Migne Reading Room

PG 49 · cols. 364–369 · Read from the page

Panegyrical sermons on the Solemnities

Panegyrical sermons on the Solemnities

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:364Read from the page
φιλοσοφίας μὴ συνεχῶς ἐπιχωριάζειν καὶ φοιτᾷν πρὸς τὴν κοινὴν ἁπάντων μητέρα, τὴν Ἐκκλησίαν λέγω; Ποίαν γὰρ δν ἔχοις εἰπεῖν μοι ταύτης ἀναγκαιοτέραν διατριβήν; τίνα δὲ χρηστοτέραν συνουσίαν; τί δὲ τὸ ἐμπόδιον τῆς ἐνταῦθα διατριβῆς; Πάντως μοι τὴν πενίαν ἐρεῖς κώλυμά σοι γίνεσθαι τοῦ καλοῦ τοῦδε συλλόγου· ἀλλ' οὐκ εὔλογος ἡ πρόφασις. Ἑπτὰ ἡμέρας ἡ ἑβδομὰς ἔχει· τὰς ἑπτὰ ταύτας ἐμερίσατο πρὸς ἡμᾶς ὁ Θεός· καὶ οὐχ ἑαυτῷ μὲν τὸ πλέον, ἡμῖν δὲ τὸ ἔλαττον ἔδωκε, μᾶλλον δὲ οὐδὲ ἐξ ἡμισείας αὐτὰς διενείματο, οὐκ ἔλαβε τρεῖς καὶ ἔδωκε τρεῖς, ἀλλὰ σοὶ μὲν ἀπένειμεν ἕξ, ἑαυτῷ δὲ κατέλιπε μίαν. Καὶ οὐδὲ ἐν ταύτῃ τῇ ὅλῃ ἀνέχῃ τῶν βιωτικῶν ἀπηλλάχθαι πραγμάτων, ἀλλ' ὅπερ οἱ τὰ ἱερὰ συλῶντες χρήματα ποιοῦσι, τοῦτο καὶ σὺ ἐπὶ τῆς ἡμέρας ταύτης τολμᾷς, αὐτὴν οὖσαν ἱερὰν καὶ ἀνακειμένην τῇ τῶν πνευματικῶν ἀκροάσει λογίων ἁρπάζων καὶ καταχρώμενος εἰς βιωτικὰς φροντίδας. Τί δὲ λέγω περὶ ἡμέρας ὁλοκλήρου; ὅπερ ἐπὶ τῆς ἐλεημοσύνης ἐποίησεν ἡ χήρα, τοῦτο ποίησον ἐπὶ τοῦ καιροῦ καὶ σὺ τῆς ἡμέρας· καθάπερ ἐκείνη δύο κατέβαλεν ὀβολοὺς, καὶ πολλὴν παρὰ τοῦ Θεοῦ ἐπεσπάσατο τὴν εὔνοιαν· οὕτω καὶ σὺ δύο δάνεισον ὥρας τῷ Θεῷ, καὶ μυρίων ἡμερῶν κέρδος εἰς τὴν οἰκίαν εἰσάξεις τὴν σήν. Εἰ δὲ οὐκ ἀνέχῃ, σκόπει μή ποτε, μικρὸν ἡμέρας μέρος οὐ βουλόμενος ἑαυτὸν ἀποστῆσαι τῶν γηΐνων κερδῶν, ὁλοκλήρων ἐνιαυτῶν ἀπολέσῃς πόνους. Οἶδε γὰρ ὁ Θεὸς καταφρονούμενος καὶ τὰ συλλεγέντα κενοῦν χρήματα· ὥσπερ οὖν καὶ Ἰουδαίοις ἀπειλῶν ἔλεγεν, ἐπειδὴ τῆς περὶ τὸν ναὸν κατεφρόνουν ἐπιμελείας· Εἰσηνέγκατε αὐτὰ εἰς τοὺς οἴκους ὑμῶν, καὶ ἐξεφύσησα αὐτὰ, λέγει Κύριος. Τί γὰρ, εἰπέ μοι, διδάξαι σε τῶν ἀναγκαίων δυνησόμεθα, ἅπαξ τοῦ ἐνιαυτοῦ ἢ δεύτερον παρ' ἡμῖν φοιτῶντα, περὶ ψυχῆς, περὶ σώματος, περὶ ἀθανασίας, περὶ βασιλείας τῶν οὐρανῶν, περὶ κολάσεως, περὶ γεέννης, περὶ μακροθυμίας Θεοῦ, περὶ συγγνώμης, περὶ μετανοίας, περὶ βαπτίσματος, περὶ ἁμαρτημάτων ἀφέσεως, περὶ τῆς κτίσεως ταύτης τῆς ἄνω, καὶ τῆς κάτω, περὶ ἀνθρώπων φύσεως, περὶ ἀγγέλων, περὶ τῆς τῶν δαιμόνων κακουργίας, περὶ τῶν μεθοδειῶν τοῦ διαβόλου, περὶ πολιτείας, περὶ δογμάτων, περὶ τῆς ὀρθῆς πίστεως, περὶ τῶν διεφθαρμένων αἱρέσεων; Ταῦτα γὰρ καὶ πολλῷ πλείονα τούτων τὸν Χριστιανὸν εἰδέναι χρὴ, καὶ τούτων πάντων ἀποδιδόναι λόγον τοῖς ἐρωτῶσιν ὑμᾶς. Ὑμεῖς δὲ οὐδὲ τὸ πολλοστὸν τούτων εἰδέναι δυνήσεσθε μέρος, ἅπαξ
philosophy, not to dwell continually and resort to the common mother of all—I mean the Church? For what occupation could you name to me more necessary than this, or what fellowship more beneficial, and what is the hindrance to tarrying here? Doubtless you will tell me that poverty becomes a barrier for you from this noble gathering; yet the excuse is not reasonable. The week has seven days; these seven God divided with us; and He did not give the greater part to Himself and the lesser to us, nay rather He did not even apportion them by halves—He did not take three and give three—but to you He allotted six, while for Himself He left behind one. And not even through the whole of this one do you endure to stand aloof from worldly affairs, but what those who plunder sacred moneys do, this you too dare upon this day, seizing it when it is sacred and dedicated to the hearing of spiritual oracles, and misusing it for worldly cares. Yet why do I speak of an entire day? What the widow did in the matter of almsgiving, do you also in the matter of the day's season: just as she cast in two mites, and drew down great goodwill from God, so too do you lend two hours to God, and you will bring the profit of ten thousand days into your house. But if you do not endure this, beware lest perchance, being unwilling for a small part of a day to withdraw yourself from earthly gains, you lose the toils of entire years. For God, when despised, knows how to empty out even the moneys that have been gathered; even as He also said when threatening the Jews, because they despised the care concerning the temple: You brought them into your houses, and I blew them away, says the Lord. For what, tell me, of necessary things shall we be able to teach you when you resort to us once or twice a year—concerning the soul, concerning the body, concerning immortality, concerning the kingdom of heaven, concerning punishment, concerning Gehenna, concerning the long-suffering of God, concerning pardon, concerning repentance, concerning baptism, concerning remission of sins, concerning this creation above and that below, concerning the nature of men, concerning angels, concerning the malice of demons, concerning the wiles of the devil, concerning manner of life, concerning doctrines, concerning the right faith, concerning corrupted heresies? For these things and far more than these a Christian ought to know, and of all these to render an account to those who question you. Yet you will not be able to know even the smallest fraction of these things, gathering once
Notes, col. 364

