ἱδρώτων ποιεῖ δικαίους. Εἰ γὰρ βασιλέως ἐπιστολὴ, γράμματα προτεθέντα ὀλίγα, μυρίων ὑπευθύνους ἐγκλημάτων ἀφίησιν ἐλευθέρους, ἑτέρους δὲ καὶ πρὸς τιμὴν ἄγει μεγίστην, πολλῷ μᾶλλον τὸ ἅγιον τοῦ Θεοῦ Πνεῦμα καὶ πάντα δυνάμενον, πάσης μὲν ἡμᾶς ἀπαλλάξει κακίας, πολλὴν δὲ ἡμῖν χαριεῖται δικαιοσύνην, καὶ πολλῆς ἐμπλήσει τῆς παρρησίας. Καὶ καθάπερ σπινθὴρ μέσον εἰς πέλαγος ἀχανὲς ἐμπεσὼν εὐθέως ἂν ἀποσβεσθείη, ἢ καὶ ἀφανὴς γένοιτο, τῷ πλήθει τῶν ὑδάτων καταποντισθείς· οὕτω καὶ πᾶσα πονηρία ἀνθρωπίνη, ὅταν εἰς τὴν κολυμβήθραν ἐμπέσῃ τῶν θείων ναμάτων, ἐκείνου ταχύτερον καὶ εὐκολώτερον τοῦ σπινθῆρος καταποντίζεται καὶ ἀφανίζεται. Καὶ τίνος ἕνεκεν, φησὶν, ει τὰ ἁμαρτήματα ἡμῖν ἅπαντα ἀφίησι τὸ λουτρὸν, οὐχὶ λουτρὸν ἀφέσεως ἁμαρτημάτων καλεῖται, οὔτε λουτρὸν καθάρσεως, ἀλλὰ λουτρὸν παλιγγενεσίας; Ὅτι οὐχ ἁπλῶς ἡμῖν ἀφίησι τὰ ἁμαρτήματα, οὐδὲ ἁπλῶς ἡμᾶς καθαίρει τῶν πλημμελημάτων, ἀλλ' οὕτως ὡς ἂν ει ἄνωθεν ἐγεννήθημεν. Καὶ γὰρ ἄνωθεν ἡμᾶς δημιουργεῖ καὶ κατασκευάζει, οὐκ ἀπὸ γῆς διαπλάττον πάλιν, ἀλλ' ἐξ ἑτέρου στοιχείου τῆς τῶν ὑδάτων φύσεως δημιουργοῦν. Οὐ γὰρ ἁπλῶς ἀποσμήχει τὸ σκεῦος, ἀλλ' ὁλόκληρον αὐτὸ ἀναχωνεύει πάλιν. Τὰ μὲν γὰρ ἀποσμηχόμενα, κἂν μετὰ ἀκριβείας ἐκκαθαίρηται, ἔχει τῆς ποιότητος ἴχνη καὶ τῆς κηλῖδος φέρει τὰ λείψανα· τὰ δὲ εἰς χωνευτήριον ἐμπεσόντα καὶ διὰ τῆς φλογὸς ἀνανεωθέντα, πᾶσαν ἀποθέμενα ῥυπαρίαν, τὴν αὐτὴν τοῖς νεοπαγέσιν ἀπὸ τῆς καμίνου προελθόντα τὴν λαμπηδόνα ἀφίησιν. Ὥσπερ οὖν ἀνδριάντα χρυσοῦν πολλῷ τῷ χρόνῳ καὶ τῷ καπνῷ καὶ τῇ κόνει καὶ ἰῷ ῥυπωθέντα λαβών τις καὶ χωνεύσας, καθαρώτατον ἡμῖν καὶ ἀστράπτοντα ἀποδίδωσιν, οὕτω καὶ τὴν φύσιν τὴν ἡμετέραν ὁ Θεὸς ἰωθεῖσαν τῷ τῆς ἁμαρτίας ἰῷ, καὶ πολὺν δεξαμένην τὸν καπνὸν τὸν ἀπὸ τῶν πλημμελημάτων, καὶ τὸ κάλλος ἀπολέσασαν, ὅπερ παρ' αὐτοῦ παρὰ τὴν ἀρχὴν ἐγκατέθηκε, λαβὼν ἄνωθεν ἐχώνευσε, καὶ καθάπερ εἰς χωνευτήριον ἐμβαλὼν τὰ ὕδατα, καὶ τὴν τοῦ Πνεύματος ἐπαφεὶς χάριν ἀντὶ φλογὸς, εἶτα νεοπαγεῖς ἐκεῖθεν καὶ καινοὺς γενομένους ἀντιβλέψαι λοιπὸν ταῖς ἡλιακαῖς ἀκτῖσι μετὰ πολλῆς ἀνάγει τῆς λαμπρότητος, τὸν μὲν παλαιὸν συντρίψας ἄνθρωπον, νέον δὲ κατασκευάσας τοῦ προτέρου λαμπρότερον.
