Migne Reading Room

PG 49 · cols. 64–69 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:64Read from the page
Εἶδες πόση ἡ ἐγγύτης; Καὶ οὐκ ἠπατήθη τὸ πῦρ, οὐδὲ ἐνδοτέρω τῶν δεσμῶν προελθεῖν ἐτόλμησεν. Ἔδησεν ὁ τύραννος, καὶ ἔλυσεν ἡ φλὸξ, ἵνα μάθῃς καὶ τοῦ βαρβάρου τὴν ὠμότητα καὶ τοῦ στοιχείου τὴν ὑπακοήν. Τίνος δὲ ἕνεκεν ἔδησεν, εἰς πῦρ ἐμβαλεῖν μέλλων; Ἵνα τὸ θαῦμα μεῖζον γένηται, ἵνα παραδοξότερον τὸ σημεῖον, ἵνα μὴ νομίσῃς ὀφθαλμῶν ἀπάτην εἶναι τὰ ὁρώμενα. Εἰ γὰρ μὴ πῦρ ἦν ἐκεῖνο τὸ πῦρ, οὐκ ἂν τὰ δεσμὰ κατέφαγεν· καὶ ὃ πολλῷ μεῖζον ἦν, οὐκ ἂν τοὺς ἔξωθεν στρατιώτας καθημένους ἥρπασεν· νῦν δὲ, ἐν μὲν τοῖς ἔξω τὴν δύναμιν ἐπεδείξατο, ἐν δὲ τοῖς ἔνδον τὴν ὑπακοὴν ἔδειξε Σὺ δέ μοι σκόπει πανταχοῦ, πῶς ὁ διάβολος δι' ὧν πολεμεῖ τοῖς τοῦ Θεοῦ δούλοις, διὰ τούτων τὴν οἰκείαν δύναμιν καθαιρεῖ, οὐχ ἑκὼν, ἀλλὰ τοῦ Θεοῦ τοῦ σοφοῦ καὶ εὐμηχάνου τοῖς ὅπλοις τοῖς ἐκείνου καὶ ταῖς μεθοδείαις κατὰ τῆς ἐκείνου κεχρημένου κεφαλῆς. Ὃ δὴ καὶ ἐνταῦθα γέγονεν. Ὁ μὲν γὰρ διάβολος ἐμπνεύσας τῷ τυράννῳ τότε ἐκείνῳ, οὔτε σιδήρῳ τὰς τῶν ἁγίων ἀποτμηθῆναι κεφαλὰς ἀφῆκεν, οὔτε θηρίοις παραδοθῆναι, οὔτε ἄλλῳ τινὶ τοιούτῳ τρόπῳ κολασθῆναι· ἀλλ' εἰς τὸ πῦρ ἐμβληθῆναι, ἵνα μηδὲ τὰ λείψανα μείνῃ τῶν ἁγίων ἐκείνων, τῶν σωμάτων αὐτοῖς ἀφανισθέντων, καὶ τῆς τέφρας αὐτῶν τῇ τέφρᾳ τῶν κληματίδων ἀναμιγείσης. Ὁ δὲ Θεὸς αὐτῷ δὴ τούτῳ πρὸς ἀναίρεσιν τῆς ἀσεβείας ἐχρήσατο, καὶ πῶς, ἐγὼ λέγω.
Did you see how close the proximity was? And the fire was not deceived, nor did it dare to advance farther inward than the bonds. The tyrant bound them, and the flame loosed them, so that you might learn both the cruelty of the barbarian and the obedience of the element. And on what account did he bind them, when about to cast them into fire? So that the miracle might become greater, so that the sign might be more paradoxical, lest you should suppose the things seen to be a deception of the eyes. For if that fire had not been real fire, it would not have devoured the bonds; and what was far greater, it would not have snatched away the soldiers sitting outside; whereas in fact, among those outside it displayed its power, while among those within it showed its obedience. And mark for me everywhere how the devil, by the very means whereby he wars against the servants of God, pulls down his own power—not willingly, but because God, the wise and resourceful, employs that foe's own weapons and wiles against his own head. Which indeed came to pass here also. For the devil, breathing upon that tyrant at that time, suffered the heads of the saints neither to be cut off with the sword, nor to be delivered to wild beasts, nor to be punished in any other such manner, but urged that they be cast into the fire, so that not even the relics of those saints might remain, their bodies having been blotted out and their ashes mingled with the ashes of the brushwood. Yet God employed this very thing for the destruction of impiety; and how, I shall tell.
Θεὸς παρὰ τοῖς Πέρσαις εἶναι νομίζεται τὸ πῦρ, καὶ τιμῶσιν αὐτὸ μετὰ πολλῆς τῆς θεραπείας οἱ βάρβαροι οἱ τὴν χώραν ἐκείνην οἰκοῦντες ἔτι καὶ νῦν. Βουλόμενος τοίνυν ὁ Θεὸς πρόρριζον ἀνελεῖν τῆς ἀσεβείας τὴν ὑπόθεσιν, συνεχώρησεν αὐτῷ τῷ τρόπῳ τῆς κολάσεως ταύτης, ἵνα κατ' ὀφθαλμοὺς τῶν θεραπευόντων αὐτὸ πάντων τοῖς αὑτοῦ δούλοις τὰ νικητήρια δῷ, διὰ τῶν ἔργων αὐτῶν πείσας αὐτοὺς, ὅτι οἱ τῶν Ἑλλήνων θεοὶ οὐχὶ τὸν Θεὸν μόνον, ἀλλὰ καὶ τοὺς τοῦ Θεοῦ δούλους δεδοίκασι.
Fire is supposed among the Persians to be a god, and the barbarians inhabiting that land honour it with abundant worship even until now. God, therefore, wishing to do away with the ground of impiety root and branch, consented to this very manner of punishment, so that before the eyes of all who worshipped it He might grant the prizes of victory to His own servants, persuading them through the deeds themselves that the gods of the Gentiles dread not God alone, but also the servants of God.
