Migne Reading Room

PG 49 · cols. 229–234 · Read from the page

Catecheses II to the illuminandi

Catecheses II to the illuminandi

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:229Read from the page
μου σφραγῖδα πανοῦργον; Ὁρᾷς ἕκαστον δεδοικότα τὰ πτώματα ταῦτα, καὶ θρηνοῦντα καὶ συμβουλεύοντα, καὶ ⟨…⟩ὐχόμενον πολλῆς ἀπολαῦσαι τὴν γλῶτταν φυλακῆς; Καὶ τίνος ἕνεκεν, φησὶν, εἰ τοσοῦτον ἡμῖν φέρει τὸν ὄλεθρον τοῦτο τὸ ὄργανον, ἐνέθηκεν ἡμῖν αὐτὸ παρὰ τὴν ἀρχὴν ὁ Θεός; Ὅτι καὶ πολλὴν ἔχει τὴν ὠφέλειαν· κἂν σπουδάζωμεν, ὠφέλειαν ἔχει μόνον, ὄλεθρον δὲ οὐδένα. Ἄκουσον γοῦν τί φησιν ὁ τὰ πρότερα ἐκεῖνα εἰπών· Ἐν χειρὶ γλώττης ζωὴ καὶ θάνατος. Καὶ ὁ Χριστὸς δὲ τὰ αὐτὰ δηλοῖ λέγων· Ἀπὸ τῶν λόγων σου κατακριθήσῃ, καὶ ἀπὸ τῶν λόγων σου δικαιωθήσῃ. Μέση γὰρ ἕστηκεν ἡ γλῶσσα τῆς πρὸς ἑκάτερα χρήσεως· σὺ κύριος εἶ. Οὕτω καὶ τὸ ξίφος κεῖται μέσον· κἂν μὲν κατὰ τῶν πολεμίων χρήσῃ, σωτήριόν σοι τὸ ὄργανον γέγονεν· ἂν δὲ κατὰ σαυτοῦ τὴν πληγὴν ὠθήσῃς, οὐχ ἡ σιδήρου φύσις, ἀλλ' ἡ σὴ παρανομία γίνεται τῆς σφαγῆς αἰτία. Οὕτω καὶ περὶ τῆς γλώττης λογισώμεθα· ξίφος ἐστὶν ἐν μέσῳ κείμενον· ἀκόνησον οὖν αὐτὴν κατὰ τῆς τῶν ἁμαρτημάτων τῶν σῶν κατηγορίας· μὴ κατὰ ἀδελφοῦ τὴν πληγὴν ὠθήσῃς. Διὰ τοῦτο διπλῷ τειχίῳ περιέβαλεν αὐτὴν ὁ Θεὸς, τῷ τῶν ὀδόντων διαφράγματι καὶ τῇ τῶν χειλέων περιβολῇ, ἵνα μὴ ῥᾳδίως καὶ ἀπερισκέπτως ἐκφέρῃ τὰ ῥήματα τὰ μὴ προσήκοντα. Χαλίνωσον αὐτὴν ἔνδον. Ἀλλ' οὐκ ἀνέχεται; καὶ σωφρόνισον αὐτὴν διὰ τῶν ὀδόντων, ὥσπερ δημίοις τούτοις ἐκδοὺς αὐτῆς τὸ σῶμα, καὶ ποιήσας δακεῖν· καὶ γὰρ βέλτιον αὐτὴν δηχθῆναι τοῖς ὀδοῦσι νῦν ἁμαρτάνουσαν, ἢ τότε ζητοῦσαν σταγόνα ὕδατος καὶ τηγανιζομένην μὴ τυχεῖν τῆς παραμυθίας. Πολλὰ μὲν οὖν καὶ ἄλλα ἁμαρτάνειν εἴωθε λοιδοροῦσα, βλασφημοῦσα, αἰσχρὰ προϊεμένη ῥήματα, συκοφαντοῦσα, ὀμνύουσα, ἐπιορκοῦσα.
my lips a prudent seal? Do you see each one dreading these falls, and lamenting and counselling and [p]raying that the tongue may enjoy an abundant guard? And on what account, says one, if this instrument brings us so great destruction, did God implant it in us at the beginning? Because it also holds great benefit; and if we are earnest, it holds benefit alone, and no destruction at all. Hear at any rate what he who spoke those former words says: In the hand of the tongue are life and death. And Christ too declares the very same things, saying: By your words you shall be condemned, and by your words you shall be justified. For the tongue stands midway for use towards either side; you are the master. Even so the sword also lies midway: if you use it against enemies, the instrument has become saving to you; whereas if you thrust the blow against yourself, not the nature of the iron, but your own lawlessness becomes the cause of the slaughter. Even so let us reason concerning the tongue also: it is a sword lying in the midst; whet it, therefore, unto the accusation of your own sins; do not thrust the blow against a brother. Wherefore God surrounded it with a twofold wall—the barrier of the teeth and the enclosure of the lips—lest it easily and heedlessly utter unbefitting words. Bridle it within. Nay, does it not endure it? Then chasten it through the teeth, handing its body over to these as to executioners, and making them bite it; for it is better that it be bitten by the teeth now when sinning, than that then, seeking a drop of water and being broiled, it should fail to obtain comfort. In many other ways also, then, it is wont to sin—reviling, blaspheming, letting slip shameful words, slandering, swearing, forswearing.
