Migne Reading Room

PG 49 · cols. 58–63 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:58Read from the page
εἰ καὶ τῆς παρούσης στάσεως ἀναίτιος ἦν ὁ ἁλοὺς, ἀλλ' ἑτέραν ἁμαρτίαν εἰργάσατό ποτε χαλεπωτέραν, εἶτα μὴ μεταβαλλόμενος, ἐν τῇ παρούσῃ δίκην ἔδωκε. Καὶ γὰρ ἔθος τῷ Θεῷ τοῦτο ποιεῖν· ὅταν ἁμάρτωμεν, οὐκ εὐθέως ἐπεξέρχεται τοῖς πλημμελήμασιν, ἀλλ' ἀνίησι, διδοὺς ἡμῖν προθεσμίαν μετανοίας, ὥστε διορθώσασθαι καὶ μεταβαλέσθαι· ἂν δὲ διὰ τὸ μὴ δοῦναι δίκην, νομίσαντες καὶ τὸ ἁμάρτημα ἐξηλεῖφθαι, καταφρονήσωμεν, ἔνθα οὐχ ὑπονοοῦμεν, ἐκεῖ μετὰ ταῦτα ἁλωσόμεθα πάντως. Τοῦτο δὲ γίνεται, ἵνα ὅταν ἁμάρτωμεν, καὶ μὴ κολασθῶμεν, μὴ θαρσήσωμεν, ἂν μὴ μεταβαλώμεθα, εἰδότες ὅτι ἔνθα οὐ προσδοκῶμεν, ἐμπεσούμεθα πάντως. Ὥστε, ἂν ἁμαρτήσῃς, καὶ μὴ κολασθῇς, μὴ καταφρονήσῃς, ἀγαπητέ· ἀλλὰ δι' αὐτὸ τοῦτο μειζόνως φοβήθητι, εἰδὼς ὅτι κοῦφον τῷ Θεῷ, ὅταν θέλῃ, ἀνταποδοῦναι πάλιν. Διὰ τοῦτο γὰρ τότε σε οὐκ ἐκόλασεν, ἵνα λάβῃς προθεσμίαν μετανοίας. Μὴ τοίνυν λέγωμεν, ὅτι ἀναίτιος ὢν ἐνέπεσεν ὁ δεῖνα, ἕτερος δὲ αἴτιος ὢν διέφυγεν· ὅ τε γὰρ ἀναίτιος ἐμπεσὼν, ὥσπερ ἔφην, ἑτέρων ἁμαρτημάτων ἔδωκε δίκην, ὅ τε νῦν διαφυγὼν, ἐὰν μὴ μεταβάληται, εἰς ἑτέραν ἁλώσεται παγίδα. Ἂν οὕτω διακεισώμεθα, οὐδέποτε τῶν οἰκείων ἁμαρτημάτων ἐπιλησόμεθα, ἀλλ' ἀεὶ δεδοικότες, τρέμοντες, μή ποτε ὑπόσχωμεν δίκην, ἀναμνησθησόμεθα ταχέως αὐτῶν. Οὐδὲν γὰρ οὕτως ἁμαρτίας ἀναμιμνήσκειν εἴωθεν, ὡς τιμωρία καὶ κόλασις· καὶ τοῦτο δῆλον ἀπὸ τῶν τοῦ Ἰωσὴφ ἀδελφῶν. Ἐπειδὴ γὰρ ἀπέδοντο ἐκεῖνοι τὸν δίκαιον, καὶ ἔτη τρία καὶ δέκα παρῆλθεν, ὑποπτεύοντες κολάζεσθαι, καὶ περὶ τῶν ἐσχάτων δεδοικότες, ἀνεμνήσθησαν τῆς ἁμαρτίας, καὶ πρὸς ἀλλήλους ἔλεγον· Ναὶ, ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν τοῦ Ἰωσήφ. Ὁρᾷς πῶς ὁ φόβος ἀνέμνησεν αὐτοὺς τῆς πλημμελείας ἐκείνης; Καὶ ὅτε μὲν ἡμάρτανον, οὐκ ᾐσθάνοντο· ὅτε δὲ κολάζεσθαι προσεδόκησαν, τότε ἀνεμνήσθησαν.
