Migne Reading Room

PG 49 · cols. 351–356 · Read from the page

Panegyrical sermons on the Solemnities

Panegyrical sermons on the Solemnities

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:351Read from the page
Εἰς τὴν γενέθλιον ἡμέραν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄδηλον μὲν ἔτι οὖσαν τότε, πρὸ δὲ ὀλίγων ἐτῶν γνωρισθεῖσαν παρά τινων τῶν ἀπὸ τῆς Δύσεως ἐλθόντων καὶ ἀναγγειλάντων.
On the Birthday of Our Saviour Jesus Christ, Which Was Still Unknown at That Time, Having Been Made Known a Few Years Before by Certain Persons Who Came from the West and Reported It.
αʹ. Ἃ πάλαι πατριάρχαι μὲν ὠδινον, προφῆται δὲ προὔλεγον, δίκαιοι δὲ ἰδεῖν ἐπεθύμουν, ταῦτα ἐξέβη, καὶ τέλος ἔλαβε σήμερον· καὶ Θεὸς ἐπὶ γῆς ὤφθη διὰ σαρκὸς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Χαίρωμεν τοίνυν καὶ ἀγαλλιώμεθα, ἀγαπητοί. Εἰ γὰρ ὁ Ἰωάννης ἐν τῇ νηδύϊ τῆς μητρὸς ὢν, τῆς Μαρίας εἰσελθούσης πρὸς τὴν Ἐλισάβετ, ἐσκίρτησε· πολλῷ μᾶλλον ἡμᾶς οὐχὶ τὴν Μαρίαν, ἀλλ' αὐτὸν τὸν Σωτῆρα ἡμῶν σήμερον τεχθέντα θεασαμένους, σκιρτᾷν καὶ ἀγάλλεσθαι χρὴ καὶ θαυμάζειν καὶ ἐκπλήττεσθαι τῆς οἰκονομίας τὸ μέγεθος πᾶσαν ὑπερβαῖνον διάνοιαν. Ἐννόησον γὰρ ἡλίκον ἐστὶν, ἥλιον ἐκ τῶν οὐρανῶν καταβάντα, ἐπὶ γῆς τρέχοντα ὁρᾷν, καὶ τὰς ἀκτῖνας πᾶσιν ἀφιέντα ἐντεῦθεν. Εἰ δὲ ἐπὶ τοῦ αἰσθητοῦ φωστῆρος τοῦτο συμβὰν πάντας ἐξέπληξεν ἂν τοὺς θεωμένους, σκόπει μοι καὶ λογίζου νῦν, ἡλίκον ἐστὶ τὸν τῆς δικαιοσύνης ἥλιον ἐκ τῆς ἡμετέρας σαρκὸς ἀφιέντα τὰς ἀκτῖνας ὁρᾷν, καὶ τὰς ψυχὰς ἡμῶν καταυγάζοντα. Πάλαι ταύτην ἐπεθύμουν ἐγὼ τὴν ἡμέραν ἰδεῖν, καὶ οὐχ ἁπλῶς ἰδεῖν, ἀλλὰ μετὰ πλήθους τοσούτου· καὶ διηνεκῶς ηὐχόμην οὕτως ἡμῖν πληρωθῆναι τὸ θέατρον, ὥσπερ ἔστι νῦν ὁρᾷν πεπληρωμένον. Τοῦτο τοίνυν ἐξέβη καὶ τέλος ἔλαβε. Καίτοι γε οὔπω δέκατόν ἐστιν ἔτος, ἐξ οὗ δήλη καὶ γνώριμος ἡμῖν αὕτη ἡ ἡμέρα γεγένηται· ἀλλ' ὅμως, ὡς ἄνωθεν καὶ πρὸ πολλῶν ἡμῖν παραδοθεῖσα ἐτῶν, οὕτως ἤνθησε διὰ τῆς ὑμετέρας σπουδῆς. Ὅθεν οὐκ ἄν τις ἁμάρτοι καὶ νέαν αὐτὴν ὁμοῦ καὶ ἀρχαίαν προσειπών· νέαν μὲν διὰ τὸ προσφάτως ἡμῖν γνωρισθῆναι, παλαιὰν δὲ καὶ ἀρχαίαν διὰ τὸ ταῖς πρεσβυτέραις ταχέως ὁμήλικα γενέσθαι, καὶ πρὸς τὸ αὐτὸ τῆς ἡλικίας αὐταῖς φθάσαι μέτρον. Καθάπερ γὰρ τὰ γενναῖα καὶ εὐγενῆ τῶν φυτῶν (καὶ γὰρ ἐκεῖνα ὁμοῦ τε εις τὴν γῆν κατατίθεται, καὶ πρὸς ὕψος εὐθὺς ἀνατρέχει μέγα, καὶ τῷ καρπῷ βρίθεται), οὕτω καὶ αὕτη παρὰ μὲν τοῖς τὴν Ἑσπέραν οἰκοῦσιν ἄνωθεν γνωριζομένη, πρὸς ἡμᾶς δὲ κομισθεῖσα νῦν, καὶ οὐ πρὸ πολλῶν ἐτῶν, ἀθρόον οὕτως ἀνέδραμε, καὶ τοσοῦτον ἤνεγκε τὸν καρπὸν, ὅσονπερ ἔστι νῦν ὁρᾷν, τῶν περιβόλων ἡμῖν πεπληρωμένων, καὶ τῆς ἐκκλησίας ἁπάσης στενοχωρουμένης τῷ πλήθει τῶν συνδραμόντων. Τὴν μὲν οὖν ἀξίαν ἀμοιβὴν τῆς τοσαύτης σπουδῆς παρὰ τοῦ σήμερον τεχθέντος κατὰ σάρκα προσδοκήσατε Χριστοῦ· ἐκεῖνος ὑμᾶς ἀμείψεται πάντως τῆς προθυμίας ταύτης· ἡ γὰρ περὶ τὴν ἡμέραν φιλία καὶ σπουδὴ, τῆς περὶ τὸν τεχθέντα ἀγάπης μέγιστόν ἐστι σημεῖον. Εἰ δὲ χρή τινα καὶ παρ' ἡμῶν τῶν συνδούλων εἰσενεχθῆναι, καὶ ἡμεῖς τὰ κατὰ δύναμιν εἰσοίσομεν· μᾶλλον δὲ, ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις δῷ λεχθῆναι διὰ τὴν ὠφέλειαν τὴν ὑμετέραν. Τί οὖν ἐπιθυμεῖτε ἀκοῦσαι σήμερον;
1. Those things which of old the patriarchs travailed to bring forth, which the prophets foretold, and which the righteous longed to behold, have come to pass and received their fulfilment today; and God was seen upon earth through the flesh, and dwelt among men. Let us therefore rejoice and be exceedingly glad, beloved. For if John, while yet in his mother's womb, leapt when Mary entered in to Elizabeth, much more ought we, who have beheld not Mary, but our Saviour Himself born today, to leap and be glad, and to marvel and stand amazed at the magnitude of the dispensation which surpasses every thought. For consider how great a thing it would be to see the sun, having come down from the heavens, coursing upon the earth, and sending forth its rays to all from here. Now if, in the case of the visible luminary, such an event would have struck all beholders with amazement, observe, I pray you, and reckon now how great a thing it is to see the Sun of righteousness sending forth His rays from our own flesh, and illumining our souls. Long ago I myself longed to see this day, and not merely to see it, but with so great a multitude; and I continually prayed that our assembly might thus be filled, just as one may now see it filled. This, therefore, has come to pass and received its fulfilment. And yet it is not yet the tenth year since this day became manifest and well-known to us; nevertheless, as though handed down to us from the beginning and many years ago, it has so flourished through your zeal. Wherefore one would not err in calling it at once both new and ancient: new, on the one hand, because it was recently made known to us; old and ancient, on the other, because it swiftly became of equal stature with the older feasts, and attained to the very same measure of maturity as they. For just as noble and well-bred plants (for no sooner are those set into the earth than they straightway shoot up to a great height and are laden with fruit), so too this day, known from of old among those who inhabit the West, and brought to us now and not many years ago, shot up thus all at once and bore such abundant fruit as one may now see, with our precincts filled and the whole church thronged by the multitude of those who have flocked together. Look therefore for the worthy recompense of such great zeal from Christ, Who was born today according to the flesh; He will assuredly reward you for this eagerness, for your affection and devotion towards the day is the greatest sign of love towards Him Who was born. And if something must also be contributed by us, your fellow-servants, we too shall contribute what lies within our power—or rather, whatever the grace of God may grant to be spoken for your benefit. What then do you desire to hear today?
Notes, col. 351

