Migne Reading Room

PG 49 · cols. 357–363 · Read from the page

Panegyrical sermons on the Solemnities

Panegyrical sermons on the Solemnities

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:357Read from the page
ἁγίων, καὶ ὅτι ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος τοῦτο ἔπραττε. Πόθεν οὖν τοῦτο δῆλον; Ἀπ' αὐτοῦ τοῦ βιβλίου τούτου. Οὕτω γάρ πώς φησιν· Ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, δεκάτῃ τοῦ μηνὸς, ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, καὶ πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ, ὁ αὐτόχθων, καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν. Ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξιλάσεται περὶ ὑμῶν, καθαρίσαι ὑμᾶς περὶ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν· ἐναντίον Κυρίου καθαρισθήσεσθε. Σάββατα σαββάτων, ἀνάπαυσις αὕτη ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν· νόμιμον αιώνιον ἔσται ὑμῖν. Καὶ ἐξιλάσεται ὁ ιερεὺς, ὃν ἂν χρίσωσιν αὐτὸν, καὶ ὃν ἂν τελειώσωσι τὰς χεῖρας αὐτοῦ ιερατεύειν μετὰ τὸν πατέρα αὐτοῦ· καὶ ἐνδύσεται τὴν στολὴν αὐτοῦ τὴν ἁγίαν, καὶ ἐξιλάσεται τὸ ἅγιον τοῦ ἁγίου, καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὸ θυσιαστήριον ἐξιλάσεται, καὶ ἐξιλάσεται περὶ τῶν ἁμαρτιῶν τῶν ιερέων, καὶ περὶ πάσης τῆς συναγωγῆς ἐξιλάσεται. Καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αιώνιον, ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν. Ἅπαξ τοῦ ἐνιαυτοῦ ποιηθήσεται, καθάπερ συνέταξε Κύριος τῷ Μωϋσῇ. Περὶ τῆς Σκηνοπηγίας ἐνταῦθα διαλέγεται. Τότε γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ ὁ ἀρχιερεὺς εἰσῄει· ὅπερ οὖν καὶ αὐτὸς ἐδήλωσεν, εἰπὼν, ὅτι Ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο ποιηθήσεται.
holies, and that once a year he alone used to do this. Whence, then, is this clear? From this very book itself. For it speaks somewhat thus: "In the seventh month, on the tenth day of the month, ye shall humble your souls, and ye shall do no work at all therein, whether the native or the proselyte that sojourneth among you. For on this day he shall make atonement for you, to cleanse you from all your sins; before the Lord ye shall be cleansed. A sabbath of sabbaths, a rest shall this be unto you, and ye shall humble your souls; an everlasting statute shall it be unto you. And the priest whom they shall anoint, and whose hands they shall consecrate to serve as priest after his father, shall make atonement; and he shall put on his holy robe, and shall make atonement for the Holy of the Holy, and for the tabernacle of the testimony, and shall make atonement for the altar, and shall make atonement for the sins of the priests, and shall make atonement for all the congregation. And this shall be an everlasting statute unto you, to make atonement for the sons of Israel from all their sins. Once a year shall it be done, even as the Lord appointed unto Moses." Here he is speaking concerning the Feast of Tabernacles. For it was then, once a year, that the high priest used to enter; which very point he himself also made clear by saying that "once a year shall this be done."
εʹ. Ει τοίνυν ἐν τῷ καιρῷ τῆς Σκηνοπηγίας εἰσέρχεται εἰς τὰ Ἅγια τῶν ἁγίων ὁ ἀρχιερεὺς μόνος, φέρε λοιπὸν ἀποδείξωμεν, ὅτι τότε ὤφθη ὁ ἄγγελος τῷ Ζαχαρίᾳ, ἡνίκα εἰς τὰ Ἅγια τῶν ἁγίων ἦν· μόνῳ γὰρ αὐτῷ ὤφθη θυμιῶντι· μόνος δὲ ὁ ἀρχιερεὺς οὐδέποτε εἰσέρχεται, ἀλλ' ἢ τότε μόνον. Οὐδὲν δὲ κωλύει καὶ αὐτῶν ἀκοῦσαι τῶν ῥημάτων· Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας, ιερεύς τις ὀνόματι Ζαχαρίας, καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρὼν, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ. Ἐγένετο δὲ, ἐν τῷ ιερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἐναντίον τοῦ Θεοῦ, κατὰ τὸ ἔθος τῆς ιερατείας, ἔλαχε τοῦ θυμιᾶσαι, εισελθὼν εις τὸν ναὸν τοῦ Κυρίου. Καὶ πᾶν τὸ πλῆθος τοῦ λαοῦ ἦν προσευχόμενον ἔξω, τῇ ὥρᾳ τοῦ θυμιάματος. Ἀναμνήσθητί μοι, αγαπητὲ, τῆς μαρτυρίας ἐκείνης, τῆς λεγούσης· Καὶ πᾶς ἄνθρωπος οὐκ ἔσται ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, εισπερευομένου αὐτοῦ ἐξιλάσασθαι εις τὰ Ἅγια τῶν ἁγίων, ἕως ἂν ἐξέλθῃ. Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου, ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. Οὐκ εἶπε, τοῦ θυσιαστηρίου τῶν θυσιῶν, ἀλλὰ, τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. Τὸ γὰρ θυσιαστήριον τὸ ἔξω θυσιῶν ἦν καὶ ὁλοκαυτωμάτων, τὸ δὲ ἔσω θυμιάματος. Ὥστε καὶ ἀπὸ τούτου, καὶ ἀπὸ τοῦ ὀφθῆναι αὐτῷ μόνῳ, καὶ ἀπὸ τοῦ λέγεσθαι, ὅτι ἔξω ἦν ὁ λαὸς προσδεχόμενος αὐτὸν, εὔδηλον ὅτι εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσῆλθε. Καὶ ἐταράχθη Ζαχαρίας ἰδὼν, καὶ φόβος ἐπέπεσεν ἐπ' αὐτόν· Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, διότι εισηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υιόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτόν. Ἐξελθὼν δὲ διένευεν αὐτοῖς, καὶ οὐκ ἠδύνατο λαλῆσαι. Ὁρᾷς ὅτι ἐσωτέρω τοῦ καταπετάσματος ἦν; Τότε τοίνυν εὐηγγελίσθη. Ὁ δὲ καιρὸς τοῦ εὐαγγελισμοῦ ὁ τῆς Σκη-
5. If, therefore, at the season of the Feast of Tabernacles the high priest alone enters into the Holy of Holies, come then, let us prove next that the angel appeared to Zachariah at the very time when he was inside the Holy of Holies; for he appeared to him alone as he was burning incense, and the high priest never enters alone save at that time only. And nothing hinders us from hearing the very words themselves: "There was in the days of Herod, king of Judaea, a certain priest named Zachariah, and his wife was of the daughters of Aaron, and her name was Elizabeth. And it came to pass that while he was serving as priest in the order of his course before God, according to the custom of the priesthood his lot fell to burn incense on entering into the temple of the Lord. And the whole multitude of the people was praying outside at the hour of incense." Call to mind for me, beloved, that testimony which says: "And there shall be no man in the tabernacle of the testimony when he goeth in to make atonement in the Holy of Holies, until he come out." "And there appeared unto him an angel of the Lord, standing on the right side of the altar of incense." He did not say "of the altar of sacrifices," but "of the altar of incense"; for the outer altar was of sacrifices and whole burnt offerings, whereas the inner one was of incense. Thus both from this, and from his appearing to him alone, and from its being said that the people were outside waiting for him, it is manifest that he had entered into the Holy of Holies. "And Zachariah was troubled when he saw him, and fear fell upon him. But the angel said unto him: Fear not, Zachariah, because thy supplication hath been heard, and thy wife Elizabeth shall bear thee a son, and thou shalt call his name John. And the people were waiting for Zachariah, and marvelled at his lingering. And when he came out, he kept making signs to them, and remained unable to speak." Do you see that he was within the veil? It was then, therefore, that he received the glad tidings. Now the season of the annunciation was that of the Feast of Taber-
Notes, col. 357