even if he who was caught was innocent of the present tumult, yet at some time he wrought another more grievous sin, and then, not changing his ways, paid the penalty in the present affair. For it is God's custom to do this: whenever we sin, He does not instantly visit our offences with vengeance, but relents, granting us an appointed term for repentance, so that we may amend and change our ways; but if, because we have not paid the penalty, we suppose that the sin also has been wiped out and grow contemptuous, there where we do not suspect it we shall afterwards assuredly be caught. And this comes to pass in order that whenever we sin and are not punished, we may not grow overbold if we do not change our ways, knowing that where we do not expect it we shall assuredly fall in. Wherefore, if you sin and are not punished, do not grow contemptuous, beloved; but on this very account fear all the more, knowing that it is easy for God, whenever He wills, to requite again. For on this account He did not punish you then, that you might receive an appointed term for repentance. Let us not say, therefore, that such-and-such a man fell though innocent, while another though guilty escaped; for both the innocent man who fell, as I said, paid the penalty of other sins, and he who has now escaped, unless he change his ways, will be caught in another snare. If we are thus disposed, we shall never forget our own sins, but always fearing and trembling lest ever we undergo punishment, we shall quickly call them to mind. For nothing is so wont to call sins to remembrance as retribution and chastisement; and this is clear from the brothers of Joseph. For after they had sold the righteous man, and thirteen years had passed by, suspecting that they were being punished and fearing extreme peril, they remembered their sin and said one to another: Yea, verily we are in sins concerning our brother Joseph. Do you see how fear reminded them of that transgression? And when they were sinning they did not perceive it; but when they expected to be punished, then they remembered.
Ταῦτ' οὖν εἰδότες ἅπαντα, ποιησώμεθα τοῦ βίου μεταβολὴν καὶ διόρθωσιν, καὶ πρὸ τῆς ἀπαλλαγῆς τῆς ἐπικειμένης ἀγωνίας ὑπὲρ εὐλαβείας καὶ ἀρετῆς φροντίσωμεν. Καὶ τέως τρεῖς ἐντολὰς ὑμῖν παρακαταθέσθαι βούλομαι, ἵνα μοι ταύτας ἐπὶ τῆς νηστείας κατορθώσητε· τὸ μηδένα κακῶς λέγειν, τὸ μηδένα ἐχθρὸν ἔχειν, τὸ καθόλου πᾶσαν ἐκ τοῦ στόματος ἀπελάσαι τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν. Καὶ καθάπερ ἐπειδὰν χρυσίον ἐπιβληθὲν ἀκούσωμεν, ἀπιὼν οἴκαδε ἕκαστος, καὶ τὴν γυναῖκα καλέσας καὶ τὰ τέκνα καὶ τοὺς οἰκέτας, σκοπεῖ μετ' ἐκείνων καὶ βουλεύεται, πόθεν τὴν εἰσφορὰν καταβάλῃ ταύτην· οὕτω καὶ ἐπὶ τῶν ἐντολῶν ποιήσωμεν τούτων τῶν πνευματικῶν. Ἀναχωρήσας οἴκαδε ἕκαστος καλείτω τὴν γυναῖκα καὶ τὰ παιδία, καὶ λεγέτω ὅτι εἰσφορὰ ἐπεβλήθη πνευματικὴ τήμερον, εἰσφορὰ δι' ἧς ἔσται τις λύσις τῶν δεινῶν τούτων καὶ ἀπαλλαγὴ, εἰσφορὰ οὐχὶ πένητας τοὺς καταβάλλοντας, ἀλλὰ πλουσιωτέρους ποιοῦσα, ὥστε μηδένα ἐχθρὸν ἔχειν, μηδένα κακῶς λέγειν, μηδὲ ὀμνύναι καθόλου. Σκοπήσωμεν, φροντίσωμεν, βουλευσώμεθα, ὅπως ἐκπληρώσωμεν τὰς ἐντολὰς ταύτας· πᾶσαν εισενεγκώμεθα σπουδὴν, ἀλλήλους ὑπομνήσωμεν, ἀλλήλους διορθωσώμεθα, ἵνα μὴ ὀφείλοντες ἀπέλθωμεν ἐκεῖ, εἶτα δεόμενοι δανείσασθαι παρ' ἑτέρων, μὴ τὸ τῶν παρθένων πάθωμεν τῶν μωρῶν, καὶ τῆς ἀθανάτου σωτηρίας ἐκπέσωμεν. Ἂν οὕτω τὸν ἑαυτῶν ῥυθμίζωμεν βίον, ἐντεῦθεν ὑμῖν ἐγγυῶμαι καὶ ὑπισχνοῦμαι, ὅτι καὶ τῆς παρούσης συμφορᾶς ἔσται τις λύσις,
Knowing all these things, therefore, let us make a change and amendment of our life, and before our deliverance from the impending agony let us take thought for reverence and virtue. And in the meantime I wish to entrust three commandments to you, that you may accomplish them for me during the fast: to speak evil of no one, to hold no one an enemy, and altogether to banish from the mouth the whole wicked habit of oaths. And just as whenever we hear that a levy of gold has been imposed, each man departs home, and calling his wife and children and household servants, considers and takes counsel with them from what source he may pay this tribute; even so let us do in the case of these spiritual commandments also. Withdrawing homeward, let each man call his wife and children and say that a spiritual tribute has been imposed today, a tribute through which there shall be some resolution and riddance of these terrible ills, a tribute that makes those who pay it not poor but richer: namely, to hold no one an enemy, to speak evil of no one, and not to swear at all. Let us consider, let us take thought, let us take counsel how we may fulfil these commandments; let us bring to bear all zeal, let us remind one another, let us set one another right, lest we depart thither as debtors and then, needing to borrow from others, suffer the fate of the foolish virgins and fall short of immortal salvation. If we thus order our own life, from this moment I pledge and promise to you that both of the present calamity there shall be some resolution,
Notes, col. 58

On the reading

Printed εισενεγκώμεθα, for εἰσενεγκώμεθα.

