Migne Reading Room

PG 49 · cols. 289–294 · Read from the page

Homilies IX on Penance

Homilies IX on Penance

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:289Read from the page
Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Ἀλλ' εἰς τὴν θάλασσαν; Οὐκ οἶδας ὅτι Αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν; Ἀλλ' εἰς τὸν οὐρανόν; Οὐκ ἤκουσας τοῦ Δαυῒδ λέγοντος, ὅτι Ὄψομαι τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου; Ἀλλ' ὅμως ἐκεῖνος φόβῳ κατεχόμενος ἔφυγε τῷ δοκεῖν· Θεὸν γὰρ ἀληθῶς φυγεῖν ἀδύνατον. Ὅμως ὅτε ἀποκατέστησεν αὐτὸν ἡ θάλασσα, καὶ ἦλθεν εις Νινευὶ, ἐκήρυξε λέγων ὅτι, Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὶ καταστραφήσεται. Ἵνα δὲ μάθῃς ὅτι τοῦτο ἔχων ἐν διανοίᾳ εἰς φυγὴν ἔδωκεν ἑαυτὸν, ὅτι ὁ Θεὸς φιλάνθρωπος ὢν μετανοεῖ ἐπὶ τῇ κακίᾳ ᾗ ἐλάλησε περὶ αὐτῶν, καὶ ἔμελλεν αὐτὸς ὡς ψευδοπροφήτης εἶναι, αὐτὸς ἑαυτῷ δείκνυσι. Μετὰ γὰρ τὸ κηρῦξαι ἐν τῇ Νινευὶ, ἐξῆλθεν ἔξω τῆς πόλεως, καὶ παρετήρει τί ἂν γένηται· ὅτε δὲ εἶδε τρεῖς ἡμέρας παρελθούσας, καὶ οὐδαμοῦ οὐδὲν τῶν ἠπειλημένων γινόμενον, τότε τὸν πρῶτον αὐτοῦ λογισμὸν κινεῖ, καὶ λέγει· Οὐχ οὗτοί εισιν οἱ λόγοι μου οὓς ἔλεγον, ὅτι ὁ Θεὸς ἐλεήμων ἐστὶ καὶ μακρόθυμος καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων; Ἵν' οὖν μή τι τοιοῦτον πάθῃ Ἠλίας, οἷον καὶ Ἰωνᾶς, λέγει ὁ Θεὸς τὴν αἰτίαν, δι' ἣν τῷ Ἀχαὰβ συνεχώρησε. Καὶ τί φησιν ὁ Θεὸς πρὸς τὸν Ἠλίαν; Εἶδες πῶς ἐπορεύθη Ἀχαὰβ πενθῶν καὶ σκυθρωπάζων ἐνώπιόν μου; Οὐ μὴ ποιήσω κατὰ τὴν κακίαν αὐτοῦ. Βαβαὶ, δεσπότης δούλου συνήγορος γίνεται, καὶ ἀπολογεῖται Θεὸς ἀνθρώπῳ ὑπὲρ ἀνθρώπου· Μὴ νόμιζε, φησὶν, ὅτι ἁπλῶς συνεχώρησα αὐτῷ· μετεῤῥύθμισε τὸν τρόπον, καὶ μετέβαλον τὴν ὀργήν μου καὶ ἀνέλυσα. Καὶ ἵνα μὴ νομισθῇς σὺ ὡς ψευδοπροφήτης· σὺ γὰρ ἀληθῶς εἶπας· ει μὴ μετέβαλε τὸν τρόπον, ὑπομεῖναι εἶχε τὰ τῆς ἀποφάσεως· ἀλλ' οὗτος μὲν μετέβαλε τὸν τρόπον, κἀγὼ ἀνέλυσα τὴν ὀργήν μου. Καί φησιν ὁ Θεὸς πρὸς τὸν Ἠλίαν· Εἶδες πῶς ἐπορεύθη Ἀχαὰβ πενθῶν καὶ σκυθρωπάζων; Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργήν μου. Εἶδες ὅτι τὸ πενθῆσαι ἐξαλείφει ἁμαρτίας;
Lord's is the earth and the fulness thereof. Into the sea, then? Do you not know that His is the sea, and He Himself made it? Into heaven, then? Have you not heard David saying: I shall behold the heavens, the works of Thy fingers? Yet nevertheless that man, held fast by fear, fled in supposition; for truly to flee God is impossible. Nevertheless, when the sea restored him and he came unto Nineveh, he preached, saying: Yet three days, and Nineveh shall be overthrown. And so that you may learn that it was while having this in mind that he gave himself to flight—namely, that God, being lovingkind towards mankind, repents over the calamity of which He spoke concerning them, and he himself was about to appear as a false prophet—he shows this for himself. For after preaching in Nineveh, he went forth outside the city, and watched closely what might come to pass; and when he saw three days gone by, and nowhere anything of the things threatened taking place, then he stirs up his first reckoning, and says: Are not these my words which I spoke, that God is merciful and longsuffering and repenting over the wickednesses of men? Lest Elijah, therefore, should suffer any such thing as Jonah also did, God states the reason wherefore He pardoned Ahab. And what says God to Elijah? Hast thou seen how Ahab walked mourning and downcast before Me? I will by no means act according to his wickedness. Marvellous! A master becomes advocate for a servant, and God makes defence to a man on behalf of a man! Do not suppose, He says, that I pardoned him groundlessly: he reformed his conduct, and I changed My wrath and loosed it. And lest you should be supposed a false prophet—for you spoke truly: had he not changed his conduct, he would have had to undergo the terms of the sentence; yet this man changed his conduct, and I too loosed My wrath. And God says to Elijah: Hast thou seen how Ahab walked mourning and downcast? I will by no means act according to My wrath. Did you see that mourning blots out sins?
δʹ. Ἔχεις δὲ καὶ τρίτην ὁδὸν μετανοίας. Πολλὰς δὲ ὁδοὺς μετανοίας εἶπον, ἵνα τῇ ποικιλίᾳ τῶν ὁδῶν εὔκολόν σοι τὴν σωτηρίαν ἐργάσωμαι. Ποία δὲ αὕτη ἡ τρίτη ὁδός; Ἡ ταπεινοφροσύνη· ταπεινοφρόνησον, καὶ ἔλυσας τὰς σειρὰς τῶν ἁμαρτιῶν. Καὶ ἔχεις καὶ ταύτης ἀπόδειξιν ἀπὸ τῆς θείας Γραφῆς, ἀπὸ τῆς ἀναγνώσεως τῆς κατὰ τὸν τελώνην καὶ τὸν Φαρισαῖον. Ἀνῆλθον, φησὶν, ὁ Φαρισαῖος καὶ ὁ τελώνης εἰς τὸ ἱερὸν προσεύξασθαι, καὶ ἤρξατο ὁ Φαρισαῖος τὰς ἀρετὰς αὐτοῦ ἀπαριθμεῖσθαι. Οὐκ εἰμὶ κἀγὼ, φησὶν, ἁμαρτωλὸς ὡς πᾶς ὁ κόσμος, οὔτε ὡς ὁ τελώνης οὗτος. Ἀθλία καὶ ταλαίπωρε ψυχὴ, ὅλην τὴν οἰκουμένην κατεδίκασας, διὰ τί καὶ τὸν ἐγγύς σου ἔθλιψας; οὐκ ἤρκεσέ σοι ἡ οἰκουμένη, εἰ μὴ καὶ τὸν τελώνην κατέκρινας; πάντας ἐντεῦθεν διέβαλες, καὶ οὐδὲ τοῦ ἑνὸς ἀνδρὸς ἐφείσω. Οὐκ εἰμὶ ἐγὼ ὡς πᾶς ὁ κόσμος, οὐδὲ ὡς ὁ τελώνης οὗτος· δεύτερον τῆς ἑβδομάδος νηστεύω, ἀποδεκατῶ τὰ ὑπάρχοντά μου τοῖς πτωχοῖς. Ἀλαζονείας ῥήματα ἐφθέγξατο. Ἄθλιε ἄνθρωπε,
4. And you have a third way of repentance as well. Now I have mentioned many ways of repentance, so that by the variety of the ways I may render salvation easy for you. And what is this third way? Humility of mind: humble your mind, and you have loosed the chains of your sins. And of this too you have proof from Divine Scripture, from the reading concerning the tax-collector and the Pharisee. The Pharisee and the tax-collector went up, it says, into the temple to pray, and the Pharisee began to recount his virtues: I too am not, says he, a sinner like the whole world, nor like this tax-collector. Wretched and miserable soul, you condemned the whole inhabited world: why did you also afflict him who was near you? Did not the inhabited world suffice for you, unless you condemned the tax-collector as well? Everyone henceforth you slandered, and spared not even the one man! I am not like the whole world, nor like this tax-collector: I fast twice in the week, I pay tithes of my possessions to the poor. Words of boastfulness he uttered! Wretched man,
Notes, col. 289

