Migne Reading Room

PG 49 · cols. 325–330 · Read from the page

Homilies IX on Penance

Homilies IX on Penance

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:325Read from the page
τούτων ὁ αὐτὸς τῆς φιλανθρωπίας ἀποδίδοται λόγος. Εἰ προελάμβανεν ἡ δίκη τὴν διόρθωσιν, ὁ κόσμος παντελῶς ἀπώλλυτο καὶ διεφθείρετο· εἰ ὀξὺς ἦν πρὸς τιμωρίαν ὁ Θεὸς, οὐκ ἂν ἐκτήσατο Παῦλον ἡ Ἐκκλησία, οὐκ ἐδέχετο τὸν τοιοῦτον καὶ τηλικοῦτον. Διὰ τοῦτο οὖν ὑπερέθετο βλασφημοῦντα, ἵνα δείξῃ μετανοοῦντα. Ἡ τοῦ Θεοῦ μακροθυμία τὸν διώκτην ἐποίησε κήρυλα· ἡ τοῦ Θεοῦ μακροθυμία τὸν λύκον μετέβαλεν εἰς ποιμένα· ἡ τοῦ Θεοῦ μακροθυμία τὸν τελώνην ἐποίησεν εὐαγγελιστήν· ἡ τοῦ Θεοῦ μακροθυμία πάντας ἡμᾶς ἠλέησε, πάντας μετέβαλε, πάντας μετέστρεψεν. Ἐὰν ἴδῃς τόν ποτε μέθυσον, νηστευτὴν, ἐὰν ἴδῃς τόν ποτε βλάσφημον, θεολόγον, ἐὰν ἴδῃς τόν ποτε αἰσχραῖς ᾠδαῖς τὸ στόμα μολύναντα, νῦν τοῖς θείοις ὕμνοις τὴν ψυχὴν καθαίροντα, θαύμαζε τὴν μακροθυμίαν τοῦ Θεοῦ, καὶ ἐπαίνει τὴν μετάνοιαν, καὶ ἐκ τῆς ἀλλοκύσεως λέγε ἀναλαβών· Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Ἀγαθὸς μὲν ὁ Θεὸς πρὸς πάντας, ἐξαιρέτως δὲ τὴν ἑαυτοῦ μακροθυμίαν ἐνδείκνυται πρὸς τοὺς ἁμαρτάνοντας. Καὶ εἰ βούλει ξένον ἐπακοῦσαι λόγον, ξένον μὲν ὅσον εἰς συνήθειαν, ἀληθινὸν δὲ ὅσον εἰς εὐσέβειαν, ἄκουσον.
these men the very same account of loving-kindness is rendered. If justice outstripped correction, the world would utterly perish and be destroyed; if God were swift to punishment, the Church would not have acquired Paul, nor received so great and admirable a man. On this account, therefore, He bore with him when blaspheming, that He might show him repenting. The long-suffering of God made the persecutor a herald; the long-suffering of God changed the wolf into a shepherd; the long-suffering of God made the tax-collector an evangelist; the long-suffering of God had mercy upon us all, changed us all, converted us all. If thou seest the former drunkard now a faster, if thou seest the former blasphemer now a theologian, if thou seest him who once defiled his mouth with shameful songs now cleansing his soul with divine hymns, marvel at the long-suffering of God, and praise repentance, and taking occasion from the change, say: This is the change of the right hand of the Most High. God is good towards all men, yet especially does He display His own long-suffering towards sinners. And if thou dost wish to hear a strange saying — strange so far as regards custom, yet true so far as regards piety — hear.
Βαρὺς ὁ Θεὸς πανταχοῦ φαίνεται τοῖς δικαίοις, χρηστὸς δὲ τοῖς ἁμαρτωλοῖς, καὶ ταχὺς εἰς φιλανθρωπίαν· τὸν ἁμαρτάνοντα καὶ πεσόντα διανίστησι, καί φησι πρὸς αὐτόν· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; καὶ· Ἱνατί ἀπέστρεψεν ἀποστροφὴν ἀναιδῆ ἡ ἀσύνετος θυγάτηρ Ἰούδα; καὶ πάλιν· Ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς. Καὶ ἑτέρωθι δὲ ὅρκῳ βεβαιοῖ τὴν ἐκ μετανοίας σωτηρίαν διὰ πολλὴν φιλανθρωπίαν. Ζῶ γὰρ ἐγὼ, λέγει Κύριος· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Πρὸς δὲ τὸν δίκαιον λέγει· Ἐὰν ποιήσῃ ἄνθρωπος πᾶσαν δικαιοσύνην καὶ πᾶσαν ἀλήθειαν, καὶ στραφεὶς ἁμάρτῃ, οὐ μὴ μνησθῶ τῆς δικαιοσύνης αὐτοῦ, ἀλλ' ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται. Ὢ πολλῆς ἀκριβείας τῆς πρὸς τὸν δίκαιον! ὢ πολλῆς δαψιλείας τῆς πρὸς τὸν ἁμαρτάνοντα! Οὕτω δὲ ποικίλως καὶ διαφόρως μηχανᾶται, οὐκ αὐτὸς μεταβαλλόμενος, ἀλλὰ χρησίμως μερίζων τῆς ἀγαθότητος αὐτοῦ τὰς οἰκονομίας· καὶ ὅπως, ἄκουε. Τὸν ἁμαρτωλὸν καὶ ἐμμένοντα ταῖς ἁμαρτίαις, ἐὰν φοβήσῃ, εἰς ἀπόγνωσιν αὐτὸν καὶ ἀπαγόρευσιν τῆς ἐλπίδος φέρει· τὸν δὲ δίκαιον ἐὰν μακαρίσῃ, χαυνοῖ τῆς ἀρετῆς αὐτοῦ τὸν τόνον, καὶ ὡς ἤδη μακαρισθέντα, ἀμελεῖν αὐτὸν τῆς σπουδῆς παρασκευάζει. Διὰ τοῦτο τὸν μὲν ἁμαρτωλὸν ἐλεεῖ, τὸν δὲ δίκαιον φοβεῖ· Φοβερὸς γὰρ ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ· καὶ, Χρηστὸς Κύριος τοῖς σύμπασι. Φοβερὸς, φησὶν, ἐστὶν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ· καὶ τίνες ἂν εἶεν, ἀλλ' ἢ οἱ ἅγιοι; Ὁ Θεὸς γὰρ, φησὶν ὁ Δαυῒδ, ὁ ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. Ἐὰν ἴδῃ πεσόντα, ἐκτείνει χεῖρα φιλανθρωπίας· ἐὰν ἴδῃ ἑστῶτα. ἐπάγει φόβον· καὶ τοῦτο δικαιοσύνης καὶ δικαιοκρισίας. Τὸν μὲν γὰρ δίκαιον τῷ φόβῳ στηρίζει, τὸν δὲ ἁμαρτωλὸν τῇ φιλανθρωπίᾳ διεγείρει. Καὶ θέλεις αὐτοῦ γνῶναι τὴν εὔκαιρον ἀγαθότητα καὶ τὴν εὔχρηστον καὶ ἁρμόζουσαν ἡμῖν ἀποτομίαν; Πρόσεχε ἀκριβῶς, μή σε διαφύγῃ τῆς θεωρίας τὸ μέγεθος· ἡ ἁμαρτωλὸς ἐκείνη γυ-
Everywhere God appears stern towards the righteous, yet kind towards sinners, and swift unto loving-kindness; Him who sins and has fallen He raises up, and says unto him: Doth not he that falleth arise? Or doth not he that turneth away return? And: Why hath the senseless daughter of Judah turned away with a shameless backsliding? And again: Turn ye unto Me, and I will turn unto you. And elsewhere too, out of His great loving-kindness, He confirms with an oath the salvation that comes from repentance: For as I live, saith the Lord, I desire not the death of the sinner, as that he should turn and live. Yet unto the righteous man He says: If a man doeth all righteousness and all truth, and turning aside sinneth, I will by no means remember his righteousness, but in his sin shall he die. Oh, what great strictness towards the righteous man! Oh, what great bounty towards the sinner! And thus variously and diversely does He devise, not changing Himself, but profitably apportioning the dispensations of His goodness; and how, hear. As for the sinner who persists in his sins, if He terrifies him, He drives him into despair and the abandonment of hope; whereas as for the righteous man, if He pronounces him blessed, He slackens the vigour of his virtue, and causes him, as though already pronounced blessed, to grow negligent of earnest zeal. On this account He shows mercy to the sinner, while He puts the righteous man in fear; for He is terrible upon all that are round about Him; and, The Lord is kind to all. He is terrible, Scripture says, upon all that are round about Him; and who would those be save the saints? For God, says David, Who is glorified in the council of the saints, is great and terrible upon all that are round about Him. If He sees one who has fallen, He stretches out a hand of loving-kindness; if He sees one standing, He brings fear upon him; and this belongs to righteousness and righteous judgement. For the righteous man He steadies by fear, whereas the sinner He rouses up by loving-kindness. And dost thou wish to know His seasonable goodness and His profitable severity well suited to us? Pay exact heed, lest the greatness of the contemplation escape thee: that sin-
Notes, col. 325

On the reading

Printed κήρυλα, for κήρυκα.

