Migne Reading Room

PG 49 · cols. 331–336 · Read from the page

Homilies IX on Penance

Homilies IX on Penance

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:331Read from the page
καὶ διετήρησεν. Ἀξία τοίνυν ἐπαίνου παντὸς Ῥαὰβ, ἡ εἰκὼν τῆς Ἐκκλησίας. Διὰ τοῦτο καὶ ὁ γενναῖος Παῦλος, καταμαθὼν αὐτῆς τὸ ἀξίωμα τῆς πίστεως, καὶ οὐκ ἀδόκιμον ἡγησάμενος διὰ τὴν προτέραν κατάστασιν, ἀλλὰ δόκιμον διὰ τὴν ἔνθεον μεταβολὴν, συναριθμεῖ αὐτὴν τοῖς ἁγίοις πᾶσι, καὶ εἰρηκώς· Πίστει Ἄβελ θυσίαν προσήνεγκε· πίστει Ἀβραὰμ τὸ καὶ τὸ ἐποίησε· πίστει Νῶε κιβωτὸν εἰργάσατο· πίστει Μωϋσῆς τὰ καὶ τὰ ἐποίησε καὶ κατώρθωσε· καὶ πολλῶν ἐφεξῆς μνησθεὶς ἁγίων, τὸ τελευταῖον ἐπήγαγε· Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα. Καὶ ὅρα πῶς μετὰ πολλῆς σοφίας ἐκέρασε τὴν ἑαυτῆς εὐγνωμοσύνην. Ὅτε γὰρ ἀπεστάλησαν παρὰ τοῦ βασιλέως ζητοῦντες τοὺς κατασκόπους, λέγουσιν αὐτῇ· Εἰ εἰσῆλθον πρὸς σὲ ἄνδρες; Ἡ δὲ πρὸς αὐτούς· Ναὶ, φησὶν, εἰσῆλθον. Πρῶτον οἰκοδομεῖ τὴν ἀλήθειαν, καὶ οὕτως ἐπάγει τὸ ψεῦδος. Οὐδέποτε γὰρ καθ' αὑτὸ τὸ ψεῦδος πιστεύεται, ἐὰν μὴ προλαβὸν ἐνδείξηται τὴν ἀλήθειαν· διὰ τοῦτο οἱ πιθανῶς ψευδόμενοι πρῶτον λέγουσι τἀληθῆ καὶ πᾶσιν ὡμολογημένα, καὶ τότε ἐπάγουσι τὰ ψευδῆ καὶ ἀμφιβαλλόμενα. Εἰσῆλθον πρὸς σὲ κατάσκοποι; Λέγει, Ναί· εἰ γὰρ εἶπεν ἐξ ἀρχῆς, Οὔ, προεκαλεῖτο εἰς ἔρευναν τοὺς ἐπελθόντας· ἀλλὰ, Καὶ εἰσῆλθον, φησὶ, καὶ ἐξῆλθον τῇδε τῇ ὁδῷ, καταδιώξατε, καὶ καταλήψεσθε αὐτούς. Ὢ καλοῦ ψεύδους· ὢ καλοῦ δόλου οὐ προδιδόντος τὰ θεῖα, ἀλλὰ φυλάττοντος τὴν εὐσέβειαν. Εἰ τοίνυν τὴν Ῥαὰβ ἐκείνην ἡ μετάνοια σωτηρίας τοσαύτης ἠξίωσε, καὶ διὰ στόματος ἁγίων κηρύττεται, Ἰησοῦ μὲν τοῦ Ναυῆ βοῶντος ἐν τῇ ἐρήμῳ· Ζήτω Ῥαὰβ ἡ πόρνη, Παύλου δὲ λέγοντος, Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, πόσῳ μᾶλλον ἡμεῖς, ἐὰν προσάγωμεν τὴν μετάνοιαν, δεξόμεθα τὴν σωτηρίαν; Μετανοίας νῦν ὁ παρὼν καιρός· πολὺς γὰρ ὁ φόβος τῶν ἐπικειμένων ἡμῖν ἁμαρτημάτων, ἂν μὴ προλάβοι τὴν τιμωρίαν ἡ μετάνοια. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει· σβέσωμεν τὴν πυρκαϊὰν τῶν ἁμαρτημάτων, οὐχ ὕδασι πολλοῖς, ἀλλὰ μικροῖς δάκρυσι. Πολὺ τὸ πῦρ τῆς ἁμαρτίας, καὶ ὀλίγῳ δακρύῳ σβέννυται· τὸ γὰρ δάκρυον σβέννυσι πυρκαϊὰν ἁμαρτημάτων, καὶ ἀποπλύνει δυσωδίαν ἁμαρτίας. Μαρτυρεῖ Δαυῒδ ὁ μακάριος λέγων, καὶ δεικνύων τὴν δύναμιν τῶν δακρύων ὅσον ἰσχύει· Λούσω γὰρ, φησὶ, καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Καὶ μὴν εἰ τὴν ἀφθονίαν ἐβούλετο δεῖξαι τῶν δακρύων, ἤρκει τὸ εἰπεῖν· Ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Διὰ τί οὖν προέταξε τὸ, Λούσω; Ἵνα δείξῃ ὅτι λουτρόν ἐστι καὶ καθάρσιον ἁμαρτημάτων τὰ δάκρυα.
and kept safe. Worthy therefore of all praise is Rahab, the image of the Church. Wherefore also the noble Paul, having discerned the dignity of her faith, and deeming her not reprobate by reason of her former condition, nay rather approved by reason of her godly transformation, numbereth her together with all the saints; and after saying, 'By faith Abel offered a sacrifice'; by faith Abraham wrought this and that; by faith Noah fashioned an ark; by faith Moses wrought and accomplished such and such things; and having made mention of many saints in order, last of all he adduced: 'By faith Rahab the harlot perished not with them that were disobedient, having received the spies, and sent them forth by another way.' And behold how with great wisdom she tempered her own goodwill. For when men were sent from the king seeking the spies, they say unto her: 'Did men come in unto thee?' And she unto them: 'Yea,' saith she, 'they came in.' First she buildeth up the truth, and thus bringeth on the falsehood. For never of itself is falsehood believed, unless going before it display the truth; wherefore those who speak false plausibly tell first the things that are true and acknowledged by all, and then bring on the things that are false and doubtful. 'Did spies come in unto thee?' She saith, 'Yea'; for had she said from the outset, 'Nay,' she would have provoked those who came upon her unto a search; nay rather, 'Both they came in,' saith she, 'and they went out by this way; pursue after them, and ye shall overtake them.' O noble falsehood! O noble guile that betrayeth not divine things, but guardeth piety! If therefore repentance counted that Rahab worthy of so great a salvation, and she is proclaimed through the mouth of saints—Joshua the son of Nun crying aloud in the wilderness, 'Let Rahab the harlot live,' and Paul saying, 'By faith Rahab the harlot perished not with them that were disobedient'—how much more shall we, if we bring repentance, receive salvation? Now is the present season of repentance; for great is the fear of the sins that lie upon us, lest repentance fail to forestall the punishment. 'Let us come before His face in confession'; let us quench the blaze of sins, not with many waters, but with small tears. Great is the fire of sin, and with a scant tear it is quenched; for the tear quencheth a blaze of sins, and washeth away the stench of sin. The blessed David beareth witness, saying, and showing how mighty is the power of tears: 'For I shall wash,' saith he, 'every night my couch; with my tears I shall drench my bedding.' And yet if he wished to show the abundance of the tears, it had sufficed to say: 'With my tears I shall drench my bedding.' Wherefore then did he place first the word, 'I shall wash'? That he might show that tears are a bath and a cleansing-offering for sins.
