Migne Reading Room

PG 49 · cols. 337–342 · Read from the page

Homilies IX on Penance

Homilies IX on Penance

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:337Read from the page
βατον· εἰσέρχεται ὄφις, καὶ ἐξέρχεται ἀρνίον, οὐ τῆς φύσεως μεταβαλλομένης, ἀλλὰ τῆς κακίας ἐλαυνομένης. Διὰ τοῦτο συνεχῶς τὸν περὶ μετανοίας κινῶ λόγον. Ἡ γὰρ μετάνοια, δεινὴ καὶ φοβερὰ τῷ ἁμαρτωλῷ, φάρμακον τῶν πλημμελημάτων, δαπάνημα τῶν παρανομιῶν, ἀνάλωμα τῶν δακρύων, παῤῥησία πρὸς τὸν Θεὸν, ὅπλον κατὰ τοῦ διαβόλου, μάχαιρα ἀποτέμνουσα αὐτοῦ τὴν κεφαλὴν, σωτηρίας ἐλπὶς, ἀπογνώσεως ἀναίρεσις· αὕτη τὸν οὐρανὸν ἀνοίγει, αὕτη εἰς τὸν παράδεισον εἰσάγει, αὕτη τοῦ διαβόλου περιγίνεται (διὰ δὴ τοῦτο συνεχῶς τὸν περὶ τούτου κινῶ λόγον), ὥσπερ καὶ τὸ θαῤῥεῖν ποιεῖ ὑποσκελίζεσθαι. Ἁμαρτωλὸς εἶ; μὴ ἀπογνῷς· οὐ παύομαι συνεχῶς ταῦτα ἐπαλείφων τὰ φάρμακα· καὶ γὰρ οἶδα ἡλίκον ὅπλον ἐστὶ κατὰ τοῦ διαβόλου τὸ μὴ ἀπογινώσκειν ὑμᾶς. Ἂν ἔχῃς ἁμαρτήματα, μὴ ἀπογνῷς· οὐ παύομαι ταῦτα συνεχῶς λέγων· κἂν καθ' ἡμέραν ἁμαρτάνῃς, καθ' ἡμέραν μετανόει· καὶ ὅπερ ἐν ταῖς παλαιαῖς ποιοῦμεν οἰκίαις, ὅταν σαθρωθῶσιν, ὑπεξαιρούμεθα τὰ σεσαθρωμένα, καὶ καινὰ ἐπισκευάζομεν, καὶ οὐδέποτε συνεχοῦς ἐπιμελείας ἐπιλανθανόμεθα· τοῦτο καὶ ἐν ἡμῖν ποιῶμεν. Εἰ ἐπαλαιώθης σήμερον ἀπὸ τῆς ἁμαρτίας, ἀνακαίνισον σεαυτὸν ἀπὸ τῆς μετανοίας. Καὶ ἔνι, φησὶ, μετανοήσαντα σωθῆναι; Καὶ πάνυ ἔνι. Πάντα τὸν βίον ἐν ἁμαρτίαις διέτριψα, καὶ ἐὰν μετανοήσω, σώζομαι; Πάνυ. Πόθεν δῆλον; Ἀπὸ τῆς τοῦ Δεσπότου σου φιλανθρωπίας. Μὴ γὰρ τῇ μετανοίᾳ σου θαῤῥῶ; μὴ γὰρ ἡ μετάνοιά σου ἰσχύει τοσαῦτα κακὰ ἀποσμήξασθαι; Εἰ ἡ μετάνοια μόνη ἦν, εἰκότως ἐφοβοῦ· ἐπειδὴ δὲ τῇ μετανοίᾳ κεράννυται Θεοῦ φιλανθρωπία, θάῤῥει· Θεοῦ γὰρ φιλανθρωπίας μέτρον οὐκ ἔστιν, οὐδὲ λόγῳ ἑρμηνευθῆναι δύναται αὐτοῦ ἡ ἀγαθότης. Ἡ μὲν γὰρ σὴ κακία μέτρον ἔχει, τὸ δὲ φάρμακον μέτρον οὐκ ἔχει· ἡ σὴ κακία οἵα ἐὰν ᾖ, ἀνθρωπίνη ἐστὶ κακία, ἡ δὲ τοῦ Θεοῦ φιλανθρωπία ἄφατος· καὶ θάῤῥει, ὅτι περιγίνεταί σου τῆς κακίας. Ἐννόησον σπινθῆρα εἰς πέλαγος ἐμπεσόντα· μὴ δύναται στῆναι ἢ φανῆνσι; Ὅσον σπινθὴρ πρὸς πέλαγος, τοσοῦτον κακία πρὸς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· μᾶλλον δὲ οὐδὲ τοσοῦτον, ἀλλὰ πολλῷ πλέον. Τὸ μὲν γὰρ πέλαγος, κἂν μέγα ᾖ, μέτρον ἔχει· ἡ δὲ τοῦ Θεοῦ φιλανθρωπία ἀπεριόριστος.
sheep; he enters a serpent, and comes out a lamb—not that his nature is altered, but that wickedness is driven out. For this reason I continually stir up discourse concerning repentance. For repentance, dread and fearsome to the sinner, is the medicine of offences, the consuming of transgressions, the expenditure of tears, boldness before God, a weapon against the devil, a sword cutting off his head, the hope of salvation, the abolition of despair; this opens heaven, this leads into paradise, this prevails over the devil (for this very reason I continually stir up discourse concerning this), even as overconfidence also causes one to be tripped up. Are you a sinner? Do not despair: I do not cease continually applying these salves; for I know how great a weapon against the devil it is that you do not despair. If you have sins, do not despair: I do not cease continually saying these things; even if you sin every day, repent every day; and what we do in old houses when they become decayed—we remove from underneath the rotted parts, and build in new ones, and never forget unceasing care—let us do this in ourselves as well. If today you have grown old from sin, renew yourself through repentance. And is it possible, someone says, to repent and be saved? Most assuredly it is possible. I have spent my whole life in sins, and if I repent, am I saved? Assuredly. Whence is this clear? From the loving-kindness of your Master. Do I place my confidence in your repentance? Is your repentance strong enough to wipe clean so many evils? If it were repentance alone, you would reasonably be afraid; but since the loving-kindness of God is mingled with repentance, take courage; for there is no measure to God's loving-kindness, nor can His goodness be expressed in speech. For your wickedness has a measure, whereas the medicine has no measure; your wickedness, whatever it may be, is human wickedness, whereas God's loving-kindness is ineffable; take courage, therefore, that it prevails over your wickedness. Consider a spark falling into the open sea: can it stand or appear? As much as a spark is compared to the sea, so much is wickedness compared to the loving-kindness of God; or rather, not even so much, but far more. For the sea, great though it be, has a measure; whereas the loving-kindness of God is boundless.
Ταῦτα λέγω, οὐχ ἵνα ὑμᾶς ῥαθυμοτέρους ἐργάσωμαι, ἀλλ' ἵνα σπουδαιοτέρους καταστήσω. Παρήνεσα πολλάκις εἰς θέατρον μὴ ἀναβαίνειν· ἤκουσας, οὐκ ἐπείσθης· ἀνέβης εἰς τὸ θέατρον, παρήκουσάς μου τοῦ λόγου· μὴ αἰσχυνθῇς πάλιν εἰσελθεῖν, καὶ ἀκοῦσαι. Ἤκουσα, καὶ οὐκ ἐτήρησα, πῶς δύναμαι πάλιν εἰσελθεῖν; Τέως αὐτὸ τοῦτο οἶδας, ὅτι οὐκ ἐτήρησας· τέως αἰσχύνῃ, τέως ἐρυθριᾷς, τέως μηδενός σε ἐλέγχοντος τὸν χαλινὸν περιφέρεις, τέως τὸν λόγον μου ἔχεις ἐῤῥιζωμένον, τέως μὴ φαινομένου ἡ διδασκαλία μου καθαίρει σε. Οὐκ ἐτήρησας, κατέγνως σεαυτοῦ; εἰς τὸ ἥμισυ ἐτήρησας, κἂν μὴ τηρήσῃς, εἴπῃς δὲ, Οὐκ ἐτήρησα· ὁ γὰρ καταγνοὺς ἑαυτοῦ ἐπὶ τῷ μὴ τηρῆσαι, ἐπὶ τὸ τηρῆσαι σπουδάζει. Ἐθεώρησας; εἰργάσω παρανομίαν; αἰχμάλωτος ἐγένου τῆς πόρνης; κατέβης ἀπὸ τοῦ θεάτρου; πάλιν
I say these things not that I may render you more indolent, but that I may make you more eager. I have often exhorted you not to go up to the theatre; you heard, you did not obey; you went up to the theatre, you disregarded my word; do not be ashamed to enter again and hear. I heard, and I did not keep it: how am I able to enter again? Meanwhile you know this very thing, that you did not keep it; meanwhile you feel shame, meanwhile you blush, meanwhile with no one reproving you, you carry about the bridle, meanwhile you hold my word rooted within, meanwhile even in my absence my teaching purges you. Did you fail to keep it, and did you condemn yourself? You have kept it by half, even if you do not keep it, yet say, I did not keep it; for he who has condemned himself for not having kept it is eager to keep it. Did you watch the spectacle? Did you work transgression? Did you become a captive of the harlot? Did you come down from the theatre? Have you again
Notes, col. 337