Printed ἀλλοκύσεως, for ἀλλοιώσεως.

PG 49:326Read from the page
νὴ ἡ μεμαρτυρημένη ἐπὶ πάσῃ ἁμαρτίᾳ καὶ ἀνομίᾳ, ἡ τοσαῦτα ἁμαρτήσασα, καὶ τοσούτοις ἁμαρτιῶν ἔργοις ἐνεχομένη, διψήσασα τὴν ἐκ μετανοίας σωτηρίαν ὑπεισῆλθε τῷ συμποσίῳ τῶν ἁγίων· καλῶ δὲ συμπόσιον ἁγίων, ἐπειδὴ παρῆν ὁ Ἅγιος τῶν ἁγίων. Τοῦ γὰρ Σωτῆρος κατακεκλιμένου ἐν τῷ οἴκῳ Σίμωνος τοῦ Φαρισαίου, ὑπεισῆλθεν ἡ γυνὴ ἡ ἁμαρτωλὸς ἐκείνη, καὶ τῶν ποδῶν ἥπτετο τοῦ Σωτῆρος, καὶ τοῖς δάκρυσιν ἀπέπλυνεν αὐτοῦ τοὺς πόδας, καὶ ταῖς θριξὶν ἐξέματτε· καὶ τὴν τοσούτοις κεχωσμένην ἁμαρτήμασι διανίστησιν ὁ φιλάνθρωπος, λέγων· Ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι. Οὐ γὰρ πρόκειταί μοι νῦν ἐξετάσαι πᾶσαν τὴν ἱστορίαν, ἀλλὰ μόνην παραγαγεῖν τὴν μαρτυρίαν. Ὅρα τοίνυν τὴν δαψίλειαν· Οὗ χάριν λέγω σοι, ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαὶ, ὅτι πολὺ ἠγάπησε. Τοσούτων οὖν ἁμαρτημάτων ἀμνηστίαν ἐκομίσατο ἡ ἁμαρτωλὸς γυνή. Καὶ Μαρία δὲ, ἡ ἀδελφὴ Μωϋσέως, διὰ μικρὸν γογγυσμὸν λέπρᾳ καταδικάζεται. Τοῖς ἁμαρτάνουσι λέγει· Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς κόκκινον, ὡς χιόνα λευκανῶ· καὶ μεταβάλλει τὸ σκότος εἰς φῶς, τῇ μεταβολῇ τῆς μετανοίας, καὶ τοσαύτην κακῶν ἀφθονίαν διαλύει τῇ φωνῇ τῆς ἀγαθότητος· πρὸς δὲ τὸν ἐν δικαιοσύνῃ βαδίζοντά φησιν· Ὃς ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχός ἐστι τῇ γεέννῃ τοῦ πυρός. Ἑνὶ ῥήματι τοσαύτην ἐπέθηκεν ἀκρίβειαν, καὶ τοσούτοις ἁμαρτήμασι τοσαύτην μετρεῖ τὴν ἀφθονίαν.
ful woman who was notorious for every sin and lawlessness, who had sinned so greatly and was entangled in so many works of sin, having thirsted for the salvation that comes from repentance, stole into the banquet of the saints — and I call it a banquet of saints, because the Holy One of saints was present. For while the Saviour was reclining at table in the house of Simon the Pharisee, that sinful woman stole in, and touched the feet of the Saviour, and washed His feet with her tears, and wiped them off with her hair; and her who was buried under so many sins the Lover of mankind raises up, saying: Her sins are forgiven. For it is not my purpose now to examine the entire history, but only to adduce the testimony. Behold, therefore, the bounty: Wherefore I say unto thee, her sins, which are many, are forgiven, for she loved much. Of so many sins, then, did the sinful woman receive amnesty. Yet Miriam also, the sister of Moses, on account of a slight murmuring is condemned to leprosy. To sinners He says: Though your sins be as scarlet, I will make them white as snow; and He changes darkness into light by the transformation of repentance, and dissolves so great an abundance of evils by the voice of His goodness; whereas to him who walks in righteousness He says: Whosoever shall say to his brother, Thou fool, shall be liable to the Gehenna of fire. Upon a single word He laid so great a strictness, and to so many sins He measures out so great an abundance.