sweat it makes men righteous. For if an emperor's letter, a few characters set forth, lets go free men liable to ten thousand charges, and brings others even to the greatest honour, far more will the all-powerful Holy Spirit of God both deliver us from all wickedness, and graciously bestow upon us abundant righteousness, and fill us with abundant boldness. And just as a spark falling into the midst of a vast sea would straightway be quenched, or even become invisible, drowned by the multitude of the waters, so too all human wickedness, when it falls into the pool of the divine streams, is drowned and blotted out more swiftly and more easily than that spark. And on what account, says one, if the bath forgives us all our sins, is it not called a bath of remission of sins, nor a bath of cleansing, but a bath of regeneration? Because it does not merely forgive us our sins, nor merely cleanse us of our transgressions, but does so just as if we had been born anew. For it frames and fashions us anew, not moulding us again from earth, but creating us out of another element, the nature of the waters. For it does not merely wipe the vessel clean, but melts the whole of it down anew. For things that are wiped clean, even if they be cleansed out with exactness, retain traces of their quality and bear the remnants of the stain; whereas things that have fallen into a smelting-furnace and been renewed through the flame, having laid aside all dross, send forth as they come out of the furnace the same radiance as things newly cast. Just as, therefore, when someone takes and melts down a golden statue befouled by long time and smoke and dust and rust, he gives it back to us most pure and gleaming, so too God, taking our nature rusted with the rust of sin, and having received much smoke from transgressions, and having lost the beauty which He had implanted in it from Himself at the beginning, melted it down anew, and, casting it into the waters as into a smelting-furnace, and sending upon it the grace of the Spirit in place of flame, then leads us up thence newly cast and made new, so as thenceforth to gaze face to face against the rays of the sun with abundant splendour, having crushed the old man, and fashioned a new one brighter than the former.
δʹ. Καὶ ταύτην ἡμῖν τὴν συντριβὴν καὶ τὸν μυστικὸν τοῦτον καθαρμὸν αἰνιττόμενος ὁ προφήτης ἄνωθεν ἔλεγεν· Ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς. Ὅτι γὰρ περὶ τῶν πιστῶν ὁ λόγος, ἡμῖν τὰ ἀνωτέρω δείκνυσι ⟨…⟩αφῶς· Υἱός γάρ μου εἶ σὺ, φησίν· ἐγὼ σήμερον γε⟨…⟩έννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι τὰ ⟨…⟩θνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν ⟨…⟩ου τὰ πέρατα τῆς γῆς. Εἶδες πῶς τῆς ἐκ τῶν ἐθνῶν ⟨…⟩κκλησίας ἐμνημόνευσε, καὶ τὴν πανταχοῦ τοῦ Χριστοῦ ⟨…⟩εταμένην βασιλείαν εἶπεν; Εἶτά φησι πάλιν· Ποιμανεῖς ⟨…⟩ὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· οὐ φορτικῇ, ἀλλ' ἰσχυρᾷ· ὡς ⟨…⟩κεῦος κεραμέως συντρίψεις αὐτούς. Ἰδοὺ καὶ τὸ ⟨…⟩υτρὸν μυστικώτερον παρελήφθη· οὐ γὰρ εἶπεν ἁπλῶς ⟨…⟩κεύη ὀστράκινα, ἀλλὰ σκεύη κεραμέως. Ἀλλὰ προσ⟨…⟩χετε. Τὰ μὲν γὰρ ὀστράκινα σκεύη συντριβέντα οὐκ ἂν ⟨…⟩άβοι διόρθωσιν, διὰ τὴν ἐκ τοῦ πυρὸς ἐγγενομένην αὐ⟨…⟩οῖς ἅπαξ ἀντιτυπίαν· ὅτι δὲ τὰ σκεύη τοῦ κεραμέως ⟨…⟩ὐκ ἔστιν ὀστράκινα, ἀλλὰ πήλινα· ὅθεν καὶ διαστραφέντα ⟨…⟩ᾳδίως ἂν πρὸς τὸ δεύτερον ἐπανέλθῃ σχῆμα τῇ τοῦ ⟨…⟩εχνίτου σοφίᾳ. Ὅταν μὲν οὖν συμφορὰν ἀνίατον λέγῃ,
4. And hinting darkly to us from of old at this crushing and this mystical cleansing, the prophet said: Like a potter's vessel shalt Thou crush them. For that the discourse is concerning the faithful, the words above show us [cl]early: For Thou art My Son, he says; today have I begotten Thee. Ask of Me, and I shall give Thee the [na]tions for Thine inheritance, and the ends of the earth for [T]hy possession. Did you see how he made mention of the Church from the Gentiles, and spoke of the kingdom of Christ [ex]tended everywhere? Then he says again: Thou shalt shepherd [t]hem with a rod of iron—not burdensome, but strong: like a potter's [v]essel shalt Thou crush them. Behold, the [b]ath also has been introduced in a more mystical way; for he did not say merely earthenware [v]essels, but a potter's vessels. Yet pay heed. For earthenware vessels, once crushed, could not [re]ceive amendment, because of the hardness once for all engendered in [t]hem from the fire; whereas the vessels of the potter are [n]ot earthenware, but of clay; whence, even if distorted, they would [e]asily return to a second shape through the [c]raftsman's skill. When, therefore, he speaks of an incurable calamity,