ ὄνομα. Διὰ τοῦτο ἐνταῦθα συναγόμεθα.
it shall also die. And David: The death of sinners is evil; and again, Precious in the sight of the Lord is the death of His saints. And Job: Death is rest to a man. Nor was it called death alone, but Hades as well. Hear David saying: Yet God will redeem my soul from the hand of Hades, when He receives me; and Jacob: You will bring down my old age with sorrow to Hades. These names did our end bear before this; whereas since Christ came and died on behalf of the life of the world, death is henceforth no longer called death, but sleep and slumber. And that it is called slumber is manifest from what Christ says: Our friend Lazarus has fallen asleep. For He did not say, He has died, although indeed he was dead. And that you may learn that the name of slumber was strange, observe how the disciples on hearing this are troubled and say: Lord, if he has fallen asleep, he will recover; thus they did not know what the saying meant at all. And again Paul, speaking to certain persons: Then those also who have fallen asleep have perished? And again elsewhere, speaking concerning the dead: We who are alive shall by no means precede those who have fallen asleep. And again elsewhere: Awake, you who sleep; and to show that he says this concerning a dead man, he added: And arise from the dead. See death everywhere called sleep; on this account the place also has been named a cemetery, for the very name is profitable to us and full of much philosophy. When therefore you bring a dead man hither, do not beat yourself in grief; for you bring him not to death, but to sleep. This name suffices you for consolation in calamity. Learn whither you bring him: to a cemetery; and when you bring him: after the death of Christ, when the sinews of death were cut away. So that both from the place and from the season you are able to reap abundant consolation. Most of all does this discourse of ours suit women, since this sex is somehow more sympathetic and prone to fall into despondency. Yet you have a sufficient remedy for despondency — the name of the place. On this account we gather together here.
βʹ. Σήμερον γὰρ τὰ ἐν ᾅδου περιπολεῖ πάντα ὁ Δεσπότης ἡμῶν· σήμερον τὰς χαλκᾶς πύλας συν-
2. For today our Master goes round all the regions of Hades; today He shattered the brazen gates-
Notes, col. 394

On the reading

Printed ἐναντιον, for ἐναντίον.

Printed αὐτοῖ, for αὐτοῦ.

Printed Θεὺς, for Θεὸς.