Καὶ ἕτερόν μοι σκόπησον θαυμαστόν. Ἐπειδὴ τὰ ἁμαρτήματα ὡς ὀφλήματα ἀναγράφεται, τοῖς μὲν ἁμαρτωλοῖς καὶ τὸ κεφάλαιον συγχωρεῖ μετανοοῦσι· παρὰ δὲ τῶν δικαίων καὶ τόκους ἀπαιτεῖ. Προσῆλθεν αὐτῷ χρεωφειλέτης πολλῶν ταλάντων, καὶ ὡς τῇ μετανοίᾳ καὶ τῇ πολλῇ ἱκεσίᾳ ἐδυσώπησε τὴν δίκην, καὶ εἶπε· Κύριε, μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα ἀποδώσω. Οὐκ ἀνέμεινε τὴν ἀπόδοσιν ὁ φιλάνθρωπος, ἀλλὰ τὴν ἐξομολόγησιν λύσιν ἐποίησε τοῦ ὀφλήματος· τῷ ὀφειλέτῃ τῶν μυρίων ταλάντων πάντα συνεχώρησε καὶ αὐτὸ τὸ κεφάλαιον. Παρὰ δὲ τῶν δικαίων ἐπαγγέλλεται καὶ τόκους ἀπαιτεῖν· Διὰ τί γὰρ οὐκ ἐδώκατε τὸ ἀργύριόν μου τοῖς τραπεζίταις· κἀγὼ ἐλθὼν σὺν τόκοις ἀπήτησα; Ταῦτα λέγω, οὐχ ὡς τοῦ Θεοῦ πρὸς τοὺς δικαίους ἀπεχθῶς διακειμένου· οὐδὲν γὰρ τῷ Θεῷ τοῦ δικαίου ποθεινότερον· ἀλλ', ὡς ἔφθην εἰπὼν, παραμυθεῖται τὸν ἁμαρτωλὸν, ἵνα διεγείρῃ· φοβεῖ καὶ τὸν δίκαιον, ἵνα στηρίξῃ· καὶ τοῖς μὲν τὰ πολλὰ συγχωρεῖ πλημμελήματα ὡς ἐχθροῖς καὶ πεφυσιωμένοις, τοῖς δὲ καὶ περὶ τῶν τυχόντων ἀκριβολογεῖται, μηδὲν αὐτοῖς ἐλλιπὲς εἶναι βουλόμενος εἰς ἀκρότητα. Ὅ γάρ ἐστιν ἐν τῷ κόσμῳ τούτῳ πλούσιος, τοῦτο τῷ Θεῷ δίκαιος· καὶ ὅ ἐστιν ἐν τῷ κόσμῳ πένης, τοῦτο τῷ Θεῷ ἁμαρτωλός οὐδὲν πτωχότερον τοῦ ἁμαρτάνοντος, καὶ οὐδὲν πλουσιώτερον τοῦ δικαιοπραγοῦντος. Διὰ τοῦτο περὶ μὲν τῶν ἐν εὐσεβείᾳ καὶ εὐθηνίᾳ διαγόντων φησὶν ὁ Παῦλος· Εὐχαριστῶ τῷ Θεῷ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. Περὶ δὲ τῶν ἀσεβούντων ὁ μακάριος Ἱερεμίας λέγει· Ἴσως πτωχοί εἰσι, διὰ τοῦτο οὐκ ἠδύναντο ἀκούειν λόγον Κυρίου. Ὁρᾷς ὅπως πτωχοὺς καλεῖ τοὺς ἀπεσχοινισμένους τῆς
And observe for me yet another wondrous thing. Since sins are registered as debts, to sinners when they repent He forgives even the principal; whereas from the righteous He demands interest as well. A debtor of many talents came to Him, and when by repentance and much supplication he implored justice and said: Lord, have patience with me, and I will pay Thee all — the Lover of mankind did not wait for repayment, but made the confession a cancellation of the debt; to the debtor of ten thousand talents He forgave all, even the principal itself. Yet from the righteous He proclaims that He demands interest as well: For why did ye not give My money to the bankers, and I at My coming should have demanded it with interest? I say these things, not as though God were hostilely disposed towards the righteous — for nothing is dearer to God than the righteous man — but, as I already said, He comforts the sinner in order to rouse him up; He also puts the righteous man in fear in order to steady him; and to the former He forgives their many offences as to enemies and those puffed up, whereas with the latter He reckons strictly even concerning trifling matters, wishing nothing to be lacking in them unto perfection. For what a rich man is in this world, that a righteous man is before God; and what a poor man is in the world, that a sinner is before God: nothing is poorer than he who sins, and nothing richer than he who practises righteousness. On this account concerning those who live in piety and spiritual abundance Paul says: I thank God that in everything ye were enriched in Him, in all utterance and all knowledge. Yet concerning the ungodly the blessed Jeremiah says: Perhaps they are poor, therefore they could not hear the word of the Lord. Do you see how he calls poor those who are severed from
PG 49:327Read from the page
εὐσεβείας, Ὡς πτωχοὺς τοίνυν τοὺς ἁμαρτάνοντας ἐλεεῖ, καὶ ὡς πλουσίους τοὺς δικαιοπραγοῦντας ἀπαιτεῖ, τοῖς μὲν διὰ τὴν πενίαν χαριζόμενος, τοῖς δὲ διὰ τὸν τῆς εὐσεβείας πλοῦτον μετὰ πολλῆς ἀκριβείας τοὺς λόγους εἰσπραττόμενος. Ὃ δὲ ποιεῖ ἐπὶ δικαίων καὶ ἁμαρτωλῶν, τοῦτο ποιεῖ καὶ ἐπὶ πλουσίων καὶ πενήτων· καὶ ὥσπερ τὸν ἁμαρτάνοντα ἐγείρει διὰ φιλανθρωπίαν, τὸν δὲ δίκαιον φοβεῖ διὰ τῆς ἀποτομίας· οὕτω καὶ ἐν τοῖς κοσμικοῖς πράγμασιν διατίθησι τὴν ἑαυτοῦ οἰκονομίαν. Ἐὰν ἴδῃ δυναστὰς ἀξιώμασιν ὑπερλάμποντας, βασιλεῖς, ἄρχοντας, πάντας τοὺς ἐν πλούτῳ διαπρέποντας· τούτοις διαλέγεται μετὰ φόβου, καὶ ἐπιτίθησι χρησίμως τῇ δυναστείᾳ τὸν φόβον· Καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν· δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ· ὅτι Βασιλεύς ἐστι τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων. Ὅπου ἀρχὴ δυναστείας, ἐπιτίθησι τὸν φόβον τῆς αὐτοῦ βασιλείας· ὅπου ταπείνωσις εὐτελείας, προσφέρει τὸ φάρμακον τῆς ἑαυτοῦ φιλανθρωπίας. Ὁ γὰρ Θεὸς οὗτος μέγας βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων· οὗτος αὐτὸς, πάλιν ὑποβαίνων τῆς ἑαυτοῦ ἀξίας, εὑρίσκεται κατὰ τὴν ἁγίαν Γραφὴν πατὴρ ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν, βασιλέων βασιλεὺς, ἀρχόντων ἄρχων, κυριευόντων Κύριος. Ὁρᾷς πολλὴν ἀφθονίαν φιλανθρωπίας; ὁρᾷς χρήσιμον τὸν φόβον τῆς εὐσεβείας καὶ τῆς ἐξουσίας; Ὅπου μὲν γὰρ εἶδεν ἀρκοῦσαν τὴν ἐξουσίαν εἰς παραμυθίαν, ἐπέθηκε τὸν φόβον εἰς ὠφέλειαν· ὅπου δὲ εἶδε παραλελυμένην τῇ εὐτελείᾳ τὴν ὀρφανίαν, καὶ τὴν πτωχείαν τῇ ἀτονίᾳ τῆς χηρείας, προσήγαγε τὴν φιλανθρωπίαν εἰς παραμυθίαν. Ἐγὼ πατὴρ τῶν ὀρφανῶν. Δύο ποιεῖ, καὶ τὴν φιλανθρωπίαν δείκνυσι, καὶ τὴν δυναστείαν κολάζει. Καλεῖ ἑαυτὸν πατέρα τῶν ὀρφανῶν, ἵνα καὶ τοὺς ἐν συμφορᾷ παραμυθήσηται, καὶ τοὺς ἐν δυναστείᾳ καταπλήξῃ, ὥστε μὴ ἐπηρεάζειν ὀρφανοῖς τε καὶ χήραις· ἐπειδὴ ὁ θάνατος ἐγύμνωσε τὸν μὲν τοῦ πατρὸς, τὴν δὲ ἐστέρησε τοῦ ἀνδρὸς, καὶ οὓς διέφθειρεν ὁ τῆς φύσεως νόμος, ἀνεκαίνισεν ὁ τῆς φιλανθρωπίας ὅρος· καὶ ἡ αὐτὴ χάρις τῇ μὲν ἔδωκε τὸν κριτὴν, τῷ δὲ ὀρφανῷ πατέρα, τὸν βασιλέα τῶν ἁγίων. Ὥστε, φησὶν, ὦ ἄδικε, ἐὰν χήραις ἐπηρεάζῃς, τὸν τῶν χηρῶν προνοητὴν παροξύνεις· ἐὰν ὀρφανοὺς ἀδικῇς, υἱοὺς ἀδικεῖς Θεοῦ. Ἐγώ εἰμι ὁ πατὴρ τῶν ὀρφανῶν, καὶ κριτὴς τῶν χηρῶν· τίς δὲ οὕτω τολμηρὸς πρὸς ἀσέβειαν, ὥστε υἱοὺς ἀδικεῖν Θεοῦ, καὶ ταῖς ὑπὸ τοῦ Θεοῦ προνοουμέναις χήραις ἐπηρεάζειν; Ὁρᾷς πῶς χρησίμως κατασκευάζει τὰ φάρμακα τῆς εὐσεβείας, καὶ τοὺς μὲν φοβεῖ, τοὺς δὲ ἐλεεῖ, οὐκ αὐτὸς μεριζόμενος, πρὸς δὲ τὰς γνώμας τῶν ἀνθρώπων ἁρμοζόμενος; Προσάγωμεν τοίνυν ἑαυτοῖς, ἀδελφοὶ, φάρμακον εἰς σωτηρίαν τὴν μετάνοιαν· μᾶλλον δὲ δεξώμεθα παρὰ τοῦ Θεοῦ τὴν μετάνοιαν ἰατρεύουσαν ἡμᾶς. Οὐ γὰρ ἡμεῖς αὐτῷ ταύτην προσάγομεν, ἀλλ' αὐτὸς ἡμῖν ταύτην ἐχορήγησεν. Ὁρᾷς αὐτοῦ τὴν ἀκρίβειαν τὴν ἐν τῷ νόμῳ; ὁρᾷς τὴν φιλανθρωπίαν αὐτοῦ τὴν ἐν τῇ χάριτι; Ὅταν δὲ εἴπω τὴν ἀκρίβειαν τὴν ἐν τῷ νόμῳ, οὐ διαβάλλω κρίσιν, ἀλλὰ τῆς εὐαγγελικῆς χάριτος κηρύττω τὴν φιλανθρωπίαν· ὅτι ὁ μὲν νόμος ἀπαραιτήτως ἐκόλαζε τοὺς ἁμαρτάνοντας, ἡ δὲ χάρις μετὰ πολλῆς μακροθυμίας ὑπερτίθεται τὴν τιμωρίαν, ἵνα ἐπαγάγῃ τὴν διόρθωσιν. Δεξώμεθα τοίνυν μετάνοιαν, ἀδελφοὶ, φάρμακον εἰς σωτηρίαν, δεξώμεθα φάρμακον ἐξαλεῖφον ἡμῶν
piety? As poor men, therefore, He pities those who sin, and as rich men He makes demand of those who practise righteousness, showing grace to the former on account of their poverty, while exacting accounts with great strictness from the latter on account of their wealth of piety. And what He does in the case of the righteous and sinners, this He does also in the case of the rich and the poor; and just as He raises up him who sins through loving-kindness, while He puts the righteous man in fear through severity, so also in worldly affairs does He order His own dispensation. If He sees potentates shining brightly in dignities — kings, rulers, all who excel in wealth — with these He converses with fear, and profitably lays fear upon their sovereign power: And now, O kings, understand; be instructed, all ye that judge the earth; serve the Lord in fear, and rejoice unto Him with trembling; for He is King of those who reign, and Lord of those who exercise lordship. Where there is sovereignty of power, He lays upon it the fear of His own kingdom; where there is abasement of lowliness, He proffers the medicine of His own loving-kindness. For this God is a great King of those who reign, and Lord of those who exercise lordship; this very One, descending again from His own dignity, is found according to Holy Scripture to be Father of orphans and Judge of widows, King of kings, Ruler of rulers, Lord of lords. Do you see the great abundance of loving-kindness? Do you see the profitable fear of piety and of authority? For where He saw authority sufficing for consolation, He laid fear upon it for benefit; whereas where He saw orphanhood paralysed by lowliness, and poverty by the helplessness of widowhood, He brought near His loving-kindness for consolation. I am Father of the orphans. He does two things: He both displays His loving-kindness, and chastens sovereign power. He calls Himself Father of the orphans, so that He may both comfort those in calamity and strike awe into those in power, lest they mistreat orphans and widows; since death stripped the one of his father and bereaved the other of her husband, and those whom the law of nature despoiled, the decree of loving-kindness renewed; and the very same grace gave to her the Judge, and to the orphan a Father — the King of the saints. Wherefore, says He, O unjust man, if thou mistreatest widows, thou provokest the Guardian of widows; if thou wrongest orphans, thou wrongest sons of God. I am the Father of the orphans, and Judge of the widows; and who is so bold unto impiety as to wrong sons of God, and to mistreat widows cared for by God? Do you see how profitably He prepares the medicines of piety, and puts some in fear while He pities others — not divided Himself, but adapting Himself to the dispositions of men? Let us, therefore, apply to ourselves, brethren, repentance as a medicine unto salvation; nay rather, let us receive from God repentance that heals us. For it is not we who offer this to Him, but He Himself who supplied it to us. Do you see His strictness in the Law? Do you see His loving-kindness in grace? Yet when I speak of the strictness in the Law, I do not slander judgement, but proclaim the loving-kindness of evangelical grace: because the Law inexorably punished those who sinned, whereas grace with great long-suffering postpones punishment so that it may bring in correction. Let us receive repentance, therefore, brethren, a medicine unto salvation; let us receive a medicine wiping out our
PG 49:328Read from the page
τὰ πταίσματα. Μετάνοια δέ ἐστιν, οὐχ ἡ λόγῳ κηρυττομένη, ἀλλ' ἡ πράγμασι βεβαιουμένη· μετάνοια ἡ ἐξ αὐτῆς τῆς καρδίας ἐξαλείφουσα τὸν ῥύπον τῆς ἀσεβείας. Λούσασθε γὰρ, φησὶ, καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν καρδιῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου. Τί βούλεται τὸ περιττὸν τῆς λέξεως; τὸ γὰρ Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν καρδιῶν ὑμῶν, οὐχ ἱκανὸν μηνῦσαι τὸ πᾶν; Διὰ τί οὖν Ἀπέναντι τῶν ὀφθαλμῶν μου; Ἐπειδὴ ἄλλως ὁρῶσιν ὀφθαλμοὶ ἀνθρώπων, καὶ ἄλλως ὁρᾷ ὀφθαλμὸς τοῦ Θεοῦ· Ἄνθρωπος γὰρ εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν. Μὴ σχήμασι, φησὶ, νοθεύσητε τὴν μετάνοιαν, ἀλλ' ἀπέναντι τῶν ὀφθαλμῶν μου, τῶν τὰ κρυπτὰ ἐρευνώντων, δείξατε τοὺς καρποὺς τῆς μετανοίας.
