κληρονομίαν πατέρων μου πωλῆσαί σοι. Ὁ δὲ Ἀχαὰβ ἐπεθύμει μὲν τοῦ ἀμπελῶνος· οὐκ ἤθελε δὲ βιάσασθαι αὐτὸν, ὡς ἐκ τούτου κακώσει αὐτὸν περιπεσεῖν. Εἰσελθοῦσα δὲ πρὸς αὐτὸν Ἰεζάβελ, γύναιον ἀναίσχυντον καὶ ἀπηγορευμένον, ἀκάθαρτον καὶ ἐναγέστατον, φησί· Τί λυπῇ, καὶ οὐκ ἐσθίεις; ἀνάστα, φάγε· ἐγώ σε ποιῶ κληρονομῆσαι τὸν ἀμπελῶνα Ναβουθὲ τοῦ Ἰεζραηλίτου. Καὶ λαβοῦσα γράφει ἐπιστολὴν ἐκ προσώπου τοῦ βασιλέως πρὸς τοὺς πρεσβυτέρους, λέγουσα· Κηρύξατε νηστείαν, καὶ στήσατε ἄνδρας ψευδεῖς κατὰ Ναβουθὲ, ὅτι εὐλόγησε Θεὸν καὶ βασιλέα, τουτέστιν, ἐβλασφήμησεν. Ὢ νηστεία ἐπιτεταμένης τῆς παρανομίας πεπληρωμένη· ἐκήρυξαν νηστείαν, ἵνα φόνον ποιήσωσι. Τί οὖν γέγονεν; Ἐλιθάσθη Ναβουθὲ, καὶ ἀπέθανε. Μαθοῦσα δὲ Ἰεζάβελ λέγει τῷ Ἀχαάβ· Ἀνάστα, κληρονομήσωμεν τὸν ἀμπελῶνα, ὅτι ἀπέθανε Ναβουθέ. Ὁ δὲ λυπηθεὶς πρὸς τὸ παρὸν, εἰσῆλθε μέντοι, καὶ ἐκληρονόμησε τὸν ἀμπελῶνα. Πέμπει πρὸς αὐτὸν ὁ Θεὸς Ἠλίαν τὸν προφήτην· Ἄπελθε, φησὶν, εἰπὸν τῷ Ἀχαὰβ, Ἀνθ' ὧν ἐφόνευσας καὶ ἐκληρονόμησας, οὕτως ἐκχυθήσεται τὸ αἷμά σου, καὶ οἱ κύνες λείξουσι τὸ αἷμά σου, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου. Θεήλατος ἡ ὀργὴ, ἀπηρτισμένη ἡ ἀπόφασις, πεπληρωμένη ἡ καταδίκη. Καὶ ὅρα ποῦ πέμπει αὐτόν· εἰς τὸν ἀμπελῶνα. Ὅπου ἡ παρανομία, ἐκεῖ καὶ ἡ τιμωρία. Καὶ τί φησιν; Ἰδὼν αὐτὸν Ἀχαὰβ λέγει· Εὕρηκάς με ὁ ἐχθρός μου, ἀντὶ τοῦ, Ὑπαίτιόν με ἔλαβες ὅτι ἡμάρτηκα· νῦν καιρὸν ἔχεις ἐπεμβῆναί μοι. Εὕρηκάς με ὁ ἐχθρός μου. Ἐπειδὴ ἤλεγχεν ἀεὶ ὁ Ἠλίας τὸν Ἀχαὰβ, ὁ Ἀχαὰβ εἰδὼς ὅτι ἥμαρτεν, Ἀεὶ μὲν ἤλεγχές με, φησί· νῦν δὲ εὐκαίρως μοι ἐπιβαίνεις· ᾔδει γὰρ ὅτι ἡμάρτηκε. Παραναγινώσκει αὐτῷ τὴν ἀπόφασιν· Τάδε λέγει Κύριος, φησίν· Ἀνθ' ὧν ἐφόνευσας καὶ ἐκληρονόμησας καὶ αἷμα ἀνδρὸς δικαίου ἐξέχεας, οὕτως ἐκχυθήσεται τὸ αἷμά σου, καὶ οἱ κύνες λείξουσιν αὐτὸ, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου. Ἀκούσας ταῦτα Ἀχαὰβ ἦν σκυθρωπάζων καὶ πενθῶν ἐπὶ τῇ ἁμαρτίᾳ· συνέγνω τὴν ἀδικίαν, καὶ ἔλυσε τὴν κατ' αὐτοῦ ψῆφον ὁ Θεός. Ἀλλὰ πρῶτον ἀπελογήσατο ὁ Θεὸς τῷ Ἠλίᾳ, ἵνα μὴ ὡς ψεύστης φανῇ καὶ πάθῃ ὅπερ ἔπαθεν Ἰωνᾶς· τοιοῦτον γὰρ ὑπέστη καὶ ὁ Ἰωνᾶς. Λέγει πρὸς αὐτὸν ὁ Θεός· Ἄπελθε, κήρυξον εἰς Νινευῒ τὴν πόλιν ἐν ᾗ κατοικοῦσι δώδεκα μυριάδες ἀνθρώπων χωρὶς γυναικῶν καὶ παιδίων· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Ὁ Ἰωνᾶς οὐκ ἠβούλετο ἀπελθεῖν, ειδὼς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ἀλλὰ τί ποιεῖ; Εις φυγὴν τρέπεται· λέγει γὰρ, Ἐγὼ ἀπέρχομαι κηρύσσων· σὺ φιλάνθρωπος ὢν μεταμέλῃ, ἐγὼ δὲ ὡς ψευδοπροφήτης ἀναιροῦμαι. Ἀλλ' ὅμως ἡ θάλασσα αὐτὸν λαβοῦσα οὐκ ἔκρυψεν, ἀλλ' ἀπέδωκε τῇ γῇ, καὶ ἀπέσωσε πάλιν εἰς Νινευῒ, καθάπερ ἀρίστη σύνδουλος σύνδουλον διατηροῦσα. Κατέβη γὰρ, φησὶν, Ἰωνᾶς τοῦ φυγεῖν, καὶ εὗρε πλοῖον βαδίζον εἰς Θαρσεῖς, καὶ ἔδωκε τὸν ναῦλον αὐτοῦ, καὶ ἀνέβη εἰς αὐτό. Ποῦ φεύγεις Ἰωνᾶ; εἰς γῆν ἄλλην ἀπέρχῃ; Ἀλλὰ τοῦ