On the reading

Printed δν, for ἂν.

PG 49:365Read from the page
ἐνταῦθα καὶ τοῦτο παρέργως συναγόμενοι, καὶ διὰ συνήθειαν ἑορτῆς, οὐ δι' εὐλάβειαν ψυχῆς. Ἀγαπητὸν γὰρ εἰ καθ' ἑκάστην σύναξιν ἐνταῦθά τις ἀπαντῶν δυνηθείη μετ' ἀκριβείας ἅπαντα ταῦτα κατασχεῖν. Οἰκέτας ἔχετε πολλοὶ τῶν ἐνταῦθα παρόντων καὶ υἱούς, καὶ μέλλοντες αὐτοὺς παραδιδόναι τοῖς τῶν τεχνῶν ἐπιστάταις, ὧν ἂν ἕλοισθε, καὶ τὴν οἰκίαν αὐτοῖς τὴν ὑμετέραν ἄβατον ποιεῖτε καθάπαξ, καὶ στρώματα καὶ τροφὰς καὶ τὴν ἄλλην ἅπασαν αὐτοῖς παρασκευάσαντες διακονίαν, τῷ διδασκάλῳ συγκατοικίζετε ἀπείργοντες αὐτοὺς τῆς οἰκίας ἐπιβαίνειν τῆς ὑμετέρας, ἵνα ἡ συνεχὴς ἐκεῖ διατριβὴ τὴν διδασκαλίαν ἀκριβεστέραν ἐργάσηται, μηδεμιᾶς φροντίδος τὴν σχολὴν διακοπτούσης. Νυνὶ δὲ οὐ τέχνην τὴν τυχοῦσαν, ἀλλὰ τὴν πασῶν μείζονα μανθάνειν μέλλοντες, πῶς ἀρέσαι τῷ Θεῷ δεῖ, καὶ τῶν οὐρανίων ἐπιτυχεῖν, παρέργως ἡγεῖσθε δύνασθαι τοῦτο κατορθοῦν. Καὶ πόσης τοῦτο ἀνοίας; Ὅτι γὰρ μάθησις τὸ πρᾶγμά ἐστι πολλῆς δεόμενον τῆς προσοχῆς, ἄκουσον τί φησι· Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ πάλιν ὁ προφήτης· Δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς· καὶ πάλιν· Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Ὥστε πολλῆς σχολῆς χρεία τῷ μέλλοντι ταύτης ἀπολαύσεσθαι τῆς φιλοσοφίας.
here, and gathering for this offhandedly, and out of the custom of a feast, not out of devoutness of soul. For one might well be content if, by attending here at every assembly, a man should be able accurately to grasp all these things. Many of you who are present here have household servants and sons, and when about to hand them over to the masters of whichever crafts you may choose, you make your own house altogether off limits to them, and having provided bedding and food and all other attendance for them, you lodge them together with the teacher, debarring them from setting foot in your house, so that continual residence there may render the instruction more exact, with no care interrupting their study. Yet now, when you are about to learn no ordinary art, but the greatest of all—how one must please God and attain the things of heaven—you suppose that you can accomplish this offhandedly. And of how great folly is this! For that the matter is a discipline needing great attention, hear what He says: Learn from Me, for I am meek and lowly in heart; and again the prophet: Come, children, hearken to me; I will teach you the fear of the Lord; and again: Be still and know that I am God. So there is need of great leisure for him who is to enjoy this philosophy.
βʹ. Ἀλλὰ γὰρ, ἵνα μὴ τὸν χρόνον ἅπαντα εἰς ἔγκλημα τῶν ἀπολιμπανομένων ἀναλώσωμεν, ἀρκεσθέντες τοῖς εἰρημένοις εἰς τὴν τῆς [αὐτῶν] ἐκείνων ῥᾳθυμίας διόρθωσιν, φέρε τι περὶ τῆς παρούσης ἑορτῆς φιλοσοφήσωμεν. Πολλοὶ γὰρ τὰς μὲν ἑορτὰς ἄγουσι, καὶ τὰ ὀνόματα αὐτῶν ἴσασι, τὰς δὲ ὑποθέσεις, ὅθεν ἐτέχθησαν, ἀγνοοῦσιν. Ὅτι μὲν οὖν Ἐπιφάνεια ἡ παροῦσα λέγεται ἑορτὴ, δῆλόν ἐστι πᾶσι· τίς δέ ἐστιν ἡ ἐπιφάνεια αὕτη, καὶ πότερον μία τίς ἐστιν ἢ δύο, τοῦτο οὐκ ἔτι ἴσασιν· ὅπερ ἐσχάτης αἰσχύνης ἂν εἴη καὶ πολλοῦ τοῦ καταγέλωτος, καθ' ἕκαστον ἐνιαυτὸν τὴν ἑορτὴν ταύτην ἄγοντας, τὴν ὑπόθεσιν αὐτῆς ἀγνοεῖν. Πρῶτον μὲν οὖν ἀναγκαῖον εἰπεῖν πρὸς τὴν ὑμετέραν ἀγάπην, ὅτι οὐ μία τίς ἐστιν ἐπιφάνεια, ἀλλὰ δύο· μία μὲν ἡ παροῦσα αὕτη καὶ γενομένη, δευτέρα δὲ ἡ μέλλουσα καὶ κατὰ τὴν συντέλειαν ἐνδόξως γενησομένη. Καὶ περὶ ἑκατέρας αὐτῶν ἠκούσατε σήμερον Παύλου Τίτῳ διαλεγομένου καὶ λέγοντος οὕτω· περὶ μὲν τῆς παρούσης· Ἐπεφάνη ἡ τοῦ Θεοῦ χάρις ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι· περὶ δὲ τῆς μελλούσης· Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ ὁ προφήτης δὲ περὶ αὐτῆς ἐκείνης ἔλεγεν οὕτως· Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Ἀλλὰ τίνος ἕνεκεν οὐχὶ ἡ ἡμέρα καθ' ἣν ἐτέχθη, ἀλλ' ἡ ἡμέρα καθ' ἣν ἐβαπτίσθη, ἐπιφάνεια λέγεται; Αὕτη γάρ ἐστιν ἡ ἡμέρα καθ' ἣν ἐβαπτίσατο, καὶ τὴν τῶν