On the reading

Printed φανῆνσι, for φανῆναι.

PG 49:338Read from the page
ἐμνήσθης; ᾐσχύνθης; πρόσελθε. Ἐλυπήθης; παρακάλεσον τὸν Θεόν· ἀνέστης μέχρι τούτου. Οὐαί μοι, ἤκουσα, καὶ οὐκ ἐτήρησα· πῶς εἰσέλθω εἰς τὴν ἐκκλησίαν; πῶς πάλιν ἀκούσω; Μᾶλλον εἴσελθε, ἐπειδὴ οὐκ ἐτήρησας, ἵνα πάλιν ἀκούσας τηρήσῃς. Φάρμακον ἐὰν ἐπιθῇ σοι ὁ ἰατρὸς, καὶ μὴ καθαρίσῃ σε, ἄλλην ἡμέραν οὐκ ἐπιτίθησιν αὐτὸ πάλιν; Ἔστι τις δρυοτόμος· θελέτω τέμνειν δρῦν, λαμβάνει ἀξίνην, κόπτει τὴν ῥίζαν· ἐὰν δῷ μίαν πληγὴν, καὶ μὴ πέσῃ τὸ ἄκαρπον δένδρον, οὐ δίδωσιν ἄλλην πληγὴν, οὐ τὴν τετάρτην, οὐ τὴν πέμπτην, οὐ τὴν δεκάτην; Οὕτω καὶ σὺ ποίει· δρῦς ἐστιν ἡ πόρνη, ἄκαρπον δένδρον, βαλάνους ἐκφέρουσα χοίρων ἀλόγων τροφήν· ἐν πολλῷ χρόνῳ ἐῤῥιζώθη ἐν τῇ διανοίᾳ σου, ἐν τῇ περιβολῇ τῶν δένδρων κατέβαλέ σου τὸ συνειδός· ὁ λόγος μου ἀξίνη ἐστίν. Ἤκουσας μίαν ἡμέραν· πῶς εἰς μίαν ἡμέραν πίπτει ἡ τοσούτῳ χρόνῳ ἐῤῥιζωμένη; Ἐὰν γὰρ δὶς, ἐὰν γὰρ τρὶς, ἐὰν γὰρ ἑκατοντάκις, ἐὰν γὰρ μυριάκις, οὐκ ἔστι θαυμαστόν· μόνον ἔκκοψον πρᾶγμα πονηρὸν καὶ ἰσχυρὸν, συνήθειαν πονηράν. Μάννα ἤσθιον οἱ Ἰουδαῖοι, καὶ κρόμμυα ἐζήτουν τὰ ἐν Αἰγύπτῳ· Καλῶς ἦν ἡμῖν ἐν Αἰγύπτῳ· οὕτως αἰσχρὸν πρᾶγμα συνήθεια καὶ κάκιστον. Κἂν γὰρ εἰς δέκα ἡμέρας κατορθώσῃς, ἐὰν γὰρ εἰς εἴκοσιν, ἐὰν γὰρ εἰς τριάκοντα, οὐκ ἀγαπῶ, οὐ χάριν ἔχω, οὐ περιπτύσσομαί σε· μόνον μὴ ἀποκάμῃς, ἀλλὰ αἰσχύνου καὶ καταγίνωσκε.
remembered? Were you put to shame? Draw near. Were you grieved? Entreat God; thus far you have risen up. Woe is me, I heard, and I did not keep it: how may I enter into the church? How may I hear again? All the more enter in, since you did not keep it, so that having heard again you may keep it. If a physician applies a medicine to you, and it does not cleanse you, does he not apply it again on another day? Suppose there is a woodcutter: let him wish to fell an oak; he takes an axe, he strikes at the root; if he gives one blow, and the barren tree does not fall, does he not give another blow, not a fourth, not a fifth, not a tenth? Do you act thus also: the harlot is an oak, a barren tree, bringing forth acorns, the food of irrational swine; over a long time she has taken root in your mind, in the enclosure of trees she has cast down your conscience; my word is an axe. You heard on a single day: how in a single day does that fall which has been rooted for so long a time? For if twice, if thrice, if a hundred times, if ten thousand times, it is no marvel; only cut out an evil and stubborn thing, an evil habit. The Jews ate manna, and yet sought the onions that were in Egypt: It was well with us in Egypt; so shameful and most vile a thing is habit. Even if you set things right in ten days, even if in twenty, even if in thirty, do I not welcome it, am I not grateful, do I not embrace you? Only do not grow weary, but feel shame and condemn yourself.