εʹ. Ἀλλ' ἵνα μὴ πάντα ἀθρόον τήμερον ὑμῖν λέγοντες καταχώσωμεν ὑμῶν τὴν διάνοιαν, ἕνα τέως τίθεμεν ὑμῖν νόμον τὸν περὶ τῆς τῶν ὅρκων φυλακῆς, ἐκεῖνο προλέγοντες καὶ διαγορεύοντες, ὅτι εἰ μὴ φύγητε τοὺς ὅρκους, οὐ λέγω τὰς ἐπιορκίας μόνον, ἀλλὰ καὶ τοὺς ἐπὶ τῷ δικαίῳ γινομένους εἰ μὴ φύγητε, οὐκ ἔτι περὶ ἑτέρας ὑποθέσεως ὑμῖν διαλεξόμεθα. Καὶ γὰρ ἄτοπον τοὺς μὲν τῶν γραμμάτων διδασκάλους μὴ δεύτερον τοῖς παιδίοις διδόναι μάθημα, ἕως ἂν τὸ πρότερον ἴδωσι καλῶς ἐμπαγὲν αὐτῶν τῇ μνήμῃ· ἡμᾶς δὲ τὰ πρότερον μαθήματα μὴ δυναμένους ἀπαγγεῖλαι μετὰ ἀκριβείας, ἕτερα προεμβαλεῖν πάλιν· οὐδὲν γὰρ ἕτερον τοῦτο, ἀλλ' ἢ εἰς πίθον τετρημένον ἀντλεῖν. Ἵνα οὖν ἡμᾶς μὴ ἐπιστομίσητε, πολλὴν τοῦ πράγματος ποιήσασθε τὴν σπουδήν. Καὶ γὰρ χαλεπὸν τοῦτό ἐστι τὸ ἁμάρτημα, καὶ σφόδρα χαλεπόν· σφόδρα δέ ἐστι χαλεπὸν, ὅτι οὐ δοκεῖ χαλεπὸν εἶναι, καὶ διὰ τοῦτο αὐτὸ δέδοικα, ἐπειδὴ οὐδεὶς αὐτὸ δέδοικε· διὰ τοῦτο ἀνίατόν ἐστι τὸ νόσημα, ἐπειδὴ οὐδὲ νόσημα εἶναι δοκεῖ· ἀλλ' ὥσπερ τὸ διαλέγεσθαι ἁπλῶς οὐκ ἔστιν ἔγκλημα, οὕτως οὐδὲ τοῦτο ἔγκλημα εἶναι δοκεῖ, ἀλλὰ μετὰ πολλῆς παρρησίας ἡ παρανομία αὕτη τολμᾶται· κἂν ἐγκαλέσῃ τις, εὐθέως γέλως ἕπεται καὶ χλευασία πολλὴ, οὐχὶ τοῖς ἐγκαλουμένοις ὑπὲρ τῶν ὅρκων, ἀλλὰ τοῖς διορθῶσαι τὸ νόσημα βουλομένοις. Διὰ τοῦτο μακρὸν ὑπὲρ τούτων ἀποτείνω τὸν λόγον· βαθεῖαν γὰρ ῥίζαν ἀνασπάσαι βούλομαι, καὶ χρόνιον ἀπαλεῖψαι κακόν· οὐ λέγω τὰς ἐπιορκίας μόνον, ἀλλὰ καὶ τὰς εὐορκίας αὐτάς. Ἀλλ' ὁ δεῖνα, φησὶν, ἄνθρωπος ἐπιεικὴς, εἰς ἱερωσύνην τελῶν, πολλῇ σωφροσύνῃ καὶ εὐλαβείᾳ συζῶν. Μή μοι τὸν ἐπιεικῆ τοῦτον εἴπῃς, τὸν σώφρονα, τὸν εὐλαβῆ, τὸν εἰς ἱερωσύνην τελοῦντα· ἀλλ', εἰ βούλει, θὲς
5. Yet lest by telling you all things at once today we bury your mind, for the present we lay down one law for you, that concerning avoidance of oaths, forewarning and proclaiming this: that unless you flee oaths—I speak not of perjuries alone, nay, unless you flee those also that are taken in a just matter—we shall converse with you no further concerning any other subject. For it would be absurd that while teachers of letters do not give a second lesson to children until they see the former one well fixed in their memory, we, when you are not yet able to recite the former lessons with exactness, should cast in other ones besides; for this would be nothing else than drawing water into a perforated jar. Lest you stop our mouth, therefore, exercise great earnestness in the matter. For this sin is grievous, and exceedingly grievous; and it is exceedingly grievous because it does not seem to be grievous; and on this account I dread it, since no one dreads it; on this account the disease is incurable, since it does not even seem to be a disease; nay, just as merely conversing is no crime, so neither does this seem to be a crime, but this lawlessness is ventured upon with abundant boldness; and if anyone brings a charge, straightway laughter follows and much mockery—not against those accused over oaths, but against those who wish to amend the disease. Wherefore I draw out my discourse at length over these things; for I wish to pluck up a deep root, and to wipe out an old-standing evil—I speak not of perjuries alone, but even of true oaths themselves. Nay, says one, such and such a man, a gentle man, ranking in the priesthood, lives in great sobriety and godliness. Speak not to me of this gentle man, the sober man, the godly man, the man ranking in the priesthood; nay, if you wish, suppose this man to be
PG 49:230Read from the page
Πέτρον εἶναι τοῦτον ἢ Παῦλον, ἢ καὶ ἄγγελον ἐξ οὐρανοῦ καταβάντα· οὐδὲ γὰρ οὕτως ἐπιστρέφομαι πρὸς τὴν ἀξίαν τῶν προσώπων. Νόμον γὰρ οὐχὶ δουλικὸν, ἀλλὰ βασιλικὸν ἀναγινώσκω ἐγὼ τὸν περὶ τῶν ὅρκων· ὅταν δὲ βασιλέως ἀναγινώσκηται γράμματα, ἅπαν τὸ τῶν δούλων ἀξίωμα ἡσυχαζέτω. Ἂν μὲν γὰρ ἔχῃς εἰπεῖν, ὅτι ὁ Χριστὸς ὀμνύναι ἐκέλευσεν, ἢ ὅτι ὁ Χριστὸς οὐ κολάζει τοῦτο γινόμενον, δεῖξον καὶ πείθομαι· εἰ δὲ μετὰ τοσαύτης ἀπείργει σπουδῆς, καὶ τοσαύτην ὑπὲρ τοῦ πράγματος ποιεῖται πρόνοιαν, ὡς μετὰ τοῦ Πονηροῦ στῆσαι τὸν ὀμνύοντα (Τὸ γὰρ περισσὸν τούτων, τοῦ ναὶ, καὶ τοῦ οὒ, φησὶν, ἐκ τοῦ διαβόλου ἐστὶ), τί μοι τὸν δεῖνα καὶ τὸν δεῖνα προσάγεις εἰς μέσον; Οὐ γὰρ ἀπὸ τῆς ῥᾳθυμίας τῶν συνδούλων οἴσει σοι τὴν ψῆφον ὁ Θεὸς ταύτην, ἀλλ' ἀπὸ τῆς ἐπιταγῆς τῶν αὐτοῦ νόμων. Ἐπέταξε, φησὶν, ἔδει πεισθῆναι, καὶ μὴ τὸν δεῖνα προβάλλεσθαι, μηδὲ ἀλλότρια περιεργάζεσθαι κακά. Ἐπεὶ ὁ μέγας Δαυῒδ ἥμαρτεν ἁμαρτίαν χαλεπήν· ἆρα οὖν ἀκίνδυνον ἡμῖν διὰ τοῦτο τὸ ἁμαρτάνειν, εἰπέ μοι; Διὰ τοῦτο μὲν οὖν τοῦτο ἀσφαλίζεσθαι χρὴ, καὶ τὰ κατορθώματα τῶν ἁγίων μόνον ζηλοῦν· εἰ δέ που ῥᾳθυμία καὶ νόμου παράβασις, μετὰ πολλῆς ἀποφεύγειν χρὴ τῆς σπουδῆς. Οὐ γὰρ πρὸς τοὺς συνδούλους ἡμῖν, ἀλλὰ πρὸς τὸν Δεσπότην ὁ λόγος ἐστὶ, καὶ τούτῳ τὰς εὐθύνας δώσομεν τῶν βεβιωμένων ἁπάντων. Πρὸς ἐκεῖνο τοίνυν παρασκευαζώμεθα τὸ δικαστήριον· κἂν γὰρ μυριάκις θαυμαστὸς ᾖ καὶ μέγας ὁ τὸν νόμον παραβαίνων τοῦτον, δώσει πάντως τὴν ἐπὶ τῇ παραβάσει κειμένην τιμωρίαν· οὐ γάρ ἐστι προσωπολήπτης ὁ Θεός. Πῶς οὖν ἔστι καὶ τίνι τρόπῳ φυγεῖν τὸ ἁμάρτημα; οὐ γὰρ δὴ μόνον τὸ ἔγκλημα χαλεπὸν χρὴ δεῖξαι, ἀλλὰ καὶ ὅπως ἂν ἀπαλλαγείημεν συμβουλεῦσαι. Ἔχεις γυναῖκα, ἔχεις οἰκέτην, ἔχεις