2. Yet, so that we may not spend all our time in accusation of those who absent themselves, being content with what has been said for the correction of their [own] indolence, come, let us discourse somewhat concerning the present feast. For many celebrate the feasts and know their names, yet are ignorant of their subjects, whence they took their origin. Now that the present feast is called Epiphany is manifest to all; but what this epiphany is, and whether it is a single one or two, this they no longer know—which would be a matter of utter shame and much ridicule, that men who celebrate this feast every year should be ignorant of its subject. First of all, therefore, it is necessary to say to your charity that there is not a single epiphany, but two: the one, this present one which has already taken place; the second, the future one which will take place gloriously at the consummation. And concerning both of them you heard Paul today discoursing to Titus and speaking thus: concerning the present one, The saving grace of God has appeared to all men, training us that, denying impiety and worldly desires, we should live soberly and righteously and godly in the present age; and concerning the future one, Awaiting the blessed hope and appearing of the glory of our great God and Saviour Jesus Christ. And the prophet too spoke thus concerning that very one: The sun shall be turned into darkness, and the moon into blood, before the great and manifest day of the Lord comes. Yet why is not the day on which He was born, but the day on which He was baptized, called Epiphany? For this is the day on which He was baptized and sanctified the nature of the
PG 49:366Read from the page
ὑδάτων ἡγίασε φύσιν. Διά τοι τοῦτο καὶ ἐν μεσονυκτίῳ κατὰ τὴν ἑορτὴν ταύτην ἅπαντες ὑδρευσάμενοι οἴκαδε τὰ νάματα ἀποτίθενται, καὶ εἰς ἐνιαυτὸν ὁλόκληρον φυλάττουσιν, ἅτε δὴ σήμερον ἁγιασθέντων τῶν ὑδάτων· καὶ τὸ σημεῖον γίνεται ἐναργὲς οὐ διαφθειρομένης τῆς τῶν ὑδάτων ἐκείνων φύσεως τῷ μήκει τοῦ χρόνου, ἀλλ' εἰς ἐνιαυτὸν ὁλόκληρον καὶ δύο καὶ τρία πολλάκις ἔτη τοῦ σήμερον ἀντληθέντος ὕδατος ἀκεραίου καὶ νεαροῦ μένοντος, καὶ μετὰ τοσοῦτον χρόνον τοῖς ἄρτι τῶν πηγῶν ἐξαρπασθεῖσιν ὕδασιν ἁμιλλωμένου. Τίνος οὖν ἕνεκεν αὕτη ἐπιφάνεια λέγεται; Ἐπειδὴ οὐχ ὅτε ἐτέχθη, τότε πᾶσιν ἐγένετο κατάδηλος, ἀλλ' ὅτε ἐβαπτίσατο· μέχρι γὰρ ταύτης ἠγνοεῖτο τῆς ἡμέρας τοῖς πολλοῖς. Καὶ ὅτι ἠγνόουν αὐτὸν οἱ πολλοὶ, καὶ οὐκ ᾔδεισαν ὅστις ποτὲ ἦν, ἄκουσον τοῦ Βαπτιστοῦ Ἰωάννου λέγοντος· Μέσος ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε. Καὶ τί θαυμαστὸν εἰ ἄλλοι ἠγνόουν, ὅπου γε καὶ αὐτὸς ὁ Βαπτιστὴς αὐτὸν ἠγνόει ἕως τῆς ἡμέρας ἐκείνης; Καὶ γὰρ ἐγὼ, φησὶν, οὐκ ᾔδειν αὐτὸν, ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον, καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Ὅτι μὲν οὖν ἐπιφάνειαι δύο, δῆλον ἐκ τούτων· τίνος δὲ ἕνεκεν ἐπὶ τὸ βάπτισμα ἔρχεται ὁ Χριστὸς, ἀναγκαῖον εἰπεῖν, καὶ ἐπὶ ποῖον ἔρχεται βάπτισμα· καὶ γὰρ καὶ τοῦτο ἀναγκαῖον εἰδέναι, ὥσπερ οὖν κἀκεῖνο. Καὶ τοῦτο πρότερον διδάξαι χρὴ τὴν ὑμετέραν ἀγάπην· ἀπὸ γὰρ τούτου κἀκεῖνο εἰσόμεθα. Βάπτισμα ἦν τὸ Ἰουδαϊκὸν, τὸ ῥύπων σωματικῶν ἀπαλλάττον, οὐ τῶν κατὰ τὸ συνειδὸς ἁμαρτημάτων. Οὐ γὰρ εἴ τις μοιχείαν εἰργάσατο, οὐδὲ εἴ τις κλοπὴν ἐτόλμησεν, οὐδὲ εἴ τις ἄλλο τι τοιοῦτον παρηνόμησεν, ἀπήλλαττεν αὐτὸν τῶν ἐγκλημάτων· ἀλλ' εἴ τις ὀστῶν ἥψατο νεκρῶν, εἴ τις μὴ νενομισμένης ἐγεύσατο τροφῆς, εἴ τις ἐκ φθορᾶς παρεγένετο, εἴ τις λεπροῖς συνεγίνετο, ἐλούετο, καὶ μέχρι τῆς ἑσπέρας ἀκάθαρτος ἦν, εἶτα ἐκαθαίρετο. Λούσεται γὰρ τὸ σῶμα αὐτοῦ ὕδατι καθαρῷ, φησὶν, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, καὶ καθαρισθήσεται. Οὐ γὰρ ἀληθῶς ἁμαρτία ταῦτα ἦν οὐδὲ ἀκαθαρσία, ἀλλὰ ἀτελεστέρους ὄντας διὰ τῶν τοιούτων ποιῶν εὐλαβεστέρους ὁ Θεὸς, πρὸς τὴν τῶν μειζόνων παρατήρησιν ἀκριβεστέρους ἄνωθεν παρεσκεύασε.