transgressions. Now repentance is not that which is proclaimed in word, but that which is confirmed by deeds — repentance that wipes out the filth of impiety from the very heart. For wash ye, Scripture says, become clean; put away the wickednesses from your hearts before Mine eyes. What does this superfluity of expression mean? For was not the saying, Put away the wickednesses from your hearts, sufficient to declare the whole? Why then did He add, Before Mine eyes? Because the eyes of men see in one way, and the eye of God sees in another; for man looks upon the countenance, whereas God looks into the heart. Do not, says He, adulterate repentance with outward guises, but before Mine eyes, which search out hidden things, show forth the fruits of repentance.
δʹ. Δεῖ δὲ ἡμᾶς καθαιρομένους ἀπὸ τῶν ἁμαρτιῶν πρὸ ὀφθαλμῶν ἔχειν αὐτὰ τὰ ἁμαρτήματα· κἂν ὁ Θεὸς διὰ φιλανθρωπίαν συγχωρήσῃ σοι τὴν ἁμαρτίαν, ἀλλὰ σὺ πρὸς τὴν ἀσφάλειαν τῆς ἑαυτοῦ ψυχῆς πρὸ ὀφθαλμῶν ἔχε τὴν ἁμαρτίαν. Ἡ γὰρ μνήμη τῶν προλαβόντων ἐποχὴ γίνεται τῶν μελλόντων· καὶ ὁ ἐπὶ τοῖς προτέροις δακνόμενος, περὶ τὰ δεύτερα ἀσφαλεστέραν τὴν γνώμην δείκνυσι. Διὰ τοῦτο καὶ ὁ Δαυΐδ· Καὶ ἡ ἁμαρτία μου, φησὶν, ἐνώπιόν μού ἐστι διὰ παντός· ἵνα πρὸ ὀφθαλμῶν ἔχων τὰ προλαβόντα, μὴ περιπέσῃ τοῖς μέλλουσιν. Ὅτι δὲ ταύτην παρ' ἡμῶν ὁ Θεὸς ἀπαιτεῖ τὴν κατάστασιν, ἄκουσον αὐτοῦ λέγοντος· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθήσομαι· σὺ δὲ μνήσθητι, καὶ κριθῶμεν, λέγει Κύριος· λέγε σὺ πρῶτον τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς. Οὐκ ἀναμένει ὁ Θεὸς χρόνον τὸν ἀπὸ τῆς μετανοίας· εἶπες τὴν ἁμαρτίαν σου, ἐδικαιώθης· μετενόησας, ἠλεήθης. Οὐ χρόνος ἀπολογεῖται, ἀλλ' ὁ τρόπος τοῦ μετανοοῦντος τὴν ἁμαρτίαν σβέννυσιν· ἔστι καὶ χρόνῳ πολλῷ παρεδρεύσαντα μὴ τυχεῖν σωτηρίας, καὶ ἐν ὀλίγῳ χρόνῳ γνησίως ἐξομολογησάμενον ἀποδύσασθαι τὴν ἁμαρτίαν. Πολὺν ἀνάλωσε χρόνον ὁ μακάριος Σαμουὴλ ἀξιῶν περὶ τοῦ Σαοὺλ, καὶ πολλὰς νύκτας διήνυσεν ἀγρυπνῶν περὶ τῆς τοῦ ἁμαρτήσαντος σωτηρίας· ὁ δὲ Θεὸς τὸν χρόνον παραπεμπόμενος (οὐ γὰρ συνέδραμε τῇ ἱκεσίᾳ τοῦ προφήτου ἡ μετάνοια τοῦ ἁμαρτήσαντος), λέγει πρὸς τὸν ἑαυτοῦ προφήτην· Ἕως πότε σὺ πενθεῖς περὶ Σαοὺλ, κἀγὼ ἀπῶσμαι αὐτόν; Τὸ Ἕως πότε, τὸν χρόνον δείκνυσι, καὶ τὴν παραμονὴν τοῦ ἱκετεύοντος· καὶ ἀπεπέμψατο ὁ Θεὸς τὸν χρόνον τῆς ἱκεσίας τοῦ προφήτου· οὐ γὰρ συνέδραμε τῇ πρεσβείᾳ τοῦ δικαίου ἡ μετάνοια τοῦ βασιλέως. Τῷ δέ γε μακαρίῳ Δαυῒδ, δεξαμένῳ τὸν ἔλεγχον τῆς ἁμαρτίας διὰ τοῦ ἁγίου Ναθᾶν τοῦ προφήτου, καὶ εὐθέως πρὸς τὴν ἀπειλὴν ἐπιδειξαμένῳ τὴν γνησίαν ἐπιστροφὴν, καὶ εἰπόντι, Ἥμαρτον τῷ Κυρίῳ, εὐθέως ῥῆμα ἓν ἐν μιᾷ ῥοπῇ προενεχθὲν γνησίως ὁλόκληρον ἤνεγκε τῷ μετανοήσαντι τὴν σωτηρίαν· εὐθὺς γὰρ ἡ διόρθωσις κατέλαβε τὴν ἀπόφασιν. Φησὶ γοῦν πρὸς αὐτὸν ὁ Ναθᾶν· Καὶ Κύριος ἀφῆκε τὴν ἁμαρτίαν σου.
4. Yet we who have been cleansed from sins ought to hold the sins themselves before our eyes; even if God through loving-kindness forgives thee thy sin, do thou nevertheless hold thy sin before thine eyes for the safety of thine own soul. For the remembrance of past offences becomes a check upon future ones; and he who is stung over former things displays a more cautious mind concerning later ones. On this account David also says: And my sin is ever before me — so that holding past things before his eyes, he may not fall into future ones. And that God demands this state of mind from us, hear Him saying: I am He that wipeth out thy sins, and I will not remember them; but do thou remember, and let us plead together, saith the Lord; tell thou thy sins first, that thou mayest be justified. God does not wait for length of time after repentance: thou didst state thy sin, thou wast justified; thou didst repent, thou didst obtain mercy. It is not time that makes defence, but the manner of him who repents that quenches the sin; it is possible both for one who has lingered for a long time not to obtain salvation, and for one who has genuinely confessed in a brief time to put off his sin. The blessed Samuel spent a long time interceding on behalf of Saul, and passed many sleepless nights concerning the salvation of him who had sinned; yet God, dismissing the length of time (for the repentance of him who had sinned did not concur with the supplication of the prophet), says unto His prophet: How long dost thou mourn for Saul, seeing I have rejected him? The phrase How long shows the length of time, and the perseverance of the suppliant; and God turned away the long intercession of the prophet, for the repentance of the king did not concur with the embassy of the righteous man. To the blessed David, however, when he received the reproof of his sin through the holy Nathan the prophet, and straightway at the threat displayed genuine conversion, and said, I have sinned against the Lord, straightway a single word uttered genuinely in a single moment brought entire salvation to the penitent; for immediately amendment overtook the sentence. Nathan, accordingly, says unto him: The Lord also hath put away thy sin.