PG 49:395Read from the page
έκλασε· σήμερον τοὺς μοχλοὺς τοὺς σιδηροῦς συνέθλασεν. Ὅρα τὴν ἀκρίβειαν τῆς λέξεως. Οὐκ εἶπεν, Ἀνέῳξε πύλας χαλκᾶς, ἀλλὰ, Συνέθλασε πύλας χαλκᾶς, ἵνα ἄχρηστον γένηται τὸ δεσμωτήριον. Οὐκ ἀφεῖλε τοὺς μοχλοὺς, ἀλλὰ συνέθλασεν, ἵνα ἀσθενὴς γένηται ἡ φυλακή. Ὅπου γε οὔτε θύρα, οὔτε μοχλὸς, κἂν εἰσέλθῃ τις, οὐ κατέχεται. Ὅταν οὖν ὁ Χριστὸς συνθλάσῃ, τίς ἕτερος διορθῶσαι δυνήσεται; Ὃ γὰρ Θεὸς διαστρέψει, φησὶ, τίς διορθώσει λοιπόν; Οἱ βασιλεῖς ὅταν μέλλωσιν ἀφιέναι τοὺς δεσμώτας, πέμποντες ἐπιστολὰς, οὐχ οὕτω ποιοῦσιν, ἀλλ' ἀφιᾶσι καὶ τὰς θύρας καὶ τοὺς φύλακας, δηλοῦντες ὅτι εἰσελθεῖν πάλιν ἀνάγκη ἐκεῖ ἢ καὶ τοὺς ἀφεθέντας, ἢ ἑτέρους ἀντ' ἐκείνων τινάς. Ὁ δὲ Χριστὸς οὐχ οὕτως· ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι τέλος ὁ θάνατος ἔχει, συνέθλασεν αὐτοῦ τὰς πύλας τὰς χαλκᾶς· χαλκᾶς δὲ ὠνόμασεν, οὐκ ἐπειδὴ ἀπὸ χαλκοῦ ἦσαν αἱ πύλαι, ἀλλὰ τὸ ἀπηνὲς καὶ ἀπαραίτητον τοῦ θανάτου δηλῶν. Καὶ ἵνα μάθῃς, ὅτι καὶ ὁ χαλκὸς καὶ ὁ σίδηρος τὸ ἀτενὲς καὶ ἀνένδοτον δηλοῖ, ἄκουσον τί φησι πρός τινα ἰταμόν· Τὸ νεῦρόν σου σιδηροῦν, ὁ τράχηλός σου καὶ τὸ μέτωπόν σου χαλκοῦν· τοῦτο δὲ οὕτως εἶπεν, οὐκ ἐπειδὴ νεῦρον εἶχε σιδηροῦν, οὐδ' ἐπειδὴ μέτωπον εἶχε χαλκοῦν, ἀλλ' ἐπειδὴ ἀμείλικτον ὄψιν καὶ ἀναίσχυντον εἶχε καὶ ἀπηνῆ. Βούλει μαθεῖν πῶς ἦν ἀμείλικτος καὶ ἀνένδοτος καὶ αὐτοαδάμας; Ἐν τοσούτῳ χρόνῳ οὐδεὶς αὐτὸν ἔπεισεν ἀφεῖναι οὐδένα τῶν κατεχομένων, ἕως αὐτὸν ὁ τῶν ἀγγέλων Δεσπότης κατελθὼν ἠνάγκαζε. Πρῶτον μὲν γὰρ ἔδησε τὸν ἰσχυρὸν, καὶ τότε τὰ σκεύη αὐτοῦ διήρπασε· διὸ καὶ ἐπάγει· Θησαυροὺς σκοτεινοὺς, ἀοράτους. Εἰ καὶ τὸ λεγόμενον ἓν, ἀλλὰ διπλοῦν τὸ νοούμενον· ἔστι γὰρ σκοτεινὰ χωρία, ἀλλ' ὁραθῆναι πολλάκις δύνανται, λύχνου καὶ φωτὸς εἰσαχθέντος· ἐκεῖνο δὲ τοῦ ᾅδου τὸ χωρίον ζοφωδέστατον ἦν καὶ ἀτερπὲς, καὶ οὐδέποτε φωτὸς ἐδέξατο φύσιν· διὰ τοῦτο σκοτεινοὺς, ἀοράτους εἶπεν αὐτούς. Καὶ γὰρ ὄντως σκοτεινοὶ ἦσαν, ἕως οὗ κατῆλθεν ὁ τῆς δικαιοσύνης ἥλιος, καὶ κατέλαμψε, καὶ τὸν ᾅδην ἐποίησεν οὐρανόν· ὅπου γὰρ ὁ Χριστὸς, ἐκεῖ καὶ ὁ οὐρανός. Θησαυροὺς δὲ σκοτεινοὺς καλεῖ τὸν ᾅδην· εἰκότως, διότι πολὺς πλοῦτος ἀπέκειτο ἐκεῖ. Καὶ γὰρ τῶν ἀνθρώπων πᾶσα ἡ φύσις πλοῦτος ὑπάρχουσα τοῦ Θεοῦ, ὑπὸ τοῦ ἀπατήσαντος τὸν πρῶτον ἄνθρωπον διαβόλου ἀπεσυλήθη, καὶ τῷ θανάτῳ καθυπεζεύχθη. Ὅτι δὲ πλοῦτος ἦν τῷ Θεῷ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, δείκνυσι Παῦλος λέγων· Πλουτῶν εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Ὥσπερ οὖν βασιλεύς τις λήσταρχον εὑρὼν κατατρέχοντα τὰς πόλεις, ἁρπάζοντα πάντοθεν, καὶ εἰς τὰ σπήλαια καταδυόμενον, καὶ ἀποτιθέμενον ἐκεῖ τὸν πλοῦτον, δήσας τὸν λήσταρχον, ἐκεῖνον μὲν κολάσει παραδίδωσι, τὸν δὲ θησαυρὸν αὐτοῦ μεταφέρει εἰς τὰ ταμιεῖα τὰ βασιλικά· οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, τὸν λήσταρχον καὶ τὸν δεσμοφύλακα, τὸν διάβολον ὁμοῦ καὶ τὸν θάνατον, διὰ τοῦ θανάτου αὐτοῦ δήσας, καὶ τὸν πλοῦτον πάντα, τῶν ἀνθρώπων λέγω τὸ γένος, μετήγαγεν εἰς τὰ ταμιεῖα τὰ βασιλικά. Τοῦτο καὶ Παῦλος δηλοῖ λέγων· Ἐλυ-
today He crushed the iron bars. Observe the exactness of the expression. He did not say, He opened the brazen gates, but, He crushed the brazen gates, that the prison might become useless. He did not remove the bars, but crushed them, that the wardhouse might become powerless. Where there is neither door nor bar, even if someone enters, he is not held fast. When Christ, therefore, has crushed them, who else will be able to set them right? For what God overturns, says Scripture, who then shall set right? When kings are about to release prisoners by sending letters, they do not act thus, but leave both the doors and the guards, showing that of necessity either those very men who were released, or certain others in their stead, must enter there again. Yet Christ did not act thus; rather, wishing to show that death has come to an end, He crushed its brazen gates; and He called them brazen, not because the gates were made of brass, but declaring the relentless and inexorable nature of death. And that you may learn that both brass and iron signify what is rigid and unyielding, hear what He says to a certain brazen-faced man: Your sinew is iron, your neck and your forehead brass; and He spoke thus not because he had an iron sinew, nor because he had a brazen forehead, but because he had an implacable, shameless, and relentless countenance. Do you wish to learn how implacable and unyielding he was, and very adamant itself? In all that span of time no one persuaded him to release a single one of those held fast, until the Master of the angels Himself came down and compelled him. For first He bound the strong man, and then He plundered his vessels; wherefore He also adds: Dark, unseen treasures. Even though the expression is one, yet the meaning is twofold; for there are dark places, yet they can oftentimes be seen when a lamp and light are brought in; whereas that region of Hades was utterly gloomy and joyless, and never received the nature of light; on this account He called them dark, unseen. And indeed they truly were dark, until the Sun of righteousness came down, and shone forth, and made Hades heaven; for where Christ is, there also is heaven. And He calls Hades dark treasures — fittingly so, because great wealth lay stored up there. For the whole nature of mankind, being the wealth of God, was despoiled by the devil who deceived the first man, and was yoked beneath death. And that the whole nature of mankind was wealth to God, Paul shows when he says: Being rich towards all, and over all who call upon Him. Just as some king, therefore, on finding a robber-chief overrunning the cities, plundering from every side, slipping down into caves, and storing up his wealth there, binds the robber-chief and hands him over to punishment, while transferring his treasure into the royal treasuries; so Christ also did, having bound by His own death the robber-chief and the jailer — the devil together with death — and transferred all the wealth, I mean the race of mankind, into the royal treasuries. This Paul also declares, saying: He re-