On the reading

Printed αιώνιον, for αἰώνιον.

Printed ιερεὺς, for ἱερεὺς.

Printed ιερατεύειν, for ἱερατεύειν.

Printed ιερέων, for ἱερέων.

Printed Ει, for Εἰ.

Printed ιερεύς, for ἱερεύς.

Printed ιερατείας, for ἱερατείας.

Printed εισελθὼν, for εἰσελθὼν.

Printed εις, for εἰς.

Printed αγαπητὲ, for ἀγαπητὲ.

Printed εισπερευομένου, for εἰσπορευομένου.

Printed εισηκούσθη, for εἰσηκούσθη.

Printed υιόν, for υἱόν.

PG 49:358Read from the page
νοπηγίας ἦν καὶ τῆς νηστείας· τοῦτο γάρ ἐστι τὸ, Ταπεινώσετε τὰς ψυχὰς ὑμῶν. Τελεῖται δὲ ἡ ἑορτὴ αὕτη τοῖς Ἰουδαίοις περὶ τὰ ἔσχατα τοῦ Γορπιαίου μηνὸς, καθὼς καὶ ὑμεῖς μαρτυρεῖτε· τότε γὰρ τοὺς πολλοὺς καὶ μακροὺς πρὸς Ἰουδαίους ἀνηλώσαμεν λόγους, τῆς ἀκαίρου αὐτῶν νηστείας κατηγοροῦντες. Τότε τοίνυν καὶ ἡ Ἐλισάβετ συνέλαβεν, ἡ γυνὴ Ζαχαρίου· καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα, ὅτι Οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αις ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ανθρώποις. Εὔκαιρον οὖν δεῖξαι λοιπὸν, ὅτι τὸν ἕκτον μῆνα ταύτης ἐχούσης ἐν τῇ κυήσει τοῦ Ἰωάννου, ἡ Μαρία λαμβάνει τῆς συλλήψεως τὰ εὐαγγέλια. Ἐπειδὴ γὰρ ἦλθε πρὸς αὐτὴν Γαβριὴλ, καὶ ἔλεγε· Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ. Καὶ ιδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υιὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· θορυβουμένης δὲ ἐκείνης, καὶ τὸν τρόπον ἐπιζητούσης μαθεῖν, ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ. Καὶ ιδοὺ Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υιὸν ἐν γήρει αὐτῆς· καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ θεῷ πᾶν ῥῆμα. Εἰ τοίνυν μετὰ τὸν Γορπιαῖον μῆνα ἀρχὴν ἔλαβε συλλαμβάνειν ἡ Ἐλισάβετ, καθὼς ἀποδέδεικται, ἀριθμῆσαι ἐξ ἐκείνου δεῖ τοὺς μεταξὺ μῆνας ἕξ. Εισὶ τοίνυν οὗτοι οἱ μῆνες, Ὑπερβερεταῖος, Δῖος, Ἀπελλαῖος, Αὐδοναῖος, Περίτιος, Δύστρος.
nacles and of the fast; for this is what "Ye shall humble your souls" means. Now this feast is celebrated by the Jews towards the end of the month Gorpiaeus, even as you yourselves also bear witness; for it was at that time that we expended our many long discourses against the Jews, inveighing against their unseasonable fast. At that time, therefore, Elizabeth too conceived, the wife of Zachariah; "and she kept herself hidden five months, saying: Thus hath the Lord dealt with me in the days wherein He looked upon me to take away my reproach among men." It is seasonable, then, to show next that when she was in her sixth month with John in her womb, Mary received the glad tidings of her conception. For when Gabriel came to her and said, "Fear not, Mary, for thou hast found favour with God; and behold, thou shalt conceive in thy womb, and shalt bring forth a Son, and shalt call His name Jesus," and when she was troubled and sought to learn the manner of it, the angel answered and said unto her: "The Holy Spirit shall come upon thee, and the power of the Most High shall overshadow thee; wherefore also that holy thing which is born of thee shall be called the Son of God. And behold, Elizabeth thy kinswoman, she also hath conceived a son in her old age; and this is the sixth month with her who is called barren; because no word shall be impossible with God." If, therefore, Elizabeth had her beginning of conceiving after the month Gorpiaeus, even as has been proved, one must count the six intervening months from that point. Now these months are Hyperberetaeus, Dius, Apellaeus, Audonaeus, Peritius, Dystrus.
Μετὰ τοῦτον οὖν τὸν ἕκτον μῆνα ἀρχὴν ἡ Μαρία τῆς συλλήψεως ἔλαβεν· ὅθεν καὶ ἐννέα μῆνας ἀριθμοῦντες, εἰς τὸν παρόντα τοῦτον ἀπαντησόμεθα μῆνα. Ἔστιν οὖν ὁ πρῶτος μὴν τῆς συλλήψεως τοῦ Δεσπότου Ἀπρίλλιος, ὅς ἐστι Ξανθικός· μεθ' ὃν Ἀρτεμίσιος, Δέσιος, Πάνεμος, Λώϊος, Γορπιαῖος, Ὑπερβερεταῖος, Δῖος, Ἀπελλαῖος, καὶ οὗτος ὁ μὴν ὁ ἐνεστὼς, καθ' ὃν τὴν ἡμέραν ἐπιτελοῦμεν. Ἵνα δὲ καὶ σαφέστερον ὑμῖν πάλιν γένηται τὸ λεγόμενον, ἐν συντόμῳ τὰ αὐτὰ πάλιν ἀναλαβὼν, ἐρῶ πρὸς τὴν ὑμετέραν ἀγάπην· Ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσήρχετο μόνος ὁ ἀρχιερεὺς εἰς τὰ Ἅγια τῶν ἁγίων. Πότε δὲ τοῦτο ἐγίνετο; Ἐν τῷ μηνὶ τῷ Γορπιαίῳ. Τότε οὖν εἰσῆλθεν ὁ Ζαχαρίας εἰς τὰ Ἅγια τῶν ἁγίων· τότε καὶ εὐηγγελίσθη περὶ τοῦ Ἰωάννου. Ἀνεχώρησεν οὖν ἐκεῖθεν, καὶ ἤρξατο συλλαμβάνειν ἡ γυνὴ αὐτοῦ. Μετὰ δὲ τὸν Γορπιαῖον, ἕκτον μῆνα ἐχούσης τῆς Ἐλισάβετ, ὅσπερ ἐστὶν ὁ Δύστρος, ἤρξατο συλλαμβάνειν λοιπὸν ἡ Μαρία. Ἀπὸ Ξανθικοῦ τοίνυν ἐννέα ἀριθμοῦντες μῆνας, εἰς τὸν παρόντα ἥξομεν μῆνα, καθ' ὃν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐτέχθη.
After this sixth month, therefore, Mary had the beginning of her conception; whence, counting nine months, we shall arrive at this very present month. Thus the first month of the conception of the Master is April, which is Xanthicus; after which come Artemisius, Desius, Panemus, Lous, Gorpiaeus, Hyperberetaeus, Dius, Apellaeus—and this is the present month, in which we celebrate the day. And that what is said may become clearer still to you, taking up the same points again briefly, I shall tell them to your charity: Once a year the high priest alone used to enter into the Holy of Holies. And when did this take place? In the month Gorpiaeus. It was then, therefore, that Zachariah entered into the Holy of Holies; it was then too that he received the glad tidings concerning John. He departed from there, then, and his wife began to conceive. And after Gorpiaeus, when Elizabeth was in her sixth month, which is Dystrus, Mary in turn began to conceive. Counting nine months from Xanthicus, therefore, we shall arrive at the present month, in which our Lord Jesus Christ was born.
ςʹ. Ἀλλὰ τὰ μὲν περὶ τῆς ἡμέρας πάντα ὑμῖν δῆλα ἐποιήσαμεν· ἓν δὲ λοιπὸν εἰπὼν, καταπαύσω τὸν λόγον, τῷ κοινῷ διδασκάλῳ τῶν μειζόνων παραχωρήσας.
6. Now we have made all matters concerning the day clear to you; having said one thing more, I shall bring my discourse to a close, yielding the greater themes to our common teacher.
Ἐπειδὴ γὰρ πολλοὶ τῶν Ἑλλήνων ἀκούοντες, ὅτι Θεὸς ἐτέχθη ἐν σαρκὶ, καταγελῶσι διασύροντες, καὶ
For since many of the Greeks, on hearing that God was born in the flesh, laugh in scorn and mock, and
Notes, col. 358