ϛʹ. Πάντων τῶν κακῶν αἴτια τὰ ἁμαρτήματα. Διὰ τὰ ἁμαρτήματα λῦπαι, διὰ τὰ ἁμαρτήματα ταραχαὶ, διὰ τὰ ἁμαρτήματα πόλεμοι, διὰ τὰ ἁμαρτήματα νόσοι, καὶ πάντα ὅσα ἡμῖν προσπίπτει δυσίατα πάθη. Ὥσπερ οὖν οἱ ἄριστοι τῶν ἰατρῶν οὐ τὰ φαινόμενα πάθη ἐξετάζουσιν, ἀλλὰ τὴν αἰτίαν τῶν φαινομένων ἐπιζητοῦσιν· οὕτω καὶ ὁ Σωτὴρ βουλόμενος δεῖξαι πάντων τῶν κακῶν τῶν ἐν ἀνθρώποις αἰτίαν τὴν ἁμαρτίαν, φησὶ τῷ παραλελυμένῳ τὸ σῶμα· ἐπειδὴ εἶδεν αὐτὸν ὁ ἰατρὸς τῶν ψυχῶν πρότερον τὴν ψυχὴν παραλυθέντα, καὶ τότε τὸ σῶμα, λέγει πρὸς αὐτόν· Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Οὐκοῦν καὶ τῆς προλαβούσης ἀῤῥωστίας αἴτιον ἡ ἁμαρτία· τοῦτο καὶ ζημίας αἴτιον· τοῦτο καὶ λύπης, τοῦτο καὶ συμφορᾶς
6. Of all evils sins are the causes. Because of sins come sorrows, because of sins tumults, because of sins wars, because of sins sicknesses, and all the hard-to-heal sufferings that befall us. Even as the best of physicians examine not the visible ailments, but seek out the cause of the visible symptoms; so also the Saviour, willing to show that sin is the cause of all the evils among men, saith unto him who was paralysed in body—forasmuch as the Physician of souls saw that he had first been paralysed in soul, and then in body, He saith unto him: 'Behold, thou hast been made whole; sin no more, lest some worse thing befall thee.' Accordingly, of the foregoing infirmity also sin was the cause; this is the cause of loss also; this also of sorrow, this also of
PG 49:332Read from the page
ἁπάσης ὑπόθεσις γίνεται. Πλὴν θαυμάζω ἐκεῖνο, πῶς τὴν λύπην ἀπ' ἀρχῆς τῷ ἀνθρώπῳ δοὺς ὁ Θεὸς διὰ τὴν ἁμαρτίαν τῇ ἀποφάσει τὴν ἀπόφασιν λύει, καὶ τῇ καταδίκῃ τὴν καταδίκην ἐκβάλλει· καὶ ὅπως, ἄκουε. Ἐδόθη λύπη διὰ τὴν ἁμαρτίαν, καὶ διὰ λύπης λύεται ἁμαρτία. Πρόσεχε ἀκριβῶς· τῇ γυναικὶ ἀπειλῶν ὁ Θεὸς, καὶ διὰ τὴν παράβασιν τὴν τιμωρίαν ἐπάγων, φησὶ πρὸς αὐτήν· Ἐν λύπαις τέξῃ τέκνα· καὶ ἔδειξε καρπὸν τῆς ἁμαρτίας, τὴν λύπην· ἀλλ , ὦ τοῦ μεγαλοδώρου! ὃ ἔδωκεν εἰς τιμωρίαν, μετέβαλεν εἰς σωτηρίαν. Ἁμαρτία λύπην ἐγέννησε· λύπη τὴν ἁμαρτίαν ἀνάλωσε, καὶ ὥσπερ σκώληξ ἀπὸ τοῦ ξύλου τικτόμενος, αὐτὸ δαπανᾷ τὸ ξύλον· οὕτω καὶ ἡ λύπη τεχθεῖσα ἀπὸ τῆς ἁμαρτίας, ἀναλίσκει τὴν ἁμαρτίαν, διὰ τῆς μετανοίας προσαγομένη. Διὰ τοῦτό φησιν ὁ Παῦλος· Ἡ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται. Καλὴ ἡ λύπη τοῖς γνησίως μετανοοῦσι· πρέπει τοῖς ἁμαρτάνουσι τὸ ὑπὲρ τῆς ἁμαρτίας πένθος· Μακάριοι γὰρ οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Πένθησον τὴν ἁμαρτίαν, ἵνα μὴ θρηνήσῃς τὴν τιμωρίαν· ἀπολόγησαι τῷ κριτῇ, πρὶν ἔλθῃς εἰς τὸ κριτήριον. Ἢ οὐκ οἶδας, ὅτι πάντες οἱ βουλόμενοι δυσωπῆσαι τὸν κριτὴν, οὐκ ἐν αὐτῇ τῇ ἐτάσει τῆς δίκης θεραπεύουσιν, ἀλλὰ πρὶν εἰσελθεῖν εἰς τὸ κριτήριον, ἢ διὰ φίλων, ἢ διὰ προστατῶν, ἢ δι' ἑτέρου τρόπου τινὸς τὸν δικαστὴν θεραπεύουσιν; Οὐκοῦν καὶ ἐπὶ τοῦ Θεοῦ ἐν τῷ καιρῷ τοῦ βήματος οὐκ ἔστι πεῖσαι τὸν δικαστήν· πρὸ δὲ τοῦ καιροῦ τῆς κρίσεως δυνατὸν δυσωπῆσαι τὸν κριτήν. Διόπερ ἔλεγεν ὁ Δαυΐδ· Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. Ἐκεῖ τὸν μέγαν κριτὴν οὐ παραλογίζεται ῥητόρων τέχνη· οὐ δυσωπεῖ δυναστεία· ἀξιώματι οὐ πείθεται· πρόσωπον οὐκ αἰσχύνεται· χρήμασιν οὐ διαφθείρεται, ἀλλὰ φοβερά ἐστι καὶ ἀδυσώπητος ἡ δικαιοκρισία.