PG 49:59Read from the page
καὶ τῶν δεινῶν τούτων ἀπαλλαγή· καὶ τὸ δὴ πάντων μεῖζον, τῶν μελλόντων ἀγαθῶν ἡ ἀπόλαυσις. Ἔδει μὲν γὰρ ὑμῖν ὁλόκληρον ἐγχειρίζειν τὴν ἀρετήν, ἀλλὰ τοῦτον ἄριστον ἡγοῦμαι τρόπον διορθώσεως, τὸ κατὰ μέρος λαμβάνοντας τοὺς νόμους κατορθοῦν, καὶ τότε ἐπὶ τοὺς ἄλλους ἰέναι. Καθάπερ γὰρ ἀρούρας προκειμένης, ὁ γηπόνος κατὰ μέρος διασκάπτων ἅπασαν, οὕτως ἐπὶ τὸ τέλος ἔρχεται· οὕτω καὶ ἡμεῖς ἐὰν νόμον ἑαυτοῖς τοῦτον θῶμεν, ὥστε κατὰ τὴν παροῦσαν Τεσσαρακοστὴν ταύτας μετὰ ἀκριβείας κατορθῶσαι τὰς τρεῖς ἐντολὰς, πάντως πρὸς τῷ σὺν ἀσφαλείᾳ τῆς καλῆς συνηθείας παραδοῦ-
and deliverance from these terrible evils; and what is indeed greatest of all, the enjoyment of the good things to come. For it would have been fitting to hand over virtue to you in its entirety, but I deem this the best manner of amendment: that taking up the laws part by part you should accomplish them aright, and then proceed to the others. For just as when a tilled field lies before him, the husbandman digging it all through part by part thus comes to the end; so too, if we lay down this law for ourselves, so as during the present Lent to accomplish these three commandments with exactness, assuredly, besides our handing over with security the guar-
Παράκλησις πρὸς τὸν λαὸν περὶ καρτερίας καὶ ὑπομονῆς ἐκ παραδειγμάτων τοῦ τε Ἰὼβ καὶ τῶν τριῶν παίδων· καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς.
Exhortation to the people on steadfastness and patient endurance from the examples of Job and the Three Youths; and on abstinence from oaths.
Ὁμιλία δʹ.
Homily IV.