δʹ. Καὶ σκόπει διὰ τῶν ἐναντίων πλεκόμενον τῆς νίκης τὸν στέφανον, καὶ μάρτυρας τοῦ τροπαίου γενομένους αὐτοὺς τοὺς ἐχθρούς. Ἀπέστειλε γὰρ, φησὶ, Ναβουχοδονόσορ ὁ βασιλεὺς συναγαγεῖν πάντας τοὺς ὑπάτους, καὶ στρατηγοὺς, καὶ τοπάρχας, ἡγουμένους, καὶ τυράννους, καὶ τοὺς ἐπ' ἐξουσιῶν, καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος· καὶ συνήχθησαν πάντες. Ὁ ἐχθρὸς συνάγει τὸ θέατρον, καὶ αὐτὸς συγκροτεῖ τοὺς θεατάς· αὐτὸς τὰ σκάμματα τίθησι, καὶ θέατρον οὐ τῶν τυχόντων ἀνθρώπων, οὐκ ἰδιωτῶν τινων, ἀλλὰ τῶν ἐντίμων καὶ πάντων τῶν ἐν ἀρχαῖς, ἵνα καὶ ἡ μαρτυρία ἀξιόπιστος γένηται παρὰ τοῖς πολλοῖς. Ἦλθον ἐφ' ἑτέρᾳ κληθέντες ὑποθέσει, καὶ ἕτερα θεασάμενοι πάντες ἀπῆλθον. Ἦλθον προσκυνήσοντες τὴν εἰκόνα, καὶ τῆς μὲν εἰκόνος καταγελάσαντες, ἐκπλαγέντες δὲ τοῦ Θεοῦ τὴν δύναμιν, διὰ τῶν εἰς τοὺς παῖδας τούτους γενομένων σημείων, ἀπῆλθον. Καὶ ὅρα ποῦ τὸ στάδιον ἀνεῴγει τοῦτο· οὐκ ἐν πόλει, οὐδὲ ἐν χώρᾳ τινὶ, ἀλλ' ὕπτια καὶ ψιλὰ πεδία δέχεται τοῦτο τῆς οἰκουμένης τὸ θέατρον. Ἐν γὰρ πεδίῳ Δεηρᾷ, τῆς πόλεως ἔξω, τὴν εἰκόνα ἔστησε, καὶ ὁ κήρυξ παρελθὼν ἐβόα· Ὑμῖν λέγεται, ἔθνη, φυλαὶ, λαοὶ, γλῶσσαι, ἐν ᾗ ἂν ὥρᾳ ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου, καὶ συμφωνίας, καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσατε τῇ εἰκόνι τῇ χρυσῇ (ὄντως γὰρ πεσεῖν ἦν τὸ προσκυνῆσαι τὸ εἴδωλον)· καὶ ὃς ἐὰν μὴ προσκυνήσῃ πεσὼν, ἐν αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
4. And consider the crown of victory plaited through opposites, and the enemies themselves becoming witnesses of the trophy. For King Nabuchodonosor sent, he says, to gather together all the consuls, and captains, and toparchs, governors, and tyrants, and those set over authorities, and all the rulers of the provinces, to come to the dedication of the image; and they were all gathered together. The enemy gathers the theatre, and he himself marshals the spectators; he himself sets out the lists, and a theatre not of ordinary men, not of mere private citizens, but of honourable men and of all those in magistracies, so that the testimony also might become trustworthy among the multitude. They came summoned on one matter, and having beheld other things they all departed. They came to worship the image, and having laughed the image to scorn, while struck with amazement at the power of God through the signs wrought upon these youths, they departed. And see where this race-course had been opened: not in a city, nor in some district, but flat and bare plains receive this theatre of the inhabited world. For in the plain of Deira, outside the city, he set up the image, and the herald coming forward cried aloud: To you it is spoken, O nations, tribes, peoples, tongues: in whatsoever hour you hear the sound of the trumpet, pipe, and harp, sackbut and psaltery, and symphony, and every kind of music, falling down worship the golden image (for truly to worship the idol was to fall); and whosoever falls not down and worships shall in that very hour be cast into the burning furnace of fire.
PG 49:65Read from the page
Εἶδες πῶς χαλεπὰ τὰ παλαίσματα γίνεται, καὶ ὅσαι τῆς ἐπιβουλῆς αἱ ἀνάγκαι, καὶ πῶς βαθὺ τὸ βάραθρον, καὶ κρημνὸς ἑκατέρωθεν; Ἀλλὰ μὴ δείσῃς· ὅσῳπερ ἂν αὐξήσῃ τὰ μηχανήματα ὁ ἐχθρὸς, τοσούτῳ μᾶλλον δείκνυσι τῶν παίδων τὴν ἀνδρείαν. Διὰ γὰρ τοῦτο συμφωνία μουσικῶν τοσούτων, διὰ ταῦτα ἡ κάμινος ἡ καιομένη, ἵνα καὶ ἡδονὴ καὶ φόβος πολιορκῇ τὰς τῶν παρόντων ψυχάς. Πικρός τίς ἐστι τῶν παρόντων καὶ δυσένδοτος; μαλαττέτω, φησὶν, αὐτὸν γοητεύουσα τῆς παναρμονίου μουσικῆς ἡ μελῳδία. Ἀλλ' ἀνώτερος ταύτης γίνεται τῆς ἐπιβουλῆς· φοβείτω καὶ καταπληττέτω τῆς φλογὸς ἡ ὄψις. Καὶ ἦν φόβος καὶ ἡδονὴ, ἡ μὲν διὰ τῶν ὤτων, ὁ δὲ διὰ τῶν ὀφθαλμῶν ἐπεισιὼν τῇ ψυχῇ· ἀλλὰ τὸ γενναῖον τῶν νεανίσκων ἐκείνων οὐδὲν τούτων ἤλεγξεν· ἀλλ' ὥσπερ εἰς τὸ πῦρ ἐμπεσόντες ἐκράτησαν τῆς φλογὸς, οὕτω πάσης ἐπιθυμίας καὶ ἀγωνίας κατεγέλασαν. Πάντα γὰρ ταῦτα δι' ἐκείνους ὁ διάβολος προπαρεσκεύασεν· οὐ γὰρ περὶ τῶν ὑπηκόων ἠμφισβήτει, ἀλλὰ καὶ σφόδρα ἐθάρρει, ὅτι οὐδεὶς ἀντιπεσεῖται τῷ νόμῳ τοῦ βασιλέως· ἐπειδὴ δὲ ἅπαντες ἔπεσον καὶ ἡττήθησαν, τότε εἰς μέσον οἱ παῖδες ἄγονται μόνοι, ἵνα καὶ ταύτῃ ἡ νίκη λαμπροτέρα γένηται, ἐν τοσούτῳ πλήθει νικώντων καὶ ἀνακηρυττομένων αὐτῶν. Οὐδὲ γὰρ ἦν οὕτω θαυμαστὸν, εἰ μηδενὸς ὑποσκελισθέντος οὗτοι παρελθόντες ἠνδρίσαντο πρῶτοι. Τὸ δὲ μέγιστον καὶ παράδοξον, ὅτι τῶν πεπτωκότων τὸ πλῆθος οὐκ ἐφόβησεν αὐτοὺς, οὐδὲ ἐξέλυσεν, οὐδὲ εἶπον πρὸς ἑαυτούς τι τοιοῦτον, ὃ πολλοὶ πολλάκις λέγειν εἰώθασιν· Εἰ μὲν γὰρ πρῶτοι καὶ μόνοι προσκυνεῖν ἡμεῖς ἐμέλλομεν τὴν εἰκόνα, ἔγκλημα τὸ γινόμενον ἦν· εἰ δὲ μετὰ τοσούτων μυριάδων ταῦτο ποιοῦμεν, τίς οὐ δώσει συγγνώμην; τίς ἀπολογίας οὐκ ἀξιώσει; Ἀλλ' οὐδὲν οὔτε εἶπον, οὔτε ἐνενόησάν τι τοιοῦτον ἐκεῖνοι, τὰ πτώματα τῶν τοσούτων ἰδόντες τυράννων. Σὺ δέ μοι σκόπει καὶ τῶν διαβαλλόντων αὐτοὺς τὴν κακουργίαν, πῶς καὶ κακοήθως αὐτῶν καὶ πικρῶς κατηγόρησαν ἐκεῖνοι. Εἰσὶ γὰρ, φησὶν, ἄνδρες Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος· οὐ γὰρ ἁπλῶς ἐμνημόνευσαν τοῦ ἔθνους, ἀλλὰ καὶ τῆς τιμῆς ἀνέμνησαν, ἵνα ἐκκαύσωσι τὴν τοῦ βασιλέως ὀργὴν, μονονουχὶ λέγοντες, ὅτι τοὺς δούλους, τοὺς αἰχμαλώτους, τοὺς ἀπόλιδας, ἄρχοντας ἡμῶν ἐποίησας· οἱ δὲ καὶ τὴν τοσαύτην τιμὴν ὑβρίζουσι, καὶ παροινοῦσιν εἰς τὸν τετιμηκότα. Διὰ τοῦτο λέγουσιν· Οἱ Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος, οὐχ ὑπήκουσαν τῷ δόγματί σου, καὶ τοῖς θεοῖς σου οὐ λατρεύουσι. Μέγιστος ἔπαινος ἡ κατηγορία, καὶ τὰ ἐγκλήματα ἐγκώμια γίνεται, καὶ ἡ μαρτυρία ἀνύποπτος, τῶν ἐχθρῶν αὐτὴν παρεχομένων. Τί οὖν ὁ βασιλεύς; Ἐκέλευσεν εἰς μέσον ἀχθῆναι αὐτοὺς ὥστε πάντοθεν αὐτοὺς φοβῆσαι. Ἀλλ οὐδὲν ἐκείνους ἐξέπληξεν, οὐχ ὁ θυμὸς τοῦ βασιλέως, οὐ τὸ μόνους ἐν μέσῳ τοσούτων ἀπειλῆφθαι, οὐ τὸ πῦρ ὁρώμενον, οὐχ αἱ σάλπιγγες ἠχοῦσαι, οὐ πάντες εἰς αὐτοὺς πῦρ βλέποντες, ἀλλὰ πάντων τούτων καταγελάσαντες, ὡς εἰς ψυχρὰν πηγὴν ὑδάτων ἐμπίπτειν μέλλοντες, ἐπὶ τὴν κάμινον εἰσήεσαν, τὴν μακαρίαν ἐκείνην ἀφιέντες φωνὴν, ὅτι Τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν. Καὶ ταύτην οὐχ ἁπλῶς ἐκίνησα τὴν ἱστορίαν, ἀλλ' ἵνα μάθητε, ὅτι κἂν θυμὸς ᾖ βασιλικὸς, κἂν ἐπιβουλὴ στρατιωτῶν, κἂν φθόνος ἐχθρῶν, κἂν αἰχμαλωσία, κἂν ἐρημία,