On the reading

Printed αις, for αἷς.

Printed ανθρώποις, for ἀνθρώποις.

Printed ιδοὺ, for ἰδοὺ.

Printed υιὸν, for υἱὸν.

Printed Εισὶ, for Εἰσὶ.

PG 49:359Read from the page
πολλοὺς τῶν ἀφελεστέρων θορυβοῦσι καὶ ταράττουσιν· ἀναγκαῖον καὶ πρὸς ἐκείνους, καὶ πρὸς τοὺς ταραττομένους εἰπεῖν, ὥστε μὴ θορυβεῖσθαί ποτε, ὑπὸ ἀφρόνων ἀνθρώπων ἀναπειθομένους, μήτε ταράττεσθαι ἐκ τοῦ τῶν ἀπίστων γέλωτος. Καὶ γὰρ τὰ παιδία τὰ μικρὰ πολλάκις γελᾷ, σπουδαιολογουμένων ἡμῶν καὶ περὶ τῶν ἀναγκαίων ἀσχολουμένων· ἀλλ' οὐ τῆς τῶν γελωμένων πραγμάτων εὐτελείας, ἀλλὰ τῆς τῶν γελώντων ἀνοίας τεκμήριον ὁ γέλως ἐστίν. Ὅπερ οὖν καὶ ἐπὶ τῶν Ἑλλήνων ἔστιν εἰπεῖν, ὅτι παίδων ἀνοητότερον σχεδὸν διακείμενοι, τὰ φρίκης ἄξια καὶ πολλοῦ θαύματος γέμοντα διασύρουσι, τὰ δὲ ἀληθῶς καταγέλαστα σεμνύνουσι καὶ περιστέλλουσιν. Ἀλλ' ὅμως καὶ τὰ ἡμέτερα παρ' ἐκείνοις γελώμενα ἐπὶ τῆς οἰκείας σεμνότητος μένει, οὐδὲν ἀπὸ τοῦ γέλωτος ἐκείνων εἰς τὴν ἑαυτῶν παραβλαπτόμενα δόξαν· καὶ τὰ αὐτῶν πανταχόθεν περιστελλόμενα τὴν οἰκείαν ἀσχημοσύνην ἐνδείκνυται. Πῶς γὰρ οὐκ ἐσχάτης παραπληξίας, αὐτοὺς μὲν εὐολίσθους ὑπάρχοντας εἰς λίθους καὶ ξύλα καὶ εὐτελῆ ξόανα τοὺς ἑαυτῶν εισάγοντας θεοὺς, καὶ καθάπερ ἐν δεσμωτηρίῳ τινὶ ἀποκλείοντας, μηδὲν αισχρὸν ἡγεῖσθαι μήτε ποιεῖν, μήτε λέγειν· ἡμῖν δὲ ἐγκαλεῖν λέγουσιν, ὅτι ναὸν ἑαυτῷ κατασκευάσας ὁ Θεὸς ζῶντα ἐκ Πνεύματος ἁγίου, δι' αὐτοῦ τὴν οἰκουμένην ὠφέλησε; Καὶ ποῖον ἔγκλημα τοῦτο; Εἰ γὰρ αισχρὸν, ἐν ἀνθρωπίνῳ σώματι Θεὸν οἰκῆσαι, πολλῷ μᾶλλον ἐν λίθῳ καὶ ξύλῳ, καὶ τοσοῦτον, ὅσον λίθος καὶ ξύλον ἀτιμότερον ἀνθρώπου, ει μὴ ἄρα καὶ τῶν ἀναισθήτων τούτων ὑλῶν εὐτελέστερον τὸ γένος ἡμῶν αὐτοῖς εἶναι δοκεῖ. Αὐτοὶ γὰρ καὶ εἰς αἰλούρους καὶ κύνας, πολλοὶ δὲ τῶν αιρετικῶν καὶ εἰς ἔτι τούτων ἀτιμότερα τοῦ Θεοῦ κατάγειν τολμῶσι τὴν οὐσίαν. Ἡμεῖς δὲ τούτων μὲν οὐδὲν οὔτε λέγομεν, οὔτε ἀκοῦσαί ποτε ἂν ἀνασχοίμεθα· ἐκεῖνο δέ φαμεν, ὅτι καθαρὰν σάρκα καὶ ἁγίαν καὶ ἄμωμον καὶ ἁμαρτίᾳ ἁπάσῃ γεγενημένην ἄβατον ἐκ παρθενικῆς μήτρας ἀνέλαβεν ὁ Χριστὸς, καὶ τὸ οἰκεῖον διωρθώσατο πλάσμα. Κἀκεῖνοι μὲν, καὶ οἱ τὰ αὐτὰ ἀσεβοῦντες αὐτοῖς Μανιχαῖοι, εἰς κύνας καὶ πιθήκους καὶ θηρία παντοδαπὰ τὴν οὐσίαν εισάγοντες τοῦ Θεοῦ (τὴν γὰρ ψυχὴν τούτοις ἅπασιν ἐκ τῆς οὐσίας ἐκείνης εἶναί φασιν), οὐ φρίττουσιν οὐδὲ καταδύονται, ἡμᾶς δὲ ἀνάξια τοῦ Θεοῦ λέγειν φασὶν, ὅτι τούτων μὲν οὐδὲν οὔτε εἰς νοῦν λαβεῖν ἀνεχόμεθα· ὃ δὲ αὐτῷ πρέπον ἦν καὶ προσῆκον, λέγομεν, ὅτι τὸ οἰκεῖον ἔργον ἐλθὼν διωρθώσατο τῷ τῆς γεννήσεως ταύτης τρόπῳ. Τί λέγεις, εἰπέ μοι, ὦ ἄνθρωπε; Τὴν τῶν ἀνδροφόνων ψυχὴν καὶ τὴν τῶν γοήτων τῆς οὐσίας εἶναι λέγων τοῦ Θεοῦ, ἡμῖν τολμᾷς ἐγκαλεῖν, ὅτι τούτων μὲν οὐδὲν ἀνεχόμεθα, οὔτε ὑπομένομεν ἀκοῦσαι λεγόμενον, ἀλλὰ καὶ τοὺς λέγοντας ἀσεβείας κρίνομεν μετόχους· ἐκεῖνο δέ φαμεν, ὅτι ναὸν ἅγιον ἑαυτῷ κατασκευάσας ὁ Θεὸς, δι' ἐκείνου τὴν τῶν οὐρανῶν πολιτείαν εἰς τὸν βίον εισήγαγε τὸν ἡμέτερον. Καὶ πῶς οὐκ ἂν εἴητε μυρίων θανάτων ἄξιοι, καὶ ὑπὲρ τῶν ἐγκλημάτων, ὧν ἡμῖν ἐγκαλεῖτε, καὶ ὑπὲρ τῶν ἀσεβημάτων, ὧν ἀσεβοῦντες οὐ παύεσθε; Εἰ