becomes the groundwork of it all. Yet I marvel at this: how God, having given sorrow to man from the beginning on account of sin, annuls the sentence by the sentence, and casts out the condemnation by the condemnation; and how this is, hear. Sorrow was given because of sin, and through sorrow sin is dissolved. Attend exactly: when God threatens the woman and brings punishment upon her because of the transgression, He says to her: In sorrows you shall bear children; and He showed sorrow to be the fruit of sin; yet, O the munificent Giver! what He gave for punishment, He turned into salvation. Sin begat sorrow; sorrow consumed sin; and just as a worm breeding out of wood devours the wood itself, so also sorrow, born from sin, consumes sin when it is brought to bear through repentance. Wherefore Paul says: Godly sorrow works repentance unto salvation not to be regretted. Good is sorrow for those who genuinely repent; mourning over sin befits those who sin: For blessed are those who mourn, for they shall be comforted. Mourn over your sin, lest you lament over your punishment; make your defence to the Judge before you come into the courtroom. Or do you not know that all who wish to win over a judge do not court him during the actual trial of the case, but before entering the courtroom, either through friends, or through patrons, or by some other means, they court the magistrate? Accordingly, in the case of God as well, at the time of the judgement-seat it is impossible to persuade the Magistrate; but before the time of judgement it is possible to entreat the Judge. Wherefore David said: Let us come before His face with confession. There the craft of orators does not beguile the great Judge; sovereign power does not sway Him; He is not persuaded by rank; He does not regard persons; He is not corrupted by money; rather, fearsome and inexorable is His righteous judgement.
Ἐνταῦθα οὖν τὸν κριτὴν δυσωπήσωμεν, καὶ παρακαλέσωμεν· ἐνταῦθα παντὶ σθένει καθικετεύσωμεν, ἀλλ' οὐ χρήμασι· μᾶλλον δὲ, εἰ χρὴ τἀληθῆ λέγειν, πείθεται καὶ χρήμασιν ὁ φιλάνθρωπος, οὐκ αὐτὸς δεχόμενος, ἀλλὰ διὰ τῶν πενήτων. Δὸς πενομένῳ χρήματα, καὶ τὸν κριτὴν ἐδυσώπησας. Ταῦτα δὲ λέγω οἰκειούμενος ὑμᾶς, ἐπειδὴ μετάνοια ἐκτὸς ἐλεημοσύνης νεκρά ἐστι καὶ ἄπτερος· οὐ δύναται μετάνοια πτερωθῆναι, μὴ ἔχουσα πτερὸν ἐλεημοσύνης. Διὰ τοῦτο τῷ καλῶς μετανοήσαντι Κορνηλίῳ πτερὸν ἐγένετο τῆς εὐσεβείας ἡ ἐλεημοσύνη· Αἱ ἐλεημοσύναί σου γὰρ, φησὶ, καὶ αἱ προσευχαί σου εἰς οὐρανὸν ἀνέβησαν. Ὡς εἰ μὴ εἶχε πτερὸν τὴν ἐλεημοσύνην ἡ μετάνοια, οὐκ ἂν εἰς οὐρανὸν ἐχώρησεν. Ἀνέῳκται οὖν σήμερον ἐμπορεῖον ἐλεημοσύνης· ὁρῶμεν γὰρ τοὺς αἰχμαλώτους καὶ τοὺς πένητας· ὁρῶμεν τοὺς ἐν ἀγορᾷ περιφερομένους, ὁρῶμεν τοὺς βοῶντας, ὁρῶμεν τοὺς δακρύοντας, ὁρῶμεν τοὺς στένοντας· πανήγυρις ἡμῖν πρόκειται θαυμαστὴ, πανηγύρεως δὲ οὐδὲν ἕτερόν ἐστιν ἐπάγγελμα, καὶ τῷ ἐμπόρῳ οὐδὲν ἕτερόν ἐστι φρόνημα, ἢ τὰ ἐν τοῖς ὠνίοις ὀλίγου μὲν ἀγοράσαι, πολλοῦ δὲ πωλῆσαι. Οὐχ οὗτος τῶν ἐμπόρων ἑκάστου ὁ σκοπός; μὴ δι' ἕτερόν τι ἐπιβάλλεταί τις τῇ ἐμπορίᾳ, ἢ ἵνα τὰ μικροῦ ἐωνημένα μεγάλου διαπωλήσῃ, καὶ ἄρῃ πολυπλασιαζομένην αὐτῷ τὴν ἐμπορίαν; Τοιαύτην οὖν πανήγυριν προέθηκεν ἡμῖν ὁ Θεός· ὀλίγου τὰς δικαιοσύνας ἀγόρασον, ἵνα πολλοῦ μεταπωλήσῃς ἐν τῷ μέλλοντι· εἴ γε δεῖ μετάπρασιν εἰ-
Here, therefore, let us win over the Judge and beseech Him; here with all our strength let us earnestly implore Him, yet not with money; or rather, if one must speak the truth, the Lover of mankind is persuaded even by money, not receiving it Himself, but through the poor. Give money to a needy man, and you have won over the Judge. And I say these things drawing you close to myself, since repentance apart from almsgiving is dead and wingless; repentance cannot take wing if it lacks the wing of almsgiving. For this reason, to Cornelius, who repented nobly, almsgiving became the wing of piety: For your alms, it says, and your prayers have ascended into heaven. So that if repentance had not had almsgiving as its wing, it would not have advanced into heaven. Today, then, a mart of almsgiving has been opened: for we see the captives and the poor; we see those going about in the marketplace, we see those crying out, we see those weeping, we see those groaning; a wondrous fair is set before us, and a fair has no other promise, and a merchant has no other aim, than among the wares to buy for a little and to sell for much. Is not this the mark of each of the merchants? Does anyone apply himself to commerce for any other reason than that he may sell off at a great price what was bought for a small one, and carry away his merchandise multiplied manifold for himself? Such a fair, then, has God set before us: buy acts of righteousness for a little, that you may resell them for much in the age to come—if indeed one ought to call