παιδία, καὶ φίλον, καὶ συγγενῆ, καὶ γείτονα; πᾶσι τούτοις τὴν ἐπὶ τούτων ἐπίτρεψον φυλακήν. Χαλεπὸν ἡ συνήθεια, καὶ δεινὸν ὑποσκελίσαι, καὶ δυσφύλακτον, καὶ ἄκοντας ἡμᾶς πολλάκις καὶ οὐκ εἰδότας ἐμβάλλει; Οὐκοῦν ὅσῳ τῆς συνηθείας οἶδας τὴν δύναμιν, τοσούτῳ τῆς μὲν πονηρᾶς συνηθείας ἀπαλλαγῆναι σπούδασον, πρὸς δὲ τὴν ἑτέραν τὴν χρησιμωτάτην σεαυτὸν μετάστησον. Ὥσπερ γὰρ νῦν σπουδάζοντά σε καὶ φυλαττόμενον καὶ μεριμνῶντα καὶ φροντίζοντα ἴσχυσε πολλάκις ὑποσκελίσαι ἐκείνη, οὕτως ἂν εἰς τὴν ἀγαθὴν σαυτὸν συνήθειαν μεταστήσῃς τὴν τοῦ μὴ ὀμνύναι, οὐδὲ ἄκων, οὐδὲ ῥᾳθυμῶν ἐμπεσεῖν δυνήσῃ ποτὲ πρὸς τὰ τῶν ὅρκων πτώματα· μέγα γὰρ ὄντως συνήθεια, καὶ φύσεως ἔχει δύναμιν. Ἵν' οὖν μὴ πονῶμεν συνεχῶς, ἑαυτοὺς εἰς συνήθειαν μεταστήσωμεν ἑτέραν, καὶ ἕκαστον τῶν σοι συγγινομένων καὶ συνόντων ταύτην αἴτησαι τὴν χάριν, ἵνα συμβουλεύῃ καὶ παραινῇ φεύγειν τοὺς ὅρκους, καὶ ἁλισκόμενον ἐλέγχῃ. Ἡ γὰρ παρ' αὐτῶν εἰς σὲ γινομένη φυλακὴ καὶ αὐτοῖς ἐστι συμβουλὴ καὶ παραίνεσις τοῦ κατορθώματος. Ὁ γὰρ ἐγκαλῶν ἑτέρῳ περὶ ὅρκων, οὐ ῥᾳδίως αὐτὸς εἰς τὸ βάραθρον ἐμπεσεῖται τοῦτο· βάραθρον γὰρ οὐ τὸ τυχὸν ἡ πολυορκία, οὐχ ὅταν περὶ τῶν ἐλαχίστων μόνον, ἀλλὰ καὶ ὅταν περὶ μεγίστων γίνηται πραγμάτων. Ἡμεῖς δὲ καὶ λάχανα ὠνούμενοι καὶ ὑπὲρ ὀβολῶν δύο φιλονεικοῦντες, καὶ πρὸς οἰκέτας ὀργιζόμενοι καὶ ἀπειλοῦντες, τὸν Θεὸν πανταχοῦ καλοῦμεν μάρτυρα· καὶ ἄνθρωπον μὲν ἐλεύθερον, ἀξίας τινὸς μετασχόντα ψιλῆς οὐκ ἂν ἐτόλμησας ὑπὲρ τοιούτων καλέσαι μάρτυρα ἐπ' ἀγορᾶς, ἀλλὰ κἂν ἐπιχειρήσῃς, δίκην δώσεις τῆς ὕβρεως· τὸν δὲ τῶν οὐρανῶν βασιλέα, τὸν τῶν ἀγγέλων Δεσπότην, καὶ περὶ ὠνίων, καὶ περὶ χρημάτων, καὶ περὶ τῶν
Peter or Paul, or even an angel come down out of heaven; for not even so do I pay regard to the dignity of persons. For the law concerning oaths that I read is not a servile law, but a royal one; and when a king's letters are read, let all the dignity of fellow-servants keep silence. For if you have it to say that Christ commanded us to swear, or that Christ does not punish this when it takes place, show it and I am persuaded; whereas if He debars it with such great earnestness, and exercises such great forethought over the matter as to range the man who swears along with the Evil One (For what is more than these—than yea and nay—He says, is of the devil), why do you bring forward such and such a man into the midst for me? For God will pronounce this verdict upon you not from the indolence of your fellow-servants, but from the injunction of His own laws. I enjoined it, He says; you ought to have obeyed, and not put forward such and such a man, nor pry into others' ills. Since the great David sinned a grievous sin, is sinning therefore free from danger for us on that account, tell me? On this account, therefore, we must guard ourselves in this matter, and emulate only the good deeds of the saints; whereas if anywhere there is indolence and transgression of the law, we must flee from it with great earnestness. For our reckoning is not with our fellow-servants, but with the Master, and to Him we shall render accounts of all that we have done in life. Let us prepare ourselves, therefore, for that tribunal; for even if he who transgresses this law be ten thousand times admirable and great, he shall assuredly pay the penalty laid down upon the transgression; for God is no respecter of persons. How then is it possible, and in what manner, to flee the sin? For one must not merely show that the charge is grievous, but also give counsel how we might be delivered from it. Do you have a wife, do you have a household servant, do you have children, and a friend, and a kinsman, and a neighbour? Entrust to all these the watch over these matters. Is habit a hard thing, and terrible at tripping us up, and hard to guard against, and does it often cast us in even unwilling and unwitting? Then in proportion as you know the power of habit, be all the more earnest to be delivered from the wicked habit, and transfer yourself over to the other most serviceable one. For just as now, even when you are earnest and on your guard and anxious and taking thought, that habit was often strong enough to trip you up, so too if you transfer yourself into the good habit of not swearing, neither unwillingly nor through indolence will you ever be able to fall into the downfalls of oaths; for habit is truly a great thing, and holds the power of nature. Lest we toil continually, therefore, let us transfer ourselves into another habit; and ask this favour of each of those who consort and live with you, that he may counsel and exhort you to flee oaths, and reprove you when caught. For the watch kept over you by them is for themselves also counsel and exhortation unto right action. For he who brings a charge against another over oaths will not easily fall himself into this pit; for frequent swearing is no ordinary pit, not only when it takes place over the smallest matters, but even when over the greatest. Yet we, even when buying herbs, and wrangling over two obols, and growing angry with household servants and threatening them, call God to witness everywhere; and whereas you would not have dared to call a free man partaking of some slight dignity as a witness in the marketplace over such matters—nay, even if you attempted it, you would pay the penalty for the insult—the King of the heavens, the Master of the angels, both over wares, and over moneys, and over