Ὅρα δέ μοι τὸν Θεὸν βραδὺν εἰς τιμωρίαν, καὶ ταχὺν εἰς σωτηρίαν· καί μοι πρῶτον ἐννόησον, ὅπως τὸν ἔλεγχον ὁ φιλάνθρωπος μετὰ πολλοὺς προσήγαγε χρόνους. Ἥμαρτεν ὁ Δαυΐδ· ἐκυοφόρησεν ἡ γυνὴ, καὶ οὐδεὶς ἔλεγχος τῇ ἁμαρτίᾳ παρηκολούθησεν, ἀλλὰ μετὰ τὸ ἀποτεχθῆναι τὸ βρέφος τὸ ἐκ τῆς ἁμαρτίας, ἀποστέλλεται ὁ ἰατρὸς τῆς ἁμαρτίας. Διὰ τί δὲ ἁμαρτήσαντα
And behold for me God slow unto punishment, and swift unto salvation; and first consider for me how the Lover of mankind brought near the reproof after a long time. David sinned; the woman conceived in the womb, and no reproof followed hard upon the sin, but after the babe conceived from the sin had been born, the physician of the sin is sent forth. And why, when he had sinned,
PG 49:329Read from the page
εὐθέως οὐ διωρθώσατο; Ἐπειδὴ οἶδεν ἐν ταῖς ἀκμαῖς τῶν ἁμαρτημάτων τυφλώττουσαν τὴν ψυχὴν τῶν ἁμαρτανόντων, διότι ἐκκεκώφωται τὰ ὦτα τῶν βεβαπτισμένων ἐν τῷ βάθει τῆς ἁμαρτίας. Ὑπερτίθεται οὖν φλεγμαίνοντι τῷ πάθει προσάγειν τὴν βοήθειαν, καὶ μετὰ τοσοῦτον χρόνον ὁ ἔλεγχος προσέρχεται· καὶ ἐν μιᾷ καιροῦ ῥοπῇ ἡ μετάνοια καὶ ἡ ἄφεσις. Καὶ Κύριος ἀφῆκε τὴν ἁμαρτίαν σου. Ὢ τῆς οἰκονομίας τοῦ ἀπειλήσαντος. Ὁρᾷς ὅτι ὀξὺς εἰς σωτηρίαν; Τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ποιεῖ, βραδύνων μὲν πρὸς καθαίρεσιν, ταχύνων δὲ πρὸς ἀντίληψιν. Οἷόν τι λέγω· ἐφ' ἡμῶν τῶν ἀνθρώπων διὰ πολλῶν χρόνων τὰ κτισματα κατασκευάζεται, καὶ ἐν πολλῷ χρόνῳ κτίζομεν οἶκον· καὶ τῆς μὲν οἰκοδομῆς πολὺς ὁ χρόνος, τῆς δὲ καθαιρέσεως ὀλίγος. Ἐπὶ δὲ τοῦ Θεοῦ τὸ ἀνάπαλιν· ὅταν κτίζῃ, ταχέως κτίζει· ὅταν καταστρέφῃ, βραδέως καταστρέφει. Ταχὺς ὁ Θεὸς κτίζων, βραδὺς καταστρέφων· ἐπειδὴ Θεῷ τὰ δύο πρέποντα· καὶ γὰρ ἐκεῖνο, δυνάμεως, καὶ τοῦτο, ἀγαθότητος· δι' ὑπερβολὴν δυνάμεως ταχὺς, διὰ πολλὴν ἀγαθότητα βραδύς· ἔλεγχος δὲ τῶν ῥημάτων, ἡ πεῖρα τῶν πραγμάτων. Ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τὰ μεγέθη τῶν ὀρέων, τὰς πεδιάδας, τὰς φάραγγας, τὰς νάπας, τὰς ὕλας, τὰ βλαστήματα, πηγὰς, ποταμοὺς, παράδεισον, πᾶσαν τὴν ὁρωμένην ποικιλίαν, τὴν θάλατταν ταύτην τὴν μεγάλην καὶ εὐρύχωρον, τὰς νήσους, τὰς παραλίους χώρας, καὶ τὰς μεσογείους· πάντα τὸν ὁρώμενον τοῦτον κόσμον, καὶ τὸ ἐν αὐτῷ κάλλος, ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ Θεός· τὰ ἐν αὐτῷ ζῶα τὰ λογικὰ, καὶ τὰ ἄλογα, καὶ πᾶσαν τὴν ὁρωμένην διακόσμησιν ἐν ἓξ ἡμέραις ποιεῖ. Οὗτος οὖν ὁ ταχὺς εἰς τὸ κτίζειν, ὅτε ἐβουλεύσατο μίαν πόλιν καθελεῖν, εὑρέθη βραδὺς δι' ἀγαθότητα. Θέλει καθελεῖν τὴν Ἱεριχὼ, καί φησι πρὸς τὸν Ἰσραήλ· Κυκλώσατε αὐτὴν ἐπὶ ἑπτὰ ἡμέρας· καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ πεσεῖται τὸ τεῖχος. Τὸν κόσμον ὅλον ἐν ἓξ ἡμέραις κατασκευάζεις, καὶ μίαν πόλιν ἐν ἑπτὰ ἡμέραις λύεις; τί γὰρ ἐμποδίζει σου τῇ δυναστείᾳ; διὰ τί γὰρ μὴ ἀθρόον καθαιρεῖς; οὐ περὶ σοῦ ὁ προφήτης βοᾷ λέγων· Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός; οὐ τὰ ἔργα τῆς δυνάμεώς σου διηγούμενος, φησὶν ὁ Δαυῒδ, Οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν; Ὄρη δύνῃ μεθιστᾶν, καὶ εἰς θάλασσαν ἐμβάλλειν, καὶ μίαν πόλιν οὐ θέλεις καθελεῖν ἀντιλέγουσαν, ἀλλ' ἑπτὰ ἡμέρας δίδως τῇ καθαιρέσει; διὰ τί; Οὐχ ἡ δύναμις, φησὶν, ἀτονεῖ, ἀλλ' ἡ φιλανθρωπία μακροθυμεῖ. Δίδωμι ἑπτὰ ἡμέρας, ὡς τῇ Νινευῒ τρεῖς ἡμέρας· ἴσως δέξεται κήρυγμα μετανοίας, καὶ σωθήσεται. Καὶ τίς ὁ κηρύττων αὐτοῖς τὴν μετάνοιαν; Πολέμιοι τὴν πόλιν περιετειχίσαντο· ὁ στρατηγὸς ἐκύκλου τὰ τείχη· πολὺς ὁ φόβος, πολὺς ὁ θόρυβος· ποίαν οὖν αὐτοῖς ὁδὸν τῆς μετανοίας ἀνέῳξας; μὴ γὰρ προφήτην ἀπέστειλας; μὴ γὰρ εὐαγγελιστὴν διεπέμψω, μὴ γὰρ ἦν τις αὐτοῖς ὑποτιθέμενος τὸ συμφέρον; Ναὶ, φησὶν, εἶχον ἔνδον διδάσκαλον τῆς μετανοίας τὴν θαυμαστὴν ἐκείνην Ῥαὰβ, ἣν ἔσωσα διὰ μετανοίας. Τοῦ αὐτοῦ ἦν φυράματος· ἀλλ' ἐπειδὴ ἐξ αὐτοῦ οὐκ ἦν τοῦ φρονήματος, οὐκ ἐκοινώνησε τῇ ἁμαρτίᾳ ἡ μὴ κοινωνήσασα τῇ ἀπιστίᾳ.