PG 49:333Read from the page
πεῖν τὴν ἀνταπόδοσιν. Ἐνταῦθα δι' ὀλίγων ἀγοράζεται δικαιοσύνη, δι' εὐτελοῦς κλάσματος ἄρτου, δι' εὐτελοῦς ἱματίου, διὰ ποτηρίου ψυχροῦ· Ὃς ποτίσῃ ποτήριον ψυχροῦ, ἀμὴν λέγω ὑμῖν, φησὶν ὁ τῆς πνευματικῆς ἐμπορίας διδάσκαλος, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. Ποτήριον ψυχροῦ ἔμμισθον, ἱμάτια καὶ χρήματα διδόμενα δι' εὐεργεσίαν οὐκ ἔμμισθα; Τούναντίον μὲν οὖν καὶ πολύμισθα. Διὰ τί οὖν ποτήριον ἐμνημόνευσε ψυχροῦ; Ἀδάπανον εἶπεν ἐλεημοσύνην· τῷ γὰρ ψυχρῷ οὔτε ξύλον ἀναλίσκεις, οὔτε ἕτερόν τι προσδαπανᾷς. Εἰ δ' ὅπου ἀδάπανος ἡ δόσις, τοσαύτη τῆς εὐεργεσίας ἡ χάρις, ἔνθα ἱματίων ἀφθονία, χρημάτων χορηγία, τῶν ἄλλων ἀγαθῶν ἡ περιουσία, πόσον ἀπεκδέχεσθαι χρὴ μισθὸν παρὰ τοῦ δικαίου κριτοῦ; Ἐν ὅσῳ οὖν πρόκεινται αἱ ἀρεταὶ ὀλίγου πωλούμεναι, παρὰ τοῦ μεγαλοδώρου λάβωμεν, ἁρπάσωμεν, ἀγοράσωμεν. Οἱ διψῶντες, φησὶ, πορεύεσθε ἐφ' ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε. Ἐν ὅσῳ πρόκειται ἡ πανήγυρις, ἀγοράσωμεν ἐλεημοσύνας, μᾶλλον δὲ διὰ τῆς ἐλεημοσύνης ἀγοράσωμεν τὴν σωτηρίαν. Χριστὸν ἐνδύεις, πτωχὸν ἐνδύων. Ταῦτα, φησὶν, οἶδα καλῶς καὶ ἀκριβῶς· ταῦτα προμεμάθηκα, οὐ σὺ πρῶτος ἐδίδαξας· οὐ παρὰ σοῦ τοῦτο πρῶτον ἀκηκόαμεν· οὐ ξένα κηρύττεις, ἀλλ' ἃ πολλάκις ἡμᾶς πολλοὶ τῶν παρόντων ἐδίδαξαν. Οἶδα καὶ αὐτὸς, οἶδα, ὅτι ταῦτα καὶ τὰ τοιαῦτα πολλάκις μεμαθήκατε, ἀλλ' εἴθε πολλάκις μαθόντες, κἂν ὀλίγον τὸ καλὸν εἰργαζώμεθα. Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. Θεῷ δανείσωμεν τὴν ἐλεημοσύνην, ἵνα παρ' αὐτοῦ λάβωμεν φιλανθρωπίας ἀντίδοσιν. Ἀλλ' ὢ τοῦ σοφωτάτου ῥήματος! Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. Διὰ τί οὖν οὐκ εἶπεν, Ὁ ἐλεῶν πτωχὸν δίδωσι Θεῷ, ἀλλὰ, Δανείζει; Οἶδεν ἡ Γραφὴ τὴν ἡμετέραν πλεονεξίαν· προσέσχεν ὅτι ἡ ἀπληστία ἡμῶν πρὸς πλεονεξίαν βλέπουσα τὸν πλεονασμὸν ζητεῖ. Καὶ διὰ τοῦτο οὐκ εἶπεν ἁπλῶς· Ὁ ἐλεῶν πτωχὸν δίδωσι Θεῷ, ἵνα μὴ ἁπλῆν τὴν ἀντιμισθίαν νομίσῃς· ἀλλ' Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. Εἰ δανείζεται Θεὸς παρ' ἡμῶν, ἄρα χρεώστης ἡμῶν ἐστι. Τί οὖν θέλεις αὐτὸν ἔχειν, κριτὴν ἢ χρεώστην; Ὁ χρεώστης αἰδεῖται τὸν δανείσαντα· ὁ κριτὴς οὐ δυσωπεῖται τὸν δανειζόμενον.
recompense a resale. Here righteousness is bought for a little: for a cheap morsel of bread, for a cheap garment, for a cup of cold water: Whoever gives a cup of cold water to drink, amen I say to you, says the Teacher of spiritual commerce, he shall by no means lose his reward. If a cup of cold water brings a reward, are garments and money given in beneficence unrewarded? Quite the contrary: they bring a rich reward. Why then did He make mention of a cup of cold water? He named a costless almsgiving; for on cold water you neither spend firewood nor lay out anything else besides. And if where the gift is costless the grace of the benefaction is so great, then where there is abundance of garments, largesse of money, and plenty of other good things, how great a reward must one await from the righteous Judge? While the virtues, therefore, lie before us on sale for a little, let us receive them from the munificent Giver, let us seize them, let us buy them. You who thirst, it says, go to the water, and all you who have no silver, walk and buy. While the fair is set out, let us buy almsdeeds, or rather through almsgiving let us buy salvation. You clothe Christ when you clothe a poor man. These things, someone says, I know well and exactly; these things I have learned beforehand; you were not the first to teach them; not from you have we heard this first; you proclaim no strange things, but what many of those present have often taught us. I know it myself too, I know that you have often learned these and suchlike things; yet would that, having often learned them, we practised even a little of what is good! He who has mercy on a poor man lends to God. Let us lend almsgiving to God, that from Him we may receive the return of His loving-kindness. Yet O what a most wise saying! He who has mercy on a poor man lends to God. Why then did it not say, He who has mercy on a poor man gives to God, but, Lends? Scripture knew our covetousness; it observed that our greed, looking towards covetousness, seeks surplus gain. And therefore it did not say simply, He who has mercy on a poor man gives to God, lest you suppose the recompense to be single; but, He who has mercy on a poor man lends to God. If God borrows from us, then He is our debtor. How then do you wish to have Him: as Judge or as debtor? The debtor stands in reverence of the lender; the judge is not swayed by the borrower.