Did you see how severe the wrestlings become, and how many are the constraints of the plot, and how deep the pit, and a precipice on either side? Yet fear not; for the more the enemy increases his engines, all the more does he display the courage of the youths. For on this account was the symphony of so many musicians, on account of these things the burning furnace, so that both pleasure and fear might besiege the souls of those present. Is someone among those present harsh and unyielding? Let the bewitching melody of all-harmonious music soften him, he says. Yet does he prove superior to this plot? Let the sight of the flame terrify and dismay him. And there were fear and pleasure, the one entering into the soul through the ears, the other through the eyes; yet none of these things overcame the nobility of those youths; nay, just as when cast into the fire they mastered the flame, so they laughed every desire and agony to scorn. For the devil prepared all these things beforehand on their account; for he had no doubt concerning his subjects, nay, he was exceedingly confident that no one would withstand the king's law; and when all fell down and were vanquished, then the youths alone are led into the midst, so that in this way also the victory might become brighter, as they conquered and were proclaimed victors amid so great a multitude. For it would not have been so wonderful if, when no one had been tripped up, these youths had stepped forward and quitted themselves like men first. But what is greatest and paradoxical is that the multitude of those who had fallen neither frightened them nor unnerved them, nor did they say to themselves anything of the sort that many are often wont to say: If we first and alone had been about to worship the image, what was done would have been a crime; but if we do this thing along with so many myriads, who will not grant pardon? who will not deem us worthy of excuse? Yet those youths neither spoke nor conceived anything at all of the sort, though they saw the falls of so many tyrants. And mark for me also the malice of those who slandered them, how maliciously and bitterly those men accused them. For there are, they say, certain Jews whom you appointed over the affairs of the province of Babylon; for they did not merely make mention of their nation, but also recalled their honour, so that they might inflame the king's wrath, all but saying: Slaves, captives, cityless men have you made our rulers; and they insult even so great an honour, and act with drunken insolence towards him who honoured them. Wherefore they say: The Jews whom you appointed over the affairs of the province of Babylon have not obeyed your decree, and serve not your gods. The accusation becomes the greatest praise, and the charges become encomiums, and the testimony is above suspicion, since their enemies furnish it. What then did the king do? He commanded them to be brought into the midst so as to terrify them from every side. Yet nothing dismayed them—not the wrath of the king, not their being hemmed in alone in the midst of so many, not the fire beheld, not the trumpets sounding, not all men glaring fire at them; but having laughed all these things to scorn, as though about to plunge into a cool spring of waters, they entered into the furnace, uttering that blessed voice: Your gods we serve not, and the golden image which you have set up we worship not. And not idly have I stirred up this narrative, but so that you may learn that even if there be royal wrath, even if soldiers' plotting, even if enemies' envy, even if captivity, even if desolation,
Notes, col. 65

On the reading

Printed ταῦτο, for τοῦτο.

Printed Ἀλλ, for Ἀλλ'.

PG 49:66Read from the page
κἂν πῦρ, κἂν κάμινος, κἂν μυρία δεινὰ, τὸν δίκαιον οὐδὲν ἐλέγξαι οὐδὲ φοβῆσαι δυνήσεται. Εἰ γὰρ, ἔνθα ἀσεβὴς ἦν ὁ βασιλεὺς, οὐκ ἐξεπλάγησαν οἱ νεανίσκοι τὸν τοῦ τυράννου θυμὸν, πολλῷ μᾶλλον ἡμᾶς θαρρεῖν χρὴ, φιλάνθρωπον καὶ ἥμερον ἔχοντας βασιλέα, καὶ χάριν εἰδέναι τῷ Θεῷ τῆς θλίψεως ταύτης, ἀπὸ τῶν εἰρημένων μαθόντας, ὅτι αἱ θλίψεις λαμπροτέρους ποιοῦσι, καὶ παρὰ Θεῷ, καὶ παρὰ ἀνθρώποις, τοὺς εἰδότας αὐτὰς φέρειν γενναίως. Καὶ γὰρ, εἰ μὴ ἐγένοντο οὗτοι δοῦλοι, οὐκ ἂν ἔγνωμεν αὐτῶν τὴν ἐλευθερίαν· εἰ μὴ αἰχμάλωτοι ἐγένοντο, οὐκ ἂν αὐτῶν ἐμάθομεν τὴν εὐγένειαν τῆς ψυχῆς· εἰ μὴ τῆς κάτω πατρίδος ἐξέπεσον, οὐκ ἂν ἔγνωμεν τῆς ἄνω πολιτείας αὐτῶν τὴν ἀρετήν· εἰ μὴ ὠργίσθη αὐτοῖς ὁ ἐν τῇ γῇ βασιλεὺς, οὐκ ἂν ἐμάθομεν τὴν εὔνοιαν, ἣν εἶχε περὶ αὐτοὺς ὁ ἐπουράνιος βασιλεύς.
even if fire, even if a furnace, even if countless terrible things, nothing will be able to overcome or terrify the righteous man. For if, where the king was impious, the youths were not dismayed at the wrath of the tyrant, far more ought we to be of good courage, having a humane and gentle emperor, and to be thankful to God for this affliction, having learned from the things spoken that afflictions render brighter, both before God and before men, those who know how to bear them nobly. For if these youths had not become slaves, we would not have known their freedom; if they had not become captives, we would not have learned their nobility of soul; if they had not been banished from their fatherland below, we would not have known the virtue of their citizenship above; if the king on earth had not grown angry with them, we would not have learned the goodwill which the heavenly King bore towards them.