disturb and trouble many of the simpler folk, it is necessary to speak both against those men and to those who are troubled, so that they may never be disturbed through being persuaded by senseless men, nor be troubled by the laughter of unbelievers. For little children too often laugh while we are discoursing earnestly and busying ourselves with necessary matters; yet their laughter is a token not of the meanness of the things laughed at, but of the folly of those who laugh. This very thing one may say in the case of the Greeks also: being disposed almost more foolishly than children, they mock things worthy of awe and teeming with great wonder, while they revere and clothe with pomp things truly ridiculous. Yet nevertheless, our doctrines, though laughed at among them, abide in their own majesty, suffering no harm at all to their own glory from those men's laughter; whereas their things, though decked out on every side, exhibit their own unseemliness. For how is it not a mark of the utmost derangement that they themselves, slipping headlong into folly, bring their own gods into stones and wood and paltry carved images, shutting them up as though in some prison, and deem it nothing shameful either to do or to say this, yet bring an accusation against us when we say that God, having fashioned for Himself a living temple from the Holy Spirit, benefited the inhabited world through it? And what sort of accusation is this? If it is shameful for God to dwell in a human body, much more so in stone and wood—and all the more in proportion as stone and wood are more dishonourable than man, unless indeed our race seems to them meaner even than these senseless materials! For they themselves dare to bring down the essence of God even into cats and dogs, and many of the heretics into things more dishonourable still than these. We, however, neither say any of these things nor could ever endure to hear them; rather, we affirm this: that Christ took up from a virgin womb flesh pure and holy and blameless and untrodden by all sin, and set right His own handiwork. Whereas those men, and the Manichaeans who commit the same impieties as they, bringing the essence of God into dogs and apes and beasts of every sort (for they say that the soul in all these comes from that essence), neither shudder nor sink into the earth for shame, yet declare that we speak things unworthy of God—because we cannot bear even to admit any of these notions into our mind, whereas we speak what was fitting and becoming to Him, namely that He came and set right His own work by the manner of this birth! What are you saying, tell me, O man? While affirming that the soul of murderers and that of sorcerers belongs to the essence of God, do you dare to accuse us because we neither brook any of these things nor endure to hear it said, nay even judge those who say it to be partakers of impiety, while we affirm this: that God, having fashioned a holy temple for Himself, brought the citizenship of the heavens into our life through it? And how would you not deserve ten thousand deaths, both on account of the charges which you bring against us, and on account of the impieties which you never cease committing? For if
Notes, col. 359

On the reading

Printed εισάγοντας, for εἰσάγοντας.