ζʹ. Ἀναγκαῖον δὲ καὶ καθ' ἕτερον τρόπον ἰδεῖν, τίνος ἕνεκεν ὁ Θεὸς εἶπεν, ὅτι Ἐμοὶ δανείζει ὁ διδοὺς πτωχῷ. Ἐπειδὴ εἶδεν ἡμῶν τὴν πλεονεξίαν ῥέπουσαν εἰς πλεονασμὸν, ὡς ἔφθην εἰπὼν, καὶ μηδαμοῦ τὸν χρήματα ἔχοντα δανείζειν θέλοντα ἄνευ ἀσφαλείας· ἀπαιτεῖ γὰρ ὁ δανείζων ἢ ὑποθήκην, ἢ ἐνέχυρα, ἢ τὸν ἀντιφωνοῦντα, καὶ διὰ τῶν τριῶν τούτων ἀσφαλειῶν ἐμπιστεύει τὰ ἑαυτοῦ χρήματα, ἢ ἐγγύας δεχόμενος, ὡς ἔφθην εἰπὼν, ἢ ὑποθήκην πραγμάτων, ἢ ἐνέχυρα· ἐπειδὴ οὖν εἶδεν ὁ Θεὸς, ὅτι ἐκτὸς τούτων οὐδεὶς δανείζει, οὐδὲ εἰς φιλανθρωπίαν βλέπει, ἀλλ' εἰς μόνον τὸ κέρδος ὁρᾷ, πάντων δὲ τούτων ἔρημος ὁ πτωχὸς, οὐχ ὑποθήκην ἔχων· οὐ κέκτηται γὰρ οὐδέν· οὐκ ἐνέχυρα φέρων· γεγύμνωται γάρ· υὐ τὸν ἀντιφωνοῦντα παρέχων· ἀπιστεῖται γὰρ διὰ τὴν ἀπορίαν· ὡς οὖν εἶδεν αὐτὸν διακινδυνεύοντα τῇ ἀπορίᾳ, καὶ τὸν ἔχοντα χρήματα κινδυνεύοντα διὰ τὴν ἀπανθρωπίαν, μέσον ἑαυτὸν παρενέθηκεν, ἐχέγγυον μὲν τῷ πένητι, ἐνέχυρον δὲ τῷ δανείζοντι. Ἀπιστεῖς τούτῳ, φησὶ, διὰ τὴν ἀπορίαν, ἐμοὶ πίστευσον διὰ τὴν ἀφθονίαν. Εἶδε τὸν πτωχὸν, καὶ ἠλέησεν· εἶδε τὸν πτωχὸν, καὶ οὐ παρεῖδεν, ἀλλ' ἑαυτὸν ἔδωκεν ἐνέχυρον τῷ μηδὲν
7. Yet it is necessary to see in another way as well for what reason God said: He who gives to a poor man lends to Me. Since He saw our covetousness inclining towards surplus gain, as I said just now, and nowhere the man who has money willing to lend without security—for the lender demands either a mortgage, or pledges, or a surety, and through these three securities entrusts his money, either accepting guarantees, as I said just now, or a mortgage on property, or pledges—since, then, God saw that apart from these no one lends, nor looks to humanity, but has eyes only for profit, while the poor man is destitute of all these, having no mortgage, for he possesses nothing; bringing no pledges, for he has been stripped bare; furnishing no surety, for he is distrusted on account of his indigence; when, therefore, He saw him imperilled by his indigence, and the man who has money imperilled through inhumanity, He set Himself in the midst, as guarantor for the needy man and as pledge for the lender. You distrust this man, He says, on account of his indigence; trust Me on account of My abundance. He saw the poor man and had mercy; He saw the poor man and did not pass him by, but gave Himself as pledge for him who has nothing
Notes, col. 333

On the reading

Printed υὐ, for οὐ.

PG 49:334Read from the page
ἔχοντι, καὶ τῷ ἀπόρῳ παρέστη διὰ πολλὴν ἀγαθότητα, ἐπαληθεύοντος τοῦ μακαρίου Δαυΐδ τῇ φιλανθρωπίᾳ ταύτῃ, καὶ λέγοντος· Ὅτι παρέστη ἐκ δεξιῶν πένητος. Ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ. θάρσει, φησὶν, ἐμοὶ δανείζεις. Καὶ τί τοσοῦτον κερδαίνω σοι δανείζων; Μάλιστα μὲν οὖν παρανομώτατον παρὰ θεοῦ λόγον ἀπαιτεῖν· πλὴν ἵνα συγκαταβῶ σου τῇ ἀνομίᾳ, καὶ λύσω τῇ φιλανθρωπίᾳ τὴν ἀποτομίαν, ἀντεξετάσωμεν πρὸς ταῦτα. Δανείζων τοῖς ἄλλοις τί κερδαίνεις; τί παρ' αὐτῶν εἰς πλεονασμὸν ἐπιζητεῖς; οὐχ ἑκατοστὴν, ἐὰν τὴν ἔννομον ζητήσῃς; Ἐὰν δὲ πλεονάσῃς τὴν ἀπληστίαν, διπλῆν καὶ τριπλῆν καρπώσῃ τὴν ἀδικίαν. Ἐγὼ δέ σου νικῶ τὴν πλεονεξίαν· ὑπερβαίνω σου τὴν ὄρεξιν τῆς ἀπληστίας· καλύπτω τῇ ἐμῇ ἀφθονίᾳ τὴν σὴν ἀμετρίαν. Σὺ ἑκατοστὴν ζητεῖς, ἐγὼ δὲ ἑκατονταπλασίονα δίδωμί σοι. Εἶτα δανείζῃ, Κύριε· καὶ δανείζῃ παρ' ἐμοῦ ἐνταῦθα τὴν εἰς τὸν πτωχὸν ἐλεημοσύνην, ἵνα πότε μοι ταῦτα ἀποδῷς; Ἀπαιτῶ τὰ σύμφωνα, στηρίξαι βουλόμενος τὸ συνάλλαγμα. Δός μοι τῆς ἀντιδόσεως τὸν καιρόν· ὅρισον τῆς ἀπολήψεως τὴν προθεσμίαν. Μάλιστα μὲν οὖν τοῦτο περιττόν· Πιστὸς γὰρ Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ. Ἐπειδὴ δὲ ἔθος καὶ σκοπὸς τῷ δανειζομένῳ εὐγνωμόνως, χρόνους μετρεῖν, καὶ ἡμέρας ὁρίζειν, ἄκουε πότε καὶ ποῦ σοι τὴν ὀφειλὴν ἀποδίδωσιν ὁ διὰ τοῦ πτωχοῦ δανεισάμενος. Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ στήσῃ τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων, καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν· ἐνταῦθα πρόσεχε πῶς ὁ χρεώστης εὐγνώμων περὶ τὸν δανείσαντα, πῶς ὁ δανεισάμενος μετὰ πολλῆς χάριτος ἀποδίδωσι· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ὑπὲρ τίνων; Ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ ἐνεδύσατέ με· ἐν φυλακῇ, καὶ ἤλθετε πρός με· ἀσθενὴς ἤμην, καὶ ἐπεσκέψασθέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με. Εἶτα οἱ καλῶς ἐν καιρῷ διακονήσαντες, εἰς τὴν οἰκείαν ἀσθένειαν ἀφορῶντες, καὶ εἰς τὴν ἀξίαν τοῦ δανεισαμένου, λέγουσι· Κύριε, πότε σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν; ἢ διψῶντα, καὶ ἐποτίσαμεν; εἰς ὃν οἱ ὀφθαλμοὶ πάντων ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν ἀφθονίᾳ; Ὢ τῆς πολλῆς ἀγαθότητος! κρύπτει τὴν ἀξίαν διὰ φιλανθρωπίαν· Ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν· ὢ τῆς πολλῆς ἀγαθότητος, ὢ τῆς ἀμέτρου χρηστότητος! ὁ διδοὺς τροφὴν πάσῃ σαρκὶ, καὶ ἀνοίγων τὰς χεῖρας, καὶ ἐμπιπλῶν πᾶν ζῶον εὐδοκίας, Ἐπείνων, φησὶ, καὶ ἐδώκατέ μοι φαγεῖν· οὐ τῆς ἀξίας ἐλαττουμένης, ἀλλὰ τῆς φιλανθρωπίας τοὺς πτωχοὺς ἐγγυωμένης. Ἐδίψησα, καὶ ἐποτίσατέ με. Τίς ὁ ταῦτα λέγων; Ὁ λίμναις καὶ ποταμοῖς καὶ πηγαῖς τῶν ὑδάτων τὴν φύσιν ἐγχέων· ὁ διὰ τῶν Εὐαγγελίων φάσκων, ὅτι Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· ὁ εἰπὼν, Εἰ τις διψᾷ, ἐρχέσθω πρὸς μὲ, καὶ πινέτω. Ἀλλὰ, Γυμνὸς ἤμην,