βʹ. Πάλιν διελέχθην περὶ ἀγάπης· ἤκουσας, ἀπῆλθες καὶ ἥρπασας; οὐκ ἐπεδείξω διὰ τῶν ἔργων τὸν λόγον; Μὴ αἰσχυνθῇς πάλιν εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν· αἰσχύνου ἁμαρτάνων, μὴ αἰσχύνου μετανοῶν. Πρόσεχε τί ἐποίησέ σοι ὁ διάβολος. Δύο ταῦτά ἐστιν, ἁμαρτία καὶ μετάνοια· ἁμαρτία τραῦμα, μετάνοια φάρμακον. Ὥσπερ γὰρ ἐν τῷ σώματι τραύματα καὶ φάρμακα· οὕτω καὶ ἐν τῇ ψυχῇ ἁμαρτήματα καὶ μετάνοια· ἀλλ' ἡ ἁμαρτία τὴν αἰσχύνην ἔχει, ἡ δὲ μετάνοια τὴν παῤῥησίαν κέκτηται. Πρόσεχέ μοι μετὰ ἀκριβείας, παρακαλῶ, ἵνα μὴ τὴν τάξιν συγχέων ἀπολέσῃς τὴν ὠφέλειαν Ἔστι τραῦμα καὶ φάρμακον, ἁμαρτία καὶ μετάνοια· τὸ τραῦμα ἡ ἁμαρτία, τὸ φάρμακον ἡ μετάνοια· ἐν τῷ τραύματι σηπεδὼν, ἐν τῷ φαρμάκῳ καθαρισμὸς σηπεδόνος· ἐν τῇ ἁμαρτίᾳ σηπεδὼν, ἐν τῇ ἁμαρτίᾳ ὄνειδος, ἐν τῇ ἁμαρτίᾳ γέλως· ἐν τῇ μετανοίᾳ παῤῥησία, ἐν τῇ μετανοίᾳ ἐλευθερία, ἐν τῇ μετανοίᾳ καθαρισμὸς ἁμαρτήματος. Πρόσεχε μετὰ ἀκριβείας. Τῇ ἁμαρτίᾳ αἰσχύνη ἕπεται, τῇ μετανοίᾳ παῤῥησία ἀκολουθεῖ. Προσέσχες ᾧ λέγω; Τὴν τάξιν ὁ Σατανᾶς ἀντέστρεψε, καὶ ἔδωκε τὴν παῤῥησίαν τῇ ἁμαρτίᾳ, καὶ τὴν αἰσχύνην τῇ μετανοίᾳ. Οὐκ ἀφίσταμαι ἕως ἑσπέρας, ἕως οὗ αὐτὸ λύσω· δεῖ με τὴν ὑπόσχεσιν πληρῶσαι· ἀμήχανόν με ἀποστῆναι. Ἔστι τραῦμα καὶ φάρμακον· τὸ τραῦμα τὴν σηπεδόνα ἔχει, τὸ φαρμάκον τὸν καθαρισμὸν τῆς σηπεδόνος κέκτηται. Μὴ ἐν τῷ φαρμάκῳ σηπεδών; μὴ ἐν τῷ τραύματι ἴασις; οὐκ ἔχει ταῦτα τὴν οἰκείαν τάξιν, κἀκεῖνα τὴν οἰκείαν; μὴ δύναται μεταβῆναι τοῦτο πρὸς ἐκεῖνο, ἢ ἐκεῖνο πρὸς τοῦτο; Οὐδαμῶς. Ἔλθωμεν λοιπὸν ἐπὶ τῆς ψυχῆς τῶν ἁμαρτημάτων. Ἡ ἁμαρτία τὴν αἰσχύνην ἔχει, ἡ ἁμαρτία τὸ ὄνειδος ἔχει, καὶ τὴν ἀτιμίαν συγκεκληρωμένην· ἡ μετάνοια τὴν παῤῥησίαν ἔχει, ἡ μετάνοια τὴν νηστείαν
2. Again, I discoursed concerning charity: did you hear, go away, and plunder? Did you not show forth the word through your works? Do not be ashamed to enter again into the church: be ashamed when sinning, do not be ashamed when repenting. Attend to what the devil has done to you. There are these two things, sin and repentance: sin is a wound, repentance is a medicine. For just as in the body there are wounds and medicines, so also in the soul there are sins and repentance; yet sin holds shame, whereas repentance possesses boldness. Attend to me with exactness, I beg you, lest by confounding the order you lose the benefit. There is wound and medicine, sin and repentance: the wound is sin, the medicine is repentance; in the wound is putrefaction, in the medicine cleansing of putrefaction; in sin is putrefaction, in sin reproach, in sin ridicule; in repentance is boldness, in repentance freedom, in repentance cleansing of sin. Attend with exactness. Shame follows sin; boldness attends repentance. Have you attended to what I say? Satan has inverted the order, and has given boldness to sin and shame to repentance. I will not desist until evening, until I undo this; I must fulfil my promise; it is impossible for me to desist. There is wound and medicine: the wound holds putrefaction, the medicine possesses the cleansing of putrefaction. Is there putrefaction in the medicine? Is there healing in the wound? Do not these hold their own proper order, and those their own? Can this pass over to that, or that to this? By no means. Let us come, then, to the matter of the sins of the soul. Sin holds shame, sin holds reproach, and has dishonour allotted together with it; repentance holds boldness, repentance holds fasting,
Notes, col. 338

On the reading

Printed φαρμάκον, for φάρμακον.