On the reading

Printed εις, for εἰς.

Printed εισιν, for εἰσιν.

Printed ει, for εἰ.

PG 49:290Read from the page
ἔσκω, τὴν οἰκουμένην κατεδίκασας, τί καὶ τὸν ἐγγύς σου τελώνην ἐπέπληξας; οὐκ ἐνεπλήσθης τῇ κατηγορίᾳ τῆς οἰκουμένης, εἰ μὴ καὶ τὸν σὺν σοὶ κατέκρινας; Τί οὖν ὁ τελώνης; Ἀκούσας ταῦτα οὐκ εἶπε· Σὺ γὰρ τίς εἶ ὁ τοιαῦτά μοι λέγων; πόθεν οἶδας τὸν βίον μου; οὐ συνανεστράφης μοι· οὐ συνέμεινας, οὐ συνεχρόνισας· διὰ τί τοσοῦτον ὑπερηφανεύῃ; σοὶ γὰρ τίς μαρτυρεῖ ἀγαθοεργίας; τί σεαυτὸν ἐπαινεῖς; τί σεαυτῷ χαρίζῃ; Ἀλλ' οὐδὲν τούτων εἶπ⟨ε⟩ν ὁ τελώνης, ἀλλὰ κύψας προσεκύνησε καὶ εἶπεν· Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· καὶ ταπεινοφρονήσας ὁ τελώνης ἐγένετο δίκαιος. Ὁ δὲ Φαρισαῖος κατῆλθεν ἐκ τοῦ ἱεροῦ δικαιοσύνην ἀπολέσας, καὶ ὁ τελώνης κατῆλθε δικαιοσύνην κτησάμενος· καὶ ῥήματα πράγματα ἐνίκησαν. Ὁ μὲν γὰρ ἔργοις δικαιοσύνην ἀπώλεσεν, ὁ δὲ λόγῳ ταπεινοφροσύνης δικαιοσύνην ἐκτήσατο. Καίτοι γε οὐδὲ ταπεινοφροσύνη ἦν ἐκεῖνο· ταπεινοφροσύνη γὰρ τοῦτό ἐστιν, ὅταν τις μέγας ὢν ἑαυτὸν ταπεινοῖ· τοῦτο δὲ τοῦ τελώνου οὐκ ἦν ταπεινοφροσύνη, ἀλλ' ἀλήθεια· ἀληθινὰ γὰρ ἦν τὰ ῥήματα· ἁμαρτωλὸς γὰρ ἦν.
granted, you condemned the inhabited world: why did you also rebuke the tax-collector near you? Were you not satisfied with the accusation of the inhabited world, unless you condemned him who was with you as well? What then says the tax-collector? Having heard these things, he did not say: Why, who are you that say such things to me? Whence do you know my life? You have not lived in my company; you have not abided with me, you have not spent your time with me; why are you so arrogant? Why, who bears witness to your good deeds? Why do you praise yourself? Why do you show favour to yourself? No, the tax-collector said nothing of these things, but bowing down he worshipped and said: O God, be merciful to me the sinner; and having humbled his mind, the tax-collector became righteous. And the Pharisee went down from the temple having lost righteousness, and the tax-collector went down having acquired righteousness; and words conquered deeds. For the one lost righteousness by deeds, while the other acquired righteousness by a word of humble-mindedness. And yet that was not even humble-mindedness; for humble-mindedness is this: when someone, being great, humbles himself; whereas this act of the tax-collector was not humble-mindedness, but truth; for true were the words, since he was a sinner.
εʹ. Τί γὰρ τελώνου χεῖρον, εἰπέ μοι; τῶν ἀλλοτρίων συμφορῶν ἐστι πραγματευτὴς, τῶν ἀλλοτρίων πόνων συμμεριστής· καὶ τὸν μὲν κάματον οὐκ ἐπιβλέπει, τὸ δὲ κέρδος συμμερίζεται· ὥστε ἐσχάτη ἁμαρτία τοῦ τελώνου. Οὐδὲν γὰρ ἄλλο ἐστὶ τελώνης ἢ πεπαῤῥησιασμένη βία, ἔννομος ἁμαρτία, εὐπρόσωπος πλεονεξία. Τί γὰρ χεῖρον τελώνου τοῦ καθεζομένου κατὰ τὴν ὁδὸν, καὶ ἀλλοτρίων πόνων τοὺς καρποὺς τρυγῶντος, καὶ ὅτε μὲν οἱ κάματοι, οὐδεμία αὐτῷ φροντὶς, ὅτε δὲ τὸ κέρδος, ἐξ ὧν οὐκ ἔκαμε, τὴν μερίδα λαμβάνει; Ὥστε εἰ ἁμαρτωλὸς ὢν ὁ τελώνης τοσαύτης ἐπέτυχε τῆς δωρεᾶς ταπεινοφρονήσας, πόσῳ μᾶλλον ὁ ἐνάρετος ὢν καὶ ταπεινοφρονῶν; Ὥστε ἐὰν ὁμολογήσῃς τὰς ἁμαρτίας σου καὶ ταπεινοφρονήσῃς, δίκαιος γίνῃ. Θέλεις δὲ μαθεῖν ταπεινόφρων τίς ἐστι; βλέπε Παῦλον τὸν ὄντως ταπεινόφρονα, Παῦλον τὸν διδάσκαλον τῆς οἰκουμένης, τὸν ῥήτορα τὸν πνευματικὸν, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν λιμένα τὸν ἀκύμαντον, τὸν πύργον τὸν ἀσάλευτον, τὸν ἐν σώματι βραχεῖ τὴν οἰκουμένην κυκλοῦντα, καὶ καθάπερ ὑπόπτερόν τινα ταύτην περιδραμόντα· βλέπε ἐκεῖνον ταπεινοφρονοῦντα, τὸν ἰδιώτην καὶ φιλόσοφον, τὸν πένητα καὶ πλούσιον. Ἐκεῖνον ἀληθῶς ταπεινόφρονα λέγω, τὸν μυρίους καμάτους ἀντλήσαντα, τὸν μυρία τρόπαια κατὰ τοῦ διαβόλου ἐνδειξάμενον, τὸν κηρύττοντα καὶ λέγοντα, Ἡ χάρις αὐτοῦ εις ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον πάντων ἐκοπίασα· ὁ φυλακὰς ὑπομείνας, καὶ πληγὰς καὶ μάστιγας· ὁ δι' Ἐπιστολῶν τὴν οἰκουμένην σαγηνεύσας· ὁ οὐρανίᾳ φωνῇ κληθεὶς, ἐκεῖνος ταπεινοφρονεῖ λέγων· Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος. Εἶδες ταπεινοφροσύνης μέγεθος, εἶδες Παῦλον ταπεινοφρονοῦντα, ἐλάχιστον ἑαυτὸν καλοῦντα; Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος. Τοῦτο γὰρ ἀληθῶς ταπεινοφροσύνη, τὸ ταπεινοῦσθαι ἐν πᾶσι, καὶ ἑαυτὸν καλεῖν ἐλάχιστον. Ἐννόησον τίς ἦν ὁ λέγων ταῦτα τὰ ῥήματα· Παῦλος ὁ οὐρανοπολίτης, ὁ τὸ σῶμα ἁπλῶς
5. For what is worse than a tax-collector, tell me? He is a trafficker in others' calamities, a sharer in others' toils; and to the labour indeed he pays no heed, while he shares in the gain; so that the sin of the tax-collector is extreme. For a tax-collector is nothing else than brazen violence, lawful sin, specious covetousness. For what is worse than a tax-collector who sits by the roadside and reaps the fruits of others' toils, and when there are labours has no care at all, yet when there is gain takes his portion from things wherein he did not labour? If, therefore, the tax-collector, though a sinner, obtained so great a gift after humbling his mind, how much more he who is virtuous and humble-minded? If, therefore, you confess your sins and humble your mind, you become righteous. And do you wish to learn who is humble-minded? Look at Paul, him who was truly humble-minded: Paul the teacher of the inhabited world, the spiritual orator, the vessel of election, the waveless haven, the unshaken tower, him who in a small body encircled the inhabited world and ran round it just as if winged; look at that man humbling his mind, the unlearned man and philosopher, the poor man and rich. That man I call truly humble-minded, him who drained ten thousand labours, him who displayed ten thousand trophies against the devil, him who proclaimed and said: His grace towards me did not prove vain, but I laboured more abundantly than they all; he who endured prisons, and blows and scourges; he who swept the inhabited world into his net through Epistles; he who was called by a heavenly voice—that man humbles his mind, saying: For I am the least of the apostles, who am not fit to be called an apostle. Did you see the magnitude of humble-mindedness, did you see Paul humbling his mind, calling himself the least? For I am, says he, the least of the apostles, who am not fit to be called an apostle. For this truly is humble-mindedness: to humble oneself in all things, and to call oneself the least. Consider who it was that spoke these words: Paul the citizen of heaven, he who simply wore his body
Notes, col. 290

On the reading

Printed ἔσκω, for ἔστω.

Printed εις, for εἰς.