Printed αισχρὸν, for αἰσχρὸν.

Printed ει, for εἰ.

Printed αιρετικῶν, for αἱρετικῶν.

Printed εισάγοντες, for εἰσάγοντες.

Printed εισήγαγε, for εἰσήγαγε.

PG 49:360Read from the page
γὰρ ἀπρεπὲς Θεῷ, σῶμα οἰκῆσαι καθαρὸν καὶ ἄμωμον, ὡς ὑμεῖς λέγετε· πολὺ μᾶλλον ἀπρεπέστερον, τὸ τοῦ γόητος, τὸ τοῦ τυμβωρύχου, τὸ τοῦ λῃστοῦ, τὸ τοῦ πιθήκου, τὸ τοῦ κυνὸς, οὐκ αὐτὸ τὸ ἅγιον καὶ ἄμωμον καὶ ἐν δεξιᾷ τοῦ Πατρὸς νῦν καθεζόμενον. Ποία γὰρ ἂν βλάβη τῷ Θεῷ γένοιτ' ἂν ἀπὸ τῆς οικονομίας ταύτης, ἢ ποία κηλίς; Οὐχ ὁρᾶτε τουτονὶ τὸν ἥλιον, οὗ τὸ σῶμά ἐστιν αισθητὸν καὶ φθαρτὸν καὶ ἐπίκηρον, κἂν μυριάκις ἀποπνίγωνται Ἕλληνες καὶ Μανιχαῖοι ταῦτα ἀκούοντες; Οὐχ οὗτος δὲ μόνον, ἀλλὰ καὶ γῆ, καὶ θάλασσα, καὶ πᾶσα ἁπλῶς ἡ ὁρωμένη κτίσις, τῇ ματαιότητι ὑποτέτακται. Καὶ ἄκουε Παύλου τοῦτο δηλοῦντος, ἐν οἷς φησι· Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι. Εἶτα δηλῶν, τί ποτέ ἐστι, ματαιότητι ὑποταγῆναι, ἐπήγαγε, λέγων· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ὥστε νῦν ἐπίκηρός ἐστι, καὶ φθαρτή ἐστι· τὸ γὰρ τῇ φθορᾷ δουλεύειν οὐδὲν ἕτερόν ἐστιν, ἢ φθαρτὸν εἶναι. Εἰ τοίνυν ὁ ἥλιος, σῶμα φθαρτὸν ὢν, πανταχοῦ τὰς ἀκτῖνας ἀφίησι, καὶ βορβόροις καὶ μολυσμοῖς καὶ πολλοῖς ἄλλοις τοιούτοις ὁμιλῶν πράγμασι, οὐδὲν ἀπὸ τῆς ὁμιλίας τῶν σωμάτων εἰς τὴν οἰκείαν καθαρότητα παραβλάπτεται, ἀλλὰ καὶ καθαρὰς συστέλλει τὰς ἀκτῖνας πάλιν, τῆς οἰκείας ἀρετῆς πολλοῖς τῶν ὑποδεξαμένων αὐτὸν σωμάτων μεταδιδοὺς, τῆς δὲ δυσωδίας καὶ τοῦ μολυσμοῦ οὐδὲ τὸ τυχὸν αὐτὸς προσλαμβάνων· πολλῷ μᾶλλον ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ τῶν ἀσωμάτων δυνάμεων Δεσπότης, εἰς καθαρὰν σάρκα ἐλθὼν, οὐ μόνον οὐκ ἐμολύνθη, ἀλλὰ καὶ αὐτὴν ταύτην καθαρωτέραν, καὶ ἁγιωτέραν ειργάσατο. Ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, καὶ μνημονεύοντες τῆς φωνῆς τῆς λεγούσης· Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω· καὶ πάλιν, Ὑμεῖς ναὸς θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ θεοῦ ἐνοικεῖ ἐν ὑμῖν, καὶ ἡμεῖς πρὸς ἐκείνους λέγωμεν, καὶ τὰ ἀναίσχυντα τῶν ἀσεβῶν ἀποφράττωμεν στόματα, καὶ ἐπὶ τοῖς ἡμετέροις ἀγαθοῖς εὐφραινώμεθα, καὶ τὸν σαρκωθέντα Θεὸν δοξάζωμεν ὑπὲρ τῆς τοσαύτης συγκαταβάσεως, καὶ κατὰ δύναμιν τὴν ἡμετέραν, ἀξίαν ἀποδῶμεν αὐτῷ καὶ τὴν τιμὴν καὶ τὴν ἀμοιβήν· Θεῷ δὲ ἀμοιβὴ οὐδεμία παρ' ἡμῶν γένοιτ' ἂν, ἀλλ' ἢ μόνον ἡ σωτηρία ἡμῶν καὶ τῶν ἡμετέρων ψυχῶν, καὶ ἡ περὶ τὴν ἀρετὴν ἐπιμέλεια.
it is unseemly for God to dwell in a pure and blameless body, as you claim, it is far more unseemly for Him to dwell in that of a sorcerer, that of a grave-robber, that of a brigand, that of an ape, that of a dog—and not that very body which is holy and blameless and now seated at the right hand of the Father! For what harm could come to God from this dispensation, or what stain? Do you not see yonder sun, whose body is sensible and corruptible and perishable, even if Greeks and Manichaeans choke ten thousand times on hearing this? And not it alone, but earth also, and sea, and simply all the visible creation has been subjected to vanity. And listen to Paul declaring this where he says: "For the creation was subjected to vanity, not willingly, but by reason of Him Who subjected it, in hope." Then, showing what it means to be subjected to vanity, he added, saying: "Because the creation itself also shall be set free from the bondage of corruption into the freedom of the glory of the children of God." Thus at present it is perishable and corruptible; for to be in bondage to corruption is nothing else than to be corruptible. If, therefore, the sun, being a corruptible body, sends forth its rays everywhere, and though consorting with mire and defilements and many other things of such a sort, suffers no harm at all to its own purity from contact with those bodies, nay even draws back its rays pure again, imparting its own virtue to many of the bodies that receive it while taking to itself not even the slightest trace of their stench and defilement—much more was the Sun of Righteousness, the Master of the bodiless powers, on coming into pure flesh, not only not defiled, nay He rendered this very flesh purer and holier! Bearing all these things in mind, therefore, and remembering the voice which says, "I will dwell in them, and walk among them," and again, "Ye are the temple of God, and the Spirit of God dwelleth in you," let us too speak against those men, and stop up the shameless mouths of the impious, and rejoice over our own blessings, and glorify the incarnate God for so great a condescension, and according to our power render unto Him worthy honour and recompense; now for God there could be no recompense from us save only our salvation and that of our souls, and diligence in virtue.
ζʹ. Μὴ τοίνυν γενώμεθα ἀγνώμονες περὶ τὸν εὐεργέτην, ἀλλὰ τὰ κατὰ δύναμιν ἅπαντες ἅπαντα εἰσενέγκωμεν, πίστιν, ἐλπίδα, ἀγάπην, σωφροσύνην, ἐλεημοσύνην, φιλοξενίαν. Καὶ ὃ πρώην ὑμᾶς παρεκάλεσα, τοῦτο καὶ νῦν, καὶ ἀεὶ παρακαλῶν οὐ παύσομαι. Τί δὲ τοῦτό ἐστι; Μέλλοντες προσιέναι τῇ φρικτῇ καὶ θείᾳ ταύτῃ τραπέζῃ καὶ ἱερᾷ μυσταγωγίᾳ, μετὰ φόβου καὶ τρόμου τοῦτο ποιεῖτε, μετά καθαροῦ συνειδότος, μετὰ νηστείας καὶ προσευχῆς, μὴ θορυβοῦντες, μηδὲ λακτίζοντες, μηδὲ ὠθοῦντες τοὺς πλησίον· ἐσχάτης γὰρ τοῦτο παρανοίας, καὶ καταφρονήσεως οὐ τῆς τυχούσης. Διὸ καὶ πολλὴν ἐπάγει τοῖς ταῦτα
7. Let us not, therefore, prove ungrateful towards our Benefactor, but let us all bring in everything according to our power: faith, hope, love, sobriety, almsgiving, hospitality. And what I exhorted you of late, this I exhort you now also, and I shall never cease exhorting you always. What then is this? When you are about to approach this awesome and divine table and sacred mystagogy, do this with fear and trembling, with a pure conscience, with fasting and prayer—not making an uproar, nor kicking, nor shoving your neighbours; for this is a mark of utter madness and no ordinary contempt. Wherefore it also brings down heavy punishment upon those who do these
Notes, col. 360