and stood by the destitute man out of His great goodness, the blessed David bearing witness to the truth of this loving-kindness and saying: For He stood at the right hand of the needy man. He who has mercy on a poor man lends to God. Take courage, He says; you lend to Me. And what great thing do I gain by lending to Thee? Above all, indeed, it is most unlawful to demand an accounting from God; nevertheless, that I may condescend to your lawlessness and dissolve your harshness by loving-kindness, let us examine the matter against these standards. When you lend to others, what do you gain? What do you seek from them by way of surplus? Is it not the hundredth part, if you seek the lawful rate? And if you multiply your greed, you will reap a double and triple injustice. But I surpass your covetousness; I exceed the craving of your insatiableness; I cover your immoderation with My abundance. You seek the hundredth part, whereas I give you a hundredfold. Then Thou borrowest, Lord; and Thou borrowest from me here the almsgiving bestowed upon the poor man: when wilt Thou repay me these things? I demand the agreed terms, wishing to make firm the contract. Give me the time of repayment; appoint the fixed day for receiving back. Above all, indeed, this is superfluous: For the Lord is faithful in all His words. Yet since it is the custom and aim of an honest borrower to measure times and appoint days, hear when and where He Who borrowed through the poor man pays back the debt to you. When the Son of Man sits upon the throne of His glory, and sets the sheep on His right hand, and the kids on the left, He will also say to those on the right—here attend to how mindful the Debtor is towards the lender, how He Who borrowed repays with abundant favour: Come, you blessed of My Father, inherit the kingdom prepared for you from the foundation of the world. On account of what things? For I was hungry, and you gave Me to eat; I was thirsty, and you gave Me to drink; I was naked, and you clothed Me; in prison, and you came to Me; I was sick, and you visited Me; I was a stranger, and you took Me in. Then those who ministered nobly in due season, looking to their own weakness and to the dignity of Him Who borrowed, say: Lord, when did we see Thee hungry, and fed Thee? or thirsty, and gave Thee to drink—in Whom the eyes of all hope, and Thou givest their food in abundance? O what great goodness! He hides His dignity out of loving-kindness: For I was hungry and you gave Me to eat. O what great goodness, O what measureless kindness! He Who gives food to all flesh, and opens His hands, and fills every living creature with goodwill, says, I was hungering, and you gave Me to eat—not that His dignity is diminished, but that His loving-kindness stands surety for the poor. I was thirsty, and you gave Me to drink. Who is He that speaks these things? He Who pours the nature of waters into lakes and rivers and springs; He Who declares through the Gospels: He who believes in Me, as the Scripture said, out of his belly shall flow rivers of living water; He Who said, If anyone thirsts, let him come to Me, and let him drink. Again: I was naked,
Notes, col. 334

On the reading

Printed Εἰ τις, for Εἴ τις.

PG 49:335Read from the page
φησὶ, καὶ ἐνεδύσατέ με. Ἐνεδύσαμεν τὸν ἐνδύοντα τὸν οὐρανὸν ἐν νεφέλαις, τὸν ἐνδύοντα τὴν Ἐκκλησίαν ἅπασαν, καὶ τὴν οἰκουμένην. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἐν φυλακῇ ἤμην· ἐν φυλακῇ σὺ ὁ ἐξάγων πεπεδημένους; Ἑρμήνευσον ἃ λαλεῖς· ἡ γὰρ ἀξία ἀρνεῖται τὰ λεγόμενα. Πότε σε εἴδομεν ἐν ἐνδείᾳ τοσαύτῃ; πότε ταῦτα πεποιήκαμεν; Ἐφ' ὅσον, φησὶν, ἑνὶ τούτων τῶν ἐλαχίστων πεποιήκατε, ἐμοὶ ἐποιήσατε. Μὴ οὐκ ἀληθὴς ὁ λόγος, ὅτι Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ; Καὶ ὅρα τὸ θαυμαστόν· οὐδὲν ἕτερον ὑπέμνησεν ἔργον ἀρετῆς ἢ τοῦτο· καίτοι ἐδύνατο εἰπεῖν· Δεῦτε οἱ εὐλογημένοι, ὅτι ἐσωφρονήσατε, ὅτι ἐπαρθενεύσατε, ὅτι ἀγγελικὴν πολιτείαν ἀνελάβετε· ἀλλὰ σιωπᾷ ταῦτα, οὐχ ὅτι ἀνάξια μνήμης, ἀλλ' ὡς δεύτερα φιλανθρωπίας. Ἀλλ' ὥσπερ τούτοις τοῖς ἐκ δεξιῶν διὰ τὴν φιλανθρωπίαν ἔδειξε δεδωρημένην τὴν βασιλείαν· οὕτω καὶ τοῖς ἐξ ἀριστερῶν διὰ τὴν ἀκαρπίαν ἠπείλησε τὴν τιμωρίαν. Πορεύεσθε οἱ κατηραμένοι εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Διὰ τί; ὑπὲρ τίνος; Ὅτι ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Οὐκ εἶπεν Ὅτι ἐπορνεύσατε, ὅτι ἐμοιχεύσατε, ὅτι ἐκλέψατε, ὅτι ἐψευδομαρτυρήσατε, ὅτι ἐπιωρκήσατε· κακὰ μὲν ὁμολογουμένως καὶ ταῦτα, ἀλλὰ τῆς ἀπανθρωπίας κατώτερα καὶ τῆς ἀνελεημοσύνης. Διὰ τί δὲ, ὦ Κύριε, οὐκ ἄλλων ὁδῶν φέρεις μνήμην; Οὐ κρίνω, φησὶ, τὴν ἁμαρτίαν, ἀλλὰ τὴν ἀπανθρωπίαν· οὐ κρίνω τοὺς ἁμαρτήσαντας, ἀλλὰ τοὺς μὴ μετανοήσαντας· ὑπὲρ ἀπανθρωπίας ὑμᾶς καταδικάζω, ὅτι ἔχοντες τοσοῦτον καὶ τηλικοῦτον φάρμακον σωτηρίας, τὴν ἐλεημοσύνην, ἐν ᾗ ἐξηλείφετο πάντα τὰ ἁμαρτήματα, παρήκατε τοσαύτην εὐεργεσίαν. Ὀνειδίζω τοίνυν τὴν ἀπανθρωπίαν ὡς ῥίζαν κακίας καὶ πάσης ἀσεβείας· ἐπαινῶ τὴν φιλανθρωπίαν ὡς ῥίζαν πάντων τῶν ἀγαθῶν, καὶ ἀπειλῶ τοῖς μὲν πῦρ αἰώνιον, τοῖς δὲ βασιλείαν οὐρανῶν ἐπαγγέλλομαι. Καλαί σου, ὦ Δέσποτα, καὶ αἱ ἐπαγγελίαι· καλή σου καὶ ἡ προσδοκωμένη βασιλεία, καὶ ἡ γέεννα πάλιν ἀπειλουμένη· ἡ μὲν προτρε-