On the reading

Printed ὠδινον, for ὤδινον.

Printed εις, for εἰς.

Printed Εις, for Εἰς.

Printed απὸ, for ἀπὸ.

Printed αναγγειλάντων, for ἀναγγειλάντων.

PG 49:352Read from the page
τί δὲ ἄλλο, ἢ περὶ τῆς ἡμέρας ταύτης; Εὖ γὰρ οἶδα, ὅτι πολλοὶ ἔτι καὶ νῦν πρὸς ἀλλήλους ἀμφισβητοῦσιν, οἱ μὲν ἐγκαλοῦντες, οἱ δὲ ἀπολογούμενοι· καὶ πολὺς περὶ τῆς ἡμέρας ταύτης πανταχοῦ γίνεται λόγος, τῶν μὲν αἰτιωμένων, ὅτι νέα τίς ἐστι καὶ πρόσφατος, καὶ νῦν εἰσενήνεκται, τῶν δὲ ἀπολογουμένων, ὅτι παλαιὰ καὶ ἀρχαία ἐστὶ, τῶν προφητῶν ἤδη προειπόντων περὶ τῆς γεννήσεως αὐτοῦ, καὶ ἄνωθεν τοῖς ἀπὸ Θράκης μέχρι Γαδείρων οἰκοῦσι κατάδηλος καὶ ἐπίσημος γέγονε. Φέρε οὖν, τὸν περὶ τούτων κινήσωμεν λόγον. Εἰ γὰρ ἀμφισβητουμένη τοσαύτης ἀπολαύει παρ' ὑμῶν εὐνοίας, εἰ γένοιτο γνωριμωτέρα, εὔδηλον ὅτι πολλῷ πλείονος σπουδῆς ἀπολαύσεται, τῆς κατὰ τὴν διδασκαλίαν σαφηνείας πλείονα τὴν περὶ αὐτὴν διάθεσιν ἐργαζομένης ὑμῖν.
what else, indeed, than concerning this very day? For I know well that many even now dispute with one another, some finding fault and others offering a defence; and much discussion takes place everywhere concerning this day, some bringing the charge that it is somewhat new and recent and has only now been introduced, while others maintain in its defence that it is old and ancient, since the prophets already foretold concerning His birth, and from of old it has been manifest and renowned to those dwelling from Thrace as far as Gades. Come, therefore, let us take up the discourse concerning these matters. For if, while still disputed, it enjoys such great goodwill from you, it is plain that if it should become better known it will enjoy far greater zeal, as clarity in teaching wrought within you a greater devotion towards it.
Ἔχω τοίνυν τρεῖς ἀποδείξεις εἰπεῖν, δι' ὧν εἰσόμεθα πάντως, ὅτι οὗτός ἐστιν ὁ καιρὸς, καθ' ὃν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ Θεὸς Λόγος ἐτέχθη. Καὶ τῶν τριῶν τούτων μία μὲν ἔστιν ἀπόδειξις, τὸ ταχέως οὕτω πανταχοῦ περιαγγελθῆναι, καὶ πρὸς ὕψος ἐπιδοῦναι τοσοῦτον, καὶ ἀνθῆσαι τὴν ἑορτήν· καὶ ὅπερ ὁ Γαμαλιὴλ ἔλεγε περὶ τοῦ κηρύγματος, ὅτι Εἰ ἔστιν ἐξ ἀνθρώπων, καταλυθήσεται, εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δύνασθε καταλῦσαι αὐτὸ, μήποτε καὶ θεομάχοι εὑρεθῆτε· τοῦτο κἀγὼ περὶ τῆς ἡμέρας ταύτης εἴποιμι ἂν θαῤῥῶν, ὅτι, ἐπειδὴ ἐκ Θεοῦ Θεὸς Λόγος ἐστὶ, διὰ τοῦτο οὐ μόνον οὐ κατελύθη, ἀλλὰ καὶ καθ' ἕκαστον ἔτος ἐπιδίδωσι, καὶ λαμπροτέρα γίνεται· ἐπεὶ καὶ τὸ κήρυγμα ἐν ὀλίγοις ἔτεσι τὴν πᾶσαν κατέλαβεν οἰκουμένην, καίτοι σκηνοποιῶν, ἁλιέων, ἀγραμμάτων, ἰδιωτῶν πανταχοῦ διακομιζόντων αὐτό· ἀλλ' οὐδὲν ἔβλαπτεν ἡ τῶν διακονούντων εὐτέλεια, τῆς τοῦ κηρυττομένου δυνάμεως πάντα προκαταλαμβανούσης, καὶ τὰ κωλύματα ἀναιρούσης, καὶ τὴν οἰκείαν ἐπιδεικνυμένης ισχύν.
I have, therefore, three proofs to state, whereby we shall know with certainty that this is the season at which our Lord Jesus Christ, God the Word, was born. And of these three, one proof is that the feast was so swiftly proclaimed everywhere, and advanced to so great a height, and flourished; and the very thing that Gamaliel said concerning the preaching—that If it is of men, it will be overthrown, but if it is of God, you cannot overthrow it, lest perchance you even be found fighting against God—this I too would boldly say concerning this day: that since God the Word is of God, on this account not only was it not overthrown, but even year by year it grows and becomes more splendid; since the preaching likewise in a few years took hold of the whole inhabited world, although tentmakers, fishermen, unlettered and ordinary men carried it abroad everywhere; yet the lowliness of those who ministered did no harm at all, because the power of Him Who was proclaimed anticipated all things, and swept away the hindrances, and displayed its own strength.
βʹ. Εἰ δέ τις τῶν φιλονείκων οὐκ ἀνέχοιτο τῶν εἰρημένων, ἔστι καὶ δευτέραν εἰπεῖν. Ποίαν δὴ ταύτην; Τὴν ἀπὸ τῆς ἀπογραφῆς τῆς ἐν τοῖς Εὐαγγελίοις κειμένης. Ἐγένετο γὰρ, φησὶν ὁ εὐαγγελιστὴς, ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οικουμένην. Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εις τὴν ιδίαν πόλιν. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρὲθ, εις τὴν Ἰουδαίαν, εις πόλιν Δαυῒδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυῒδ, ἀπογράφεσθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ οὔσῃ ἐγ-
2. Yet if anyone among the contentious should not accept what has been said, it is possible to state a second proof as well. What proof, then, is this? That drawn from the enrolment recorded in the Gospels. For it came to pass, says the evangelist, in those days, that a decree went out from Caesar Augustus that all the inhabited world should be enrolled. This first enrolment took place when Quirinius was governor of Syria. And all went to be enrolled, each to his own city. And Joseph also went up from Galilee, out of the city of Nazareth, into Judaea, to the city of David, which is called Bethlehem, because he was of the house and lineage of David, to be enrolled with Mary his betrothed wife, who was with
Notes, col. 352