PG 49:291Read from the page
περικείμενος, ὁ στῦλος τῶν Ἐκκλησιῶν, ὁ ἐπίγειος ἄγγελος, ὁ ἐπουράνιος ἄνθρωπος. Ἡδέως γὰρ λοιπὸν ἐνδιατρίβω τῷ ἀνδρὶ, θεωρῶν αὐτοῦ τὸ κάλλος τῆς ἀρετῆς. Οὐχ οὕτως ἥλιος ἀνατείλας καὶ λαμπρὰς ἀφιεὶς τὰς ἀκτῖνας εὐφραίνει μου τὰς ὄψεις, ὡς τὸ πρόσωπον Παύλου καταυγάζει μου τὴν διάνοιαν· ὁ μὲν γὰρ ἥλιος τὰς ὄψεις φωτίζει, ὁ δὲ Παῦλος εἰς αὐτὰς ἀναπτεροῖ τὰς ἁψῖδας τῶν οὐρανῶν· τὴν γὰρ ψυχὴν καὶ ὑψηλοτέραν τοῦ ἡλίου ἀπεργάζεται, καὶ ἀνωτέραν τῆς σελήνης· τοιαύτη γὰρ ἡ δύναμις τῆς ἀρετῆς· ἄγγελον τὸν ἄνθρωπον ποιεῖ, τὴν ψυχὴν ἀναπτεροῖ εἰς τὸν οὐρανόν. Ταύτην τὴν ἀρετὴν διδάσκει ἡμᾶς ὁ Παῦλος· σπουδάσωμεν ζηλωταὶ αὐτοῦ γενέσθαι τῆς ἀρετῆς. Ἀλλ' οὐ δεῖ ἐξελθεῖν ἡμᾶς τοῦ προκειμένου· δεῖξαι
compassed round about, the pillar of the Churches, the earthly angel, the heavenly man. For gladly henceforth do I linger over the man, beholding the beauty of his virtue. Not so does the sun, having risen and sent forth bright rays, gladden my eyes, as the countenance of Paul illuminates my mind; for whereas the sun enlightens the eyes, Paul gives wings up to the very vaults of the heavens; for he renders the soul both loftier than the sun, and higher than the moon; for such is the power of virtue: it makes man an angel, it gives wings to the soul unto heaven. This virtue Paul teaches us; let us be zealous to become emulators of his virtue. Yet we must not depart from our proposed theme; to show
ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ Περὶ ἐλεημοσύνης, καὶ εἰς τὰς δέκα παρθένους.
DISCOURSE OF THE SAME On almsgiving, and on the ten virgins.
Ὁμιλία γʹ.
Homily III.
αʹ. Ἆρα οἴδατε, πόθεν ἡμῖν ὁ λόγος πρώην ἤρξατο, ἢ ποῦ κατέλυσεν, ἢ ἐκ ποίας ὑποθέσεως εἰς ποίαν ἔληξε τὰ τῆς προτέρας ὁμιλίας ῥήματα; Ἀλλ' ὑμᾶς μὲν νομίζω ἐπιλελῆσθαι ποῦ ἡμῖν ὁ λόγος κατέπαυσεν· ἐγὼ δὲ οἶδα, καὶ οὐκ αἰτιῶμαι ὑμᾶς ἐν τούτῳ οὐδὲ κατηγορῶ. Ἕκαστος γὰρ ὑμῶν γυναῖκα ἔχει, καὶ παίδων ἀντέχεται, καὶ τῶν περὶ τὸν οἶκον φροντίζει πάντων· οἱ μὲν καὶ ἐν στρατείαις ἀσχολοῦνται, ἄλλοι δὲ χειροτέχναι εἰσί· καὶ εἰς διαφόρους χρείας ἕκαστος ὑμῶν ἀσχολεῖται. Ἡμεῖς δὲ ἐν τούτοις στρεφόμεθα, καὶ ἐν τούτοις μελετῶμεν, καὶ ἐν τούτοις τὸν χρόνον ἡμῶν διατρίβομεν· ὥστε οὐ μεμπτέοι ἐστὲ ἐν τούτῳ, ἀλλ' ἐπαινετέοι ἐν τῇ σπουδῇ, ὅτι οὐδὲ μίαν ἡμᾶς Κυριακὴν καταλιμπάνετε, ἀλλὰ πάντων καταφρονοῦντες εἰς ἐκκλησίαν ἀπαντᾶτε. Τοῦτο γὰρ μέγιστον ἐγκώμιόν ἐστι τῆς ἡμετέρας πόλεως, οὐ τὸ θορύβους ἔχειν καὶ προάστεια, οὐδὲ χρυσορόφους οἴκους καὶ τρικλίνους, ἀλλὰ τὸ ἔχειν δῆμον σπουδαῖον καὶ διεγηγερμένον. Οὐ γὰρ ἐκ τῶν φύλλων τὴν εὐγένειαν τοῦ δένδρου, ἀλλ' ἐκ τῶν καρπῶν ἐπιγινώσκομεν. Διὰ τοῦτο γὰρ τῶν ἀλόγων ζώων προτετιμήμεθα ἐν τῷ λόγον ἔχειν, καὶ λόγου μεταλαμβάνειν, καὶ λόγου ἐρᾷν· ἄνθρωπος γὰρ μὴ ἐρῶν λόγου, πολὺ ἀλογώτερος τῶν κτηνῶν ἐστι, μὴ εἰδὼς διὰ τί ἐτιμήθη, καὶ πόθεν ἔχει τὴν τιμήν. Καὶ καλῶς ἔλεγεν ὁ προφήτης· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ἄνθρωπος λογικὸς ὢν, λόγου οὐκ ἐρᾷς; εἰπέ μοι, καὶ ποίαν ἕξεις συγγνώμην; Ὥστε ὑμεῖς ἐμοὶ πάντων ἀναγκαιότεροι οἱ πρὸς τὸν λόγον τῆς ἀρετῆς ἀναπτερούμενοι, καὶ πάντα τῶν θείων λόγων δεύτερα τιθέντες. Φέρε οὖν καὶ ἡμεῖς τῆς ὑποθέσεως ἁψώμεθα, καὶ τῶν πρώην ῥηθέν-
1. Do you know whence our discourse lately began, or where it left off, or from what theme into what theme the words of our former homily concluded? Yet I suppose that you have forgotten where our discourse ceased; whereas I know, and I neither blame you in this nor accuse you. For each of you has a wife, and devotes himself to children, and takes thought for all the affairs of the household; some too are engaged in military service, while others are artisans; and each of you is occupied with diverse needs. Whereas we are conversant with these matters, and in these we meditate, and in these we spend our time; so that you are