On the reading

Printed οικονομίας, for οἰκονομίας.

Printed αισθητὸν, for αἰσθητὸν.

Printed ειργάσατο, for εἰργάσατο.

Printed μετά, for μετὰ.

PG 49:361Read from the page
Tecum reputa, o homo, qualem hostiam es contrectaturus, qualem mensam aditurus; tecum reputa, quod cum terra sis et cinis, corpus et sanguinem Christi sumis. Et si vos rex quidem ad convivium vocet, cum timore accumbitis, cibosque appositos cum reverentia et silentio sumitis; Deo autem te ad suam mensam vocante, Filiumque suum ibi apponente, ubi angelicae potestates adsistunt cum timore et tremore, ubi Cherubini velant facies suas, atque Seraphini cum tremore clamant, Sanctus, Sanctus, Sanctus Dominus: tu mihi audes vociferando ac tumultuando ad spiritale illud convivium accedere? An te fugit eo tempore multa tranquillitate mentem esse plenam oportere? Multaque pace ac quiete opus est, non autem tumultu, iracundia, strepituque: haec enim immundam animam accedentem efficiunt. Quaenam autem venia nobis habeatur, si post tanta peccata, saltem tempus hoc, quo ad sacram hanc mensam adimus, ab irrationabilibus hisce perturbationibus non purgemus? Quid autem omnino est magis necessarium, quam ea quae in hac mensa proponuntur? aut quid urget nos, ut connitamur, spiritualibus rebus relictis, illuc properare? Ne, rogo vos atque obtestor, ne divinam in nos iram concitemus: medicamentum est id quod proponitur vulnerum nostrorum salutare, divitiae indesinentes, quae caelorum nobis regnum conciliant. Cum horrore itaque accedamus, gratias agamus, procumbamus confitentes peccata nostra; lacrymemur mala nostra lugentes; intentas ac largas preces Deo fundamus: sicque nos ipsos emundantes, tacite, et cum debita modestia tamquam ad caelorum regem adeuntes accedamus: sanctamque hanc et immaculatam hostiam recipientes, exosculemur, oculis eam complexi, mentemque et animum incendamus, ne in judicium aut damnationem conveniamus, sed in animae temperantiam, in dilectionem, in virtutem, et cum Deo reconciliationem, in pacem firmam, ac mille denique bonorum occasionem: ut et nos ipsos sanctos reddamus, et proximos aedificemus. De his assidue vobiscum ago, nec agere desistam. Quae enim utilitas omnino temere huc concurrere, si nihil quod utile sit, addiscatis? Quodnam, obsecro, lucrum affert, semper ad gratiam vobis concionari? Breve praesens hoc tempus est, o dilecti: sobrii simus, vigilemus, nos ipsos componamus; omne benevoli animi studium in omnes sincere ostendamus: in omnibus reverenter agamus, seu divina verba audire, sive orare, sive ad Dei mensam accedere, sive aliud quid denique faciendum sit, cum timore ac tremore id fiat: ne negligentia nostra maledictionem nobis accersamus. Maledictus enim, inquit propheta, omnis, qui facit opus Domini negligenter (Jer. 48. 10). Tumultuatio enim et iracundia efficitur contumelia in hostiam quae proponitur. Certe extrema contemptio est, contaminatum se offerre Deo: nam audi quid de talibus dicat apostolus: Si quis templum Dei corrumpat, disperdet illum Deus (1. Cor. 3. 17). Ne ergo pro eo quod Deum nobis reconciliare debebamus, eum in nos irritemus: sed omnem curam, munditiem, animaeque tranquillitatem prae nobis ferentes, cum precibus et corde contrito accedamus. Ut hoc pacto Dominum nostrum Jesum Christum nobis propitium reddentes, promissa nobis bona obtinere possimus, gratia et benignitate Domini nostri Jesu Christi, cum quo Patri una cum sancto Spiritu gloria, potestas, honor, nunc et semper, et in saecula saeculorum. Amen.
Reflect within yourself, O man, what kind of Victim you are about to handle, what kind of table you are about to approach; reflect within yourself that, though you are earth and ashes, you partake of the body and blood of Christ. And if a king indeed invites you to a banquet, you recline with fear, and partake of the meats set before you with reverence and silence; yet when God calls you to his own table, and sets forth his own Son there, where the angelic powers stand by with fear and trembling, where the Cherubim veil their faces, and the Seraphim cry out with trembling, Holy, Holy, Holy is the Lord: do you dare, I ask, to approach that spiritual banquet shouting and making an uproar? Or does it escape you that at that hour the mind ought to be filled with great tranquillity? And there is need of great peace and quiet, and not of tumult, wrath, and clamour: for these render the soul that approaches unclean. And what pardon could be granted us if, after so many sins, we do not cleanse at least this hour, in which we draw near to this sacred table, from these irrational disturbances? For what at all is more necessary than the things set forth upon this table? Or what urges us on, that we should strive, having left spiritual things behind, to hasten thither? Do not, I beg and beseech you, let us not provoke divine wrath against ourselves: what is set forth is the saving medicine of our wounds, unfailing riches, which win for us the kingdom of heaven. Let us therefore draw near with awe, let us give thanks, let us fall prostrate confessing our sins; let us shed tears bewailing our misdeeds; let us pour forth earnest and abundant