to sell the inheritance of my fathers to you! Now Ahab coveted the vineyard indeed, yet was unwilling to force him, so that out of this he fell into sickness. Then Jezebel, a shameless and abominable woman, unclean and most accursed, came in to him and says: Why are you grieved, and do not eat? Rise up, eat; I shall cause you to inherit the vineyard of Naboth the Jezreelite. And taking pen she writes a letter in the name of the king to the elders, saying: Proclaim a fast, and set false men against Naboth, saying that he blessed God and the king—that is to say, blasphemed. O fast filled with intense lawlessness! They proclaimed a fast in order to commit murder. What then came to pass? Naboth was stoned, and died. And when Jezebel learned of it, she says to Ahab: Rise up, let us inherit the vineyard, for Naboth is dead. And though grieved for the moment, he nevertheless went in and inherited the vineyard. God sends to him Elijah the prophet: Depart, He says, say to Ahab: Inasmuch as thou hast murdered and taken possession, thus shall thy blood be poured out, and the dogs shall lick up thy blood, and the harlots shall wash themselves in thy blood. God-sent is the wrath, complete the sentence, fulfilled the condemnation. And see whither He sends him: into the vineyard! Where the lawlessness was, there too is the punishment. And what does he say? Seeing him, Ahab says: Hast thou found me, O mine enemy?—that is to say: You have caught me culpable because I have sinned; now you have a season to trample upon me: Hast thou found me, O mine enemy? Since Elijah was ever reproving Ahab, Ahab, knowing that he had sinned, says: Ever indeed were you reproving me, and now seasonably do you tread upon me; for he knew that he had sinned. He reads out to him the sentence: Thus saith the Lord, says he: Inasmuch as thou hast murdered and taken possession and poured out the blood of a righteous man, thus shall thy blood be poured out, and the dogs shall lick it up, and the harlots shall wash themselves in thy blood. Having heard these things, Ahab went about downcast and mourning over his sin; he acknowledged his unrighteousness, and God loosed the verdict against him. Yet first God made defence to Elijah, lest he should appear as a liar and suffer what Jonah suffered; for Jonah also underwent such a thing. God says to him: Depart, preach unto Nineveh the city wherein dwell twelve myriads of human beings apart from women and children: Yet three days, and Nineveh shall be overthrown. Jonah was unwilling to depart, knowing the lovingkindness of God; what then does he do? He turns to flight; for he says: I go off preaching; Thou, being lovingkind towards mankind, relentest, while I am put to death as a false prophet. Yet nevertheless the sea, having received him, did not hide him, but gave him back to the dry land, and brought him safe back again unto Nineveh, preserving a fellow-servant just like a most excellent fellow-servant. For Jonah went down, it says, in order to flee, and found a ship bound for Tarshish, and paid his fare, and went aboard it. Whither do you flee, O Jonah? Are you departing to another land? Yet the