not to be blamed in this, but to be praised in your earnestness, because not a single Lord's Day do you forsake us, but disdaining all things you flock to church. For this is the greatest encomium of our city, not its having tumults and suburbs, nor houses with gilded ceilings and dining-halls, but its having an earnest and awakened people. For not from the leaves do we recognize the nobility of the tree, but from the fruits. For on this account have we been honoured above the irrational creatures, in having speech and reason, and partaking of discourse, and loving discourse; for a man who does not love discourse is far more irrational than the cattle, not knowing why he was honoured, and whence he holds his honour. And well did the prophet say: Man, being in honour, did not understand; he was compared to the senseless cattle, and was made like unto them. Being a rational man, do you not love discourse? Tell me, and what pardon will you have? So that you are to me more indispensable than all, you who are winged unto the word of virtue, and count all things secondary to the divine words. Come, then, let us too lay hold of our theme, and to the things lately spo-
PG 49:292Read from the page
γὰρ ἦν ὁ σκοπὸς τρίτην ὁδὸν μετανοίας τὴν ταπεινοφροσύνην, ὅτι ὁ τελώνης οὐκ ἐταπεινοφρόνησεν, ἀλλ' ἀλήθειαν εἶπε, τὰς ἰδίας ἁμαρτίας γυμνώσας, καὶ δίκαιος ἐγένετο, οὐ χρήματα καταβαλὼν, οὔτε πελάγη διατεμὼν, οὔτε πολλὴν ὁδὸν πεζεύσας, οὔτε ἄπειρα πελάγη περάσας, οὔτε φίλους ἀξιώσας, οὔτε χρόνον πολὺν καταναλώσας, ἀλλὰ διὰ ταπεινοφροσύνης δικαιοσύνην ἐκτήσατο, καταξιωθεὶς τῆς βασιλείας τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
that humility was the third way of repentance was our aim, in that the tax-collector did not merely make a show of humility, but spoke the truth, laying bare his own sins, and became righteous, neither having laid down money, nor having cleft seas, nor having journeyed a long way on foot, nor having crossed boundless seas, nor having entreated friends, nor having spent much time, but through humility acquired righteousness, having been counted worthy of the kingdom of the heavens; which may it befall us all to attain, by the grace and lovingkindness towards mankind of our Lord Jesus Christ, to Whom be the glory and the dominion unto the ages of the ages. Amen.
των τὰ ἀκόλουθα εἴπωμεν· χρεωστῶ γὰρ ὑμῖν, καὶ ἡδέως καταβάλλω τὸ χρέος· οὐ γὰρ πενίαν μοι φέρει, ἀλλὰ πλοῦτον συνάγει. Ἐπὶ γὰρ τῶν ἔξωθεν πραγμάτων οἱ χρεῶσται φεύγουσι τοὺς δανειστὰς πρὸς τὸ μὴ ἀποδοῦναι, ἐγὼ δὲ καταδιώκω εἰς τὸ ἀποδοῦναι, καὶ μάλα γε εἰκότως· ἐπὶ γὰρ τῶν ἔξωθεν πραγμάτων ἡ ἀπόδοσις πενίαν ἐργάζεται, ἐπὶ δὲ τοῦ λόγου ἡ ἀπόδοσις πλοῦτον γεννᾷ. Οἷόν τι λέγω· χρήματα χρεωστῶ τινι· ταῦτα ἐὰν καταβάλω, οὐ δύναται καὶ παρ' ἐκείνῳ εἶναι καὶ παρ' ἐμοὶ, ἀλλ' ἀπ' ἐμοῦ μὲν ἀνεχώρησεν, ἐκείνῳ δὲ ἐκολλήθη· λόγον δὲ ἐὰν καταβάλω, καὶ μετ' ἐμοῦ ἐστι, καὶ πάντες αὐτὸν ἔχετε· ἐὰν κατάσχω τὸν λόγον καὶ μὴ μεταδῶ, τότε πένης εἰμὶ, ὅταν δὲ καταβάλω, τότε εὐπορώτερος γίνομαι· ἐὰν μὴ καταβάλω τὸν λόγον, τότε μόνος πλουτῶ, ἐὰν δὲ καταβάλω, μετὰ πάντων ὑμῶν τὸν καρπὸν ἀποφέρομαι.
ken let us state what follows; for I am in debt to you, and gladly do I pay down the debt; for it brings me not poverty, but gathers wealth. For in external affairs debtors flee their creditors so as not to repay, whereas I pursue in order to repay, and very reasonably so; for in external affairs repayment produces poverty, whereas in discourse repayment begets wealth. As, for example, I mean: I owe money to someone; if I pay this down, it cannot be both with him and with me, but it has departed from me and cleaved to him; whereas if I pay down discourse, it is both with me, and you all have it; if I hold back the discourse and do not impart it, then I am poor, whereas when I pay it down, then I become wealthier; if I do not pay down the discourse, then I alone am rich, whereas if I pay it down, with all of you I carry off the fruit.