PG 49:339Read from the page
ἔχει, ἡ μετάνοια τὴν δικαιοσύνην κέκτηται· Λέγε γὰρ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς· καὶ, Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Εἰδὼς οὖν ὁ Σατανᾶς, ὅτι ἡ μὲν ἁμαρτία ἔχει τὴν αἰσχύνην, πρᾶγμα ἱκανῶς ἀποκροῦσαι τὸν ἁμαρτάνοντα δυνάμενον, ἡ δὲ μετάνοια ἔχει τὴν παῤῥησίαν, πρᾶγμα ἱκανὸν ἐπισπάσασθαι τὸν μετανοοῦντα, ἐνήλλαξε τὴν τάξιν, καὶ ἔδωκε τὴν αἰσχύνην τῇ μετανοίᾳ, καὶ τὴν παῤῥησίαν τῇ ἁμαρτίᾳ. Πόθεν τοῦτο; ἐγὼ λέγω. Ἁλίσκεταί τις ὑπὴ ἐπιθυμίας χαλεπῆς πρὸς πάνδημον πόρνην· ἀκολουθεῖ τῇ πόρνῃ ὡς αἰχμάλωτος· εἰσέρχεται εἰς τὸ καταγώγιον· οὐκ αἰσχυνόμενος, οὐκ ἐρυθριῶν συμπλέκεται τῇ πόρνῃ, πράττει τὴν ἁμαρτίαν· οὐδαμοῦ αἰσχύνη αὐτῷ, οὐδαμοῦ ἐρυθριᾷ· ἐξέρχεται ἐκεῖθεν μετὰ τὸ τέλος τῆς ἁμαρτίας, καὶ ἵνα μετανοήσῃ αἰσχύνεται. Ἄθλιε, ὅτε περιεπλέκου τῇ πόρνῃ, οὐκ ᾐσχύνου, ἀλλ' ὅτε ἦλθες μετανοῆσαι, τότε αἰσχύνῃ; Αἰσχύνεται, εἰπέ; εἰς τί ὅτε ἐπόρνευσεν οὐκ ᾐσχύνετο; Τὸ πρᾶγμα πράττει, καὶ οὐκ αἰσχύνεται, καὶ τὸ ῥῆμα ἐρυθριᾷ; Διαβόλου δέ ἐστι κακουργία αὕτη. Ἐν τῇ ἁμαρτίᾳ οὐκ ἀφίησιν αὐτὸν αἰσχύνεσθαι, ἀλλὰ δημοσιεύεσθαι· οἶδε γὰρ, ὅτι ἐὰν αἰσχυνθῇ, φεύγει τὴν ἁμαρτίαν· ἐν τῇ μετανοίᾳ ποιεῖ αὐτὸν αἰσχύνεσθαι, οἶδε γὰρ ὅτι αἰσχυνόμενος οὐ μετανοεῖ. Δύο κακὰ ποιεῖ, καὶ εἰς τὴν ἁμαρτίαν ἕλκει, καὶ τὴν μετάνοιαν ἐπέχει. Τί αἰσχύνῃ λοιπόν; Ὅτε ἐπόρνευες, οὐκ ᾐσχύνου· ὅτε τὸ φάρμακον ἐπιτίθης, αἰσχύνῃ; ὅτε ἀπαλλάττεις ἑαυτὸν ἁμαρτίας, αἰσχύνῃ; Τότε ὤφειλες αἰσχύνεσθαι, τότε ἔδει σε αἰσχύνεσθαι, ὅτε ἡμάρτανες. Ὅτε ἐγίνου ἁμαρτωλὸς, οὐκ ᾐσχύνου· ὅτε γίνῃ δίκαιος, αἰσχύνῃ; Λέγε τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Ὦ φιλανθρωπία Δεσπότου. Οὐκ εἶπεν, Ἵνα μὴ κολασθῇς, ἀλλ' Ἵνα δικαιωθῇς· οὐκ ἤρκει αὐτῷ, ὅτι οὐ κολάζεις αὐτὸν, ἔτι καὶ δίκαιον ποιεῖς; Καὶ πάνυ. Ἀλλὰ πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ. Δίκαιον αὐτὸν ποιῶ. Καὶ ποῦ τοῦτο ἐποίησεν; Ἐπὶ τοῦ ληστοῦ, ἵνα εἴπῃ μόνον ἐκεῖνο, Οὐδὲ φοβῇ σὺ τὸν Θεὸν, τῷ ἑταίρῳ αὐτοῦ. Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν. Λέγει πρὸς αὐτὸν ὁ Σωτήρ· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Οὐκ εἶπεν, Ἀπαλλάττω σε κολάσεως καὶ τιμωρίας, ἀλλ' εἰς τὸν παράδεισον εἰσάγει αὐτὸν δίκαιον.
repentance possesses righteousness: For declare your iniquities first, that you may be justified; and, A righteous man is his own accuser at the outset of his speech. Satan, therefore, knowing that sin holds shame—a thing well able to beat back the sinner—whereas repentance holds boldness—a thing able to draw on the penitent—exchanged the order, and gave shame to repentance and boldness to sin. Whence is this clear? I tell you. Someone is captured by a grievous lust for a common harlot; he follows the harlot like a captive; he enters into the brothel; neither feeling shame nor blushing, he embraces the harlot, he performs the sin; nowhere is there shame in him, nowhere does he blush; he comes out from there after the completion of the sin, and to repent he is ashamed. Wretched man, when you were embracing the harlot, were you not ashamed, yet when you came to repent, then you are ashamed? Is he ashamed, tell me? To what end was he not ashamed when he committed fornication? He performs the deed, and is not ashamed, and blushes at the word? This is the malice of the devil. In sin he does not suffer him to feel shame, but to parade himself publicly—for he knows that if he feels shame, he flees the sin; in repentance he causes him to feel shame, for he knows that through feeling shame he does not repent. Two evils does he work: he both drags him into sin, and holds back his repentance. Why then are you ashamed? When you were committing fornication, you were not ashamed; when you apply the medicine, are you ashamed? When you rid yourself of sin, are you ashamed? Then you ought to have felt shame, then it behoved you to feel shame, when you were sinning. When you were becoming a sinner, you were not ashamed; when you become righteous, are you ashamed? Declare your iniquities first, that you may be justified. O loving-kindness of the Master! He did not say, That you may not be punished, but, That you may be justified. Was it not enough for Him that Thou dost not punish him, dost Thou also make him righteous? Most assuredly. Yet attend with exactness to the word. I make him righteous. And where did He do this? In the case of the robber, when he merely spoke that saying to his fellow: Do not even you fear God? And we indeed justly; for we receive things worthy of what we have done. The Saviour says to him: Today you shall be with Me in paradise. He did not say, I rid you of chastisement and punishment; rather, He brings him into paradise righteous.
Εἶδες ἀπὸ ἐξομολογήσεως δίκαιον γενόμενον; Πολὺ φιλάνθρωπός ἐστιν ὁ Θεός· Υἱοῦ οὐκ ἐφείσατο, ἵνα δούλου φείσηται· παρέδωκε τὸν Μονογενῆ, ἵνα ἀγοράσῃ δούλους ἀγνώμονας· τὸ αἷμα τοῦ Υἱοῦ αὐτοῦ τιμὴν κατέβαλεν. Ὦ φιλανθρωπία Δεσπότου. Καὶ μή μοι λέγε πάλιν· Ἥμαρτον πολλὰ, καὶ πῶς δυνήσομαι σωθῆναι; Σὺ οὐ δύνασαι, ὁ Δεσπότης σου δύναται, καὶ οὕτως ὡς ἐξαλεῖψαι τὰ ἁμαρτήματα. Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ· οὕτως ἐξαλείφει τὰ ἁμαρτήματα, ὡς μήτε ἴχνος αὐτῶν μεῖναι. Ἐπὶ μὲν γὰρ τῶν σωμάτων οὐκ ἔνι τοῦτο, ἀλλὰ κἂν μυριάκις σπουδάσῃ ὁ ἰατρὸς, κἂν φάρμακα ἐπιθῇ τῷ τραύματι, τὸ μὲν τραῦμα ἠφάνισεν· ἀλλὰ πολλάκις ἐπλήγη τις εἰς τὴν ὄψιν, καὶ τὸ μὲν τραῦμα διώρθωσεν, ἡ δὲ οὐλὴ ἐναπέμεινεν, ἔλεγχον τοῦ τραύματος περιφέρουσα τὴν ἀμορφίαν τῆς ὄψεως· καὶ φιλονεικεῖ μυρία ὁ ἰατρὸς ἐξαλεῖψαι καὶ τὴν οὐλὴν, οὐ δύναται δέ· ἀντιπίπτει γὰρ αὐτῷ ἡ ἀσθένεια τῆς φύσεως, καὶ
Have you seen a man become righteous from confession? Abundantly loving towards mankind is God: He did not spare His Son, that He might spare a servant; He delivered up the Only-begotten, that He might buy ungrateful servants; He paid down the blood of His Son as the price. O loving-kindness of the Master! And do not say to me again: I have sinned much, and how shall I be able to be saved? You are not able, your Master is able, and in such wise as to wipe out your sins. Attend with exactness to the word: He so wipes out sins that not even a trace of them remains. For in the case of bodies this is not possible; rather, even if the physician takes pains ten thousand times, even if he applies medicines to the wound, he makes the wound disappear indeed; yet often a man has been struck in the face, and he has set the wound right, yet the scar has remained behind, carrying about the disfigurement of the face as proof of the wound; and the physician strives ten thousand ways to wipe out the scar also, yet he is not able; for the weakness of nature resists him, and
Notes, col. 339

On the reading

Printed ὑπὴ, for ὑπὸ.