did He not set him aright straightway? Because He knoweth that at the height of sins the soul of them that sin is blinded, forasmuch as the ears of those submerged in the depth of sin have been stopped up. He deferreth therefore to bring aid unto the passion while it is inflamed, and after so long a time reproof approacheth; and in a single turn of the moment come repentance and remission. 'And the Lord hath put away thy sin.' O the dispensation of Him Who threatened! Seest thou that He is swift unto salvation? This He doeth in other cases also, lingering indeed towards destruction, yet hastening towards succour. Take an example of what I mean: among us men works of building are fashioned through many seasons, and in much time we build a house; and long is the time of the building up, whereas brief is that of the pulling down. Yet with God it is the reverse: when He createth, swiftly doth He create; when He overthroweth, slowly doth He overthrow. Swift is God in creating, slow in overthrowing; forasmuch as both befit God: for the one belongeth to power, and the other to goodness; through excess of power He is swift, through great goodness He is slow; and the proof of the words is the experience of the deeds. In six days God made the heaven and the earth, the vast heights of the mountains, the plains, the ravines, the glens, the forests, the shoots of plants, springs, rivers, paradise, all the visible variety, this great and spacious sea, the islands, the maritime regions, and the inland ones: all this visible world, and the beauty therein, did God make in six days; the living creatures therein, rational and irrational, and all the visible adornment He maketh in six days. This One therefore Who is swift to create, when He purposed to pull down a single city, was found slow through goodness. He willeth to pull down Jericho, and saith unto Israel: 'Compass her about for seven days; and on the seventh day the wall shall fall.' Thou fashionest the whole world in six days, and dost Thou undo a single city in seven days? For what hindereth Thy sovereign might? Wherefore dost Thou not destroy it all at once? Doth not the prophet cry aloud concerning Thee, saying: 'If Thou open the heaven, trembling shall seize the mountains from Thee, and they shall melt as wax from before the face of fire'? Doth not David, recounting the works of Thy power, say: 'We shall not fear when the earth is troubled, and mountains are transferred into the hearts of the seas'? Mountains Thou art able to remove and to cast into the sea, and wilt Thou not pull down a single gainsaying city, but givest seven days unto its destruction? Wherefore? 'It is not power,' saith He, 'that flaggeth, but loving-kindness that is long-suffering. I give seven days, as unto Nineveh three days; perchance she will receive the preaching of repentance, and be saved.' And who is he that preacheth repentance unto them? Enemies had walled the city round about; the commander was encircling the walls; great was the fear, great the tumult: what way of repentance, then, didst Thou open unto them? Didst Thou send a prophet? Didst Thou despatch a herald of good tidings? Was there any one suggesting unto them what was profitable? 'Yea,' saith He, 'they had within a teacher of repentance, that marvellous Rahab, whom I saved through repentance.' She was of the same lump; yet since she was not of the same mindset, she who shared not in the unbelief shared not in the sin.
εʹ. Καὶ ὅρα μοι τὸ ξένον τῆς φιλανθρωπίας κήρυγμα· ὁ λέγων ἐν τῷ νόμῳ· Οὐ μοιχεύσεις, οὐ πορνεύσεις, με-
5. And behold for me the strange proclamation of loving-kindness: He Who saith in the law, 'Thou shalt not commit adultery, thou shalt not play the harlot,'
Notes, col. 329

On the reading

Printed κτισματα, for κτίσματα.

PG 49:330Read from the page
ταβαλὼν τὸ ῥῆμα διὰ φιλανθρωπίαν, βοᾷ διὰ τοῦ μακαρίου Ἰησοῦ· Ῥαὰβ ἡ πόρνη ζήτω. Ἰησοῦς ἐκεῖνος ὁ Ναυῆ υἱὸς ὁ λέγων, Ἡ πόρνη ζήτω, εἰκὼν ἦν τοῦ Κυρίου Ἰησοῦ τοῦ λέγοντος· Πόρναι καὶ τελῶναι προάξουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Εἰ ζῆν ὀφείλει, διὰ τί πόρνη; εἰ πόρνη, διὰ τί ζήτω; Λέγω, φησὶ, τὴν προτέραν κατάστασιν, ἵνα θαυμάσῃς τὴν δευτέραν μετάστασιν. Καὶ τί ἐποίησε, φησὶν, ἡ Ῥαὰβ σωτηρίας πρόξενον; ὅτι ἐδέξατο τοὺς κατασκόπους μετὰ εἰρήνης; Τοῦτο καὶ πανδοχεύτρια ποιεῖ. Ἀλλ' οὐκ ἀπὸ τῆς λέξεως μόνης καρποῦται τὴν σωτηρίαν, ἀλλὰ προηγουμένως ἀπὸ τῆς πίστεως, καὶ τῆς πρὸς Θεὸν διαθέσεως. Καὶ ἵνα μάθῃς τὴν ὑπερβολὴν τῆς ἐν αὐτῇ πίστεως, ἄκουε αὐτῆς τῆς Γραφῆς διηγουμένης τὰ μεμαρτυρημένα αὐτῇ κατορθώματα. Ἦν ἐν πορνείῳ, ὥσπερ μαργαρίτης ἐν βορβόρῳ συμπεφυρμένος, χρυσὸς ἐν πηλῷ διερριμμένος, ἄνθος εὐσεβείας ἀκάνθαις κεχωσμένον, εὐσεβὴς ψυχὴ ἐν ἀσεβείας χώρῳ κατεκέκλειστο. Καί μοι πρόσεχε τὸν νοῦν ἀκριβῶς. Ἐδέξατο τοὺς κατασκόπους, καὶ ὃν προέδωκεν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, τοῦτον ἐκήρυξεν ἡ Ῥαὰβ ἐν τῷ πορνείῳ. Οἷον τί λέγω, ὁ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ; Ὅτε τὸ ὄρος ἐπεπλήρωτο νεφέλης, καὶ γνόφου, καὶ σαλπίγγων, καὶ ἀστραπῶν, καὶ τῶν ἄλλων φοβήτρων, ἤκουσε παρὰ τοῦ Θεοῦ ἐκ μέσου τοῦ πυρός· Ἄκουε Ἰσραήλ· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι· ἐγὼ ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ πλην ἐμοῦ Θεὸς οὐκ ἔστι· ταῦτα ἀκούων ὁ Ἰσραὴλ, μόσχον ἐχώνευσε, καὶ Θεὸν ἠθέτησεν· ἠγνόησε τὸν Δεσπότην, ἀπέγνω τὸν εὐεργέτην, καὶ λέγει τῷ Ἀαρών· Ποίησον ἡμῖν θεούς. Εἰ θεοὺς, διὰ τί ποίησον; πῶς θεοὶ τὰ γινόμενα; Οὕτως ἡ κακία τυφλώττουσα, αὐτὴ ἑαυτῇ μάχεται, καὶ ἑαυτὴν ἀφανίζει. Εἷς ἐγένετο μόσχος, καὶ βοᾷ ὁ ἀχάριστος Ἰσραήλ· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου. Οὗτοι οἱ θεοί ἕνα βλέπει μόσχον, ἓν τὸ γινόμενον εἴδωλον, διὰ τί οὖν, Οὗτοι οἱ θεοί; Ἵνα δείξῃ, ὅτι οὐχ ὃ βλέπει μόνον προσκυνεῖ, ἀλλὰ πολυθεΐαν φαντάζεται· τὴν γνώμην ἑρμηνεύει, οὐ τὸ φαινόμενον κρίνει. Ἵνα δὲ εἰς τὸ προκείμενον ἐπανέλθωμεν πάλιν, ἃ ἤκουσεν Ἰσραὴλ, ὁ τοσούτοις περιστοιχιζόμενος θαύμασι, καὶ τοσούτῳ νόμῳ παιδαγωγούμενος, καὶ ἠρνήσατο, ταῦτα ἡ Ῥαὰβ ἀποκεκλεισμένη ἐν τῷ πορνείῳ κηρύττει· λέγει γὰρ τοῖς κατασκόποις· Ἔγνωμεν ὅσα ἐποίησεν ὁ Θεὸς ὑμῶν τοῖς Αἰγυπτίοις. Ὁ Ἰουδαῖος λέγει· Οὗτοι οἱ θεοί σου οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου, καὶ ἡ πόρνη, οὐ θεοῖς, ἀλλὰ Θεῷ ἐπιγράφει τὴν σωτηρίαν. Ἔγνωμεν ὅσα ὁ Θεὸς ὑμῶν ἐποίησε τοῖς Αἰγυπτίοις ἐν τῇ ἐρήμῳ, καὶ ἠκούσαμεν, καὶ ἐτάκη ἡμῶν ἡ καρδία, καὶ ἰσχὺς ἐν ἡμῖν οὐκ ἔστιν. Ἔγνωμεν ὅσα ὁ Θεὸς ὑμῶν ἐποίησε. Βλέπεις πῶς ἀναλαμβάνει τοῦ νομοθέτου τὸ ῥῆμα διὰ πίστεως; Καὶ οἶδα, ὅτι ὁ Θεὸς ὑμῶν ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ πλὴν αὐτοῦ Θεὸς οὐκ ἔστιν.
altering the word through loving-kindness, crieth aloud through the blessed Joshua: 'Let Rahab the harlot live.' That Joshua the son of Nun, who saith, 'Let the harlot live,' was an image of the Lord Jesus, Who saith: 'Harlots and tax-gatherers shall go before you into the kingdom of the heavens.' If she ought to live, wherefore is she called a harlot? If a harlot, wherefore 'let her live'? 'I state,' saith he, 'the former condition, that thou mayest marvel at the subsequent transformation.' And what, saith one, did Rahab do to procure salvation? That she received the spies in peace? Even an innkeeper-woman doeth this. Nay, not from the utterance alone doth she reap salvation, but primarily from faith and from her disposition towards God. And that thou mayest learn the exceeding greatness of the faith within her, hear Scripture itself recounting the righteous deeds attested unto her. She was in a brothel, like a pearl kneaded up in mire, gold cast about in clay, a flower of piety heaped over with thorns; a pious soul had been shut fast in a place of impiety. And apply thy mind to me exactly. She received the spies, and Him Whom Israel betrayed in the wilderness, this One did Rahab proclaim in the brothel. What mean I by 'Israel in the wilderness'? When the mountain had been filled with cloud, and thick darkness, and trumpets, and lightnings, and the other terrors, Israel heard from God out of the midst of the fire: 'Hear, O Israel: the Lord thy God is one Lord; there shall be to thee no other gods; I am in the heaven above, and upon the earth beneath, and beside Me there is no God.' Hearing these things, Israel cast a calf, and set God at naught; they knew not the Master, they renounced the Benefactor, and said unto Aaron: 'Make us gods.' If gods, wherefore 'make'? How can things that come into being be gods? Thus wickedness, being blinded, fighteth against itself and destroyeth itself. One calf came into being, and thankless Israel crieth aloud: 'These are thy gods, O Israel, who brought thee out of the land of Egypt.' 'These are the gods'—he seeth one calf, one idol come into being; wherefore then, 'These are the gods'? That he may show that he worshippeth not only what he seeth, but imagineth polytheism; he interpreteth his intent, he judgeth not what appeareth. Yet that we may return again to the matter before us: the things which Israel—encompassed with so many marvels and tutored by so great a law—heard and denied, these doth Rahab, shut up in the brothel, proclaim; for she saith unto the spies: 'We know all that your God did unto the Egyptians.' The Jew saith: 'These are thy gods who brought thee out of the land of Egypt'; whereas the harlot ascribeth salvation not unto gods, but unto God: 'We know all that your God did unto the Egyptians in the wilderness, and we heard, and our heart melted, and there is no strength in us. We know all that your God did.' Seest thou how she taketh up the word of the Lawgiver through faith? 'And I know that your God is in the heaven above, and upon the earth beneath, and beside Him there is no God.'
Εἰκὼν τῆς Ἐκκλησίας ἡ Ῥαὰβ τῆς ποτε πεφυρμένης τῇ πορνείᾳ τῶν δαιμόνων, δεχομένης δὲ νῦν τοὺς τοῦ Χριστοῦ κατασκόπους, οὐ τοὺς παρὰ Ἰησοῦ τοῦ Ναυῆ, ἀλλὰ τοὺς ἀποστόλους τοὺς παρὰ Ἰησοῦ τοῦ ἀληθινοῦ Σωτῆρος ἀπεσταλμένους. Ἔγνων, φησὶν, ὅτι ὁ Θεὸς ὑμῶν ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ πλὴν αὐτοῦ Θεὸς οὐκ ἔστι. Ταῦτα παρέλαβον οἱ Ἰουδαῖοι, καὶ οὐκ ἐφύλαξαν· ταῦτα ἤκουσεν ἡ Ἐκκλησία,
An image of the Church is Rahab—she who of old was defiled with the fornication of demons, yet now receiveth the spies of Christ, not those sent from Joshua the son of Nun, but the apostles sent from Jesus the true Saviour. 'I know,' saith she, 'that your God is in the heaven above, and upon the earth beneath, and beside Him there is no God.' These things the Jews received, and kept not; these things the Church heard,
Notes, col. 330

On the reading

Printed πλην, for πλὴν.