Φέρε οὖν ἀποδῶμεν τὸ χρέος· τί δὲ ἦν τοῦτο; Περὶ μετανοίας τὸν λόγον ἐγυμνάζομεν πρώην καὶ ἐλέγομεν, ὅτι πολλαὶ καὶ ποικίλαι ὁδοὶ τῆς μετανοίας, ἵνα εὔκολος ἡμῖν γένηται ἡ σωτηρία. Εἰ γὰρ μίαν ἡμῖν ἔδωκεν ὁδὸν ὁ Θεὸς μετανοίας, ἀνεβαλόμεθα ἂν λέγοντες· Οὐ δυνάμεθα ταύτην μετελθεῖν, σωθῆναι οὐ δυνάμεθα· νῦν δὲ ἐκκόπτων σου τὴν πρόφασιν ταύτην, οὐ μίαν σοι δέδωκε μόνον ὁδὸν, οὐδὲ δευτέραν, οὐδὲ τρίτην, ἀλλὰ πολλὰς καὶ διαφόρους, ἵνα τῷ πλήθει εὔκολόν σοι ποιήσῃ τὴν ἀνάβασιν τὴν εἰς τὸν οὐρανόν. Καὶ ἐλέγομεν ὅτι εὔκολος ἡ μετάνοια, καὶ οὐδὲν βάρος ἐν αὐτῇ. Ἁμαρτωλὸς εἶ; εἴσελθε εἰς τὴν ἐκκλησίαν, εἰπὲ ὅτι ἡμάρτηκα, καὶ ἔλυσας τὴν ἁμαρτίαν. Καὶ γὰρ καὶ τὸν Δαυῒδ παρηγάγομεν εἰς μέσον ἁμαρτήσαντα, καὶ λύσαντα τὴν ἁμαρτίαν· εἶτα δευτέραν ὁδὸν ὑπεθέμεθα, τὸ πενθῆσαι ἐπὶ τῇ ἁμαρτίᾳ, καὶ ἐλέγομεν, ποῖος κάματος οὗτος; οὐκ ἔνι χρήματα καταβαλεῖν, οὐδὲ πολλὴν ὁδὸν πεζεῦσαι, οὔτε τι ἄλλο τοιοῦτον, ἀλλὰ πενθῆσαι μόνον ἐπὶ τῇ ἁμαρτίᾳ· καὶ παρηγάγομεν ἀπὸ τῆς Γραφῆς τοῦτο, ὅτι ὁ Θεὸς μετεμελήθη ἐπὶ τοῦ Ἀχαὰβ, διὰ τὸ πενθῆσαι αὐτὸν καὶ σκυθρωπάσαι· καὶ τοῦτο αὐτὸς ἔλεγε τῷ Ἠλίᾳ· Εἶδες πῶς ἐπορεύθη Ἀχαὰβ ἐνώπιόν μου πενθῶν, καὶ σκυθρωπάζων; Οὐ μὴ ποιήσω κατὰ τὸν
Come, then, let us repay the debt; and what was this? We were exercising our discourse lately concerning repentance and saying that many and manifold are the ways of repentance, so that salvation may become easy for us. For had God given us one way of repentance, we would have put it off, saying: We cannot pursue this way, we cannot be saved; whereas now, cutting off this pretext of yours, He has given you not one way alone, nor a second, nor a third, but many and diverse ones, so that by their multitude He may make the ascent unto heaven easy for you. And we said that repentance is easy, and there is no burden in it. Are you a sinner? Enter into the church, say, I have sinned, and you have loosed the sin. For we brought forward David too into the midst as having sinned, and having loosed his sin; next we laid down a second way, to mourn over sin, and we said: What toil is this? There is no need to lay down money, nor to journey a long way on foot, nor any other such thing, but only to mourn over the sin; and we brought this forward from Scripture, that God relented in the case of Ahab, because he mourned and went downcast; and this He Himself said to Elijah: Didst thou see how Ahab walked before Me mourning and downcast? I will by no means do according to
PG 49:293Read from the page
θυμόν μου. Εἶτα καὶ τρίτην ὁδὸν ἐδιδόαμεν μετανοίας, καὶ παρηγάγομεν ἐκ τῆς Γραφῆς εἰς τὸ μέσον τὸν Φαρισαῖον καὶ τὸν τελώνην, ὅτι ὁ μὲν Φαρισαῖος ὑπερηφάνως ἀλαζονευόμενος, τῆς δικαιοσύνης ἐξέπεσεν· ὁ δὲ τελώνης ταπεινοφρονήσας, ἔγκαρπος δικαιοσύνης κατῆλθε, καὶ οὔτε ἕνα κάματον ἀναλώσας δίκαιος ἐγένετο· ῥήματα ἔβαλε, καὶ πράγματα ἔλαβε. Φέρε οὖν ἐπὶ τὴν ἀκολουθίαν ἔλθωμεν, καὶ τετάρτην ὁδὸν μετανοίας προάξωμεν· ποίαν δὲ ταύτην; Λέγω δὴ τὴν ἐλεημοσύνην τὴν βασιλίδα τῶν ἀρετῶν, τὴν ταχέως ἀνάγουσαν εἰς τὰς ἁψῖδας τῶν οὐρανῶν τοὺς ἀνθρώπους, τὴν συνήγορον τὴν ἀρίστην. Μέγα πρᾶγμα ἐλεημοσύνη· διὰ τοῦτο καὶ Σολομὼν ἐβόα· Μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων. Μεγάλα τὰ πτερὰ τῆς ἐλεημοσύνης· τέμνει τὸν ἀέρα, παρέρχεται τὴν σελήνην, ὑπερβαίνει τὰς ἀκτῖνας τοῦ ἡλίου, εἰς αὐτὰς ἀνέρχεται τὰς ἁψῖδας τῶν οὐρανῶν. Ἀλλ' οὔτ' ἐκεῖ ἵσταται, ἀλλὰ καὶ τὸν οὐρανὸν παρέρχεται, καὶ τοὺς δήμους τῶν ἀγγέλων παρατρέχει, καὶ τοὺς χοροὺς τῶν ἀρχαγγέλων, καὶ τὰς ἀνωτέρας πάσας δυνάμεις, καὶ αὐτῷ παρίσταται τῷ θρόνῳ τῷ βασιλικῷ· καὶ ἐξ αὐτῆς διδάχθητι τῆς Γραφῆς τοῦτο λεγούσης· Κορνήλιε, αἱ προσευχαί σου, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ. Τὸ δὲ, Ἐνώπιον τοῦ Θεοῦ ἔστι, Κἂν πολλὰς ἔχῃς ἁμαρτίας, ἐλεημοσύνη δὲ ᾖ συνήγορος, μὴ φοβοῦ· οὐδεμία γὰρ αὐτῇ τῶν ἄνω δυνάμεων ἀντιτάσσεται· χρέος ἀπαιτεῖ, ἴδιον ἔχει χειρόγραφον μετὰ χεῖρας βαστάζουσα. Αὐτοῦ γάρ ἐστι τοῦ Δεσπότου φωνὴ, ὅτι Ὃς ἂν ποιήσῃ ἑνὶ τῶν ἐλαχίστων τούτων, ἐμοὶ ἐποίησεν. Ὥστε οὖν ὅσας ἔχεις ἄλλας ἁμαρτίας, ἡ ἐλεημοσύνη σου βαρεῖ τὰς ὅλας.