PG 49:231Read from the page
τυχόντων διαλεγόμενος, ἕλκεις εἰς μαρτυρίαν· καὶ πῶς ταῦτα ἀνεκτά; Πόθεν οὖν ἀπαλλαγείημεν ἐκ τῆς πονηρᾶς ταύτης συνηθείας; Τοὺς φύλακας οὓς εἶπον περιστήσαντες, χρόνον ῥητὸν ὁρίσαντες ἑαυτοῖς πρὸς διόρθωσιν, καὶ καταδίκην ἐπιθέντες, εἰ τοῦ χρόνου παρελθόντος μὴ κατορθώσαιμεν τοῦτο. Πόσος οὖν ἡμῖν χρόνος ἀρκέσει πρὸς τοῦτο; Οὐκ οἶμαι τοὺς σφόδρα νήφοντας καὶ διεγηγερμένους καὶ ὑπὲρ τῆς ἑαυτῶν ἀγρυπνοῦντας σωτηρίας πλέον ἡμερῶν δέκα δεηθήσεσθαι, ὥστε παντελῶς ἀπαλλαγῆναι τῆς πονηρᾶς τῶν ὅρκων συνηθείας. Εἰ δὲ μετὰ τὰς δέκα ἡμέρας ὀφθείημεν ὀμνύντες, δίκην ἑαυτοῖς ἐπιθῶμεν, καὶ τιμωρίαν μεγίστην καὶ καταδίκην ὁρίσωμεν τῆς παραβάσεως. Τίς οὖν ἐστιν ἡ κα-
ordinary matters as you converse, you drag in to bear witness; and how are these things bearable? Whence, then, might we be delivered out of this wicked habit? By stationing round ourselves the guards of whom I spoke, appointing a stated time for ourselves unto amendment, and laying a sentence of condemnation upon ourselves if when the time has passed we have not accomplished this aright. How much time, then, will suffice us for this? I do not suppose that those who are exceedingly sober and fully awakened and keeping watch over their own salvation will need more than ten days so as to be rid altogether of the wicked habit of oaths. And if after the ten days we should be seen swearing, let us lay a penalty upon ourselves, and appoint the greatest punishment and condemnation for the transgression. What then is the con-
ΚΑΤΗΧΗΣΙΣ ΔΕΥΤΕΡΑ.
Second Catechesis.
Πρὸς τοὺς μέλλοντας φωτίζεσθαι· καὶ περὶ γυναικῶν τῶν ἐν πλέγμασι καὶ χρυσῷ κατακοσμουσῶν ἑαυτάς· καὶ περὶ τῶν κληδονισμοῖς, ἢ περιάπτοις, ἢ ἐπῳδαῖς κεχρημένων, ἅπερ ἅπαντα ἀλλότρια Χριστιανισμοῦ.
To those about to be illumined; concerning women who deck themselves with braided hair and gold; and concerning those who make use of omens, amulets, or incantations, all of which are utterly alien to Christianity.
αʹ. Τῶν πρώην εἰρημένων πρὸς τὴν ὑμετέραν ἀγάπην πρότερον τοὺς καρποὺς παρεγενόμην ἀπαιτήσων ὑμᾶς· οὐδὲ γὰρ διὰ τοῦτο λέγομεν, ἵνα ἀκούσητε μόνον, ἀλλ' ἵνα καὶ μνημονεύητε τῶν εἰρημένων καὶ τὴν διὰ τῶν ἔργων ἐπίδειξιν ἡμῖν παράσχητε· μᾶλλον δὲ οὐχ ἡμῖν, ἀλλὰ τῷ Θεῷ τῷ τὰ ἀπόρρητα τῆς διανοίας εἰδότι. Διὰ τοῦτο καὶ κατήχησις λέγεται, ἵνα καὶ ἀπόντων ἡμῶν ὁ λόγος ὑμῶν ἐνηχῇ ταῖς διανοίαις. Καὶ μὴ θαυμάσητε, εἰ δέκα ἡμερῶν διαγενομένων μόνον τοὺς καρποὺς ἤλθομεν ἀπαιτήσοντες τῶν σπερμάτων· καὶ γὰρ ἐν ἡμέρᾳ μιᾷ δυνατὸν ὁμοῦ καὶ σπέρματα καταβαλεῖν καὶ ἀμητὸν ποιήσασθαι· οὐ γὰρ οἰκείᾳ δυνάμει μόνον, ἀλλὰ καὶ τῇ παρὰ τοῦ Θεοῦ ῥοπῇ δυναμούμενοι, οὕτω πρὸς τοὺς ἀγῶνας καλούμεθα. Ὅσοι μὲν οὖν κατεδέξαντο τὰ εἰρημένα, καὶ διὰ τῶν ἔργων ἐπλήρωσαν, μενέτωσαν ἐπεκτεινόμενοι πρὸς τὰ ἔμπροσθεν· ὅσοι δὲ οὐδέπω τῆς ἀγαθῆς ταύτης ἐργασίας ἥψαντο, ἐντεῦθεν ἁψάσθωσαν, ἵνα καὶ τὴν ἐκ τῆς ῥᾳθυμίας καταδίκην τῇ μετὰ ταῦτα προθυμίᾳ ἀποκρούσωνται. Ἔνι γὰρ, ἔνι καὶ τὸν ἐρρᾳθυμηκότα σφόδρα μετὰ ταῦτα χρησάμενον τῇ προθυμίᾳ τοῦ παρελθόντος χρόνου πᾶσαν ἀνασῶσαι τὴν ζημίαν. Διό φησι, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ. Τοῦτο δὲ λέγει παραινῶν καὶ συμβουλεύων, μηδέποτε ἀπογινώσκειν, ἀλλ' ἕως ἂν ἐνταῦθα ὦμεν, χρηστὰς ἔχειν τὰς ἐλπίδας, καὶ τῶν ἔμπροσθεν ἐπιλαμβάνεσθαι, καὶ πρὸς τὸ βραβεῖον διώκειν τῆς ἄνω κλήσεως τοῦ Θεοῦ. Τοῦτο τοίνυν ποιήσωμεν, καὶ τὰ ὀνόματα τῆς μεγάλης ταύτης ἐξετάσωμεν δωρεᾶς. Ὥσπερ γὰρ ἀγνοούμενον ἀξιώματος μέγεθος ῥᾳθυμοτέρους ποιεῖ τοὺς τιμωμένους, οὕτω γνωριζόμενον εὐχαρίστους καθίστησι καὶ σπουδαιοτέρους ἐργάζεται. Καὶ ἄλλως δὲ αἰσχρὸν ἂν εἴη καὶ καταγέλαστον τοσαύτης ἀπολαύοντας δόξης παρὰ τοῦ Θεοῦ καὶ τιμῆς, μηδὲ τὰ ὀνόματα αὐτῆς εἰδέναι τί ποτε ἐνδείξασθαι βούλεται. Καὶ τί λέγω περὶ τῆς δωρεᾶς ταύτης; ἂν γὰρ τὸ κοινὸν τοῦ γένους ἡμῶν ἐννοήσῃς ὄνομα, μεγίστην πρὸς ἀρετὴν λήψῃ διδασκαλίαν καὶ παράκλησιν. Τὸ γὰρ ἄνθρωπος τοῦτο ὄνομα
1. I have come first to demand of you the fruits of the things spoken a little while ago to your charity; for we speak not on this account, that you may hear alone, but that you may also remember the things spoken and afford us the proof through deeds—or rather, not to us, but to God Who knows the secrets of the mind. On this account also it is called catechesis, so that even when we are absent our word may echo in your minds. And do not marvel if when only ten days have elapsed we have come to demand the fruits of the seeds; for in a single day it is possible at once both to cast down seeds and to reap a harvest; for strengthened not by our own power alone, but also by the aid from God, thus are we called to the contests. Let as many, therefore, as welcomed the things spoken, and fulfilled them through deeds, abide stretching forward towards the things ahead; and let as many as have not yet laid hold of this good labour lay hold of it from this point onward, so that by their