On the reading

Printed ισχύν, for ἰσχύν.

Printed οικουμένην, for οἰκουμένην.

Printed εις, for εἰς.

Printed ιδίαν, for ἰδίαν.

PG 49:353Read from the page
κύῳ. Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αι ἡμέραι τοῦ τεκεῖν αὐτήν· καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ανέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Ὅθεν δῆλον, ὅτι κατὰ τὴν πρώτην ἀπογραφὴν ἐτέχθη. Καὶ τοῖς ἀρχαίοις τοῖς δημοσίᾳ κειμένοις κώδιξιν ἐπὶ τῆς Ῥώμης ἔξεστιν ἐντυχόντα καὶ τὸν καιρὸν τῆς ἀπογραφῆς μαθόντα, ἀκριβῶς εἰδέναι τὸν βουλόμενον. Τί οὖν πρὸς ἡμᾶς, φησὶ, τοῦτο τοὺς οὐκ ὄντας ἐκεῖ οὔτε παραγενομένους; Ἀλλ' ἄκουε, καὶ μὴ ἀπίστει, ὅτι παρὰ τῶν ἀκριβῶς ταῦτα εἰδότων, καὶ τὴν πόλιν ἐκείνην οἰκούντων παρειλήφαμεν τὴν ἡμέραν. Οἱ γὰρ ἐκεῖ διατρίβοντες, ἄνωθεν καὶ ἐκ παλαιᾶς παραδόσεως αὐτὴν ἐπιτελοῦντες, αὐτοὶ νῦν αὐτῆς ἡμῖν τὴν γνῶσιν διεπέμψαντο. Οὐδὲ γὰρ ὁ εὐαγγελιστὴς ἁπλῶς τὸν καιρὸν ἐπεσημήνατο τοῦτον, ἀλλ' ὥστε καὶ τὴν ἡμέραν ἡμῖν δήλην ποιῆσαι καὶ γνώριμον, καὶ τοῦ Θεοῦ τὴν οἰκονομίαν ἐνδείξασθαι. Οὐ γὰρ οἴκοθεν, οὐδὲ παρ' ἑαυτοῦ τότε ὁ Αὔγουστος τὸ δόγμα τοῦτο ἐξέπεμψεν, ἀλλὰ τοῦ Θεοῦ κινοῦντος αὐτοῦ τὴν ψυχὴν, ἵνα καὶ ἄκων ὑπηρετήσηται τῇ τοῦ Μονογενοῦς παρουσίᾳ. Καὶ τί τοῦτο συντελεῖ πρὸς τὴν οἰκονομίαν ταύτην, φησίν; Οὐ μικρὸν, οὐδὲ τὸ τυχὸν, ἀγαπητὲ, ἀλλὰ καὶ σφόδρα μέγα, καὶ τῶν ἀναγκαίων καὶ σπουδαζομένων ἕν. Ποῖον δὴ τοῦτο; Ἡ Γαλιλαία χώρα τίς ἐστιν ἐν Παλαιστίνῃ, ἡ δὲ Ναζαρὲθ πόλις τῆς Γαλιλαίας. Πάλιν ἡ Ἰουδαία χώρα τίς ἐστι, παρὰ τῶν ἐγχωρίων οὕτω καλουμένη, ἡ δὲ Βηθλεὲμ πόλις τῆς Ἰουδαίας. Τὸν δὲ Χριστὸν οἱ προφῆται προὔλεγον ἅπαντες, οὐκ ἀπὸ τῆς Ναζαρὲθ, ἀλλ' ἀπὸ τῆς Βηθλεὲμ ἥξειν, καὶ ἐκεῖ τεχθήσεσθαι. Οὕτω γὰρ γέγραπται· Καὶ σὺ Βηθλεὲμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Καὶ οἱ Ἰουδαῖοι οἱ τότε παρὰ τοῦ Ἡρώδου ἐρωτώμενοι, ποῦ ὁ Χριστὸς γεννᾶται, ταύτην εἶπον αὐτῷ τὴν μαρτυρίαν. Διὰ τοῦτο καὶ τοῦ Ναθαναὴλ εἰπόντος πρὸς τὸν Φίλιππον, ἐπειδὴ ἐκεῖνος ἔλεγεν, Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲθ εὑρήκαμεν, Ἐκ Ναζαρὲθ δύναταί τι ἀγαθὸν εἶναι; ὁ Χριστὸς περὶ αὐτοῦ φησιν· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. Καὶ τίνος, φησὶν, ἕνεκεν αὐτὸν ἐπῄνεσεν; Ἐπειδὴ οὐ συνηρπάγη τῇ ἀπαγγελίᾳ τοῦ Φιλίππου, ἀλλ' ᾔδει σαφῶς καὶ ἀκριβῶς, ὅτι οὐκ ἐν Ναζαρὲθ, οὔτε ἐν τῇ Γαλιλαίᾳ ἔδει τὸν Χριστὸν τεχθῆναι, ἀλλ' ἐν τῇ Ἰουδαίᾳ καὶ ἐν τῇ Βηθλεέμ· ὅπερ οὖν καὶ ἐγένετο. Ἐπεὶ οὖν ὁ μὲν Φίλιππος τοῦτο ἠγνόησεν, ὁ δὲ Ναθαναὴλ, ἅτε νομομαθὴς ὢν, ἀπεκρίνατο τὰ κατὰ τὴν ἄνωθεν προφητείαν εἰρημένα, εἰδὼς, ὅτι οὐκ ἐκ Ναζαρὲθ ἥξει ὁ Χριστός· διὰ τοῦτο καὶ ὁ Χριστὸς, Ἴδε ἀληθῶς Ἰσραηλίτης, φησὶν, ἐν ᾧ δόλος οὐκ ἔστι. Διὰ τοῦτο καί τινες τῶν Ἰουδαίων ἔλεγον πρὸς τὸν Νικόδημον· Ἐρεύνησον, καὶ ιδε, ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Καὶ πάλιν ἀλλαχοῦ· Οὐκ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυῖδ, ὁ Χριστὸς ἔρχεται. Καὶ κοινὴ πάντων ψῆφος ἦν, ὅτι πάντως ἐκεῖθεν αὐτὸν δεῖ παραγενέσθαι, οὐκ ἀπὸ τῆς Γαλιλαίας.