My wrath. Next we gave a third way of repentance as well, and brought forward out of Scripture into the midst the Pharisee and the tax-collector, how the Pharisee, boasting haughtily, fell from righteousness, whereas the tax-collector, having humbled himself, went down fruitful in righteousness, and without expending a single toil became righteous: he cast forth words, and received realities. Come, then, let us proceed to the sequence, and bring forward a fourth way of repentance; and what is this? I mean almsgiving, the queen of the virtues, she that swiftly leads men up to the vaults of the heavens, the most excellent advocate. A great thing is almsgiving; on this account Solomon too cried aloud: Man is a great thing, and a merciful man is precious. Great are the wings of almsgiving: she cleaves the air, passes by the moon, surmounts the rays of the sun, ascends to the very vaults of the heavens. Yet neither there does she halt, but passes by the heaven itself as well, and runs past the hosts of angels, and the choirs of archangels, and all the higher powers, and stands beside the royal throne itself; and be taught this from Scripture itself when it says: Cornelius, your prayers and your alms have gone up before God. And the phrase, Before God, means: Even if you have many sins, yet if almsgiving be your advocate, do not fear; for none of the powers above sets itself against her; she demands a debt, holding her own bond carried in her hands. For it is the voice of the Master Himself, that Whosoever shall do it unto one of the least of these, did it unto Me. So then, however many other sins you have, your almsgiving outweighs them all.
βʹ. Ἢ οὐκ οἶδας ἐν τῷ Εὐαγγελίῳ τῶν δέκα παρθένων τὸ ὑπόδειγμα, πῶς αἱ μὴ ἔχουσαι ἐλεημοσύνην, παρθενίαν δὲ ἀσκήσασαι ἔξω ἔμειναν τοῦ νυμφῶνος; Ἡσαν γὰρ, φησὶ, δέκα παρθένοι, πέντε μωραὶ, καὶ πέντε φρόνιμοι· καὶ αἱ μὲν φρόνιμοι ἔλαιον εἶχον, αἱ δὲ μωραὶ ἔλαιον οὐκ εἶχον, ἐσβέννυντο δὲ αἱ αὐτῶν λαμπάδες. Προσελθοῦσαι δὲ αἱ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἔλαιον ἐκ τῶν ἀγγείων ὑμῶν. Αἰσχύνομαι καὶ ἐρυθριῶ καὶ δακρύω, ὅταν παρθένον μωρὰν ἀκούσω· τοῦτο τὸ ὄνομα ἀκούων ἐρυθριῶ, μετὰ τοσαύτην ἀρετὴν, μετὰ παρθενίας ἄσκησιν, μετὰ τὸ σῶμα εἰς οὐρανὸν ἀναπτερῶσαι, μετὰ τὸ πρὸς τὰς ἄνω δυνάμεις τὴν ἅμιλλαν ἔχειν, καὶ τὸν καύσωνα ὑπομεῖναι, μετὰ τὸ τὴν κάμινον τῆς ἡδονῆς καταπατῆσαι· τότε μωραὶ ἤκουσαν, καὶ δικαίως μωραὶ, ὅτι τὸ μέγα ποιήσασαι, ὑπὸ τοῦ μικροῦ ἡττήθησαν. Καὶ προσῆλθον, φησὶν, αἱ μωραὶ,
2. Or do you not know in the Gospel the example of the ten virgins, how those who did not have almsgiving, though they had practised virginity, remained outside the bridal chamber? For there were, it says, ten virgins, five foolish and five wise; and the wise indeed had oil, whereas the foolish did not have oil, and their lamps were going out. And the foolish came to the wise and said: Give us oil out of your vessels. I am ashamed and blush and weep whenever I hear of a foolish virgin; hearing this name I blush, after so great virtue, after the practice of virginity, after giving wings to the body unto heaven, after holding rivalry with the powers above and enduring the scorching heat, after trampling under foot the furnace of pleasure — then they were called foolish, and justly foolish, because having accomplished the great thing, they were vanquished by the small. And the foolish came, it says,
Notes, col. 293