εʹ. Καὶ σὺ τοίνυν ἐὰν ἔχῃς ἐκεῖνον εὐμενῆ, κἂν εἰς κάμινον ἐμπέσῃς, μὴ ἀπογνῷς· ὥσπερ ἂν ὀργίζηται, κἂν ἐν παραδείσῳ ᾖς, μὴ θαρρήσῃς. Καὶ γὰρ ἐν παραδείσῳ ἦν ὁ Ἀδὰμ, καὶ ἐπειδὴ Θεὸν παρώργισεν, οὐδὲν ὠφέλησεν ὁ παράδεισος· ἐν καμίνῳ ἦσαν οὗτοι, καὶ ἐπειδὴ εὐδοκίμησαν, οὐδὲν ἔβλαψεν ἡ κάμινος· ἐν παραδείσῳ ἦν ὁ Ἀδὰμ, καὶ ἐπειδὴ ῥάθυμος ἦν, ὑπεσκελίσθη· ἐν κοπρίᾳ ἐκάθητο ὁ Ἰὼβ, καὶ ἐπειδὴ ἔνηφεν, ἐκράτει. Καίτοι πόσῳ βελτίων παράδεισος κοπρίας! ἀλλ' οὐδὲν ὠφέλησεν ἡ ἀρετὴ τοῦ χωρίου τὸν ἐ⟨…⟩κοῦντα, ἐπειδὴ προὔδωκεν ἑαυτὸν ἐκεῖνος· ὥσπερ οὖν οὐδὲν ἔβλαψεν ἡ εὐτέλεια τοῦ τόπου τὸν ἀρετῇ πάντοθεν τετειχισμένον. Καὶ ἡμεῖς τοίνυν τὴν ψυχὴν ἀσφαλισώμεθα τὴν ἡμετέραν· κἂν γὰρ ζημία χρημάτων ἐπίῃ, κἂν θάνατος, τὴν δὲ εὐσέβειαν μηδεὶς ἡμᾶς ἀφέληται, μακαριώτεροι πάντων ἐσμέν. Τοῦτο καὶ ὁ Χριστὸς ἐπέταξεν εἰπών· Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις. Καθάπερ γὰρ ἐκεῖνος τὸ λοιπὸν προΐεται ἅπαν σῶμα, ὥστε διασῶσαι τὴν κεφαλήν· οὕτω καὶ σὺ, κἂν χρήματα, κἂν σῶμα, κἂν τὴν παροῦσαν ζωὴν, κἂν πάντα προέσθαι δέῃ, ὥστε διατηρῆσαι τὴν εὐσέβειαν, μὴ ἀθύμει. Ἂν γὰρ ἐκείνην ἔχων ἀπέλθῃς, πάντα σοι μετὰ πλείονος ἀποδώσει τῆς λαμπρότητος ὁ Θεὸς, καὶ τὸ σῶμα μετὰ μείζονος δόξης ἀναστήσει πάλιν, καὶ ἀντὶ χρημάτων τὰ ἀγαθὰ τὰ πᾶσαν ὑπερβαίνοντα λόγου δύναμιν. Οὐχὶ γυμνὸς ἐπὶ τῆς κοπρίας ἐκάθητο ὁ Ἰὼβ, μυρίων θανάτων χαλεπωτέραν ὑπομένων ζωήν; Ἀλλ' ἐπειδὴ τὴν εὐσέβειαν οὐκ ἀπέβαλε, πάντα μετὰ πλείονος αὐτῷ ἐπανῆλθε τῆς περιουσίας τὰ πρότερα, σώματος ὑγεία καὶ κάλλος, τῶν παίδων ὁ χορὸς ἅπας, τὰ κτήματα, καὶ τὸ δὴ μεῖζον ἁπάντων, ὁ λαμπρὸς τῆς ὑπομονῆς στέφανος. Καθάπερ γὰρ ἐπὶ τῶν δένδρων γίνεται, κἂν τὸν καρπόν τις ἀφέληται μετὰ τῶν φύλλων, κἂν τοὺς κλάδους πάντας ἐκκόψῃ, τῆς ῥίζης μενούσης, ὁλόκληρον καὶ μετὰ πλείονος ἀνίσταται τῆς εὐπρεπείας τὸ δένδρον· οὕτω δὴ καὶ ἐφ' ἡμῶν, ἐὰν ἡ ῥίζα μένῃ τῆς εὐσεβείας, κἂν ὁ πλοῦτος ἀφαιρεθῇ, κἂν τὸ σῶμα διαφθαρῇ, πάντα πάλιν μετὰ μείζονος ἡμῖν ἐπάνεισι τῆς δόξης. Πᾶσαν τοίνυν μέριμναν τῆς ψυχῆς ἐκβαλόντες καὶ φροντίδα περιττὴν, πρὸς ἑαυτοὺς ἐπανέλθωμεν, καὶ τὸ σῶμα, καὶ τὴν ψυχὴν καλλωπίσωμεν τῷ κόσμῳ τῆς ἀρετῆς, ὅπλα δικαιοσύνης, ἀλλὰ μὴ ὅπλα ἁμαρτίας τὰ μέλη τοῦ σώματος ἡμῶν κατασκευάζοντες· καὶ πρῶτον ἁπάντων τὴν γλῶτταν παιδεύσωμεν εἶναι διάκονον τῆς τοῦ πνεύματος χάριτος, πάντα ἰὸν καὶ πονηρίαν ἐκ τοῦ στόματος ἐκβάλλοντες, καὶ ῥημάτων αἰσχρῶν μελέτην. Καὶ γὰρ ἡμεῖς ἐσμ⟨…⟩
5. And you too, therefore, if you have Him gracious, even if you fall into a furnace, do not despair; just as if He be angry, even if you are in paradise, be not over-confident. For Adam was in paradise, and since he provoked God to wrath, paradise profited him nothing; these youths were in a furnace, and since they proved well-pleasing, the furnace harmed them nothing; Adam was in paradise, and since he was indolent, he was tripped up; Job sat upon a dunghill, and since he kept sober, he prevailed. And yet by how much is paradise better than a dunghill! Yet the virtue of the place profited its [in]habitant nothing, since that man betrayed himself; just as, therefore, the meanness of the place harmed nothing the man walled round on every side with virtue. Let us too, therefore, make our own soul secure; for even if loss of money come upon us, even if death, yet if no one rob us of godliness, we are more blessed than all men. This Christ also enjoined, saying: Be ye therefore prudent as serpents. For just as that creature surrenders all the rest of its body so as to preserve its head, so too do you, even if you must surrender money, even if body, even if the present life, even if all things so as to preserve godliness, not be despondent. For if you depart having that, God will restore all things to you with greater splendour, and will raise up your body again with greater glory, and in place of money will grant the good things that surpass all power of speech. Did not Job sit naked upon the dunghill, enduring a life more grievous than ten thousand deaths? Yet since he did not cast away godliness, all his former things returned to him with greater abundance: health and beauty of body, the whole choir of children, possessions, and what is indeed greatest of all, the bright crown of endurance. For just as happens in the case of trees—even if someone take away the fruit with the leaves, even if he cut off all the branches, while the root remains the tree rises up whole and with greater comeliness—even so in our case also, if the root of godliness remains, even if wealth be taken away, even if the body be destroyed, all things return to us again with greater glory. Casting out of the soul, therefore, every anxiety and superfluous care, let us return to ourselves, and let us adorn both body and soul with the ornament of virtue, fashioning the members of our body into weapons of righteousness and not weapons of sin; and first of all let us train the tongue to be a minister of the grace of the Spirit, casting out of the mouth all venom and wickedness, and the practice of shameful words. For we too a[re]