waters. On this very account, too, at midnight on this feast all, having drawn water, store the streams away at home and preserve them for a whole year, inasmuch as the waters were sanctified today; and a manifest sign takes place, the nature of those waters not being spoiled by length of time, but the water drawn today remaining pure and fresh for a whole year and often for two and three years, and after so long a time rivalling waters just snatched from the springs. Why, then, is this called Epiphany? Because not when He was born did He become manifest to all, but when He was baptized; for until this day He was unknown to the multitude. And that the multitude did not know Him, nor knew who He ever was, hear John the Baptist saying: In the midst of you stands One Whom you do not know. And what wonder if others did not know Him, seeing that even the Baptist himself did not know Him until that day? For I too, says he, did not know Him, but He Who sent me to baptize with water, He said to me: Upon Whomsever you see the Spirit descending and abiding upon Him, this is He Who baptizes with the Holy Spirit. That there are two epiphanies, therefore, is evident from these things; but why Christ comes to baptism it is necessary to say, and to what baptism He comes—for this too it is necessary to know, just as that also. And this we must first teach your charity; for from this we shall know that also. There was the Jewish baptism, which freed from bodily filth, not from sins of conscience. For if anyone committed adultery, or if anyone dared theft, or if anyone transgressed in any other such thing, it did not free him from the charges; but if anyone touched the bones of the dead, if anyone tasted food not ordained by law, if anyone came from a place of corruption, if anyone associated with lepers, he washed himself and was unclean until evening, and then was cleansed. For he shall wash his body with pure water, it says, and shall be unclean until evening, and shall be cleansed. For these things were not truly sin or uncleanness, but God, making them more reverent through such things while they were more imperfect, prepared them from of old to be more exact towards the observance of greater things.
γʹ. Τὸ μὲν οὖν Ἰουδαϊκὸν καθάρσιον ἁμαρτημάτων μὲν οὐκ ἀπήλλαττε, ῥύπων δὲ σωματικῶν μόνον, τὸ δὲ ἡμέτερον οὐ τοιοῦτον, ἀλλὰ πολλῷ μεῖζον καὶ πολλῆς γέμον χάριτος· καὶ γὰρ ἁμαρτημάτων ἀπαλλάττει, καὶ ψυχὴν ἀποσμήχει, καὶ Πνεύματος δίδωσι χορηγίαν. Τὸ δὲ τοῦ Ἰωάννου τοῦ μὲν Ἰουδαϊκοῦ σφόδρα ὑψηλότερον ἦν, τοῦ δὲ ἡμετέρου ταπεινότερον, καθάπερ γέφυρά τις ὂν ἑκατέρων τούτων τῶν βαπτισμάτων, ἀπ' ἀκείνου πρὸς τοῦτο δι' ἑαυτοῦ χειραγωγοῦν· οὐ γὰρ δὴ εἰς παρατήρησιν καθαρμῶν σωματικῶν αὐτοὺς ἐνῆγεν, ἀλλ' ἀποστῆσαν ἐκείνων παρῄνει καὶ συνεβούλευε μεταβαλεῖν ἀπὸ κακίας εἰς ἀρετὴν, καὶ ἐν τοῖς τῶν ἔργων κατορθώμασι τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, οὐκ ἐν βαπτισμοῖς δια-
3. Now the Jewish purification did not free from sins, but from bodily filth alone; whereas ours is not such, but far greater and fraught with abundant grace: for it both frees from sins, and wipes clean the soul, and bestows the supply of the Spirit. And that of John was very much loftier than the Jewish, yet humbler than ours, being like a bridge between both of these baptisms, leading by the hand through itself from that one to this; for it did not lead them on to the observance of bodily purifications, but, drawing them away from those, exhorted and counselled them to change over from wickedness to virtue, and to place their hopes of salvation in rightly performed works, not in var-
Notes, col. 366