On the reading

Printed Ἡσαν, for Ἦσαν.

PG 49:294Read from the page
καὶ εἶπον ταῖς φρονίμοις· Δότε ἡμῖν ἔλαιον ἐκ τῶν ἀγγείων ὑμῶν. Αἱ δὲ εἶπον· Οὐ δυνάμεθα δοῦναι ὑμῖν, μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· οὐ δι' ἀσπλαγχνίαν τοῦτο ποιοῦσαι, οὐδὲ διὰ κακίαν, ἀλλὰ διὰ τὸ στενὸν τοῦ καιροῦ· ἔμελλε γὰρ ὁ νυμφίος ἔρχεσθαι. Εἶχον καὶ αὗται λαμπάδας· ἀλλ' ἐκείνων μὲν εἶχον ἔλαιον, αὐτῶν δὲ οὐκ εἶχον. Τὸ γὰρ πῦρ ἐστιν ἡ παρθενία, τὸ δὲ ἔλαιόν ἐστιν ἡ ἐλεημοσύνη. Ὥσπερ οὖν τὸ πῦρ, ἐὰν μὴ ἔχῃ ἔλαιον ἐπιστάζον, ἀφανίζεται, οὕτω καὶ ἡ παρθενία, ἐὰν μὴ ἔχῃ ἐλεημοσύνην, σβέννυται. Δότε ἡμῖν ἔλαιον ἐκ τῶν ἀγγείων ὑμῶν. Αἱ δὲ πρὸς αὐτάς· ⟨…⟩ δυνάμεθα δοῦναι ὑμῖν. Ἀλλ' οὐ κακίας τὸ ῥῆμα τοῦτο ἀλλὰ φόβου· Μήποτε οὐκ ἀρκέσῃ καὶ ἡμῖν καὶ ὑμῖν· μήποτε ὡς ζητοῦμεν ὅλαι εἰσελθεῖν, ὅλαι ἀπομείνωμεν· Ἀλλ' ἀπελθοῦσαι ἀγοράσατε ἀπὸ τῶν πωλούντων. Τίνες δὲ οἱ ἔμποροι τοῦ ἐλαίου τούτου; Οἱ πτωχοὶ, οἱ πρὸς τὴν ἐλεημοσύνην καθεζόμενοι πρὸ τῆς ἐκκλησίας. Καὶ πόσου; Ὅσου θέλεις· τιμὴν οὐκ ἐπιτίθημι, ἵνα μὴ πενίαν προβάλλῃ. Ὅσον ἔχεις, τοσούτου ἀγόρασον· ἔχεις ὀβολόν; ἀγόρασον τὸν οὐρανόν· οὐχ ὅτι εὔωνος ὁ οὐρανὸς, ἀλλ' ὅτι φιλάνθρωπος ὁ Δεσπότης. Οὐκ ἔχεις ὀβολόν; ποτήριον δὸς ψυχροῦ ὕδατος· Ὃς ἂν ποτίσῃ ποτήριον ψυχροῦ ὕδατος ἕνα τῶν ἐλαχίστων τούτων ἕνεκα ἐμοῦ, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. Ἐμπορία καὶ πραγματεία ὁ οὐρανὸς, καὶ ἡμεῖς ἀμελοῦμεν. Δὸς ἄρτον, καὶ λαβὲ παράδεισον· δὸς μικρὰ, καὶ λαβὲ μεγάλα· δὸς θνητὰ, καὶ λαβὲ ἀθάνατα· δὸς φθαρτὰ, καὶ λαβὲ ἄφθαρτα. Εἰ ἦν πανήγυρις, καὶ εὐωνίαν ἔχουσα, καὶ ἀφθονίαν σιτίων, καὶ τὰ πολλὰ ὀλίγου πιπρασκόμενα, οὐκ ἂν τὰς οὐσίας διαπωλήσαντες, καὶ πάντα δεύτερα θέντες, τῆς πραγματείας ἐκείνης περικρατεῖς ἐγένεσθε; Καὶ ὅπου μὲν φθαρτὰ, τοσαύτην ἐνδείκνυσθε σπουδήν· ὅπου δὲ πραγματεία ἀθάνατος, τοσοῦτο ῥᾳθυμεῖτε καὶ ἀναπεπτώκατε; Δὸς πένητι, ἵνα κἂν σὺ σιωπᾷς, καὶ μυρία στόματα ὑπὲρ σοῦ ἀπολογῶνται, τῆς ἐλεημοσύνης ἐνεστώσης καὶ συνηγορούσης· λύτρον ψυχῆς ἐστιν ἐλεημοσύνη. Διὰ τοῦτο ὥσπερ οἱ λουτῆρες ὕδατος πεπληρωμένοι εἰσὶ πρὸ τῶν θυρῶν τῆς ἐκκλησίας, ἵνα νίψῃ τὰς χεῖρας· οὕτω τῆς ἐκκλησίας ἔξω οἱ πένητες καθέζονται, ἵνα πλύνῃς τὰς χεῖρας τῆς ψυχῆς. Ἔπλυνας τὰς χεῖρας τὰς αἰσθητὰς τῷ ὕδατι; πλῦνον τὰς χεῖρας τῆς ψυχῆς τῇ ἐλεημοσύνῃ. Μὴ πενίαν προβάλλου· ἡ χήρα ἐν τῷ ἐσχάτῳ τῆς πενίας ἐξένισε τὴν Ἠλίαν, καὶ ἡ πενία κώλυμα οὐκ ἐγένετο, ἀλλὰ μετὰ πολλῆς τῆς χαρᾶς αὐτὸν ὑπεδέξατο· διὸ καὶ ἀξίους ἀπέλαβε τοὺς καρποὺς, καὶ ἐθέρισε τὸν στάχυν τῆς ἐλεημοσύνης. Ἀλλ' ἴσως ὁ ἀκροατής φησι, Δός μοι τὸν Ἠλίαν. Τί ζητεῖς τὸν Ἠλίαν; τὸν Δεσπότην σοι δίδωμι τοῦ Ἠλία, καὶ οὐ τρέφεις αὐτόν. Τὸν Ἠλίαν ει εὗρες, πῶς ἂν ἐξένισας αὐτόν; Χριστοῦ ἐστι τοῦ Δεσπότου τῶν ὅλων ἀπόφασις· Ὃς ἂν ποιήσῃ ἑνὶ τῶν ἐλαχίστων τούτων, ἐμοὶ ἐποίησεν. Εἰ βασιλεὺς ἕνα τινὰ ἐκάλεσεν ἐπὶ τοῦ δείπνου, καὶ