child. "And it came to pass, while they were there, that the days were fulfilled that she should give birth; and she gave birth to her firstborn Son, and wrapped Him in swaddling clothes, and laid Him in the manger, because there was no room for them in the inn." Whence it is manifest that He was born at the first enrolment. And anyone who wishes may consult the ancient codices publicly preserved at Rome, learn the time of the enrolment, and know it accurately. "What then is this to us," says one, "who neither are there nor have been there?" Nay, listen, and do not disbelieve, for we have received the day from those who know these matters accurately and inhabit that city. For those who dwell there, celebrating it from of old and from ancient tradition, have themselves now transmitted the knowledge of it to us. Nor indeed did the evangelist indicate this season without purpose, but so as both to make the day clear and well known to us and to show forth the dispensation of God. For Augustus did not send forth this decree at that time from home or of himself, but because God moved his soul, that even unwillingly he might minister to the advent of the Only-begotten. "And what," says one, "does this contribute towards this dispensation?" No small thing, nor any ordinary matter, beloved, nay rather an exceedingly great one, and one of the things that are necessary and earnestly sought out. What then is this? Galilee is a certain district in Palestine, and Nazareth is a city of Galilee. Again, Judaea is a certain district, so called by the natives, and Bethlehem is a city of Judaea. Now all the prophets foretold that the Christ would come not from Nazareth, but from Bethlehem, and would be born there. For thus it is written: "And thou, Bethlehem, land of Judah, art by no means least among the rulers of Judah; for out of thee shall come forth a ruler, Who shall shepherd My people Israel." And the Jews of that time, on being questioned by Herod where the Christ is born, cited this very testimony to him. On this account also, when Nathanael said to Philip—since the latter kept saying, "We have found Jesus from Nazareth"—"Can any good thing be out of Nazareth?" Christ says concerning him: "Behold, an Israelite indeed, in whom there is no guile." And for what reason, says one, did He praise him? Because he was not carried away by Philip's report, but knew clearly and accurately that the Christ ought to be born not in Nazareth, nor in Galilee, but in Judaea and in Bethlehem—which indeed had come to pass. Since, then, Philip was ignorant of this, whereas Nathanael, being versed in the law, answered in accordance with what had been spoken in the prophecy from of old, knowing that the Christ would not come out of Nazareth—on this account Christ too says: "Behold, an Israelite indeed, in whom there is no guile." On this account certain of the Jews also said to Nicodemus: "Search, and see that out of Galilee no prophet hath arisen." And again elsewhere: "Doth not the Christ come from Bethlehem the village, where David was?" And it was the common verdict of all that He must by all means arrive from there, not from Galilee.
Notes, col. 353

On the reading

Printed αι, for αἱ.

Printed ανέκλινεν, for ἀνέκλινεν.

Printed ιδε, for ἴδε.