On the reading

Printed ἀκείνου, for ἐκείνου.

PG 49:367Read from the page
φόροις καὶ καθαρμοῖς ὑδάτων. Οὐ γὰρ ἔλεγε· Πλῦνον τὰ ἱμάτιά σου, καὶ λοῦσον τὸ σῶμά σου, καὶ ἔσῃ καθαρός· ἀλλὰ τί; Ποιήσατε καρπὸν ἄξιον τῆς μετανοίας. Καὶ κατὰ τοῦτο ὑψηλότερον ἦν τοῦ Ἰουδαϊκοῦ, τοῦ δὲ ἡμετέρου ταπεινότερον· ἐπειδὴ μήτε Πνεῦμα ἅγιον ἐδίδου τὸ βάπτισμα Ἰωάννου, μήτε τὴν διὰ τῆς χάριτος παρεῖχε συγχώρησιν· μετανοεῖν γὰρ ἐκέλευεν, οὐκ ἀφιέναι κύριος ἦν. Διόπερ καὶ ἔλεγεν· Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι, ἐκεῖνος δὲ ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Δηλονότι αὐτὸς οὐκ ἐβάπτιζε Πνεύματι. Τί δέ ἐστιν, Ἐν Πνεύματι ἁγίῳ καὶ πυρί; Ἀναμνήσθητί μοι τῆς ἡμέρας ἐκείνης, καθ' ἣν ὤφθησαν τοῖς ἀποστόλοις διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν. Καὶ ὅτι τὸ βάπτισμα Ἰωάννου ἀτελὲς ἦν, οὔτε Πνεύματος χορηγίαν ἔχον, οὔτε ἁμαρτημάτων ἄφεσιν, δῆλον ἐκεῖθεν· Εὑρὼν γάρ τινας μαθητὰς ὁ Παῦλός φησι πρὸς αὐτοὺς, Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; Οἱ δὲ εἶπον πρὸς αὐτόν· Ἀλλ' οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν ἠκούσαμεν. Εἶπέ τε πρὸς αὐτούς· Εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ εἶπον· Εἰς τὸ Ἰωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος· Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας· μετανοίας, οὐκ ἀφέσεως. Καὶ τίνος ἕνεκεν ἐβάπτισεν; Τῷ λαῷ λέγων· Εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ' ἔστιν, εἰς τὸν Κύριον Ἰησοῦν. Καὶ ἀκούσαντες ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτούς. Εἶδες πῶς ἀτελὲς ἦν τὸ Ἰωάννου βάπτισμα; Εἰ γὰρ μὴ ἦν ἀτελὲς, οὐκ ἂν αὐτοὺς πάλιν ἐβάπτισεν ὁ Παῦλος, οὐκ ἂν αὐτοῖς τὰς χεῖρας ἐπέθηκε· νυνὶ δὲ ἀμφότερα ταῦτα ποιήσας, ἐδήλωσε τὴν ὑπεροχὴν τοῦ βαπτίσματος τοῦ ἀποστολικοῦ, καὶ ὅτι ἐκεῖνο τούτου πολὺ κατώτερον ἦν. Ἀλλὰ τὴν μὲν τῶν βαπτισμάτων διαφορὰν ἐκ τούτων ἐμάθομεν· τίνος δὲ ἕνεκεν ὁ Χριστὸς βαπτίζεται, καὶ ποῖον βάπτισμα, λοιπὸν ἀναγκαῖον εἰπεῖν. Οὔτε τὸ Ἰουδαϊκὸν τὸ πρότερον, οὔτε τὸ ἡμέτερον τὸ μετὰ ταῦτα· οὔτε γὰρ ἁμαρτημάτων συγχωρήσεως ἐδεῖτο· πῶς γὰρ ὁ μηδεμίαν ἁμαρτίαν ἔχων; Ἀμαρτίαν γὴρ, φησὶν, οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· καὶ πάλιν, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Οὔτε Πνεύματος ἄμοιρος ἦν ἐκείνη ἡ σάρξ· πῶς γὰρ ἂν ἡ ἐκ Πνεύματος ἁγίου κατασκευασθεῖσα τὴν ἀρχήν; Εἰ τοίνυν μήτε Πνεύματος ἁγίου ἄμοιρος ἦν ἡ σὰρξ ἐκείνη, μήτε ἁμαρτήμασιν ὑπεύθυνος, τίνος ἕνεκεν ἐβαπτίζετο; Ἀλλὰ πρότερον ἀναγκαῖον μαθεῖν ποῖον ἐβαπτίσατο βάπτισμα, καὶ τότε καὶ τοῦτο σαφέστερον ἡμῖν γενήσεται. Ποῖον οὖν ἐβαπτίσατο; Οὔτε τὸ Ἰουδαϊκὸν, οὔτε τὸ ἡμέτερον, ἀλλὰ τὸ Ἰωάννου. Διὰ τί; Ἵνα καὶ δι' αὐτῆς τῆς τοῦ βαπτίσματος φύσεως μάθῃς, ὅτι οὐ δι' ἁμαρτίας ἐβαπτίσατο, οὐδὲ ὡς τῆς τοῦ Πνεύματος δεόμενος χορηγίας· ἑκατέρων γὰρ τούτων ἔρημον ἐκεῖνο τὸ βάπτισμα, καθάπερ οὖν καὶ ἀπεδείξαμεν. Καὶ ὅτι μὲν οὔτε δι' ἄφεσιν ἁμαρτημάτων, οὔτε διὰ Πνεύματος χορηγίαν ἦλθεν ἐπὶ τὸν Ἰορδάνην, δῆλον ἐκ
ious baptisms and purifications of waters. For he did not say: Wash your garments, and bathe your body, and you shall be clean; but what? Bring forth fruit worthy of repentance. And in this respect too it was loftier than the Jewish, yet humbler than ours: because John's baptism neither gave the Holy Spirit, nor bestowed pardon through grace; for it commanded men to repent, it had not authority to forgive. Wherefore he also said: I indeed baptize you with water, but He shall baptize you with the Holy Spirit and with fire. Plainly he himself did not baptize with the Spirit. And what is, With the Holy Spirit and with fire? Call to mind for me that day on which divided tongues as of fire appeared to the apostles, and it sat upon each one of them. And that John's baptism was imperfect, possessing neither supply of the Spirit nor remission of sins, is evident from the following: Paul, on finding certain disciples, says to them, Did you receive the Holy Spirit when you believed? And they said to him: Nay, we did not even hear whether there is a Holy Spirit. And he said to them: Unto what, then, were you baptized? And they said: Unto John's baptism. And Paul said: John baptized with a baptism of repentance—of repentance, not of remission. And for what reason did he baptize? Saying to the people that they should believe in Him Who was coming after him, that is, in the Lord Jesus. And on hearing this they were baptized in the name of the Lord Jesus. And when Paul had laid his hands upon them, the Holy Spirit came upon them. Did you see how imperfect John's baptism was? For had it not been imperfect, Paul would not have baptized them again, nor would he have laid his hands upon them; but as it was, by doing both these things, he declared the superiority of the apostolic baptism, and that the former was far inferior to this. Now the difference between the baptisms we have learnt from these things; it remains necessary to say why Christ is baptized, and with what baptism. Neither the former Jewish one, nor ours which came afterwards; for He needed not pardon of sins—for how could He Who had no sin at all? For He did no sin, it says, nor was guile found in His mouth; and again, Which of you convicts Me concerning sin? Nor was that flesh devoid of the Spirit—for how could that flesh be so which from the beginning was fashioned from the Holy Spirit? If, therefore, that flesh was neither devoid of the Holy Spirit nor liable to sins, why was He baptized? Yet first it is necessary to learn with what baptism He was baptized, and then this too will become clearer to us. With what baptism, then, was He baptized? Neither the Jewish, nor ours, but John's. Why? So that from the very nature of the baptism you might learn that He was not baptized because of sins, nor as standing in need of the supply of the Spirit; for that baptism was destitute of both of these, even as we have shown. And that He came to the Jordan neither for remission of sins nor for the supply of the Spirit is evident from
Notes, col. 367

On the reading

Printed Ἀμαρτίαν, for Ἁμαρτίαν.