PG 49:340Read from the page
τὸ ἀνίσχυρον τῆς τέχνης, καὶ τὸ εὐτελὲς τῶν φαρμάκων. Ὁ δὲ Θεὸς ὅταν ἐξαλείφῃ τὰ ἁμαρτήματα, οὐδὲ οὐλὴν ἀφίησιν, οὐδὲ ἴχνος συγχωρεῖ μεῖναι, ἀλλὰ μετὰ τῆς ὑγιείας καὶ τὴν εὐμορφίαν χαρίζεται, μετὰ τῆς ἀπαλλαγῆς τῆς κολάσεως καὶ δικαιοσύνην δίδωσι, καὶ ποιεῖ τὸν ἡμαρτηκότα ἴσον εἶναι τῷ μὴ ἡμαρτηκότι. Ἀναιρεῖ γὰρ τὸ ἁμάρτημα, καὶ ποιεῖ αὐτὸ μηδὲ εἶναι, μηδὲ γεγονέναι· οὕτω καθόλου αὐτὸ ἀναιρεῖ· οὐκ οὐλὴ, οὐκ ἴχνος, οὐκ ἔλεγχος, οὐ δεῖγμα.
the feebleness of the art, and the meanness of the medicines. But God, when He blots out sins, leaves not even a scar, nor suffers a trace to remain, but together with health He bestows comeliness also, together with release from punishment He gives righteousness also, and makes him who has sinned to be equal to him who has not sinned. For He does away with the sin, and makes it neither to be, nor to have come to be; so utterly does He do away with it: no scar, no trace, no proof, no token.
γʹ. Καὶ πόθεν δῆλον τοῦτο; Ὧν γὰρ ἐγὼ λέγω, καὶ τὰς ἀποδείξεις ὀφείλω παρασχέσθαι, ὥστε μὴ ἀποφαίνεσθαι μόνον, ἀλλ' ἀποδεικνύναι ἀπὸ τῶν Γραφῶν, ἵνα ἀσφαλὴς μείνῃ ἡ πληροφορία. Εἰσάγω οὖν ὑμῖν ἀνθρώπους τετραυματισμένους, δῆμον ὁλόκληρον, ἑλκῶν γέμοντας, σηπεδόνος, σκωλήκων, ὅλον τραῦμα ὄντας, ὅλον ἕλκος, καὶ οὕτω δυναμένους θεραπευθῆναι, ὡς μὴ μεῖναι οὐλὴν, ὡς μὴ μεῖναι ἴχνος, ὡς μὴ μεῖναι δεῖγμα· οὐχ ἓν ἔχοντας τραῦμα, οὐ δύο, οὐ τρία, οὐ τέσσαρα, ἀλλ' ἀπὸ ποδῶν ἕως κεφαλῆς τραῦμα ὄντας. Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ· κοινὸς γὰρ ὁ λόγος οὗτος ἡμῶν καὶ σωτήριος. Φάρμακα κατασκευάζω τῶν ἰατρῶν βελτίονα, οἷα οὔτε βασιλεῖς κατασκευάσαι δύνανται. Βασιλεὺς τί δύναται; Δεσμωτηρίου ἐκβαλεῖν, γεέννης δὲ ἐλευθερῶσαι οὐ δύναται· χρήματα χαρίσασθαι, ψυχὴν δὲ σῶσαι οὐ δύναται. Ἀλλὰ τῇ χειρὶ τῆς μετανοίας ὑμᾶς ἐγχειρίζω, ἵνα μάθητε αὐτῆς τὴν δύναμιν, ἵνα μάθητε αὐτῆς τὴν ἰσχὺν, ἵνα μάθητε ὅτι οὐ περιγίνεται αὐτῆς ἁμάρτημα, οὐδὲ ἔστι παρανομία ἰσχύουσα περιγενέσθαι αὐτῆς τῆς δυνάμεως. Τέως εἰσάγω οὐχ ἕνα, οὐ δύο, οὐ τρεῖς, ἀλλὰ χιλιάδας πολλὰς ἡλκωμένας, τετραυματισμένας, μυρίων ἁμαρτημάτων γεμούσας, ἀπὸ τῆς μετανοίας δυναμένας σωθῆναι, ὡς μηδὲ ἴχνος, μηδὲ οὐλὴν ἔχειν τῶν ἑλκῶν τῶν προτέρων. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας τῷ λόγῳ, καὶ μὴ προσέχετε μόνον, ἀλλὰ καὶ τῇ μνήμῃ παραδίδοτε τὰ λεγόμενα, ἵνα καὶ τοὺς ἀπολειφθέντας συμβιβάσητε, καὶ οὕτω τῇ ὠφελείᾳ τῶν εἰρημένων ἐρήμους ὄντας σπουδαιοτέρους καταστήσητε. Παρέστω τοίνυν Ἡσαΐας ὁ τῶν Σεραφὶμ θεωρὸς, ὁ τὸ μυστικὸν μέλος ἀκούσας ἐκεῖνο, ὁ μυρία περὶ τοῦ Χριστοῦ προειπών· ἐρωτήσωμεν τί φησιν· Ὅρασις ἣν εἶδεν Ἡσαΐας κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ τῆς Ἱερουσαλήμ. Ειπὲ τὴν ὅρασιν ἣν εἶδες, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν. Ἄλλα ἐπηγγείλω, καὶ ἄλλα λέγεις. Ποῖα ἄλλα ἐπηγγειλάμην; Ἀρχόμενος λέγεις· Ὅρασις κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλὴμ, καὶ ἀφεὶς τὴν Ἰουδαίαν, καὶ τὴν Ἱερουσαλὴμ, οὐρανῷ προσδιαλέγῃ, καὶ ἐπὶ τὴν γῆν ἐκκλίνας τὸν λόγον, ἀφῆκας τοὺς λογικοὺς ἀνθρώπους, καὶ τοῖς ἀλόγοις στοιχείοις διαλέγῃ; Ἐπειδὴ τῶν ἀλόγων ἀλογώτεροι οἱ λογικοὶ ἐγένοντο· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἐπειδὴ μέλλων ὁ Μωϋσῆς εἰσάγειν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ ἀφορῶν τὰ μέλλοντα ἔσεσθαι, ὅτι τὰ παραδεδομένα ἔμελλον παριδεῖν. Ἄκουε, οὐρανὲ, φησὶ, καὶ προσεχέτω γῆ ῥήματα ἐκ στόματός μου. Διαμαρτύρομαι ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν, ὁ Μωϋσῆς φησιν, ὅτι ἐὰν εἰσέλθητε εἰς τὴν γῆν ἐπαγγελίας, καὶ ἐγκαταλείπητε Κύριον τὸν Θεὸν, ἔχετε διασκεδασθῆναι εἰς πάντα τὰ ἔθνη. Ἦλθεν Ἡσαΐας, ἔμελλεν ἡ ἀπειλὴ εἰς ἔργον ἐκφέρεσθαι· οὐκ ἠδύνατο Μωϋσέα καλέσαι τὸν ἀποθανόντα, καὶ τοὺς τότε ἀκούσαντας καὶ τελευτήσαντας, καὶ καλεῖ τὰ στοιχεῖα,
3. And whence is this manifest? For of the things which I speak, I ought also to furnish the proofs, so as not merely to assert, but to demonstrate from the Scriptures, that your assurance may remain secure. I bring in before you, therefore, wounded men, an entire people, full of ulcers, of putrefaction, of worms, being one whole wound, one whole ulcer, and yet able so to be healed that no scar remains, that no trace remains, that no token remains; having not one wound, not two, not three, not four, but being a wound from feet to head. Attend with exactness to the discourse; for this our discourse is common to all and saving. I prepare medicines better than those of physicians, such as neither kings are able to prepare. What can a king do? Cast out of prison, yet free from Gehenna he cannot; bestow money, yet save a soul he cannot. But I put you into the hand of repentance, that you may learn its power, that you may learn its strength, that you may learn that sin does not prevail over it, nor is there lawlessness strong enough to prevail over its power. Meanwhile I bring in not one, not two, not three, but many thousands ulcerated, wounded, full of myriad sins, able to be saved by repentance, so as to have neither trace nor scar of their former ulcers. Yet attend with exactness to the discourse, and do not merely attend, but also commit what is said to memory, that you may instruct those also who were left behind, and thus render more earnest those who were deprived of the benefit of what has been spoken. Let Isaiah, therefore, come forward, the beholder of the Seraphim, who heard that mystic song, who foretold myriad things concerning Christ; let us ask what he says: The vision which Isaiah saw against Judaea, and against Jerusalem. Tell the vision which you saw: Hear, O heaven, and give ear, O earth, for the Lord has spoken. You promised one thing, and you speak another. What other thing did I promise? Beginning, you say: A vision against Judaea and against Jerusalem; and leaving Judaea and Jerusalem, do you converse with heaven, and turning aside your speech to the earth, have you left rational men, and do you converse with the unreasoning elements? Because rational men became more unreasoning than unreasoning things; and not on this account alone, but because Moses, being about to lead them into the land of promise, and looking forward to what was about to be, saw that they were about to disregard what had been delivered to them. Hear, O heaven, says he, and let the earth give heed to the words out of my mouth. I call heaven and earth to witness against you, says Moses, that if you enter into the land of promise, and forsake the Lord God, you shall be scattered among all the nations. Isaiah came, the threat was about to be carried out into deed; he could not call Moses who had died, and those who had heard then and had deceased, and so he calls the elements,
Notes, col. 340