PG 49:67Read from the page
κύριοι καὶ πονηρίας καὶ δικαιοσύνης ὄργανον ἕκαστον τῶν ἡμετέρων ποιῆσαι μελῶν. Ἄκουσον γοῦν πῶς τὴν γλῶτταν οἱ μὲν ἁμαρτίας, οἱ δὲ δικαιοσύνης ἐποίησαν ὅπλον. Ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. Ἕτερος δέ τίς φησι, περὶ τῆς ἑαυτοῦ γλώσσης· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ἐκείνη φόνον εἰργάσατο, αὕτη νόμον ἔγραφε θεῖον· διὰ τοῦτο μάχαιρα μὲν ἐκείνη, κάλαμος δὲ ἦν αὕτη, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν προαίρεσιν τῶν χρωμένων. Ἡ μὲν γὰρ φύσις τῆς γλώττης καὶ ταύτης κἀκείνης ἦν μία, ἡ δὲ ἐργασία οὐ μία. Καὶ περὶ τοῦ στόματος δὲ πάλιν ὁμοίως τὸ αὐτὸ τοῦτο ἔστιν ἰδεῖν· οἱ μὲν γὰρ εἶχον τὸ στόμα σηπεδόνος γέμον καὶ πονηρίας· διὰ τοῦτο ὁ κατηγορῶν ἔλεγε· Τὸ στόμα αὐτῶν ἀρᾶς καὶ πικρίας γέμει· τὸ δὲ αὐτοῦ οὐ τοιοῦτον, ἀλλὰ, Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Ἕτεροι δὲ πάλιν χεῖρας εἶχον ἀνομίας ἐμπεπλησμένας, καὶ τούτων κατηγορῶν πάλιν ἔλεγεν· Ἐν ταῖς χερσὶν αὐτῶν αἱ ἀνομίαι, καὶ ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων· αὐτὸς δὲ χεῖρας εἶχεν οὐδὲν ἕτερον ἢ πρὸς τὸν οὐρανὸν ἀνατείνεσθαι μεμελετηκυίας· διὸ καὶ περὶ τούτων ἔλεγεν· Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Καὶ ἐπὶ τῆς καρδίας τὸ αὐτὸ τοῦτο πάλιν ἔστιν ἰδεῖν· τῶν μὲν γὰρ ἡ καρδία ματαία ἦν, τούτου δὲ ἀληθής· διὸ καὶ περὶ ἐκείνων φησίν· Ἡ καρδία αὐτῶν ματαία· περὶ δὲ τῆς ἑαυτοῦ· Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Καὶ ἐπὶ ἀκοῆς δὲ τὸ αὐτὸ τοῦτο ἴδοι τις ἄν· οἱ μὲν γὰρ εἶχον θηρίων ἀκοὴν ἀμείλικτον καὶ ἀσύγγνωστον, καὶ κακίζων αὐτοὺς οὕτως ἔλεγεν· Ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς· ἡ δὲ αὐτοῦ ἀκοὴ δοχεῖον τῶν θείων ῥημάτων ἦν. Καὶ τοῦτο αὐτὸ πάλιν ἐδήλωσεν εἰπών· Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου.
masters to make each of our members an instrument both of wickedness and of righteousness. Hear, then, how some made the tongue a weapon of sin, while others made it a weapon of righteousness. Their tongue is a sharp sword. But another says concerning his own tongue: My tongue is the pen of a swiftly writing scribe. That one wrought murder, whereas this one wrote the divine law; therefore that one was a sword, while this one was a pen, not on account of its own nature, but on account of the deliberate choice of those using it. For the nature of the tongue, both of this one and of that one, was one, yet its operation was not one. And in the case of the mouth again likewise one may see this very same thing: for some had their mouth teeming with putrefaction and wickedness; therefore, accusing them, he said: Their mouth is full of cursing and bitterness; whereas his own was not such, but: My mouth shall speak wisdom, and the meditation of my heart understanding. And others again had hands filled with iniquity, and accusing these again he said: In their hands are iniquities, and their right hand has been filled with bribes; whereas he himself had hands trained for nothing else than to be stretched upwards towards heaven; wherefore concerning these also he said: The lifting up of my hands is an evening sacrifice. And in the case of the heart one may see this very same thing again: for the heart of those men was vain, whereas this man's was true; wherefore concerning them also he says: Their heart is vain; but concerning his own: My heart has poured forth a good word. And in the case of hearing also one might see this very same thing: for some had the implacable and unforgiving hearing of wild beasts, and reproaching them he spoke thus: Like that of the deaf asp that stops her ears; whereas his own hearing was a receptacle of the divine words. And this very thing again he declared, saying: I will incline my ear to a parable, I will open my problem upon the psaltery.