Printed γὴρ, for γὰρ.

PG 49:368Read from the page
τούτων· ἵνα δὲ μὴ νομίσῃ τις τῶν τότε παρόντων, ὅτι ἐπὶ μετανοίᾳ, καθάπερ οἱ λοιποὶ, παραγίνεται, ἄκουσον καὶ τοῦτο πῶς ὁ Ἰωάννης προδιωρθώσατο. Ὁ γὰρ τοῖς ἄλλοις λέγων, Ποιήσατα καρπὸν ἄξιον τῆς μετανοίας, ἄκουσον τί τούτῳ ψησίν· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι· καὶ σὺ ἔρχῃ πρὸς με; Τοῦτο δὲ ἔλεγε δηλῶν ὅτι οὐ διὰ τὴν αὐτὴν τοῖς πολλοῖς χρείαν παρεγένετο πρὸς αὐτόν· καὶ ὅτι τοσοῦτον ἀπέχει διὰ τοῦτο βαπτίζεσθαι, ὅτι καὶ αὐτοῦ τοῦ Βαπτιστοῦ πολλῷ μείζων ἦν, καὶ ἀσυγκρίτως καθαρώτερος. Τίνος οὖν ἕνεκεν ἐβαπτίζετο, εἰ μήτε ἐπὶ μετανοίᾳ, μήτε ἐπὶ ἁμαρτημάτων ἀφέσει, μήτε ἐπὶ Πνεύματος χορηγίᾳ τοῦτο ἐποίει; Ἑτέρων δυοῖν ἕνεκεν αἰτιῶν, μιᾶς μὲν ἧς φησιν ὁ μαθητὴς, ἑτέρας δὲ ἧς αὐτὸς πρὸς τὸν Ἰωάννην εἶπε. Τίνα οὖν φησιν ὁ Ἰωάννης αἰτίαν τοῦ βαπτίσματος εἶναι τούτου; Ἵνα γνωρισθῇ τοῖς πολλοῖς, καθὼς καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν ἵνα πιστεύσωσιν· τοῦτο ἦν τὸ κατόρθωμα τοῦ βαπτίσματος. Τὸ μὲν γὰρ εἰς τὴν ἑκάστου περιϊέναι οἰκίαν, καὶ ταῖς θύραις προσιόντα καλεῖν ἔξω καὶ λέγειν κατέχοντα τὸν Χριστὸν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὕποπτον ἐποίει τὴν μαρτυρίαν καὶ σφόδρα ἐργῶδες ἦν· τὸ δὲ λαβόντα πάλιν εἰς τὴν συναγωγὴν εἰσελθεῖν καὶ δεικνύειν, καὶ τοῦτο αὐτὸ ὁμοίως ὕποπτον ἐποίει τὴν μαρτυρίαν πάλιν· τὸ δὲ τῶν δήμων ἁπάντων ἐξ ἑκάστης πόλεως ἐκχυθέντων ἐπὶ τὸν Ἰορδάνην, καὶ περὶ τὰς ὄχθας διατριβόντων τοῦ ποταμοῦ, ἐλθόντα καὶ αὐτὸν ἐπὶ τὸ βαπτισθῆναι, δέξασθαι τὴν ἄνωθεν σύστασιν τὴν διὰ τῆς φωνῆς τοῦ Πατρὸς, τὴν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Πνεύματος τῆς ἐν εἴδει περιστερᾶς, ἀνύποπτον ἐποίει γενέσθαι τὴν Ἰωάννου τὴν ἐπ' αὐτῷ μαρτυρίαν. Διὰ τοῦτο, Κἀγὼ, φησὶν, οὐκ ᾔδειν αὐτὸν, ἀξιόπιστον τὴν ἑαυτοῦ καθιστῶν μαρτυρίαν. Ἐπειδὴ γὰρ συγγενεῖς ἦσαν ἀλλήλων κατὰ σάρκα (Ἰδοὺ γὰρ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν, τῇ Μαριάμ φησιν ὁ ἄγγελος περὶ τῆς μητρὸς Ἰωάννου· εἰ δὲ αἱ μητέρες συγγενεῖς ἦσαν, εὔδηλον ὅτι καὶ τὰ παιδία)· ἐπεὶ οὖν συγγενεῖς ἦσαν, ἵνα μὴ διὰ τὴν συγγένειαν δόξῃ μαρτυρεῖν τῷ Χριστῷ, ᾠκονόμησεν ἡ τοῦ Πνεύματος χάρις πᾶσαν τὴν πρώτην ἡλικίαν ἐν ἐρήμῳ τὸν Ἰωάννην διάγειν, ἵνα μὴ διὰ φιλίαν ἢ ἐκ κατασκευῆς τινος τοιαύτης ἡ μαρτυρία γίνεσθαι δόξῃ, ἀλλ' ὡς παρὰ τοῦ Θεοῦ μαθών, οὕτως αὐτὸν καταγγείλῃ. Διὰ τοῦτό φησι· Κἀγὼ οὐκ ᾔδειν αὐτόν. Πόθεν οὖν ἔμαθες; Ὁ πέμψας με, φησὶ, βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπε. Τί σοι εἶπεν; Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ' αὐτὸν, αὐτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Ὁρᾷς ὅτι διὰ τοῦτο ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ ὡς τότε πρῶτον ἐπιφοιτῆσαν, ἀλλ' ἵνα δείξῃ τὸν κηρυττόμενον, ὥσπερ δακτύλῳ τινὶ τῇ πτήσει πᾶσιν αὐτὸν γνώριμον ποιοῦν; Διὰ τοῦτο τοίνυν ἦλθεν ἐπὶ τὸ βάπτισμα. Καὶ δι' ἑτέραν δὲ αἰτίαν, ἣν αὐτός φησι· ποίαν δὴ ταύτην; Τοῦ Ἰωάννου εἰπόντος, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς με; αὐτὸς ἀπεκρίνατο λέγων· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύ-
these things; and lest anyone of those present at that time should suppose that He was coming for repentance like the rest, hear this too, how John corrected it in advance. For he who said to the others, Bring forth fruit worthy of repentance, hear what he says to Him: I have need to be baptized by You, and do You come to me? And this he said, showing that He had not come to him on account of the same need as the multitude, and that He was so far from being baptized on this account that He was far greater than the Baptist himself, and incomparably purer. Why, then, was He baptized, if He did this neither for repentance, nor for remission of sins, nor for the supply of the Spirit? For two other causes—one of which the disciple states, and the other He Himself told to John. What, then, does John say is the cause of this baptism? That He might become known to the multitude, even as Paul also said, that John baptized with a baptism of repentance, that they should believe in Him Who was coming after him: this was the achievement of the baptism. For to go round to each one's house, and approaching the doors to call people out and say, holding Christ, This is the Son of God, would have rendered the testimony suspect and was very laborious; and again, to take Him and enter into the synagogue and point Him out, this very thing likewise would again have rendered the testimony suspect; whereas, when all the peoples had poured out from every city to the Jordan and were tarrying along the banks of the river, for Him also to come to be baptized, and to receive the commendation from above through the voice of the Father and through the visitation of the Spirit in the form of a dove, caused John's testimony concerning Him to become free from suspicion. On this account, And I, says he, did not know Him, establishing his own testimony as trustworthy. For since they were kinsmen to one another according to the flesh (For behold, says he, Elizabeth your kinswoman, she also has conceived a son, says the angel to Mary concerning the mother of John; and if the mothers were kinswomen, it is plain that the children were also)—since, then, they were kinsmen, lest he should seem to bear witness to Christ on account of kinship, the grace of the Spirit ordered that John should spend all his early age in the wilderness, lest the testimony should seem to take place out of friendship or from some such collusion, but that, as having learnt from God, he might thus proclaim Him. On this account he says: And I did not know Him. Whence, then, did you learn? He Who sent me, says he, to baptize with water, He said to me. What did He say to you? Upon Whomsever you see the Spirit descending like a dove, and abiding upon Him, He it is Who baptizes with the Holy Spirit. Do you see that on this account the Holy Spirit came, not as visiting Him then for the first time, but that it might point out Him Who was proclaimed, making Him known to all by its flight as if by some finger? On this account, therefore, He came to baptism. And for another cause too, which He Himself states—and what is this? When John said, I have need to be baptized by You, and do You come to me? He Himself answered saying: Suffer it now; for thus it is fitting for us to fulfil all righteous-
Notes, col. 368