PG 49:354Read from the page
Ἐπεὶ οὖν ὁ Ἰωσὴφ καὶ ἡ Μαρία τῆς Βηθλεὲμ ὄντες πολῖται, ἐκείνην ἀφέντες, ἐν τῇ Ναζαρὲθ τὸν βίον αὐτῶν κατεστήσαντο, κἀκεῖ διέτριβον (οἷα δὴ πολλὰ συμβαίνειν εἰκὸς ἐπὶ πολλῶν ἀνθρώπων, τὰς μὲν πόλεις, ὅθεν ἐγένοντο, καταλιμπανόντων, ἐν ἄλλαις δὲ, ἐν αἷς οὐκ ἐφύησαν παρὰ τὴν ἀρχὴν, διατριβόντων), ἔδει δὲ τὸν Χριστὸν ἐν Βηθλεὲμ τεχθῆναι· ἐξῆλθε τὸ δόγμα, καὶ ἄκοντας αὐτοὺς συνωθοῦν εἰς τὴν πόλιν ἐκείνην, τοῦ Θεοῦ οὕτως οἰκονομοῦντος. Ὁ γὰρ νόμος ὁ κελεύων ἕκαστον εἰς τὴν ἰδίαν ἀπογράψασθαι πατρίδα, ἠνάγκαζεν ἐκεῖθεν αὐτοὺς ἀνίστασθαι, ἀπὸ τῆς Ναζαρὲθ λέγω, καὶ ἔρχεσθαι εἰς τὴν Βηθλεὲμ, ὥστε ἀπογράφεσθαι. Τοῦτο γοῦν αὐτὸ αἰνιττόμενος καὶ ὁ εὐαγγελιστὴς, ἔλεγεν· Ἀνέβη δὲ καὶ ὁ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρὲθ, εις τὴν Ἰουδαίαν, εις πόλιν Δαυῖδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυῖδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ οὔσῃ ἐγκύῳ. Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αι ἡμέραι τοῦ τεκεῖν αὐτὴν, καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον.
Since, then, Joseph and Mary, though citizens of Bethlehem, had left that city and established their life in Nazareth and were dwelling there (just as is wont to happen in very many cases among many men, who leave behind the cities from which they sprang and dwell in others wherein they were not born at the outset), while the Christ had to be born in Bethlehem, the decree went forth, driving them together even against their will into that city, God so dispensing matters. For the law commanding each man to enrol himself in his own native city compelled them to rise up from there—from Nazareth, I mean—and come to Bethlehem in order to be enrolled. Intimating this very point, at any rate, the evangelist too said: "And Joseph also went up from Galilee, out of the city of Nazareth, into Judaea, unto the city of David, which is called Bethlehem, because he was of the house and lineage of David, to enrol himself with Mary his betrothed wife, being with child. And it came to pass, while they were there, that the days were fulfilled that she should give birth, and she gave birth to her firstborn Son."
γʹ. Εἶδες, ἀγαπητὲ, οἰκονομίαν Θεοῦ, καὶ διὰ τῶν ἀπίστων καὶ τῶν πιστῶν τὰ καθ' ἑαυτὸν οἰκονομοῦντος, ἵνα μάθωσιν οἱ ἀλλότριοι τῆς εὐσεβείας τὴν ισχὺν καὶ τὴν δύναμιν αὐτοῦ. Καὶ ὁ μὲν ἀστὴρ τοὺς μάγους ἤγαγεν ἀπὸ τῆς ἀνατολῆς, ὁ δὲ νόμος τὴν Μαριὰμ εἷλκεν ἐπὶ τὴν πατρίδα τὴν ὑπὸ τῶν προφητῶν εἰρημένην. Ἐντεῦθεν ἡμῖν δῆλόν ἐστιν, ὅτι καὶ ἡ Παρθένος ἐκ γένους ἐστὶ Δαυϊδικοῦ· ἐπειδὴ γὰρ ἐκ τῆς Βηθλεὲμ ἦν, εὔδηλον ὅτι καὶ ἐκ τοῦ οἴκου καὶ τῆς πατριᾶς ἦν τοῦ Δαυῖδ. Τοῦτο καὶ ἀνωτέρω ἐδήλωσεν ὁ εὐαγγελιστὴς, ἐν οἷς ἔλεγεν· Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας σὺν Μαριὰμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυῖδ. Ἐπειδὴ γὰρ ὁ μὲν Ἰωσὴφ ἐγενεαλογήθη, τοὺς δὲ ταύτης προγόνους οὐδεὶς ἡμῖν ἠρίθμησεν οὕτως, ὡς τοὺς ἐκείνου· ἵνα μὴ ἀμφιβάλλῃς καὶ λέγῃς, Πόθεν οὖν δῆλον, ὅτι ἐκ τοῦ Δαυῖδ ἐστι καὶ αὐτή; ἄκουσον· Ἐν τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εις πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲθ, πρὸς παρθένον μεμνηστευμένην ανδρὶ, ᾧ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου Δαυῖδ. Τὸ, ἐξ οἴκου Δαυῖδ, περὶ τῆς Παρθένου ὑποληπτέον εἰρῆσθαι· ὅπερ οὖν καὶ ἐνταῦθα δεδήλωται. Διὰ τοῦτο καὶ τὸ πρόσταγμα καὶ ὁ νόμος οὗτος ἐφοίτα, ἀνάγων ἐπὶ τὴν Βηθλεὲμ αὐτούς· ὁμοῦ τε γὰρ τῆς πόλεως ἐπέβησαν, καὶ Ἰησοῦς εὐθέως ἐτίκτετο. Διὸ καὶ ἐν φάτνῃ κατεκλίνετο, πολλῶν πανταχόθεν τότε συντρεχόντων, καὶ τοὺς τόπους προκαταλαμβανόντων, καὶ πολλὴν ποιούντων τὴν στενοχωρίαν· ὅθεν ἐκεῖ αὐτὸν καὶ οἱ μάγοι προσεκύνησαν. Ἵνα δὲ σαφεστέραν καὶ γνωριμωτέραν ὑμῖν ἀπόδειξιν παράσχωμαι, διανάστητέ μοι, παρακαλῶ, νῦν· καὶ γὰρ μακρὰν ἱστορίαν ἀνακινῆσαι βούλομαι, καὶ παλαιοὺς ἀναγνῶναι νόμους, ὥστε πάντοθεν ὑμῖν γενέσθαι τὸν λόγον σαφέστερον.
3. Have you seen, beloved, the dispensation of God, Who dispenses His own affairs through unbelievers and believers alike, so that strangers to piety may learn His strength and His power? The star led the Magi from the East, while the law drew Mary to the fatherland spoken of by the prophets. Hence it is clear to us that the Virgin too is of Davidic race; for since she was from Bethlehem, it is manifest that she was also of the house and lineage of David. This the evangelist showed clearly above as well, where he said: "And Joseph also went up from Galilee with Mary, because he was of the house and lineage of David." For since Joseph's genealogy had been traced, whereas no one had enumerated her ancestors for us in the same way as his, lest you should doubt and say, "Whence then is it clear that she too is from David?" listen: "In the sixth month the angel Gabriel was sent from God unto a city of Galilee, whose name was Nazareth, to a virgin betrothed to a man whose name was Joseph, of the house of David." The clause "of the house of David" must be understood as spoken concerning the Virgin—which very point has been made clear here as well. On this account both the ordinance and this law went forth, bringing them up to Bethlehem; for no sooner had they set foot in the city than Jesus straightway was being born. Wherefore He was also laid in a manger, since many were flocking together thither from every quarter at that time, pre-empting the lodgings, and creating great crowding; whence the Magi too worshipped Him there. Now that I may furnish you with a clearer and plainer demonstration, rouse yourselves for me, I pray you, now; for I wish to unfold a long history and read out ancient laws, so that on every side our discourse may become clearer to you.
Νόμος ἦν παλαιὸς τοῖς Ἰουδαίοις· μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον ἀγάγωμεν· Ὅτε τῶν Αἰγυπτιακῶν θορύβων καὶ τῆς τοῦ βαρβάρου τυραννίδος τὸν τῶν Ἑβραίων δῆμον ἀπήλλαξεν ὁ Θεὸς, ὁρῶν αὐτοὺς ἔτι λείψανα ἀσεβείας ἔχοντας καὶ περὶ τὰ αισθητὰ ἐπτοημένους, καὶ μεγέθη καὶ κάλλη ναῶν θαυμάζον-
There was an ancient law among the Jews—nay rather, let us carry our account further back: When God rid the Hebrew people of the Egyptian tumults and the barbarian's tyranny, seeing that they still retained remnants of impiety and were fluttering excitedly over sensible things, and marvelling at the grandeur and beauty of tem-
Notes, col. 354