ϛʹ. Ταῦτ' οὖν εἰδότες, πάντοθεν ἑαυτοὺς ἀρετῇ τειχίσωμεν, καὶ οὕτως ἀποκρουσόμεθα τοῦ Θεοῦ τὴν ὀργήν· καὶ τὰ μέλη τοῦ σώματος ἡμῶν ὅπλα δικαιοσύνης ποιήσωμεν, καὶ ὀφθαλμοὺς, καὶ στόμα, καὶ χεῖρας, καὶ πόδας, καὶ καρδίαν, καὶ γλῶτταν, καὶ πᾶν τὸ σῶμα ἡμῶν παιδεύσωμεν ἀρετῇ χρήσιμον εἶναι μόνῃ. Καὶ τῶν τριῶν δὲ ἐκείνων μνημονεύσωμεν, περὶ ὧν πρὸς τὴν ὑμετέραν διελέχθην ἀγάπην, παρακαλῶν μηδένα ἔχειν ἐχθρὸν, μηδὲ κακῶς λέγειν τινὰ τῶν λελυπηκότων ὑμᾶς, καὶ τὴν πονηρὰν τῶν ὅρκων ἐκβαλεῖν ἀπὸ τοῦ στόματος ὑμῶν συνήθειαν. Καὶ περὶ μὲν τῶν δυοῖν ἐντολῶν ἐν ἑτέρῳ καιρῷ διαλεξόμεθα, τὴν δὲ παροῦσαν ἑβδομάδα ἅπασαν περὶ τῶν ὅρκων ὑμῖν ἐροῦμεν, ἀπὸ τῆς εὐκολωτέρας ἐντολῆς ποιούμενοι τὴν ἀρχήν. Οὐδὲ γὰρ πόνος τις περιγενέσθαι τῆς τῶν ὅρκων συνηθείας, ἐὰν θελήσωμεν
6. Knowing these things, therefore, let us wall ourselves round on every side with virtue, and thus we shall beat back the wrath of God; and let us make the members of our body weapons of righteousness, and let us train eyes, and mouth, and hands, and feet, and heart, and tongue, and our whole body to be useful to virtue alone. And let us also remember those three precepts concerning which I discoursed to your charity, exhorting you to hold no one as an enemy, nor to speak evil of any of those who have grieved you, and to cast out from your mouth the wicked habit of oaths. And concerning the two commandments we shall discourse at another season, whereas throughout this present week as a whole we shall speak to you concerning oaths, making our beginning from the easier commandment. For neither is it any labour to overcome the habit of oaths, if we are willing
Ἔτι παράκλησις πρὸς τὸν λαὸν περὶ τοῦ φέρειν γενναίως τὴν ἐπικειμένην ἀπειλήν, ἔχοντα παραδείγματα ἐκ τῶν συμβάντων τῷ τε Ἰὼβ καὶ τοῖς Νινευΐταις· καὶ ὅτι οὐ χρὴ δεδιέναι τὸν θάνατον, ἀλλὰ τὴν ἁμαρτίαν· καὶ τί τὸ κακῶς ἀποθανεῖν· καὶ περὶ τοῦ μετὰ πάσης σπουδῆς φεύγειν τοὺς ὅρκους· καὶ εἰς τὸν σεισμόν.
A further exhortation to the people on bearing nobly the impending threat, containing examples from the things that befell both Job and the Ninevites; and that one ought not to fear death, but sin; and what it is to die evilly; and on shunning oaths with all zeal; and on the earthquake.
Ὁμιλία εʹ.
Homily V.
αʹ. Τῶν τριῶν παίδων καὶ τῆς Βαβυλωνίας καμίνου ἡ διήγησις οὐ μετρίως ὡς ἔοικε παρεκάλεσεν ὑμῶν τὴν ἀγάπην χθές· ἔτι δὲ καὶ τὸ παράδειγμα τὸ κατὰ τὸν
1. The narrative of the three youths and of the Babylonian furnace consoled your charity in no small measure yesterday, as it seems; and furthermore also the example concerning
PG 49:68Read from the page
μικρὰν γοῦν εἰσενεγκεῖν σπουδὴν, ἀλλήλους ὑπομιμνήσκοντες, νουθετοῦντες, τηροῦντες, δίκην ἀπαιτοῦντες καὶ εὐθύνας τοὺς ἐπιλανθανομένους. Τί γὰρ ὄφελος ἡμῖν τῆς τῶν βρωμάτων ἀποχῆς, ἐὰν μὴ τὰς πονηρὰς τῆς ψυχῆς συνηθείας ἐξελάσωμεν; Ἰδοὺ, τὴν ἡμέραν ἄσιτοι διετελέσαμεν σήμερον ἅπασαν, καὶ τράπεζαν ἐν ἑσπέρᾳ παραστησόμεθα οὐχ ὁμοίαν τῇ χθεσινῇ τραπέζῃ, ἀλλ' ἐνηλλαγμένην καὶ σεμνοτέραν. Ἆρ' οὖν ἔχει τις εἰπεῖν ἡμῶν, ὅτι καὶ τὸν βίον αὐτοῦ τὸν σήμερον ἐνήλλαξε, καθάπερ καὶ τὴν τράπεζαν; ὅτι καὶ τὴν πονηρὰν μετέβαλε συνήθειαν, καθάπερ καὶ τὴν τροφήν; Οὐκ ἔγωγε, οἶμαι. Τί οὖν ὄφελος ἡμῖν τῆς νηστείας; Διὰ τοῦτο παρακαλῶ, καὶ παρακαλῶν οὐ παύσομαι, ὥστε ἑκάστην ἐντολὴν ἀπολαβόντας καθ' ἑαυτὴν, δύο καὶ τρεῖς ἡμέρας εἰς τὴν κατόρθωσιν αὐτῆς ἀναλίσκειν· καὶ καθάπερ εἰσί τινες οἱ πρὸς ἀλλήλους φιλοτιμούμενοι τῇ τῶν σιτίων ἀποχῇ, καὶ θαυμαστὴν ἅμιλλαν ποιούμενοι· καὶ οἱ μὲν ὁλοκλήρους ἡμέρας δύο διατελοῦσιν ἄσιτοι, οἱ δὲ οὐχ οἴνου μόνον, οὐδὲ ἐλαίου, ἀλλὰ παντὸς ἐδέσματος χρῆσιν τῆς ἑαυτῶν ἐκβάλλοντες τραπέζης, ἄρτῳ καὶ ὕδατι χρώμενοι μόνον, τὴν Τεσσαρακοστὴν διανύουσιν ἅπασαν· οὕτω δὴ καὶ ἡμεῖς ἁμιλλώμεθα πρὸς ἀλλήλους, ὥστε τῶν ὅρκων τὰς νιφάδας ἀνελεῖν. Τοῦτο γὰρ πάσης νηστείας χρησιμώτερον, τοῦτο πάσης σκληραγωγίας ἐπικερδέατερον, καὶ τὴν σπουδὴν, ἣν περὶ τὴν ἀποχὴν τῶν σιτίων ποιούμεθα, ταύτην περὶ τὴν ἀποχὴν τῶν ὅρκων ἐπιδειξώμεθα, ἐπεὶ τῆς ἐσχάτης ἀνοίας ὑποστησόμεθα ἔγκλημα, τῶν μὲν κεκωλυμένων καταφρονοῦντες, περὶ δὲ τὰ ἀδιάφορα πᾶσαν κινοῦντες σπουδήν. Τὸ μὲν γὰρ φαγεῖν οὐ κεκώλυται, τὸ δὲ ὀμόσαι κεκώλυται· ἡμεῖς δὲ τῶν συγκεχωρημένων ἀποστάντες, τῶν κεκωλυμένων κατατολμῶμεν. Διὰ τοῦτο παρακαλῶ τὴν ὑμετέραν ἀγάπην ποιήσασθαί τινα μεταβολὴν, καὶ τὴν ἀρχὴν ἐντεῦθεν ἡμῖν ἐπιδείξασθαι. Ἂν γὰρ μετὰ τοσαύτης σπουδῆς τὴν παροῦσαν διανύσωμεν νηστείαν, τῇ μὲν ἑβδομάδι ταύτῃ τὸ μηδ' ὅλως ὀμνύναι κατορθώσαντες, τῇ δὲ ἐπιούσῃ τὴν ὀργὴν σβέσαντες, τῇ δὲ μετ' ἐκείνην τὴν κατηγορίαν πρόῤῥιζον ἀνελόντες, καὶ τῇ μετὰ ταύτην ἕτερα πάλιν πλείονα διορθώσαντες· οὕτως ὁδῷ προβαίνοντες κατὰ μικρὸν ἐπ' αὐτὴν ἥξομεν τῆς ἀρετῆς τὴν κορυφὴν, καὶ τὸν παρόντα διαφευξόμεθα κίνδυνον, καὶ τὸν Θεὸν ἵλεω καταστήσομεν, καὶ τὸ πλῆθος ἐπὶ τὴν πόλιν ἡμῖν ἐπανήξει πάλιν, καὶ τοὺς δραπετεύσαντας νῦν παιδεύσομεν, μὴ τόπων ἀσφαλείᾳ, μηδὲ ἀποφυγῇ καὶ ἀναχωρήσει, ἀλλ' εὐλαβείᾳ ψυχῆς, καὶ τρόπων ἀρετῇ τὰς ἐλπίδας τῆς σωτηρίας ἐγχειρίζειν τῆς ἡμετέρας. Καὶ οὕτω καὶ τῶν ἐνταῦθα, καὶ τῶν ἐκεῖ ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