subsequent eagerness they may beat back the condemnation arising from indolence. For it is possible—it is possible even for him who has been exceedingly indolent, by employing eagerness afterwards, to recover the entire loss of the past time. Wherefore he says: Today if you hear His voice, harden not your hearts, as in the provocation. And he says this exhorting and counselling us never to despair, but so long as we are here, to hold good hopes, and lay hold of the things ahead, and press on towards the prize of the high calling of God. Let us do this, therefore, and let us examine the names of this great gift. For just as the magnitude of a dignity when unknown makes those who are honoured more indolent, so when known it renders them thankful and makes them more earnest. And besides, it would be shameful and ludicrous that while enjoying so great glory and honour from God, we should not even know what its names wish to signify. And why do I speak concerning this gift? For if you consider the common name of our race, you will receive the greatest teaching and exhortation towards virtue. For this name man
PG 49:232Read from the page
ταδίκη; Οὐκ ἔτι τοῦτο ὁρίζω ἐγὼ, ἀλλ' ὑμᾶς αὐτοὺς ἀφίημι κυρίους τῆς ψήφου εἶναι. Οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν, μὴ μόνον ἐπὶ τῶν ὅρκων, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἐλαττωμάτων, καὶ χρόνον ὁρίζοντες ἑαυτοῖς τιμωρίαις χαλεπωτάταις, εἴ ποτε περιπέσωμεν τούτοις, καθαροὶ πρὸς τὸν ἡμέτερον ἀπελευσόμεθα Δεσπότην, καὶ τῆς τοῦ πυρὸς γεέννης ἀπαλλαγησόμεθα, καὶ μετὰ παρρησίας στησόμεθα ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν
demnation? I no longer determine this myself, but leave you yourselves to be masters of the vote. Let us thus order our own affairs, not only in the case of oaths, but also in the case of our other shortcomings, and appointing a time for ourselves with most severe punishments should we ever fall into them, we shall depart clean to our Master, and be delivered from the Gehenna of fire, and stand with boldness in front of the judgement-seat of Christ; which boldness may we all obtain, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father be glory together with the Holy Spirit, unto the ages of ages. Amen
οὐ κατὰ τοὺς ἔξωθεν ἡμεῖς ὁριζόμεθα, ἀλλ' ὡς ἡ θεία Γραφὴ ἐκέλευσεν. Ἄνθρωπος γάρ ἐστιν, οὐχ ὅστις ἁπλῶς χεῖρας καὶ πόδας ἔχει ἀνθρώπου, οὐδ' ὅστις ἐστὶ λογικὸς μόνον, ἀλλ' ὅστις εὐσέβειαν καὶ ἀρετὴν μετὰ παρρησίας ἀσκεῖ. Ἄκουσον γοῦν περὶ τοῦ Ἰὼβ τί φησιν· εἰπὼν γὰρ, ὅτι Ἐν χώρᾳ τῇ Αὐσίτιδι ἄνθρωπος ἦν, οὐκ ἀπὸ τούτων αὐτὸν ὑπογράφει τῶν ὅρων, ἀφ' ὧν οἱ ἔξωθεν, οὐδὲ τοῦτο λέγει, ὅτι πόδας δύο εἶχε καὶ ὄνυχας πλατεῖς, ἀλλὰ τὰ γνωριστικὰ τῆς εὐσεβείας ἐκείνης συντιθεὶς ἔλεγε, Δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, δεικνὺς ὅτι τοῦτό ἐστιν ἄνθρωπος. Καθάπερ οὖν καὶ ἕτερός φησι· Τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος. Εἰ δὲ τὸ ἄνθρωπος ὄνομα τοσαύτην εἰς ἀρετὴν παράκλησιν παρέχει, πολλῷ μᾶλλον τὸ πιστός; Πιστὸς γὰρ διὰ τοῦτο καλῇ, ὅτι καὶ πιστεύεις τῷ Θεῷ, καὶ πιστεύῃ παρ' αὐτοῦ αὐτὸς δικαιοσύνην, ἁγιωσύνην, καθαρότητα ψυχῆς, υἱοθεσίαν, βασιλείαν οὐρανῶν· ἐνεπίστευσε καὶ ταῦτά σοι παρακατέθετο· σὺ πάλιν ἕτερα αὐτῷ ἐνεπίστευσας καὶ παρακατέθου, ἐλεημοσύνην, εὐχὰς, σωφροσύνην, τὴν ἄλλην ἅπασαν ἀρετήν. Καὶ τί λέγω ἐλεημοσύνην; κἂν ψυχροῦ αὐτῷ ποτήριον δῷς, οὐδὲ τοῦτο ἀπολέσεις, ἀλλὰ καὶ τοῦτο μετ' ἀκριβείας φυλάσσει εἰς ἐκείνην τὴν ἡμέραν, καὶ μετὰ πολλῆς ἀποδώσει τῆς περιουσίας· τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐ φυλάττει τὰς παρακαταθήκας μόνον, ἀλλὰ καὶ πλεονάζει ταύτας ταῖς ἀντιδόσεσι.
we define not according to outsiders, but as divine Scripture commanded. For a man is not one who merely has the hands and feet of a man, nor one who is rational alone, but one who practises godliness and virtue with boldness. Hear at all events what it says concerning Job: for having said, There was a man in the land of Ausitis, it delineates him not by those definitions whereby outsiders do, nor does it say this—that he had two feet and broad nails—but putting together the marks of that godliness it said: Righteous, true, God-fearing, abstaining from every evil deed, showing that this is a man. Just as another also says: Fear God, and keep His commandments, for this is every man. And if the name man furnishes so great an exhortation unto virtue, how much more the name faithful? For on this account you are called faithful, because you both trust God and are yourself entrusted by Him with righteousness, holiness, purity of soul, adoption as sons, the kingdom of the heavens; He entrusted these things and committed them in deposit to you; you in turn have entrusted and committed other things in deposit to Him: almsgiving, prayers, sobriety, all other virtue. And why do I say almsgiving? Even if you give Him a cup of cold water, you shall not lose even this, nay, He keeps even this with exactness unto that day, and will restore it with great superabundance; for what is indeed wonderful is this: that He not only keeps the deposits, but also multiplies them by His recompenses.