On the reading

Printed εις, for εἰς.

Printed αι, for αἱ.

Printed ισχὺν, for ἰσχὺν.

Printed ανδρὶ, for ἀνδρὶ.

Printed αισθητὰ, for αἰσθητὰ.

PG 49:355Read from the page
τας, ἐκέλευσεν αὐτοῖς οἰκοδομηθῆναι ναὸν, οὐχὶ τῇ πολυτελείᾳ τῆς ὕλης μόνον, οὐδὲ τῇ ποικιλίᾳ τῆς τέχνης, ἀλλὰ καὶ τῷ σχήματι τῆς οἰκοδομῆς πάντας τοὺς ἐν τῇ γῇ ναοὺς ἀποκρύπτοντα. Καὶ καθάπερ πατὴρ φιλόστοργος διὰ πολλοῦ χρόνου τὸν υἱὸν τὸν ἑαυτοῦ μιαροῖς ἀνθρώποις καὶ φθορεῦσι καὶ ἀσώτοις συναναστραφέντα καὶ πολλῆς ἀπολαύσαντα τρυφῆς λαβὼν, μετὰ ἀσφαλείας καὶ σεμνότητος ἐπὶ πλείονι καθίστησιν αὐτὸν ἀφθονίᾳ, ὥστε μήτε στενοχωρηθέντα τῶν προτέρων μνήμην λαβεῖν, μήτε εις ἐπιθυμίαν ἐκείνων ἐλθεῖν· οὕτω καὶ ὁ Θεὸς βλέπων τοὺς Ἰουδαίους περὶ τὰ αισθητὰ ἐπτοημένους, καὶ ἐν τούτοις πολλὴν ποιεῖται τὴν ὑπερβολὴν, ὥστε αὐτοὺς μηδέποτε εις ἐπιθυμίαν τῶν Αιγυπτίων ἢ τῶν παρ' Αιγυπτίοις ἐλθεῖν. Καὶ ποιεῖται τὸν ναὸν πρὸς τὴν εικόνα τοῦ κόσμου παντὸς, τοῦ τε αισθητοῦ καὶ νοητοῦ. Καθάπερ γάρ ἐστι γῆ καὶ οὐρανὸς, καὶ μέσον διάφραγμα τὸ στερέωμα τοῦτο· οὕτω κἀκεῖνον ἐκέλευσε γενέσθαι. Καὶ εις δύο διατεμὼν τὸν ναὸν τοῦτον, καὶ καταπέτασμα ἀφεὶς μέσον, τὸ μὲν ἔξω τοῦ καταπετάσματος πᾶσι συνεχώρησεν εἶναι βατὸν, τὸ δὲ ἔνδον ἄβατον καὶ ἀθέατον πᾶσι, πλὴν τοῦ ἀρχιερέως μόνου. Καὶ ὅτι οὐχ ἡμέτερος ταῦτα στοχασμὸς, ἀλλ' ἐν τύπῳ τοῦ κόσμου παντὸς ὁ ναὸς κατεσκεύαστο, ἄκουσον τί φησιν ὁ Παῦλος, περὶ τοῦ Χριστοῦ λέγων εις τὸν οὐρανὸν ἀναβάντος· Οὐ γὰρ εις χειροποίητα ἅγια εισῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν· δεικνὺς ὅτι τὰ ἐνταῦθα ἀντίτυπα ἦν τῶν ἀληθινῶν. Ὅτι δὲ καὶ τὸ καταπέτασμα διεῖργε τὰ Ἅγια τῶν ἁγίων ἀπὸ τῶν ἁγίων τῶν ἔξω, καθάπερ οὗτος ὁ οὐρανὸς τὰ ὑπὲρ αὐτὸν ἀποτειχίζει τούτων τῶν καθ' ἡμᾶς ἁπάντων, ἄκουσον πῶς καὶ τοῦτο ᾐνίξατο, τὸν οὐρανὸν καταπέτασμα καλέσας. Περὶ γὰρ τῆς ἐλπίδος λέγων, ὅτι ὡς ἄγκυραν αὐτὴν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν, ἐπήγαγε· Καὶ εισερχομένην εις τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εισῆλθεν Ἰησοῦς, ὑπὲρ τὸν οὐρανὸν ἄνω. Ὁρᾷς πῶς καταπέτασμα τὸν οὐρανὸν ἐκάλεσεν; Ἔξω μὲν οὖν τοῦ καταπετάσματος ἦν ἡ λυχνία, καὶ ἡ τράπεζα, καὶ βωμὸς χαλκοῦς, τὰς θυσίας δεχόμενος καὶ τὰ ὁλοκαυτώματα· ἔσω δὲ τοῦ καταπετάσματος ἡ κιβωτὸς, περικεκαλυμμένη πάντοθεν χρυσίῳ, τὰς πλάκας ἔχουσα τῆς διαθήκης, καὶ τὴν στάμνον τὴν χρυσῆν, καὶ τὴν ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ βωμὸν χρυσοῦν, οὐχὶ θυσιῶν οὐδὲ ὁλοκαυτωμάτων, ἀλλὰ θυμιάματος μόνου. Καὶ τὰ μὲν ἔξω πατεῖν πᾶσιν ἐφεῖτο, τὰ δὲ ἔνδον μόνῳ τῷ ἀρχιερεῖ. Καὶ τούτων δὲ αὐτῶν μαρτυρίαν παρέξομαι πάλιν, τοῦ Παύλου οὕτω πως λέγοντος· Εἶχε μὲν οὖν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν. Ἅγιον δὲ κοσμικὸν καλεῖ τὴν ἔξω σκηνὴν, ἐπειδὴ τῷ κόσμῳ παντὶ εισιέναι θέμις ἦν· Ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη τὰ Ἅγια τῶν ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ· ἐν ᾗ
ples, He commanded a temple to be built for them, eclipsing all the temples on earth not only by the sumptuousness of its material, nor by the variety of its craft, but also by the plan of its structure. And just as a tender-hearted father, on receiving back after a long time his own son who had consorted with foul men, corrupters, and profligates and had enjoyed abundant luxury, establishes him with safety and dignity in still greater abundance, so that he may neither feel pinched and call to mind his former ways nor come to desire them—so too God, seeing the Jews fluttering excitedly over sensible things, lavishes great surpassing splendour in these very matters also, so that they might never come to long for the Egyptians or the things among the Egyptians. And He frames the temple after the image of the whole world—both the sensible and the intelligible. For just as there are earth and heaven, and this firmament as a partition in the midst, so did He command that temple also to be made. And dividing this temple into two, and letting down a veil in the midst, He permitted the part outside the veil to be trodden by all, while the part within was untrodden and unseen by all save the high priest alone. And that these things are not our own conjecture, but that the temple had been fashioned as a type of the whole world, listen to what Paul says when speaking of Christ ascending into heaven: "For Christ entered not into holy places made with hands, copies of the true"—showing that the things here below were copies of the true. And that the veil separated the Holy of Holies from the outer sanctuary just as this heaven walls off the things above it from all these things around us, listen how he intimated this too by calling heaven a veil. For speaking of hope—that we have it as a sure and steadfast anchor of the soul—he added: "And entering into that which is within the veil, whither Jesus entered as a forerunner on our behalf," high above the heaven. Do you see how he called heaven a veil? Outside the veil, then, were the lampstand, and the table, and a brazen altar receiving the sacrifices and the whole burnt offerings; while inside the veil was the ark, overlaid round about on every side with gold, holding the tablets of the covenant, and the golden jar, and Aaron's rod that budded, and a golden altar—not of sacrifices nor of whole burnt offerings, but of incense alone. And all were permitted to tread the outer court, whereas the inner sanctuary was permitted to the high priest alone. And of these very matters I shall again furnish testimony from Paul, who speaks somewhat thus: "Now the first tabernacle had ordinances of worship, and a worldly sanctuary." He calls the outer tabernacle a "worldly sanctuary" because it was lawful for all the world to enter it: "Wherein were both the lampstand, and the table, and the setting forth of the loaves. And behind the second veil was a tabernacle which is called the Holy of Holies, having a golden censer and the ark of the covenant overlaid round about on every side with gold, wherein"
Notes, col. 355