prayers to God: and thus cleansing ourselves, silently and with due modesty, as drawing near to the King of heaven, let us approach: and receiving this holy and spotless Victim, let us kiss it, embracing it with our eyes, and let us kindle our mind and soul, lest we come together unto judgement or condemnation, but unto sobriety of soul, unto love, unto virtue, and reconciliation with God, unto steadfast peace, and, in fine, unto an occasion of a thousand blessings: so that we may both render ourselves holy and edify our neighbours. Of these things I treat with you continually, nor shall I cease to treat of them. For what benefit is it at all to flock hither heedlessly, if you learn nothing further that is useful? What profit, I pray you, does it bring to preach to you always for mere favour? Brief is this present time, O beloved: let us be sober, let us keep watch, let us order ourselves; let us sincerely show every endeavour of a kindly mind towards all: in all things let us act reverently; whether we must hear the divine words, or pray, or approach the table of God, or whatever else at last must be done, let it be done with fear and trembling: lest through our negligence we draw down a curse upon ourselves. For cursed, says the prophet, is every one who does the work of the Lord negligently (Jer. 48:10). For tumult and wrath become an outrage against the Victim that is set forth. Certainly it is utter contempt to offer oneself defiled to God: for hear what the apostle says of such men: If any one destroys the temple of God, God will destroy him (1 Cor. 3:17). Let us not therefore, instead of reconciling God to ourselves as we ought, provoke him against us: but bringing before us all care, purity, and tranquillity of soul, let us approach with prayers and a contrite heart. So that in this way, rendering our Lord Jesus Christ propitious to us, we may be able to obtain the blessings promised us, by the grace and loving-kindness of our Lord Jesus Christ, with whom to the Father, together with the Holy Spirit, be glory, power, honour, now and always, and unto the ages of ages. Amen.
IN HOMILIAM DE BAPTISMO CHRISTI ET DE EPIPHANIA
On the Homily on the Baptism of Christ and on Epiphany
Hanc homiliam paucis elapsis post praecedentem de Natali Christi diebus, nimirum in die Epiphaniae anni 387 habitam fuisse, quaedam suadere videntur. Nam quod dicit infra numero quarto: Scio fore ut quamplurimi apud nos ex festi consuetudine ad sacram hanc mensam accurrant: sane quidem expediret, id quod alias saepe dicere praeverti, ὡς καὶ πολλάκις ἔφθην εἰπών, ut festa nequaquam observarentur quando communicare opus esset, sed ut conscientia mundaretur, etc., illud ipsum porro dixerat paucis ante diebus, nimirum in festo S. Philogonii, XX Decembris anni 386, num. 24: Nunc autem multi fidelium in tantam vecordiam tantumque venere contemptum, ut cum innumeris scaleant malis, nullamque vitae suae curam habeant, in diebus festis negligenter ac temere ad mensam hanc accedant, etc. In hoc item De baptismo Christi sermone, eodem numero quarto sic habet: Quodnam igitur illud peccatum est? quod cum tremore non accedamus, sed calcibus impetentes, percutientes, ira turgentes, clamantes, conviciantes proximum, trudentes: haec et saepe dixi, et dicere non cessabo. In oratione autem de Natali Christi similiter numero 7: Et ad quod nuper (scilicet in festo S. Philogonii) vos cohortatus sum, ad id etiam nunc et in posterum semper vos cohortari non desistam. Quidnam hoc? Cum accessuri estis ad tremendam divinamque illam
Certain points seem to persuade us that this homily was delivered a few days after the preceding one on the Birthday of Christ, namely on the day of Epiphany of the year 387. For what he says below in number four: I know that very many among us out of festal custom will run up to this sacred table: it would assuredly be expedient, as at other times I often took care to say beforehand, as I also often anticipated in saying, that feasts should by no means be observed when there is need to communicate, but that the conscience should be cleansed, and so forth—that very thing, moreover, he had said a few days before, namely on the feast of St. Philogonius, XX December of the year 386, no. 24: Now, however, many of the faithful have come to such folly and such contempt that, though they swarm with innumerable evils and take no care of their own life, on festal days they approach this table negligently and rashly, and so forth. Likewise in this sermon On the Baptism of Christ, in the same number four, he has: What, then, is that sin? That we do not approach with trembling, but assailing with kicks, striking, swelling with wrath, shouting, reviling our neighbour, shoving: these things I both have often said and shall not cease to say. And in the oration on the Birthday of Christ similarly in number 7: And to what I exhorted you of late (namely on the feast of St. Philogonius), to that both now and hereafter I shall never cease to exhort you. What is this? When you are about to approach that awesome and divine
Notes, col. 361

On the reading

Printed scaleant, for scateant.

PG 49:363Read from the page
Πρὸς τοὺς ἀπολιμπανομένους τῶν θείων συνάξεων, καὶ εἰς τὸ ἅγιον καὶ σωτήριον βάπτισμα τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ περὶ τῶν ἀναξίως κοινωνούντων, καὶ ὅτι οἱ ἀτέλεστον καταλιμπάνοντες τὴν θείαν λειτουργίαν, καὶ πρὸ τῆς τελευταίας εὐχῆς ἐξερχόμενοι, τὸν Ἰούδαν μιμοῦνται, λόγος.
Discourse against those who absent themselves from the divine assemblies, and on the holy and saving baptism of our Saviour Jesus Christ, and concerning those who communicate unworthily, and that those who leave the divine liturgy unfinished and go out before the final prayer imitate Judas.
αʹ. Πάντες ὑμεῖς ἐν εὐθυμίᾳ τήμερον, ἐγὼ δὲ ἐν ὀδύνῃ μόνος. Ὅταν γὰρ εἰς τὸ πέλαγος ἀπίδω τοῦτο τὸ πνευματικὸν, καὶ τὸν ἄπειρον τῆς Ἐκκλησίας θεάσωμαι πλοῦτον, εἶτα λογίσωμαι ὅτι τῆς ἑορτῆς παρελθούσης, καὶ τὸ πλῆθος ἡμῖν τοῦτο πάλιν ἀποπηδῆσαν οἰχήσεται, δάκνομαι καὶ ὀδυνῶμαι τὴν ψυχὴν, ὅτι τοσαῦτα τεκοῦσα τέκνα ἡ Ἐκκλησία, οὐ καθ' ἑκάστην σύναξιν ἀπολαύειν αὐτῶν δύναται, ἀλλ' ἐν ἑορτῇ μόνον. Πόσον ἦν ἀγαλλίαμα πνευματικὸν, πόση χαρά, πόση δόξα Θεοῦ, πόση ψυχῶν ὠφέλεια, εἰ καθ' ἑκάστην σύναξιν οὕτω πεπληρωμένους ἑωρῶμεν τοὺς περιβόλους τῆς ἐκκλησίας; Νῦν δὲ ναῦται μὲν καὶ κυβερνῆται πάντα ποιοῦσιν, ὅπως τὸ πέλαγος διαδράμοιεν, καὶ πρὸς τὸν λιμένα καταντήσωσιν· ἡμεῖς δὲ διὰ παντὸς πελάγους σαλεύειν φιλονεικοῦμεν, ἐν ταῖς τῶν βιωτικῶν πραγμάτων τριχυμίαις συνεχῶς ποντούμενοι, καὶ ἐν ταῖς ἀγοραῖς καὶ ἐν τοῖς δικαστηρίοις στρεφόμενοι, ἐνταῦθα δὲ ἅπαξ ἢ δεύτερον μόλις τοῦ παντὸς ἀπαντῶντες ἐνιαυτοῦ.
1. All of you are in cheerfulness today, but I alone am in grief. For whenever I look out upon this spiritual sea, and behold the boundless wealth of the Church, and then reflect that when the feast has passed away this multitude of ours will once again leap off and depart, I am stung and pained in soul that the Church, though she has brought forth so many children, cannot enjoy them at every assembly, but at a feast alone. How great a spiritual exultation would there have been, how great joy, how great glory to God, how great benefit of souls, if at every assembly we saw the precincts of the church thus filled! Yet as it is, sailors and pilots do everything that they might run through the open sea and reach the harbour; whereas we strive to toss through every sea, continually plunged in the triple waves of worldly affairs, and busied in the market-places and in the law-courts, while gathering here scarcely once or twice in the whole year.
Ἢ ἀγνοεῖτε ὅτι καθάπερ λιμένας ἐν πελάγει, οὕτω τὰς ἐκκλησίας ἐν ταῖς πόλεσιν ἔπηξεν ὁ Θεὸς, ἵνα ἀπὸ τῆς ζάλης τῶν βιωτικῶν θορύβων ἐνταῦθα καταφεύγοντες, γαλήνης μεγίστης ἀπολαύωμεν; Οὐδὲ γὰρ κυμάτων ἔστιν ἐνταῦθα δεῖσαι τριχυμίαν, οὐ ληστῶν ἐπιδρομὰς, οὐ κακούργων ἔφοδον, οὐ πνευμάτων βίας, οὐ θηρίων ἐπιβουλάς· λιμὴν γάρ ἐστιν ἁπάντων τούτων ἀπηλλαγμένος, λιμήν ἐστι ψυχῶν πνευματικός. Καὶ τῶν λεγομένων μάρτυρες ὑμεῖς. Εἰ γάρ τις ὑμῶν τὸ συνειδὸς ἀναπτύξειε νῦν, πολλὴν ἔνδον εὑρήσει τὴν ἡσυχίαν· οὐ θυμὸς γὰρ ἐνοχλεῖ, οὐκ ἐπιθυμία φλέγει, οὐ βασκανία τήκει, οὐκ ἀπόνοια φυσᾷ, οὐ κενοδοξίας ἔρως διαφθείρει, ἀλλὰ πάντα ταῦτα κατέσταλται τὰ θηρία, καθάπερ θείας τινὸς ἐπῳδῆς, τῆς τῶν θείων Γραφῶν ἀκροάσεως, διὰ τῆς ἑκάστου ἀκοῆς πρὸς τὴν ψυχὴν εἰσιούσης, καὶ κοιμιζούσης τὰ ἄλογα ταῦτα πάθη. Πόσης οὖν ἀθλιότητος οὐκ ἂν εἴη, τοσαύτης μέλλοντας ἀπολαύειν
Or are you ignorant that, just as harbours in the sea, so God has established the churches in the cities, that fleeing hither for refuge from the squall of worldly tumults we may enjoy the greatest calm? For here one need not fear a triple wave of billows, nor inroads of robbers, nor an onslaught of malefactors, nor violence of winds, nor plots of wild beasts; for it is a harbour freed from all these, it is a spiritual harbour of souls. And you yourselves are witnesses of what is said. For if anyone of you should unfold his conscience now, he will find great stillness within: for wrath does not trouble, desire does not inflame, envy does not waste away, arrogance does not puff up, love of vainglory does not corrupt, but all these wild beasts have been quelled, as if by some divine incantation, the hearing of the divine Scriptures entering through each one's hearing into the soul and lulling to sleep these irrational passions. Of how great wretchedness, therefore, would it not be, when about to enjoy so great a
Notes, col. 363

On the reading

Printed καὶ εις, for καὶ εἰς.