says He, and you clothed Me. Have we clothed Him Who clothes the heaven with clouds, Him Who clothes the whole Church and the habitable world? For as many of you as were baptized into Christ have put on Christ. I was in prison: in prison, Thou Who bringest out those bound in fetters? Interpret what Thou speakest, for Thy dignity denies what is spoken. When did we see Thee in such great want? When have we done these things? Inasmuch, He says, as you have done it to one of the least of these, you have done it to Me. Is not the saying true, that He who has mercy on a poor man lends to God? And behold the marvel: He made mention of no other work of virtue than this; and yet He could have said: Come, you blessed, because you lived temperately, because you practised virginity, because you took up an angelic way of life; yet He keeps silence concerning these things, not because they are unworthy of remembrance, but as secondary to loving-kindness. Yet just as to these on the right hand He showed the kingdom freely bestowed on account of their loving-kindness, so also to those on the left He threatened punishment on account of their barrenness: Depart, you cursed, into the outer darkness, prepared for the devil and his angels. Why? On account of what? For I was hungering, and you did not give Me to eat. He did not say: Because you committed fornication, because you committed adultery, because you stole, because you bore false witness, because you swore falsely—evils indeed admittedly are these as well, yet inferior to inhumanity and unmercifulness. And why, O Lord, dost Thou make no mention of other ways? I do not judge sin, He says, but inhumanity; I do not judge those who have sinned, but those who have not repented; I condemn you for inhumanity, because, having so great and so mighty a medicine of salvation—almsgiving, whereby all sins were wiped out—you neglected so great a benefit. I reproach inhumanity, therefore, as the root of wickedness and of all impiety; I praise loving-kindness as the root of all good things, and I threaten the one sort with eternal fire, while to the other I promise the kingdom of heaven. Fair, O Master, are Thy promises also; fair too is Thy awaited kingdom, and Gehenna likewise when threatened: the one exhor-
ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ.
On Repentance.
Ὁμιλία ηʹ.
Homily 8.
αʹ. Εἰ καὶ χθὲς ὑμῶν ἀπελείφθην, ἀλλ' οὐχ ἑκὼν, ἀλλ' ἀναγκασθείς· ἀπελείφθην δὲ σώματι, οὐ γνώμῃ· ἀπελείφθην ἀπουσίᾳ σαρκὸς, οὐ διαθέσει διανοίας. Καὶ γὰρ περιεπλεκόμην, πρὸς ὃ ἐδυνάμην, ἅπαντας ὑμᾶς, καὶ ἐπὶ τῆς διανοίας ἔφερον. Πάλιν, ἀδελφοὶ, τὴν πρόσκαιρον ταύτην νόσον παρέντες, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν· ἔτι γὰρ τὰ λείψανα τῆς ἀῤῥωστίας ἔχων ἔδραμον πρὸς τὴν ὑμετέραν ἀγάπην. Οἱ μὲν γὰρ ἀῤῥωστοῦντες λουτρὰ καὶ βαλανεῖα [μετὰ τὴν ἀῤῥωστίαν] ζητοῦσιν· ἐγὼ δὲ τὰ ποθούμενα ὑμῶν πρόσωπα ἄξιον ἡγησάμην θεάσασθαι, καὶ τὴν ὀφειλομένην ἐπιθυμίαν τῆς ἀκροάσεως ἀποπληρῶσαι, τὸ πέλαγος τοῦτο τὸ μέγα, καὶ ἅλμην οὐκ ἔχον, τὴν θάλατταν ταύτην τὴν κυμάτων ἀπηλλαγμένην. Ἦλθον ὑμῶν τὴν ἄρουραν τὴν κεκαθαρμένην ἰδεῖν. Τίς γὰρ τοιοῦτος λι-
1. Even though yesterday I was absent from you, yet it was not willingly, but under compulsion; and I was absent in body, not in mind; I was absent by absence of the flesh, not in disposition of thought. For to the best of my power I was embracing you all, and carrying you in my mind. Once again, brethren, setting aside this temporary sickness, we have been all the more eager to see your face; for while still having the remnants of the infirmity, I ran to your charity. For the sick, indeed, seek washings and baths [after their infirmity]; whereas I deemed it worthy to behold your longed-for faces, and to fulfil the due desire of your hearing—this great sea that has no brine, this ocean freed from billows. I have come to see your cleansed tillage. For what har-
PG 49:336Read from the page
πομένη, ἡ δὲ ἐκφοβοῦσα· προτρέπεται γὰρ καλῶς η βασιλεία, φοβεῖ δὲ χρησίμως ἡ γέεννα. Ἀπειλεῖ γὰρ γέενναν ὁ Θεὸς, οὐχ ἵνα εἰς γέενναν ἐμβάλῃ, ἀλλ' ἵνα γεέννης ἀπαλλάξῃ. Εἰ γὰρ ἐβούλετο κολάσαι, οὐκ ἂν προηπείλησεν, ἵνα ἀσφαλισάμενοι φύγωμεν τὰ ἀπειλούμενα. Ἀπειλεῖ τὴν τιμωρίαν, ἵνα φύγωμεν τὴν πεῖραν τῆς τιμωρίας· φοβεῖ τῷ λόγῳ, ἵνα μὴ κολάσῃ τῷ ἔργῳ. Δανείσωμεν τοίνυν τῷ Θεῷ τὴν φιλανθρωπίαν, δανείσωμεν, ἵνα εὕρωμεν αὐτὸν χρεώστην, ὡς ἔφθην εἰπὼν, καὶ μὴ δικαστήν· αἰδεῖται γὰρ ὁ χρεώστης τὸν δανείσαντα, αἰδεῖται αὐτὸν καὶ δυσωπεῖται. Ἐὰν ἀπέλθῃ δανειστὴς εἰς θύραν χρεώστου, ἐὰν μὲν ᾖ ἄπορος, φεύγει· ἐὰν δὲ εὔπορος, μετὰ παῤῥησίας δέχεται αὐτόν. Ὅρα δέ μοι καὶ ἕτερον θαῦμα τοῦ δικαίου κριτοῦ ἐκ τῶν ἀνθρωπίνων παρατιθέμενον· ἐάν τινι ἐν πενίᾳ καθεστῶτι δανείσῃς, προέλθῃ δὲ εἰς εὐθηνίαν ὁ δανεισάμενος, καὶ δύνηταί σοι λοιπὸν ἀποδοῦναι τὸ χρέος, λανθάνει τοὺς πολλοὺς, καὶ ἀποδίδωσιν, ἵνα μὴ αἰσχύνηται ἐπὶ τῇ προτέρᾳ καταστάσει· καὶ χάριτας μὲν ὁμολογεῖ, κρύπτει δὲ τὴν εὐεργεσίαν, τὴν προτέραν