Τοῦτο καὶ σοὶ ποιεῖν ἐκέλευσε κατὰ δύναμιν τὴν σὴν, ἐν οἷς ἐνεπιστεύθης, τὴν ἁγιωσύνην ἣν ἔλαβες ἐπιτείνειν, καὶ τὴν δικαιοσύνην τὴν ἀπὸ τοῦ λουτροῦ λαμπροτέραν ἐργάζεσθαι, καὶ τὸ χάρισμα φαιδρότερον ποιεῖν· καθάπερ οὖν καὶ Παῦλος ἐποίησε, τοῖς μετὰ ταῦτα πόνοις καὶ τῇ σπουδῇ καὶ τῇ προθυμίᾳ αὐξήσας ἅπαντα, ἅπερ ἔλαβεν, ἀγαθά. Καὶ σκόπει Θεοῦ κηδεμονίαν· οὔτε σοι τὸ πᾶν ἔδωκεν ἐνταῦθα, οὔτε τοῦ παντὸς ἀπεστέρησεν, ἀλλὰ τὰ μὲν ἔδωκε, τὰ δὲ ὑπέσχετο. Καὶ τίνος ἕνεκεν οὐ τὸ πᾶν ἐνταῦθα ἔδωκεν; Ἵνα σὺ τὴν πίστιν ἐπιδείξῃ τὴν περὶ αὐτὸν, τοῖς μηδέπω δοθεῖσιν ἀπὸ τῆς ὑποσχέσεως αὐτοῦ μόνης πιστεύων. Τίνος δὲ ἕνεκεν πάλιν οὐ τὸ πᾶν ἐκεῖ ἐταμιεύσατο, ἀλλ' ἔδωκε καὶ Πνεύματος χάριν καὶ
This He commanded you also to do according to your power in the things wherewith you were entrusted: to intensify the holiness which you received, and to render brighter the righteousness from the bath, and to make the gift of grace more radiant; just as Paul also did, by his subsequent toils and earnestness and eagerness increasing all the good things that he received. And mark the providential care of God: He neither gave you the whole here, nor deprived you of the whole, but some things He gave, and others He promised. And on what account did He not give the whole here? So that you might display your faith towards Him, believing from His promise alone in the things not yet given. And on what account again did He not treasure up the whole there, but gave here also the grace of the Spirit and
PG 49:233Read from the page
δικαιοσύνην καὶ ἁγιασμόν; Ἵνα σοι κουφίσῃ τοὺς πόνους, καὶ ἐκ τῶν ἤδη δοθέντων καὶ ἐκ τῶν μελλόντων εὐέλπιδα καταστήσῃ. Διὰ τοῦτο καὶ νεοφώτιστος μέλλεις καλεῖσθαι, ὅτι νέον σοι τὸ φῶς ἀεὶ, ἂν ἐθέλῃς, καὶ οὐδέποτε σβέννυται. Τοῦτο μὲν γὰρ, καὶ βουλομένων ἡμῶν, καὶ μὴ βουλομένων, διαδέχεται νὺξ, ἐκείνην δὲ τὴν ἀκτῖνα σκότος οὐκ οἶδε· Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Οὐχ οὕτω γοῦν ὁ κόσμος ἐστὶ λαμπρὸς, ἀνισχούσης τῆς ἀκτῖνος, ὡς ψυχὴ καταυγάζεται καὶ λαμπροτέρα γίνεται, τὴν ἀπὸ τοῦ Πνεύματος δεξαμένη χάριν. Καὶ μάνθανε τῶν πραγμάτων ἀκριβέστερον τὴν φύσιν· νυκτὸς μὲν γὰρ κατεχούσης καὶ σκότους ὄντος, πολλάκις καὶ σχοινίον ἰδών τις, ἐνόμισεν ὄφιν εἶναι, καὶ φίλον προσιόντα ὡς ἐχθρὸν ἔφυγε, καὶ ψόφου τινὸς αἰσθόμενος περιδεὴς γέγονεν· ἡμέρας δὲ γενομένης οὐδὲν τοιοῦτον γένοιτ' ἂν, ἀλλὰ πάντα οἷάπερ ἐστὶ φαίνεται. Ὃ καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνει τῆς ἡμετέρας. Ἐπειδὰν γὰρ ἡ χάρις ἐλθοῦσα τὸ σκότος ἀπελάσῃ τῆς διανοίας, μανθάνομεν τὴν τῶν πραγμάτων ἀκρίβειαν, καὶ γίνεται ἡμῖν εὐκαταφρόνητα τὰ πρότερον φοβερά. Οὔτε γὰρ θάνατον ἔτι δεδοίκαμεν, μαθόντες ἀκριβῶς παρὰ τῆς ἱερᾶς ταύτης μυσταγωγίας, ὅτι οὐκ ἔστι θάνατος ὁ θάνατος, ἀλλ' ὕπνος καὶ κοίμησις πρόςκαιρος· οὐ πενίαν, οὐ νόσον, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν, εἰδότες ὅτι πρὸς βελτίονα ζωὴν ὁδεύομεν, ἀκήρατόν τε καὶ ἄφθαρτον, καὶ πάσης τοιαύτης ἀπηλλαγμένην ἀνωμαλίας.
righteousness and sanctification? So that He might lighten your toils, and from the things already given render you of good hope concerning the things to come also. On this account too you are about to be called newly illumined, because the light is ever new for you, if you will, and is never quenched. For this outward light, whether we will or will not, night succeeds, whereas that ray darkness knows not: For the light shines in the darkness, and the darkness overcame it not. Not so bright, at any rate, is the world when the sunbeam rises, as a soul is illumined and becomes brighter upon receiving the grace from the Spirit. And learn more exactly the nature of things: for when night prevails and there is darkness, often someone seeing even a rope has supposed it to be a serpent, and has fled an approaching friend as an enemy, and perceiving some noise has become terror-stricken; whereas when day has come nothing of the sort could happen, but all things appear just as they are. Which also happens in the case of our soul. For when grace comes and drives away the darkness of the mind, we learn the exact truth of things, and things formerly fearsome become easily despised by us. For neither do we any longer dread death, having learned exactly from this sacred mystagogy that death is not death, but sleep and temporary slumber; nor poverty, nor sickness, nor anything else at all of such things, knowing that we are journeying towards a better life, undefiled and incorruptible, and freed from all such inequality.