On the reading

Printed Ποιήσατα, for Ποιήσατε.

Printed ψησίν, for φησίν.

Printed πρὸς με, for πρός με.

PG 49:369Read from the page
νην. Εἶδες εὐγνωμοσύνην οἰκέτου; εἶδες ταπεινοφροσύνην Δεσπότου; Τί ποτέ ἐστι τὸ, Πληρῶσαι πᾶσαν δικαιοσύνην; Δικαιοσύνη λέγεται τῶν ἐντολῶν πασῶν ἡ πλήρωσις· ὥσπερ ὅταν λέγῃ· Ἦσαν ἀμφότεροι δίκαιοι πορευόμενοι ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου ἄμεμπτοι. Ἐπεὶ οὖν ἔδει πληρῶσαι τὴν δικαιοσύνην ταύτην τοὺς ἀνθρώπους ἅπαντας, οὐδεὶς δὲ αὐτὴν ἀπήρτισεν οὐδὲ ἐπλήρωσεν, ἐλθὼν ὁ Χριστὸς πληροῖ τὴν δικαιοσύνην ταύτην.
ness. Did you see the good-mindedness of a servant? Did you see the lowliness of a Master? What ever is this, To fulfil all righteousness? Righteousness is the name given to the fulfilment of all the commandments; even as when it says: They were both righteous, walking in all the commandments of the Lord blameless. Since, therefore, all men ought to have fulfilled this righteousness, yet no one completed or fulfilled it, Christ on coming fulfils this righteousness.
δʹ. Καὶ ποία δικαιοσύνη, φησὶ, τὸ βαπτισθῆναι; Τὸ τῷ προφήτῃ πεισθῆναι δικαιοσύνη ἦν. Ὥσπερ οὖν περιετέμνετο, καὶ θυσίαν ἀνήνεγκε, καὶ σάββατα ἐτήρησε, καὶ ἑορτὰς ἐπλήρωσεν Ἰουδαϊκὰς, οὕτω καὶ τοῦτο τὸ λειπόμενον προσέθηκε, τὸ πεισθῆναι προφήτῃ βαπτίζοντι. Ὅτι γὰρ Θεοῦ βούλημα ἦν τὸ βαπτίζεσθαι πάντας τότε, ἄκουσον τί φησιν ὁ Ἰωάννης· Ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι· καὶ πάλιν ὁ Χριστὸς, Οἱ τελῶναι καὶ ὁ ὄχλος ἐδικαίωσαν τὸν Θεὸν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου· οἱ δὲ Φαρισαῖοι καὶ οἱ γραμματεῖς ἠθέτησαν τὴν βουλὴν τοῦ Θεοῦ μὴ βαπτισθέντες ὑπ' αὐτοῦ. Εἰ τοίνυν τὸ τῷ Θεῷ πείθεσθαι δικαιοσύνη, ὁ δὲ Θεὸς ἔπεμψε τὸν Ἰωάννην, ὥστε βαπτίσαι τὸν λαὸν, μετὰ τῶν ἄλλων ἁπάντων τῶν νομικῶν καὶ τοῦτο ἐπλήρωσεν ὁ Χριστός. Ὑπόθου τοίνυν διακόσια δηνάρια τοῦ νόμου τὰς ἐντολὰς εἶναι· τοῦτο τὸ χρέος ἔδει τὸ γένος τὸ ἡμέτερον καταβαλεῖν· οὐ κατεβάλομεν· κατεῖχεν ἡμᾶς ὁ θάνατος ὑπευθύνους ὄντας τοῖς ἐγκλήμασι τούτοις. Ἐλθὼν ὁ Χριστὸς καὶ εὑρὼν ἡμᾶς κατεχομένους, κατέβαλε τὸ χρέος, ἐπλήρωσε τὸ ὄφλημα, ἐξήρπασε τοὺς οὐκ ἔχοντας δοῦναι. Διὰ τοῦτο οὐκ εἶπε, Πρέπον ἐστὶν ἡμῖν ποιῆσαι τὸ καὶ τὸ, ἀλλὰ, Πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἐμοὶ τῷ Δεσπότῃ πρέπον ἐστὶ, φησὶ, τῷ ἔχοντι, καταβαλεῖν ὑπὲρ τῶν οὐκ ἐχόντων. Αὕτη ἡ αἰτία τοῦ βαπτίσματος, ἵνα δόξῃ τὸν νόμον ἅπαντα πληροῦν, καὶ αὕτη, καὶ ἡ πρὸ ταύτης εἰρημένη. Διο καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς κάτεισιν· ὅπου γὰρ καταλλαγὴ Θεοῦ, περιστερά. Καὶ γὰρ καὶ ἐπὶ τῆς κιβωτοῦ τῆς ἐπὶ Νῶε φέρουσα κλάδον ἐλαίας ἦλθεν ἡ περιστερὰ, σύμβολον τῆς τοῦ Θεοῦ φιλανθρωπίας, καὶ τῆς τοῦ χειμῶνος ἀπαλλαγῆς· καὶ νῦν ἐν εἴδει περιστερᾶς, οὐκ ἐν σώματι (δεῖ γὰρ ἀσφαλῶς ταῦτα εἰδέναι), τὸ Πνεῦμα ἔρχεται, τὸν ἔλεον τοῦ Θεοῦ καταγγέλλον τῇ οἰκουμένῃ, ἅμα δὲ καὶ δηλοῦν, ὅτι τὸν πνευματικὸν ἄνδρα ἀπόνηρόν τινα εἶναι χρὴ καὶ ἁπλοῦν καὶ ἄκακον· καθάπερ καὶ ὁ Χριστός φησιν· Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐκείνη μὲν οὖν ἡ κιβωτὸς, τοῦ χειμῶνος λυθέντος, ἔμεινεν ἐπὶ τῆς γῆς· αὕτη δὲ ἡ κιβωτὸς, τῆς ὀργῆς λυθείσης, εἰς τὸν οὐρανὸν ἡρπάζετο, καὶ νῦν ἐστιν ἐν δεξιᾷ τοῦ Πατρὸς τὸ ἄμωμον ἐκεῖνο καὶ ἀκήρατον σῶμα.