On the reading

Printed Ειπὲ, for Εἰπὲ.

PG 49:341Read from the page
ἅπερ διεμαρτύρετο Μωϋσῆς. Ἰδοὺ ἐξεβλήθητε τῆς ἐπαγγελίας, ὦ Ἰουδαῖοι· ἰδοὺ ἐγκαταλελοίπατε τὸν Θεόν· πῶς σε καλέσω, Μωϋσῆ; ἀπέθανες γὰρ καὶ ἐτελεύτησας. Πῶς καλέσω τὸν Ἀαρών; κἀκεῖνος τελευτῇ παρεδόθη. Οὐκ ἔχεις πῶς καλέσαι ἄνθρωπον; Κάλεσον τὰ στοιχεῖα. Διὰ γὰρ τοῦτο κἀγὼ ζῶν οὐχὶ τὸν Ἀαρὼν μόνον, καὶ τόνδε καὶ τόνδε διεμαρτυράμην, ἐπειδήπερ ἔμελλον τελευτᾷν, ἀλλὰ καὶ τὰ στοιχεῖα τὰ μένοντα διαμαρτύρομαι ὑμῖν, τὸν οὐρανὸν καὶ τὴν γῆν. Λέγει οὖν ὁ Ἡσαΐας· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Ὑμᾶς γὰρ ἐνετείλατο Μωϋσῆς καλέσαι σήμερον. Οὐ διὰ τοῦτο δὲ μόνον αὐτὰ καλεῖ τὰ στοιχεῖα, ἀλλ' ἐπειδὴ διελέχθη τοῖς Ἰουδαίοις. Ἄκουε, οὐρανὲ, σὺ γὰρ τὸ μάννα κατήνεγκας· Ἐνωτίζου, ἡ γῆ, σὺ γὰρ τὴν ὀρτυγομήτραν ἔδωκας. Ἄκουε, οὐρανὲ, ἄκουε· σὺ γὰρ τὸ μάννα κατήνεγκας, σὺ γὰρ ὑπὲρ τὴν φύσιν ἐπεδείξω· ἄνω ἦς, καὶ ἅλωνα ἐμιμήσω. Ἐνωτίζου, γῆ· σὺ γὰρ κάτω ἦς, καὶ τράπεζαν ἐσχεδιασμένην κατεσκεύασας. Ἤργει ἡ φύσις, καὶ εἰργάζετο ἡ χάρις· οὐδὲ βοῶν ἐργασία, καὶ ὁ στάχυς παρεσκευασμένος· οὐ μαγείρων χεῖρες, οὐκ ἐπίταγμα, ἀλλ' ἦν τὸ μάννα πάντα γινόμενον, πηγὴ ἡγιασμένη· ἡ φύσις τῆς οἰκείας ἀσθενείας ἐπελάθετο. Πῶς τὰ ἱμάτια αὐτῶν οὐ κατετρίβη; πῶς τὰ ὑποδήματα αὐτῶν οὐκ ἐπαλαιώθησαν; Πάντα ἐγένοντο πρὸς τὴν τούτων διακονίαν. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Μετὰ τῶν ὑπομνημάτων καὶ τῶν εὐεργεσιῶν ἐκείνων, ὑβρίζεται ὁ Δεσπότης. Τίνι ἐντύχω; ἢ ὑμῖν; Ἄνθρωπον οὐκ ἔχω τὸν ἀκούοντα. Ἰδοὺ ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐλάλησα, καὶ οὐκ ἦν ὁ ἀκουσόμενος. Τοῖς ἀλόγοις διαλέγομαι, ἐπειδὴ οἱ λογικοὶ εἰς ἀλόγων εὐτέλειαν κατηνέχθησαν. Διὰ τοῦτο καὶ ἄλλος προφήτης βλέπει τὸν βασιλέα μαινόμενον, τὸ εἴδωλον θεραπευόμενον, τὸν Θεὸν ὑβριζόμενον, τοὺς ἄλλους ἅπαντας κατεπτηχότας, καὶ λέγει· Ἄκουσον, θυσιαστήριον, ἄκουσόν μου. Λίθῳ διαλέγῃ; Ναί· ἐπειδὴ λίθου ἀναισθητότερος ὁ βασιλεύς. Ἄκουσόν μου, θυσιαστήριον, ἄκουσον· τάδε λέγει Κύριος. Καὶ εὐθέως διεσχίσθη τὸ θυσιαστήριον· καὶ ὁ λίθος ἤκουσεν, ὁ λίθος ἐῤῥάγη, καὶ ἐξέχεε τὴν θυσίαν. Πῶς οὐκ ἤκουσεν ὁ ἄνθρωπος; Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἁρπάσαι τὸν προφήτην· καὶ τί ποιεῖ ὁ Θεός; Ἐξήρανεν αὐτοῦ τὴν χεῖρα. Βλέπε τί ἐποίησε, βλέπε φιλανθρωπίαν Δεσπότου, καὶ ἁμαρτίαν δούλου. Διὰ τί ἐξ ἀρχῆς οὐκ ἐξήρανεν αὐτοῦ τὴν χεῖρα; Ἵνα τῷ πάθει τοῦ λίθου σωφρονέστερος γένηται. Εἰ γὰρ μὴ ἐσχίσθη ὁ λίθος, ἐφειδόμην σου· ἐπειδὴ δὲ διεσχίσθη ὁ λίθος, καὶ σὺ οὐ διωρθώθης, ἐπὶ σὲ φέρω τὴν ὀργήν. Ἐξέτεινε τὴν χεῖρα ἁρπάσαι τὸν προφήτην, καὶ ἐξηράνθη ἡ χείρ. Εἱστήκει τὸ τρόπαιον· δορυφόροι τοσοῦτοι καὶ στρατηγοὶ καὶ βοήθεια πολλὴ, καὶ τὴν χεῖρα αὐτοῦ συστεῖλαι οὐκ ἠδύναντο· ἀλλ' εἱστήκει ἡ χεὶρ φωνὴν ἀφιεῖσα, στηλιτεύουσα τῆς ἀσεβείας τὴν ἧτταν, καὶ ἀσεβείας τὸ τρόπαιον, τοῦ Θεοῦ φιλανθρωπίαν, κἀκείνου τὴν ἀπόνοιαν. Καὶ συστεῖλαι αὐτὴν οὐκ ἠδύναντο.
which Moses called to witness. Behold, you have been cast out of the promise, O Jews; behold, you have forsaken God: how shall I call you, O Moses? For you died and deceased. How shall I call Aaron? He also was given over to death. Have you no way to call a man? Call the elements. For on this account I also while living called to witness not Aaron alone, and such a one and such a one, since they were about to die, but I also call to witness against you the elements that remain, the heaven and the earth. Isaiah says, therefore: Hear, O heaven, and give ear, O earth. For Moses commanded to call you today. Yet not on this account alone does he call the elements themselves, but because he conversed with the Jews. Hear, O heaven, for you brought down the manna; Give ear, O earth, for you gave the quail. Hear, O heaven, hear: for you brought down the manna, for you made a display above nature; you were above, and you imitated a threshing-floor. Give ear, O earth: for you were below, and you prepared an improvised table. Nature was idle, and grace worked: no labour of oxen, and the ear of corn was prepared; no hands of cooks, no requisition, but the manna was becoming all things, a hallowed fountain; nature forgot its own weakness. How were their garments not worn out? how did their sandals not grow old? All things came to be for their service. Hear, O heaven, and give ear, O earth. After those reminders and benefactions, the Master is treated with insult. To whom shall I appeal? To you? I have no man who hears. Behold, I came, and there was no man; I spoke, and there was none to hear. I converse with unreasoning things, because rational men have been brought down to the meanness of unreasoning things. On this account another prophet also sees the king raving, the idol tended, God treated with insult, all the rest cowering, and says: Hear, O altar, hear me. Do you converse with a stone? Yes: because the king is more insensible than a stone. Hear me, O altar, hear; thus says the Lord. And straightway the altar was rent asunder: and the stone heard, the stone burst, and poured out the sacrifice. How did the man not hear? He stretched out his hand to seize the prophet; and what does God do? He withered his hand. See what He did, see the loving-kindness of the Master, and the sin of the slave. Why did He not wither his hand from the beginning? That by the suffering of the stone he might become more self-controlled. For had the stone not been rent, I was sparing you; but since the stone was rent asunder, and you were not amended, I bring the wrath upon you. He stretched out his hand to seize the prophet, and the hand was withered. The trophy stood fast: so many spearmen and generals and great succour, and they could not draw back his hand; but the hand stood fast uttering a voice, pillorying the defeat of impiety, and the trophy over impiety, the loving-kindness of God, and that man's madness. And they could not draw it back.
δʹ. Ἀλλ' ἵνα μὴ λόγον ἐκ λόγου ὑφαίνοντες τῆς ὑποθέσεως ἐπιλαθώμεθα, φέρε οὖν ἃ ἐπηγγειλάμεθα δείξωμεν. Τί δὲ ἐπηγγειλάμην; Ὅτι εἰ μυρία τραύματά τις ἔχει, μετανοήσει δὲ καὶ ποιήσει τὸ χρηστὸν, οὕτως αὐτὰ ἐξαλείφει ὁ Θεὸς, ὡς μηδὲ οὐλὴν, μηδὲ ἴχνος, μηδὲ δεῖγμα φαίνεσθαι τῶν προτέρων ἁμαρτημάτων· ταῦτα ὑποσχόμενος, ταῦτα ἐπιδεῖξαι πειράσομαι. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν. Ειπέ μοι τί
4. Yet lest, weaving discourse from discourse, we forget our theme, come then, let us show what we promised. And what did I promise? That if someone has myriad wounds, yet repents and does what is good, God so blots them out that neither scar, nor trace, nor token appears of the former sins; having promised these things, these I shall endeavour to demonstrate. Hear, O heaven, and give ear, O earth, for the Lord has spoken. Tell me what
Notes, col. 341

On the reading

Printed Ειπέ, for Εἰπέ.