On the reading

Printed εις, for εἰς.

Printed αισθητὰ, for αἰσθητὰ.

Printed Αιγυπτίων, for Αἰγυπτίων.

Printed Αιγυπτίοις, for Αἰγυπτίοις.

Printed εικόνα, for εἰκόνα.

Printed αισθητοῦ, for αἰσθητοῦ.

Printed εισῆλθεν, for εἰσῆλθεν.

Printed εισερχομένην, for εἰσερχομένην.

Printed εισιέναι, for εἰσιέναι.

PG 49:356Read from the page
στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αι πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης, κατασκιάζοντα τὸ ιλαστήριον. Τούτων δὲ οὕτω κατεσκευασμένων, εις μὲν τὴν πρώτην σκηνὴν διαπαντὸς εισίασιν οι ιερεῖς, τὰς λατρείας ἐπιτελοῦντες· εις δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Ὁρᾷς ὅτι καὶ μόνος εισέρχεται ὁ ἀρχιερεὺς, καὶ ἅπαξ τοῦ ἐνιαυτοῦ παντός;
"was a golden jar holding the manna, and Aaron's rod that budded, and the tablets of the covenant; and above it cherubim of glory overshadowing the mercy-seat. Now when these things have been thus prepared, the priests continually enter into the first tabernacle, accomplishing the services; but into the second the high priest alone enters once a year, not without blood, which he offers for himself and for the sins of ignorance of the people." Do you see that the high priest both enters alone, and once in the whole year?
δʹ. Τί οὖν ταῦτα, φησὶ, πρὸς τὴν προκειμένην ἡμέραν; Ἀναμείνατε μικρὸν, καὶ μὴ θορυβεῖσθε. Ἄνωθεν γὰρ τὴν πηγὴν διορύττομεν, καὶ ἐπ' αὐτὴν σπεύδομεν τὴν κορυφὴν ἐλθεῖν, ὥστε μετ' εὐκολίας ὑμῖν ἅπαντα γενέσθαι δῆλα· μᾶλλον δὲ, ἵνα μὴ μέχρι πολλοῦ ὁ λόγος συνεσκιασμένος ᾖ, μηδὲ ἀσαφέστερος ὢν ἀπαγορεύειν ὑμᾶς ποιήσῃ πρὸς τὸ μῆκος τῶν λεγομένων, ἤδη τὴν αἰτίαν ὑμῖν ἐρῶ, δι' ἣν ταῦτα πάντα ἀνεκίνησα. Τίς οὖν ἐστιν ἡ αἰτία; Ἕξ μῆνας ἐν γαστρὶ ἐχούσης τῆς Ἐλισάβετ τὸν Ἰωάννην, ἡ Μαρία ἤρξατο συλλαμβάνειν. Ἂν τοίνυν μάθωμεν ποῖος ἐκεῖνος ὁ μὴν ὁ ἕκτος ἦν, εἰσόμεθα καὶ πότε ἤρξατο συλλαμβάνειν ἡ Μαρία· εἶτα μαθόντες, πότε ἤρξατο συλλαμβάνειν, εἰσόμεθα καὶ πότε ἔτεκεν, ἐννέα μῆνας ἀριθμήσαντες ἐκ τῆς συλλήψεως.
4. "What then," says one, "have these things to do with the present day?" Wait a little, and do not be perturbed. For we are digging out the spring from high up and hastening to reach the very summit, so that all things may become clear to you with ease; nay rather, lest our discourse remain shaded in obscurity for a long while, and by being somewhat unclear cause you to grow weary at the length of what is said, I shall tell you at once the reason why I have stirred up all these matters. What then is the reason? When Elizabeth had been six months with child with John, Mary began to conceive. If, therefore, we learn which month that sixth month was, we shall know also when Mary began to conceive; then, having learned when she began to conceive, we shall know also when she gave birth, counting nine months from the conception.
Πόθεν οὖν εἰσόμεθα, ποῖος ἦν ὁ ἕκτος μὴν τῆς κυήσεως τῆς Ἐλισάβετ; Ἂν μάθωμεν ποῖος ἦν ὁ μὴν, καθ' ὃν ἤρξατο συλλαμβάνειν. Πόθεν δὲ εἰσόμεθα ποῖος ἦν ὁ μὴν, καθ' ὃν συνέλαβεν; Ἂν μάθωμεν κατὰ ποῖον καιρὸν εὐηγγελίσθη Ζαχαρίας ὁ ταύτης ἀνήρ. Αὐτὸ δὲ τοῦτο πόθεν ἡμῖν ἔσται γνώριμον; Ἀπὸ τῶν θείων Γραφῶν· καθὼς τὸ ἅγιον Εὐαγγέλιον λέγει, ὅτι εἰς τὰ Ἅγια τῶν ἁγίων ἔνδον ὄντα τὸν Ζαχαρίαν ὁ ἄγγελος εὐηγγελίσατο, καὶ εἶπεν αὐτῷ περὶ τοῦ τοκετοῦ Ἰωάννου. Ἂν τοίνυν ἀποδειχθῇ σαφῶς ἀπὸ τῶν Γραφῶν, ὅτι καὶ ἅπαξ εἰσήρχετο εἰς τὰ Ἅγια τῶν ἁγίων ὁ ἀρχιερεὺς, καὶ μόνος, καὶ πότε, καὶ ποίῳ μηνὶ τοῦ ἐνιαυτοῦ τὸ ἅπαξ τοῦτο