βʹ. Μὴ τοίνυν ἔτι πρὸς τὰ βιωτικὰ μείνωμεν κεχηνότες, μὴ περὶ τρυφὴν τραπέζης, μηδὲ περὶ πολυτέλειαν ἱματίων· καὶ γὰρ ἔχεις ἱμάτιον μέγιστον, ἔχεις τράπεζαν πνευματικὴν, ἔχεις τὴν δόξαν τὴν ἄνω, καὶ πάντα σοι ὁ Χριστὸς γίνεται, καὶ τράπεζα, καὶ ἱμάτιον, καὶ οἶκος, καὶ κεφαλὴ, καὶ ῥίζα. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· ἰδοὺ πῶς ἱμάτιόν σοι γέγονε. Βούλει μαθεῖν, πῶς καὶ τράπεζά σοι γίνεται; Ὁ τρώγων με, φησὶν, ὥσπερ ἐγὼ ζῶ διὰ τὸν Πατέρα, κἀκεῖνος ζήσεται δι' ἐμέ. Ὅτι δὲ καὶ οἶκός σοι γίνεται· Ὁ τρώγων μου τὴν σάρκα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ· καὶ ὅτι ῥίζα, πάλιν φησίν· Ἐγὼ ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· καὶ ὅτι ἀδελφὸς, καὶ φίλος, καὶ νυμφίος· Οὐκέτι ὑμᾶς λέγω δούλους· ὑμεῖς γὰρ φίλοι μου ἐστέ. Καὶ ὁ Παῦλος πάλιν· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· καὶ πάλιν· Εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. Οὐκ ἀδελφοὶ δὲ αὐτοῦ μόνον, ἀλλὰ καὶ παιδία γινόμεθα· Ἰδοὺ γὰρ, φησὶν, ἐγὼ, καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ μέλη αὐτοῦ, καὶ σῶμα αὐτοῦ. Ὥσπερ γὰρ οὐκ ἀρκούντων τῶν εἰρημένων ἐπιδεῖξαι τὴν ἀγάπην καὶ τὴν εὔνοιαν, ἣν πρὸς ἡμᾶς ἐπιδείκνυται, καὶ ἕτερον τούτων μεῖζον καὶ ἐγγύτερον ἔθηκεν, κεφαλὴν ἑαυτὸν ἡμῶν προσειπών. Ταῦτα δὴ πάντα εἰδὼς, ἀγαπητὲ, ἄμειψαί σου τὸν εὐεργέτην ἀρίστῃ πολιτείᾳ, καὶ ἐννοήσας τῆς θυσίας τὸ μέγεθος, καλλώπισόν σου τὰ μέλη τοῦ σώματος. Ἐννόησον τί δέχῃ τῇ χειρὶ, καὶ μηδέποτε ἀνάσχῃ τυπτῆσαί τινα, μηδὲ τὴν τοσούτῳ τιμηθεῖσαν δώρῳ καταισχύνῃς τῇ τῆς πληγῆς ἁμαρτίᾳ· ἐννόησον τί δέχῃ τῇ χειρὶ, καὶ καθαρὰν αὐτὴν πλεονεξίας καὶ ἁρπαγῆς πάσης διατήρησον. Λόγισαι, ὅτι οὐ τῇ χειρὶ δέχῃ μόνον, ἀλλὰ καὶ τῷ στόματι προσάγεις καὶ καθαρὰν φύλαττε τὴν γλῶτ-
2. Let us no longer remain gaping after things of this life, therefore—not after luxury of table, nor after costliness of garments; for you have the greatest garment, you have a spiritual table, you have the glory on high, and Christ becomes all things to you: both table, and garment, and house, and head, and root. For as many of you as were baptized into Christ have put on Christ: behold how He has become a garment to you. Do you wish to learn how He also becomes a table to you? He who eats Me, He says, even as I live because of the Father, he also shall live because of Me. And that He also becomes a house to you: He who eats My flesh abides in Me, and I in him; and that He is a root, He says again: I am the vine, you are the branches; and that He is a brother, and friend, and bridegroom: No longer do I call you servants; for you are My friends. And Paul again: I betrothed you to one husband, to present you as a chaste virgin to Christ; and again: That He might be the first-born among many brethren. Nor do we become His brethren alone, but also His little children: For behold, He says, I and the children whom God hath given Me; and not this alone, but also His members and His body. For as though the things spoken did not suffice to display the love and goodwill which He displays towards us, He set down another thing also greater and closer than these, addressing Himself as our head. Knowing all these things, therefore, beloved, requite your Benefactor by a noblest conduct of life, and considering the magnitude of the sacrifice, adorn the members of your body. Consider what you receive in your hand, and never suffer yourself to strike anyone, nor put to shame by the sin of a blow the hand honoured with so great a gift; consider what you receive in your hand, and preserve it clean from all covetousness and rapine. Reflect that you not only receive with your hand, but also bring it to your mouth, and keep clean the ton-
PG 49:234Read from the page
ταν αἰσχρῶν καὶ ὑβριστικῶν ῥημάτων, βλασφημίας, ἐπιορκίας, καὶ τῶν ἄλλων τῶν τοιούτων ἁπάντων. Καὶ γὰρ ὀλέθριον τὴν διακονουμένην μυστηρίοις οὕτω φρικωδεστάτοις, καὶ αἵματι φοινιχθεῖσαν τοιούτῳ, καὶ χρυσῆν γενομένην μάχαιραν, ἐπὶ λοιδορίας καὶ ὕβρεις καὶ εὐτραπελίας μετάγειν. Αἰδέσθητι τὴν τιμὴν, ἣν ἐτίμησεν αὐτὴν ὁ Θεὸς, καὶ μὴ καταγάγῃς εἰς τὴν τῆς ἁμαρτίας εὐτέλειαν· ἀλλ' ἐνθυμηθεὶς πάλιν, ὅτι μετὰ τὴν χεῖρα καὶ τὴν γλῶσσαν ἡ καρδία δέχεται τὸ φρικτὸν ἐκεῖνο μυστήριον, μὴ ῥάψῃς ποτὲ κατὰ τοῦ πλησίον δόλον, ἀλλὰ κακουργίας πάσης καθαρὰν διατήρει σου τὴν διάνοιαν· οὕτω καὶ ὀφθαλμοὺς καὶ ἀκοὴν ἀσφαλίσασθαι δυνήσῃ. Πῶς γὰρ οὐκ ἄτοπον, μετὰ τὴν μυστικὴν ἐκείνην φωνὴν καὶ ἐκ τῶν οὐρανῶν φερομένην, τὴν ἐκ τῶν Χερουβὶμ λέγω, πορνικοῖς ᾄσμασι καὶ κατακεκλασμένοις μέλεσι τὴν ἀκοὴν μολύνειν; πῶς δὲ οὐκ ἐσχάτης κολάσεως ἄξιον, τοῖς ὀφθαλμοῖς, οἷς ὁρᾷς τὰ ἀπόῤῥητα καὶ φρικτὰ μυστήρια, τούτοις πόρνας ὁρᾷν, καὶ μοιχείαν ἐργάζεσθαι τὴν κατὰ διάνοιαν; Εἰς γάμον ἐκλήθης, ἀγαπητέ· μὴ εἰσέλθῃς ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια, ἀλλὰ τῷ γάμῳ κατάλληλον λαβὲ στολήν. Εἰ γὰρ εἰς γάμους αἰσθητοὺς ἄνθρωποι καλούμενοι, κἂν ἁπάντων ὦσι πενέστεροι, χρησάμενοι πολλάκις ἢ πριάμενοι ἱμάτιον καθαρὸν, οὕτω πρὸς τοὺς καλέσαντας αὐτοὺς ἀπαντῶσι· σὺ δὲ ὁ πρὸς γάμον κληθεὶς πνευματικὸν