ἔνδειαν αἰσχυνόμενος. Ὁ δὲ Θεὸς οὐχ οὕτω ποιεῖ, ἀλλ' ἐν κρυπτῷ δανειζόμενος, παῤῥησίᾳ τὸ χρέος ἀποδίδωσιν. Ὅτε μὲν γὰρ λαμβάνει, διὰ λανθανούσης ἐλεημοσύνης· ὅτε δὲ ἀποδίδωσιν, ἐπ' ὄψεσι πάσης τῆς δημιουργίας ἀποδίδωσιν. Ἀλλ' ἐρεῖ τις ἴσως· Διὰ τί δὲ ὅλως ὥσπερ ἐμοὶ τῷ πλουσίῳ δέδωκεν, οὐχὶ καὶ τῷ πένητι παραπλησίως δέδωκεν; Ἐδύνατο μὲν καὶ σοὶ δοῦναι ὁμοίως, καὶ τῷ πένητι, ἀλλ' οὐκ ἠθέλησεν οὔτε σοῦ ἄκαρπον εἶναι τὸν πλοῦτον, οὔτε ἐκείνου ἄμισθον τὴν πενίαν. Σοὶ τῷ πλουτοῦντι δέδωκε πλουτεῖν ἐλεημοσύνῃ, καὶ σκορπίζειν ἐν δικαιοσύνῃ· Ἐσκόρπισε γάρ· ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ὁρᾷς, ὅτι ὁ πλούσιος ἐκ τῆς ἐλεημοσύνης θησαυρίζει δικαιοσύνην αἰώνιον; ὅρα πάλιν καὶ τὸν πένητα· ἐπειδὴ οὐκ ἔχει πλοῦτον, ᾧ ἐργάσηται δικαιοσύνην, ἔχει πενίαν, ἐξ ἧς καρποῦται ὑπομονὴν αἰώνιον· Ἡ γὰρ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα· ἐν Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ting, the other striking fear; for the kingdom nobly exhorts, while Gehenna profitably strikes fear. For God threatens Gehenna, not that He may cast us into Gehenna, but that He may deliver us from Gehenna. For if He wished to punish, He would not have threatened beforehand, so that, having secured ourselves, we might flee the things threatened. He threatens punishment, that we may flee the experience of punishment; He strikes fear by word, that He may not punish in deed. Let us lend loving-kindness, therefore, to God; let us lend, that we may find Him a debtor, as I said just now, and not a Magistrate; for the debtor stands in reverence of the lender, he reveres him and defers to him. If a lender goes off to a debtor's door, if the debtor is indigent, he flees; whereas if he is well supplied, he receives him with boldness. And behold for me yet another marvel of the righteous Judge set forth from human affairs: if you lend to someone who is in poverty, and the borrower advances to prosperity and is thereafter able to repay you the debt, he escapes the notice of the many when he pays it back, lest he be put to shame over his former condition; and while he acknowledges gratitude, he hides the benefit, being ashamed of his former want. But God does not act thus; rather, borrowing in secret, He pays back the debt openly. For when He receives, it is through secret almsgiving; but when He pays back, He pays back in the sight of the whole creation. Yet perhaps someone will say: Why at all, just as He gave to me the rich man, has He not given in like manner to the poor man also? He could indeed have given to you and to the poor man alike, yet He did not will either that your wealth should be barren, or that his poverty should be unrewarded. To you who are rich He has given to be rich in almsgiving, and to scatter in righteousness: For he has scattered, he has given to the poor; his righteousness endures for ever. Do you see that out of almsgiving the rich man treasures up eternal righteousness? Look again at the poor man as well: since he has no wealth wherewith to work righteousness, he has poverty, from which he reaps eternal endurance: For the endurance of the poor shall not perish for ever; in Christ our Lord, to Whom be the glory unto the ages of ages. Amen.
μὴν, οἷος ἡ Ἐκκλησία; τίς τοιοῦτος παράδεισος, ὡς ἡ σύνοδος ἡ ὑμετέρα; Οὐκ ἔστιν ἐνταῦθα ὄφις ἐπιβουλεύων, ἀλλ' ὁ Χριστὸς μυσταγωγῶν· οὐκ ἔστιν Εὔα ὑποσκελίζουσα, ἀλλ' ἡ Ἐκκλησία ὀρθοῦσα· οὐκ ἔστιν ἐνταῦθα φύλλα δένδρων, ἀλλ' ὁ καρπὸς τοῦ πνεύματος· οὐκ ἔστιν ἐνταῦθα φραγμὸς ἀκανθῶν, ἀλλ' ἄμπελος εὐθηνοῦσα. Ἐὰν δὲ ἄκανθαν εὕρω, εἰς ἐλαίαν μεταφέρω· οὐ γὰρ ἀπορίᾳ φύσεως τὰ ἐνταῦθα, ἀλλ' ἐλευθερίᾳ προαιρέσεως τετίμηται· ἐὰν δὲ λύκον εὕρω, πρόβατον ποιῶ, οὐ τὴν φύσιν μεταβάλλων, ἀλλὰ τὴν προαίρεσιν μεταφέρων.
bour is such as the Church? What paradise is such as your assembly? Here there is no serpent plotting, but Christ initiating into the mysteries; there is no Eve tripping up, but the Church setting upright; here there are no leaves of trees, but the fruit of the Spirit; here there is no hedge of thorns, but a flourishing vine. And if I find a thorn, I transform it into an olive tree; for things here are not bound by poverty of nature, but honoured with freedom of choice; and if I find a wolf, I make him a sheep, not altering his nature, but transferring his purpose.
Διὰ τοῦτο οὐκ ἂν ἁμάρτοι τις τῆς κιβωτοῦ τὴν Ἐκκλησίαν μείζονα προσειπών. Ἡ μὲν γὰρ κιβωτὸς παρελάμβανε τὰ ζῶα, καὶ ἐφύλαττε ζῶα, ἡ δὲ Ἐκκλησία παραλαμβάνει τὰ ζῶα καὶ μεταβάλλει. Οἷόν τι λέγω· Εἰσῆλθεν ἐκεῖ ἱέραξ, καὶ ἐξῆλθεν ἱέραξ· εἰσῆλθε λύκος, καὶ ἐξῆλθε λύκος· εἰσῆλθέ τις ἱέραξ ἐνταῦθα, καὶ ἐξέρχεται περιστερά· εἰσέρχεται λύκος, καὶ ἐξέρχεται πρό-
For this reason one would not err in calling the Church greater than the ark. For the ark received the animals and preserved them animals, whereas the Church receives the animals and transforms them. For instance: there a hawk entered, and a hawk came out; a wolf entered, and a wolf came out; here someone enters a hawk, and comes out a dove; he enters a wolf, and comes out a
Notes, col. 336

On the reading

Printed η, for ἡ.