εἰσέρχεται, εὔδηλος ἔσται ὁ καιρὸς, καθ' ὃν εὐηγγελίσθη· τούτου δὲ γενομένου δήλου, καὶ ἡ ἀρχὴ τῆς συλλήψεως ἔσται τοῖς πᾶσι γνώριμος. Ὅτι μὲν οὖν ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσήρχετο, καὶ ὁ Παῦλος ἐδήλωσε, καὶ ὁ Μωϋσῆς δὲ τοῦτο αὐτὸ δῆλον ποιεῖ, οὕτω λέγων· Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Λάλησον πρὸς Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ μὴ εισπορευέσθω πᾶσαν ὥραν εις τὸ ἅγιον τὸ ἐσώτερον τοῦ καταπετάσματος εις τὸ πρόσωπον τοῦ ιλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ οὐκ ἀποθανεῖται. Καὶ πάλιν· Καὶ πᾶς ἄνθρωπος οὐκ ἔσται ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, εισπορευομένου αὐτοῦ ἐξιλάσασθαι εις τὰ ἅγια, ἕως ἂν ἐξέλθῃ, καὶ ἐξιλάσεται περὶ ἑαυτοῦ, καὶ τοῦ οἴκου αὐτοῦ, καὶ πάσης τῆς συναγωγῆς τῶν υἱῶν Ἰσραήλ· καὶ ἐξιλάσεται ἐπὶ τὸ θυσιαστήριον τὸ ἔναντι Κυρίου. Ὅτι μὲν οὖν οὐ διὰ παντὸς εἰσῄει εἰς τὰ Ἅγια τῶν ἁγίων, οὔτε ἔνδον ὄντος αὐτοῦ ἅψασθαι θέμις ἦν τινα, ἀλλ' ἔξω παρὰ τὸ καταπέτασμα ἑστάναι, δῆλον ἀπὸ τούτων. Ἀλλὰ κατέχετε δὴ ταῦτα μετὰ ἀκριβείας. Ὑπόλοιπον γάρ ἐστι δεῖξαι, ποῖος ἦν ὁ καιρὸς, καθ' ὃν εἰσῄει εἰς τὰ Ἅγια τῶν
Whence, then, shall we know which month was the sixth month of Elizabeth's pregnancy? If we learn which month it was in which she began to conceive. And whence shall we know which month it was in which she conceived? If we learn at what season Zachariah her husband received the glad tidings. And whence will this very point be known to us? From the divine Scriptures; even as the holy Gospel says that while Zachariah was inside the Holy of Holies the angel brought him glad tidings and spoke to him concerning the birth of John. If, therefore, it be clearly proved from the Scriptures both that the high priest entered once into the Holy of Holies, and alone, and when and in what month of the year he makes this single entrance, the season at which he received the glad tidings will be manifest; and once this has become clear, the beginning of the conception will also be well known to all. Now that he entered once a year, Paul too made clear, and Moses also makes this very thing plain, speaking thus: "And the Lord spoke unto Moses, saying: Speak unto Aaron thy brother, and let him not enter at all hours into the sanctuary within the veil, before the face of the mercy-seat which is upon the ark of the testimony, and he shall not die." And again: "And there shall be no man in the tabernacle of the testimony when he goeth in to make atonement in the holy place, until he come out; and he shall make atonement for himself, and for his house, and for all the congregation of the sons of Israel; and he shall make atonement upon the altar that is before the Lord." That, therefore, he did not enter at all times into the Holy of Holies, and that while he was inside it was not lawful for anyone to come nigh, but one had to stand outside beside the veil, is clear from these passages. Hold fast these points, then, with precision. For it remains to show what season it was at which he used to enter into the Holy of
Notes, col. 356

On the reading

Printed αι, for αἱ.

Printed ιλαστήριον, for ἱλαστήριον.

Printed εις, for εἰς.

Printed εισίασιν, for εἰσίασιν.

Printed οι, for οἱ.

Printed ιερεῖς, for ἱερεῖς.

Printed εισέρχεται, for εἰσέρχεται.

Printed εισπορευέσθω, for εἰσπορευέσθω.

Printed ιλαστηρίου, for ἱλαστηρίου.

Printed εισπορευομένου, for εἰσπορευομένου.