καὶ δεῖπνα βασιλικὰ, ἐννόησον, ἡλίκον ἂν εἴη δίκαιόν σε ἱμάτιον πρίασθαι· μᾶλλον δὲ οὐδὲ ἀγοράσαι χρεία, ἀλλ' αὐτός σοι δίδωσιν ὁ καλῶν δωρεὰν, ἵνα μηδὲ πενίαν προβαλέσθαι ἔχῃς. Τήρει τοίνυν ὅπερ ἔλαβες ἱμάτιον· ἂν γὰρ ἀπολέσῃς, χρήσασθαι οὐ δυνήσῃ λοιπὸν, οὐδὲ πρίασθαι· οὐδαμοῦ γὰρ πωλεῖται τοιοῦτον ἱμάτιον. Ἤκουσας, πῶς ἐστέναξαν οἱ πάλαι μυσταγωγηθέντες, καὶ τὸ στῆθος ἐπάταξαν τοῦ συνειδότος ἐνταῦθα διαναστήσαντος; Σκόπει τοίνυν, ἀγαπητὲ, μὴ καὶ σύ ποτε τοῦτο πάθῃ. Πῶς δὲ οὐ πείσῃ, τὴν πονηρὰν συνήθειαν μὴ ἐκβαλὼν τῶν κακῶν; Διὰ τοῦτο καὶ πρώην εἶπον καὶ νῦν λέγω, καὶ λέγων οὐ παύσομαι, εἴ τις τὰ ἐλαττώματα τῶν τρόπων μὴ διώρθωσε μηδὲ παρεσκεύασεν ἑαυτῷ τὴν ἀρετὴν εὔκολον, μὴ βαπτιζέσθω. Τὰ μὲν γὰρ πρότερα ἁμαρτήματα ἀφεῖναι δύναται τὸ λουτρόν· δέος δὲ οὐ μικρὸν καὶ κίνδυνος οὐχ ὁ τυχὼν, μήποτε παλιν ἐπ' αὐτὰ ἐπανέλθωμεν, καὶ γένηται ἡμῖν ἕλκος τὸ φάρμακον. Ὅσῳ γὰρ μείζων γέγονεν ἡ χάρις, τοσούτῳ πλείων ἡ κόλασις τοῖς μετὰ ταῦτα ἁμαρτάνουσιν.
tongue clean from shameful and insolent words, blasphemy, perjury, and all the other such things. For it is ruinous to divert towards revilings and insults and ribaldry the tongue that ministers to mysteries so most awe-inspiring, and has been crimsoned with such blood, and has become a golden sword. Revere the honour wherewith God honoured it, and do not bring it down to the vileness of sin; nay, bearing in mind again that after the hand and the tongue the heart receives that awesome mystery, never stitch together deceit against your neighbour, but preserve your mind pure from all malice; thus you will be able to make secure both eyes and hearing also. For how is it not absurd, after that mystical voice borne down from the heavens — that from the Cherubim, I mean — to defile your hearing with harlot songs and effeminate melodies? And how is it not worthy of extreme punishment, with the eyes wherewith you gaze upon the ineffable and awesome mysteries, with these to gaze upon harlots, and to work adultery in thought? You have been called to a marriage, beloved; do not enter clothed in filthy garments, but take a robe suitable to the marriage. For if men called to sensible marriages, even though they be poorer than all men, oftentimes borrowing or buying a clean garment, thus go to meet those who have called them — do you, who have been called to a spiritual marriage and royal banquets, consider how great a garment it would be righteous for you to buy; rather, there is not even need to buy it, but He Who calls gives it to you freely, so that you may not even be able to put forward poverty. Preserve, therefore, the garment which you received; for if you lose it, you will no longer be able to borrow one, nor to buy it; for nowhere is such a garment sold. Have you heard how those initiated into the mysteries of old groaned, and beat their breast when their conscience roused them up at that point? Take heed, therefore, beloved, lest you also ever suffer this. And how will you not suffer it, if you have not cast out the wicked habit of evils? On this account both formerly I said and now I say, and I will not cease saying: if anyone has not set aright the defects of his manners nor rendered virtue easy for himself, let him not be baptized. For the laver is able to remit former sins; yet there is no small dread and no ordinary peril, lest we return again to them, and the remedy become a sore for us. For the greater the grace has been, so much the more abundant is the punishment for those who sin after these things.
γʹ. Ἵνα οὖν μὴ πρὸς τὸν πρότερον ἐπανίωμεν ἔμετον, παιδεύσωμεν ἑαυτοὺς ἐντεῦθεν ἤδη. Ὅτι γὰρ δεῖ πρότερον μετανοήσαντας καὶ τῶν προτέρων ἀποστάντας κακῶν, οὕτω τῇ χάριτι προσιέναι, ἄκουσον τί μὲν Ἰωάννης φησὶ, τί δὲ ὁ τῶν ἀποστόλων κορυφαῖος τοῖς βαπτίζεσθαι μέλλουσιν· ἐκεῖνος μὲν γάρ φησι· Ποιήσατε καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ· οὗτος δὲ τοῖς ἐρωτῶσι πάλιν ἔλεγε· Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. Ὁ δὲ μετανοῶν οὐκέτι τῶν αὐτῶν ἅπτεται πραγμάτων, ἐφ' οἷς μετενόησε· διὰ τοῦτο καὶ κελευόμεθα λέγειν· Ἀποτάσσομαί σοι, Σατανᾶ, ἵνα μηκέτι πρὸς αὐτὸν ἐπανέλθωμεν.
3. In order, therefore, that we may not return to our former vomit, let us instruct ourselves from this point already. For that we ought first to repent and stand aloof from our former evils, and thus approach grace, hear what John on the one hand says, and what the chief of the apostles on the other says to those about to be baptized; for the former says: Bear fruit worthy of repentance, and do not begin to say within yourselves, We have Abraham for our father; while the latter again said to those inquiring: Repent, and let each of you be baptized in the name of the Lord Jesus Christ. Now he who repents no longer lays hold of the same deeds of which he repented; on this account we are also commanded to say: I renounce you, Satan, in order that we may no longer return to him.
Notes, col. 234

On the reading

Printed πάθῃ, for πάθῃς.

Printed παλιν, for πάλιν.