to contribute at least a small earnestness, reminding one another, admonishing, watching over, demanding justice and an account from those who forget. For what profit is there for us from abstinence from meats, unless we drive out the wicked habits of the soul? Behold, we have passed the entire day today without food, and in the evening we shall set before ourselves a table unlike yesterday's table, but altered and more dignified. Has any one of us, then, the ability to say that he has altered his life of today as well, just as he has altered his table? that he has changed his wicked habit as well, just as he has changed his nourishment? Not so, I suppose. What profit, then, is there for us from the fast? On this account I exhort, and I will not cease exhorting, that taking each commandment by itself apart, you spend two or three days upon its accomplishment; and just as there are certain men who vie with one another in abstinence from provisions, and engage in a marvellous rivalry — and some continue two whole days without food, while others, casting out from their own table the use not only of wine, nor of oil, but of every prepared dish, and using bread and water alone, accomplish the entire season of Lent — so indeed let us also vie with one another, so as to do away with the snowstorms of oaths. For this is more useful than every fast, this is more profitable than every austerity, and the earnestness which we display concerning abstinence from provisions, let us exhibit this concerning abstinence from oaths, since otherwise we shall incur the charge of the utmost folly, despising the things that have been forbidden, while stirring up every earnestness concerning things indifferent. For to eat has not been forbidden, whereas to swear has been forbidden; yet we, having held aloof from the things permitted, brazenly venture upon the things forbidden. On this account I exhort your charity to make some change, and to exhibit to us its beginning from this point. For if we accomplish the present fast with so great earnestness, in this week succeeding in not swearing at all, in the following week quenching wrath, in the week after that uprooting evil-speaking from the very root, and in the week after this again amending still other things besides — advancing in this orderly path, little by little we shall arrive at the very summit of virtue, and we shall escape the present danger, and render God propitious, and the multitude will return again to our city, and we shall instruct those who have now run away to entrust the hopes of our salvation not to the security of places, nor to flight and retreat, but to godly reverence of soul and virtue of manners. And thus we shall attain both the good things here and those there; of which may all of us be counted worthy, by the grace and loving-kindness towards mankind of our Lord Jesus Christ, through Whom and with Whom to the Father be glory, together with the Holy Spirit, now and always, and unto the ages of the ages. Amen.
Ἰὼβ, καὶ ἡ κοπρία ἡ παντὸς θρόνου βασιλικοῦ σεμνοτέρα. Ἀπὸ μὲν γὰρ τοῦ θρόνον ἰδεῖν βασιλικὸν οὐδὲν ἔσται τοῖς θεωμένοις τὸ κέρδος, ἀλλὰ πρόσκαιρος μόνον τέρψις, ὄνησιν οὐδεμίαν ἔχουσα· ἀπὸ δὲ τοῦ τὴν
Job, and the dunghill more venerable than every royal throne. For from beholding a royal throne there will be no profit to the spectators, but only a transitory delight, possessing no benefit; whereas from
Notes, col. 68

On the reading

Printed ἐπικερδέατερον, for ἐπικερδέστερον.

PG 49:69Read from the page
κοπρίαν ἰδεῖν τοῦ Ἰὼβ πᾶσάν τις δέξεται ὠφέλειαν, καὶ φιλοσοφίαν πολλὴν, καὶ παράκλησιν εἰς ὑπομονῆς λόγον. Διὰ τοῦτο πολλοὶ νῦν μακράν τινα καὶ διαπόντιον ἀποδημίαν στέλλονται ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν Ἀραβίαν τρέχοντες, ἵνα τὴν κοπρίαν ἐκείνην ἴδωσι, καὶ θεασάμενοι καταφιλήσωσι τὴν γῆν τὴν τὰ σκάμματα τοῦ στεφανίτου δεξαμένην ἐκείνου, καὶ τὸ χρυσίου παντὸς τιμιώτερον αἷμα. Οὐδὲ γὰρ οὕτως ἐστὶν ἁλουργὶς λαμπρὰ, ὡς τὸ σῶμα ἐκεῖνο τότε ἀπέστιλβεν, οὐχ ἀλλοτρίῳ, ἀλλ' οἰκείῳ βαπτιζόμενον αἵματι. Καὶ τὰ τραύματα δὲ ἐκεῖνα ἁπάντων λίθων ἦν τιμιώτερα. Μαργαριτῶν μὲν γὰρ φύσις οὐδὲν τὸν βίον ὠφελεῖ τὸν ἡμέτερον, οὐδὲ χρείαν τινὰ πληροῖ τοῖς ἔχουσιν ἀναγκαίαν· τὰ δὲ τραύματα ἐκεῖνα πάσης ἀθυμίας ἐστὶ παράκλησις. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἐὰν ἀποβάλῃ τις υἱὸν γνήσιον καὶ μονογενῆ, δεῖξον αὐτῷ μυρίους μαργαρίτας, καὶ οὐ παραμυθήσῃ τὸ πάθος, οὐδὲ θεραπεύσεις τὴν ὀδύνην· ἀναμνήσας δὲ αὐτὸν τῶν τραυμάτων τοῦ Ἰὼβ, ῥᾳδίως δυνήσῃ θεραπεῦσαι, οὕτω λέγων· Τί πενθεῖς, ἄνθρωπε; σὺ μὲν τέκνον ἀπέβαλες ἓν, ὁ δὲ μακάριος ἐκεῖνος μετὰ τὸ τῶν παίδων ὁλόκληρον ἀφαιρεθῆναι τὸν χορὸν καὶ αὐτῇ τῇ σαρκὶ τὴν πληγὴν ἐδέξατο, καὶ γυμνὸς ἐπὶ τῆς κοπρίας ἐκάθητο ἰχῶρι πάντοθεν καταῤῥεόμενος, κατὰ μικρὸν αὐτῷ τῆς σαρκὸς δαπανωμένης, ὁ δίκαιος, ὁ ἀληθινὸς, ὁ θεοσεβὴς, ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, ὁ καὶ Θεὸν μάρτυρα τῆς ἀρετῆς ἔχων. Ἂν γὰρ ταῦτα εἴπῃς τὰ ῥήματα, πᾶσαν ἔσβεσας τοῦ πενθοῦντος τὴν ἀθυμίαν, καὶ πᾶσαν ἀνεῖλες τὴν ὀδύνην, καὶ γίνεται οὕτω χρησιμώτερα μαργαριτῶν τὰ τραύματα τοῦ δικαίου. Ὑπογράψατε τοίνυν ἑαυτοῖς τὸν ἀθλητὴν καὶ ὑμεῖς, καὶ νομίζετε βλέπειν τὴν κοπρίαν ἐκείνην, καὶ αὐτὸν ἐν μέσῳ καθήμενον τῆς κοπρίας, τὸν ἀνδριάντα τὸν χρυσοῦν, τὸν διάλιθον, τὸν πῶς εἴπω οὐκ οἶδα· οὐδὲ γὰρ ἔχω τιμίαν οὕτως ὕλην εὑρεῖν, ὡς δυνηθῆναι τὰ ἡμαγμένον ἐκεῖνο σῶμα παραβαλεῖν· οὕτω καὶ πάσης ὕλης τιμαλφεστάτης ἐκ πολλοῦ τοῦ περιόντος τῆς σαρκὸς ἐκείνης ἡ φύσις ἦν τιμιωτέρα, καὶ τὰ τραύματα τῶν ἡλιακῶν ἀκτίνων φαιδρότερα· αὗται μὲν γὰρ τὰς τοῦ σώματος καταυγάζουσιν ὄψεις, ἐκεῖνα δὲ τῆς διανοίας ἡμῶν φωτίζει τὰ ὄμματα, ἐκεῖνα καθάπαξ τὸν διάβολον ἀπετύφλωσε. Διὰ γοῦν τοῦτο, μετὰ τὴν πληγὴν ἐκείνην ἀπεπήδησε, καὶ οὐκ ἐφάνη λοιπόν. Σὺ δέ μοι κἀντεῦθεν, ἀγαπητὲ, μάνθανε τὸ τῆς θλίψεως κέρδος πόσον ἐστίν. Ἡνίκα μὲν γὰρ ἐπλούτει καὶ ἀνέσεως ἀπήλαυεν ὁ δίκαιος, διαβάλλειν ἔσχεν αὐτὸν, ψευδῶς μὲν, ἔσχε δ' οὖν ὅμως εἰπεῖν· Μὴ δωρεὰν σέβεταί σε ὁ Ἰώβ; Ἐπειδὴ δὲ αὐτὸν ἐγύμνωσε καὶ ἐποίησε πένητα, οὐδὲ γρῦξαι λοιπὸν ἐτόλμησε· καὶ ὅτε μὲν πλούσιος ἦν, ὑπισχνεῖτο παλαίειν αὐτῷ, καὶ ὑποσκελίζειν ἠπείλει· ἐπειδὴ δὲ πένητα εἰργάσατο, καὶ πάντων ἀπεστέρησε, καὶ εἰς ἐσχάτην ὀδύνην ἐνέβαλε, τότε ἀπεπήδησε· καὶ ὅτε μὲν ὑγιὲς αὐτοῦ τὸ σῶμα ἦν, τὰς χεῖρας ἀντῆρεν, ὅτε δὲ αὐτοῦ κατέκοψε τὴν σάρκα, τότε ἔφυγεν ἡττηθείς.
beholding the dunghill of Job anyone will receive every benefit, and much philosophy, and consolation unto patient endurance. On this account many now set forth upon a long and overseas journey from the ends of the earth, hastening into Arabia, in order that they may see that dunghill, and having gazed upon it may fervently kiss the ground that received the wrestling-pit struggles of that crowned victor, and the blood more precious than all gold. For neither is a purple robe so radiant as that body then gleamed, baptized not in another's blood, but in its own. And those wounds too were more precious than all precious stones. For the nature of pearls benefits our life not at all, nor does it fulfil any necessary need for those who possess them; whereas those wounds are a consolation for every despondency. And that you may learn that this is true, if anyone loses a true-born and only-begotten son, show him ten thousand pearls, and you will not assuage his affliction, nor will you heal his pain; yet if you remind him of the wounds of Job, you will easily be able to heal him, speaking thus: Why do you mourn, O man? You indeed lost one child, whereas that blessed man, after the entire choir of his children had been taken away, received the stroke in his very flesh also, and sat naked upon the dunghill streaming on every side with ichor, while his flesh was little by little wasting away — the righteous, the true, the god-fearing man, who abstained from every evil deed, who had even God as witness of his virtue. For if you speak these words, you have quenched all the mourner's despondency, and done away with all his pain, and thus the wounds of the righteous man prove more useful than pearls. Delineate for yourselves, therefore, you also, that athlete, and count yourselves to behold that dunghill, and him sitting in the midst of the dunghill, the golden statue, set with precious stones — how I should speak of him I do not know; for neither am I able to find matter so precious as to be able to compare it to that bloodstained body; by so great a superabundance was the nature of that flesh more precious than all most costly matter, and those wounds more radiant than the beams of the sun: for these illumine the bodily eyes, whereas those enlighten the eyes of our understanding; those once for all blinded the devil. On this account, at least, after that stroke he sprang back, and appeared no more. And do you, beloved, learn from this point also how great is the gain of tribulation. For when the righteous man was wealthy and enjoyed ease, the devil had ground to slander him — falsely indeed, yet nevertheless he had ground to say: Does Job worship Thee for naught? But after he stripped him and made him poor, he dared not even mutter a syllable anymore; and while he was wealthy, he promised to wrestle with him, and threatened to trip him up; but after he rendered him poor, and deprived him of all things, and cast him into extreme pain, then he sprang away; and while his body was sound, he raised his hands against him, but when he had hacked his flesh to pieces, then he fled defeated.
Εἶδες πόσον πενία πλούτου, καὶ ἀῤῥωστία καὶ νόσος ὑγείας, καὶ πειρασμὸς ἀνέσεως βέλτιον τοῖς νήφουσίν ἐστι καὶ χρησιμώτερον, καὶ λαμπροτέρους καὶ εὐτονωτέρους τοὺς ἀθλοῦντας ποιεῖ; Τίς εἶδε, τίς ἤκουσεν οὕτω θαυμαστὰ παλαίσματα; Οἱ τῶν ἔξωθεν ἀγώνων πύκται,
Have you seen how much better and more useful for the watchful poverty is than wealth, and infirmity and sickness than health, and trial than ease, and how much more splendid and more vigorous it renders the combatants? Who has seen, who has heard of such marvellous wrestling-bouts? The boxers of the heathen games,
Notes, col. 69

On the reading

Printed τὰ, for τὸ.