PG 49:342Read from the page
ἐλάλησεν; Υιοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, [ἀλόγων ἀλογώτεροι,] καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ [ὄνων ὀνωδέστεροι·] Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν. Οὐαὶ ἔθνος ἁμαρτωλόν. Διὰ τί, φησὶν, οὐκ ἔνι σωτηρίας ἐλπίς; Οὐαὶ διὰ τί λέγεις, εἰπέ μοι; Ὅτι οὐχ εὑρίσκω ἴασιν. Οὐαὶ διὰ τί λέγεις; Ὅτι ἐπέθηκα φάρμακα, καὶ οὐκ εἶξε τὸ ἕλκος· διὰ τοῦτο ἀπεστράφην. Τί οὖν ἔχω ποιῆσαι; οὐδὲ θεραπεῦσαι κοπιῶ. Οὐαί. Θρηνοῦσαν γυναῖκα μιμεῖται· καὶ καλῶς ποιεῖ. Παρακαλῶ, προσέχετέ μοι μετὰ ἀκριβείας. Οὐαὶ, διὰ τί; Ἐπειδὴ καὶ τὸ αὐτὸ ἐπὶ σωμάτων γίνεται. Ὅταν γὰρ ἴδῃ ὁ ἰατρὸς τὸν νοσοῦντα οὐκ ἔχοντα σωτηρίας ἐλπίδα, δακρύει, καὶ οἱ οἰκεῖοι καὶ προσήκοντες ὀλοφυρόμενοι στενάζουσιν· ἀλλ' ἐκεῖ εἰκῆ καὶ μάτην. Ὅταν γὰρ μέλλῃ τελευτᾷν ὁ τελευτῶν, κἂν ὁ κόσμος ὅλος θρηνήσῃ, οὐκ ἐγερεῖ αὐτόν· ὥστε πένθους ὁ θρῆνος, οὐ διορθώσεως. Ἐπὶ δὲ τῆς ψυχῆς οὐκ ἔστι τοῦτο, ἀλλ' ἐὰν θρηνήσῃς, πολλάκις ἐγείρεις τὸν νεκρὸν τῇ ψυχῇ. Διὰ τί; Ὅτι τὸ σῶμα μὲν ἀποθανὸν, οὐκ ἐγείρεται δυνάμει ἀνθρωπίνῃ, ψυχὴ δὲ ἀποθανοῦσα διορθώσει ἐγείρεται. Βλέπε πόρνον, καὶ θρήνησον· καὶ ἐγερεῖς αὐτὸν πολλάκις. Διὰ τοῦτο καὶ Παῦλος οὐκ ἔγραφε μόνον, οὐδὲ παρῄνει, ἀλλὰ καὶ ἐθρήνει μετὰ δακρύων, νουθετῶν ἕνα ἕκαστον. Ἔστω, νουθετεῖς, τί καὶ δακρύεις; Ἵνα ἐὰν μὴ ἰσχύσῃ ἡ νουθεσία, τὰ δάκρυα βοηθήσῃ. Οὕτω καὶ ὁ προφήτης θρηνεῖ. Ὁ Δεσπότης ἡμῶν ἰδὼν τὴν Ἱερουσαλὴμ πεπτωκυῖαν λέγει· Ἱερουσαλὴμ ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς σέ. Ἀνακαλεῖται τὴν πόλιν πεπτωκυῖαν, καὶ μιμεῖται ἄνθρωπον θρηνοῦντα. Καὶ ὁ προφήτης· Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν· μὴ ἔχει ὑγιὲς τὸ σῶμα. Εἶδες αὐτοὺς ἡλκωμένους; Σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι. Διὰ τί θρηνεῖς, εἰπέ μοι; Ἐγκατελίπετε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ. Τί ἔτι πληγῆτε; Τί ἔχω ὑμᾶς πλῆξαι; λιμῷ, ἢ λοιμῷ; Πᾶσα τιμωρία ἦλθε, καὶ ἡ κακία ὑμῶν οὐκ ἀνηλώθη· Προστιθέντες ἀνομίας. Πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην. Οὐκ ἔνι τραῦμα, οὐ μώλωψ. Καινὰ πράγματα. Πρὸ μικροῦ ἔλεγες· Σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι, ἐγκατελίπετε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ· καὶ, Οὐαὶ ἔθνος ἁμαρτωλόν! Θρηνεῖς, κόπτῃ, ὀδύρῃ, καταλέγεις τὰ τραύματα, καὶ ἐπανιὼν λέγεις, Οὔτε τραῦμα, οὔτε μώλωψ; Πρόσεχε· τραῦμα τότε γίνεται, ὅταν τὸ μὲν ἄλλο μέρος τοῦ σώματος ὑγιὲς ᾖ, ἓν δὲ μέρος τοῦ σώματος ἀναίσθητον μένῃ· ἐνταῦθα δὲ λέγει, ὅτι ὅλον τραῦμά ἐστιν. Οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα, ἀλλὰ ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἀλλότριοι κατεσθίουσι. Πάντα ταῦτα ἐποίησα, καὶ ὑμεῖς οὐ διωρθώθητε· πάντα ἐποίησα τὰ τῆς τέχνης, ὁ δὲ νοσερὸς μένει νεκρός. Δεῦτε, ἀκούσατε λόγον Κυρίου, οἱ ἄρχοντες Σοδόμων καὶ Γομόῤῥας. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; Τί οὖν; Σοδομηνοῖς διαλέγεται; Οὐχὶ, ἀλλὰ Ἰουδαίους Σοδομηνοὺς καλεῖ·
He has spoken? I have begotten and exalted sons, but they have rejected Me. The ox knows his owner, and the ass his master's crib; but Israel has not known Me, and My people has not understood Me. Woe, sinful nation! Why, says he, is there no hope of salvation? Why do you say Woe, tell me? Because I find no healing. Why do you say Woe? Because I applied medicines, and the ulcer did not yield; on this account I turned away. What then have I to do? I do not even labour to heal. Woe! He imitates a lamenting woman; and he does well. I beseech you, attend to me with exactness. Woe—why? Because the very same thing happens in the case of bodies also. For when the physician sees the sick man having no hope of recovery, he weeps, and his household and relatives, bewailing, groan; yet there it is at random and in vain. For when the dying man is about to die, even if the whole world lament, it will not raise him up; so that the lamentation belongs to mourning, not to amendment. But in the case of the soul it is not thus; rather, if you lament, you often raise up him who is dead in soul. Why? Because the body, once dead, is not raised up by human power, whereas a soul that has died is raised up by amendment. Look upon a fornicator, and lament; and you will often raise him up. On this account Paul also did not merely write, nor merely exhort, but also lamented with tears, admonishing each one. Be it so, you admonish—why do you also weep? That if the admonition does not avail, the tears may give aid. Thus the prophet also laments. Our Master, upon seeing Jerusalem fallen, says: Jerusalem, that killest the prophets, and stonest those who are sent to you. He calls aloud upon the fallen city, and imitates a lamenting man. And the prophet: Woe, sinful nation, a people full of sins! Its body has no soundness. Did you see them ulcerated? A wicked seed, lawless sons! Why do you lament, tell me? Ye have forsaken the Lord, and have provoked to wrath the Holy One of Israel. Why should ye be smitten any more? Wherewith have I to smite you? With famine, or with pestilence? Every punishment has come, and your wickedness has not been spent: Adding lawlessness. The whole head is for pain, and the whole heart for grief. There is no wound, no weal. Strange things! A little while ago you were saying: A wicked seed, lawless sons, ye have forsaken the Lord, and have provoked to wrath the Holy One of Israel; and, Woe, sinful nation! You lament, you beat your breast, you wail, you recount the wounds, and returning you say, Neither wound, nor weal? Attend: a particular wound takes place when the rest of the body is sound, while one part of the body remains insensible; but here he says that the whole is a wound. Neither wound, nor weal, nor festering blow; there is no applying a poultice, nor oil, nor bandages, from feet to head. Your land is desolate, your cities burned with fire; strangers devour your country. All these things I did, and you were not amended; I did all the things of my art, and the sick man remains dead. Come, hear the word of the Lord, ye rulers of Sodom and Gomorrah. What to Me is the multitude of your sacrifices? What then? Is he conversing with Sodomites? No, but he calls the Jews Sodomites;
Notes, col. 342

On the reading

Printed Υιοὺς, for Υἱοὺς.