and said to the wise: Give us oil out of your vessels. And they said: We cannot give to you, lest perchance there be not enough for us and for you; doing this not out of pitilessness, nor out of malice, but because of the straitness of the time; for the bridegroom was about to come. These too had lamps; yet those of the former had oil, whereas theirs did not have it. For the fire is virginity, and the oil is almsgiving. Just as the fire, then, if it does not have oil dripping upon it, vanishes, so virginity too, if it does not have almsgiving, is quenched. Give us oil out of your vessels. And they said to them: We cannot give to you. Yet this saying was not of malice, but of fear: Lest perchance there be not enough both for us and for you; lest perchance, while we all seek to enter in, we all remain outside; But go rather and buy from those who sell. And who are the merchants of this oil? The poor, who sit for alms before the church. And for how much? For as much as you wish; I set no price, lest you put forward poverty as a plea. For as much as you have, buy for so much; do you have an obol? Buy heaven — not that heaven is cheap, but that the Master is loving towards mankind. Do you not have an obol? Give a cup of cold water: Whosoever shall give to drink unto one of the least of these a cup of cold water for My sake, shall by no means lose his reward. Heaven is merchandise and traffic, and we are negligent. Give bread, and receive paradise; give small things, and receive great; give mortal things, and receive immortal; give corruptible things, and receive incorruptible. If there were a fair, having cheapness and abundance of provisions, and most things sold for little, would you not have sold off your substance, and counting all things secondary, made yourselves masters of that traffic? And where things are corruptible, do you display so great earnestness, whereas where the traffic is immortal, are you so slothful and slack? Give to a poor man, so that even if you keep silence, ten thousand mouths may plead in your defence, while almsgiving stands forth and advocates your cause; almsgiving is the ransom of a soul. On this account, just as the basins filled with water stand before the doors of the church, that you may wash your hands, so outside the church sit the poor, that you may wash the hands of your soul. Did you wash your sensible hands with water? Wash the hands of your soul with almsgiving. Do not put forward poverty as a plea; the widow in the extremity of poverty lodged Elijah as a guest, and poverty became no hindrance, but with great joy she received him; wherefore she also received worthy fruits, and reaped the ear of almsgiving. Yet perhaps the hearer says: Give me Elijah. Why do you seek Elijah? I give you the Master of Elijah, and you do not nourish Him. Had you found Elijah, how would you have lodged him as a guest? It is the sentence of Christ the Master of all: Whosoever shall do it unto one of the least of these, did it unto Me. If a king invited someone at his supper, and
Notes, col. 294

On the reading

Printed τὴν, for τὸν.

Printed ει, for εἰ.