4. And what sort of righteousness, says one, is it to be baptized? To obey the prophet was righteousness. Just as, therefore, He was circumcised, and offered sacrifice, and kept the Sabbaths, and fulfilled the Jewish feasts, so too He added this remaining thing, to obey a prophet who was baptizing. For that it was the will of God that all should be baptized at that time, hear what John says: He Who sent me to baptize with water; and again Christ, The tax-collectors and the crowd justified God, having been baptized with the baptism of John; but the Pharisees and the scribes rejected the counsel of God, not having been baptized by him. If, therefore, to obey God is righteousness, and God sent John in order to baptize the people, Christ fulfilled this too along with all the other things of the law. Suppose, therefore, that the commandments of the law are two hundred denarii: this debt our race ought to have paid down; we did not pay it down; death held us fast as liable to these charges. Christ, coming and finding us held fast, paid down the debt, fulfilled the obligation, snatched away those who had not wherewith to pay. On this account He did not say, It is fitting for us to do this and that, but, To fulfil all righteousness. For Me the Master it is fitting, says He, Who have, to pay down on behalf of those who have not. This is the cause of the baptism, that He might be seen to fulfil the whole law—both this cause, and the one stated before it. Wherefore also the Spirit comes down in the form of a dove; for where there is reconciliation of God, there is a dove. For indeed at the ark in Noah's time the dove came bearing an olive branch, a symbol of God's loving-kindness and of the cessation of the tempest; and now in the form of a dove, not in a body (for one must know these things surely), the Spirit comes, proclaiming the mercy of God to the inhabited world, and at the same time showing that the spiritual man must be free from malice, and simple, and guileless; even as Christ also says: Unless you turn and become like the children, you shall by no means enter into the kingdom of heaven. Now that former ark, when the tempest was ended, remained upon the earth; whereas this ark, when wrath was ended, was caught up into heaven, and now that blameless and undefiled body is at the right hand of the Father.
Ἀλλ' ἐπειδὴ τοῦ σώματος ἐμνήσθην Δεσποτικοῦ, ἀναγκαῖον πρὸς ὑμᾶς μικρὰ περὶ τούτου διαλεχθέντας καταπαῦσαι τὸν λόγον. Οἶδα ὅτι πολλοὶ παρ' ἡμῖν διὰ τὴν τῆς ἑορτῆς συνήθειαν τῇ ἱερᾷ ταύτῃ προσδραμοῦνται τραπέζῃ. Ἔδει μὲν οὖν, ὡς καὶ πολλάκις ἔφθην εἰπὼν, μὴ ἑορτὰς παρατηρεῖν, ἡνίκα ἂν δέοι κοινωνεῖν, ἀλλὰ τὸ συνειδὸς καθαίρειν, καὶ τότε τῆς ἱερᾶς ἅπτεσθαι θυσίας. Ὁ μὲν γὰρ
Yet since I have made mention of the Master's body, it is necessary, after discoursing briefly to you concerning it, to bring our speech to a close. I know that many among us, because of the custom of the feast, will run up to this sacred table. Now one ought indeed, as I have often said before, not to watch for feasts whenever one must communicate, but to purify the conscience, and then touch the sacred sacrifice. For he who is
Notes, col. 369

On the reading

Printed Διο, for Διὸ.