Εὐλογητὸς ὁ Θεὸς, ὁ παρακαλέσας τὰς ὀδυνωμένας ὑμῶν ψυχὰς, ὁ στηρίξας δονουμένας ὑμῶν τὰς διανοίας· ὅτι γὰρ ἱκανὴν ἐδέξασθε παράκλησιν, διὰ τῆς σπουδῆς ταύτης ἐδείξατε, καὶ διὰ τῆς περὶ τὴν ἀκρόασιν προθυμίας. Οὐ γάρ ἐστι ψυχὴν ὀδυνωμένην καὶ νέφει κατεχομένην ἀθυμίας δυνηθῆναι μετὰ προθυμίας ἀκοῦσαί τι τῶν λεγομένων· ὑμᾶς δὲ ὁρῶ μετὰ πολλῆς τῆς εὐνοίας καὶ σφοδρᾶς τῆς σπουδῆς ἡμῖν προσέχοντας, καὶ πάντα ἀποτιναξαμένους τὰ λυπηρὰ, καὶ τῷ τῆς ἀκροάσεως ἔρωτι παρωσαμένους τὴν ἐπικειμένην ὀδύνην. Διὰ τοῦτο εὐχαριστῶ τῷ Θεῷ μεθ' ὑμῶν, ὅτι οὐκ ἤλεγξεν ὑμῶν τὴν φιλοσοφίαν ἡ συμφορὰ, οὐδὲ ἐξέλυσεν ὑμῶν τὸν τόνον ὁ φόβος, οὐδὲ ἔσβεσεν ὑμῶν τὴν προθυμίαν ἡ θλῖψις, οὐδὲ ἐμάρανεν ὑμῶν τὸν ζῆλον ὁ κίνδυνος, οὐδὲ ἐνίκησε τὸν περὶ Θεὸν πόθον ὁ τῶν ἀνθρώπων φόβος, οὐδὲ κατέβαλεν ὑμῶν τὴν σπουδὴν ἡ τοῦ καιροῦ δυσκολία· καὶ οὐ μόνον οὐ κατέβαλεν, ἀλλὰ καὶ ἐπέρρωσεν· οὐ μόνον οὐκ ἐξέλυσεν, ἀλλὰ καὶ ἐπέτεινεν· οὐ μόνον οὐκ ἔσβεσεν, ἀλλὰ καὶ ἀνῆψε πλέον. Κεκένωται μὲν ἡ ἀγορὰ, ἡ δὲ ἐκκλησία πεπλήρωται· ἐκείνη τραγῳδίας ὑπόθεσις, αὕτη χαρᾶς καὶ εὐφροσύνης πνευματικῆς ἀφορμή. Ὅταν οὖν ἐμβάλῃς εἰς τὴν ἀγορὰν, ἀγαπητὲ, καὶ τὴν ἐρημίαν θεασάμενος στενάξῃς, κατάφυγε πρὸς τὴν μητέρα, καὶ παραμυθήσεταί σε εὐθέως τῷ πλήθει τῶν οἰκείων τέκνων, καὶ δείξει σοι τῶν ἀδελφῶν ἀπηρτισμένον τὸν χορὸν, καὶ πᾶσαν ἀποκρούσεταί σου τὴν ἀθυμίαν. Ἐπὶ μὲν γὰρ τῆς πόλεως ἐπιθυμοῦμεν ἄνδρας ἰδεῖν, καθάπερ οἱ τὰς ἐρήμους οἰκοῦντες· εἰς δὲ τὴν ἐκκλησίαν καταφεύγοντες, ὑπὸ τοῦ πλήθους στενοχωρούμεθα· καὶ καθάπερ τῆς θαλάττης στασιαζούσης καὶ πολλῷ τῷ χειμῶνι μαινομένης, εἰς τὸν λιμένα καταφεύγειν ἀναγκάζει ὁ φόβος ἔξωθεν ἅπαντας· οὕτω καὶ νῦν τὰ τῆς ἀγορᾶς κύματα, καὶ ὁ τῆς πόλεως χειμὼν, πάντας εἰς τὴν ἐκκλησίαν συνελαύνει πάντοθεν, καὶ τῷ συνδέσμῳ τῆς ἀγάπης σφίγγει μετ' ἀλλήλων τὰ μέλη. Εὐχαριστῶμεν τοίνυν καὶ διὰ ταῦτα τῷ Θεῷ, ὅτι τοσοῦτον ἀπὸ τῆς θλίψεως ἐκαρπωσάμεθα κέρδος, ὅτι τοσαύτην ἀπὸ τοῦ πειρασμοῦ τὴν ὠφέλειαν ἐλάβομεν. Ἐὰν μὴ πειρασμὸς, οὐδὲ στέφανος· ἐὰν μὴ παλαίσματα, οὐδὲ βραβεῖα· ἐὰν μὴ σκάμματα, οὐδὲ τιμαί· ἐὰν μὴ θλῖψις, οὐδὲ ἄνεσις· ἐὰν μὴ χειμὼν, οὐδὲ θέρος· καὶ τοῦτο οὐκ ἐπ' ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐπ' αὐτῶν τῶν σπερμάτων ἔστιν ἰδεῖν. Καὶ γὰρ ἐκεῖ πολὺν μὲν τὸν ὑετὸν, πολλὴν δὲ τῶν νεφῶν τὴν συνδρομὴν, πολὺν δὲ γενέσθαι δεῖ τὸν κρυμὸν, ει μέλλοι κομῶν ὁ στάχυς ἀνίστασθαι· ὅπου δὲ σπόρου καιρὸς, καὶ ὑετοῦ καιρός.
Blessed be God, Who hath comforted your sorrowing souls, Who hath established your shaken minds; for that you have received sufficient consolation you have shown through this earnestness, and through your readiness in hearkening. For it is not possible for a soul in pain and held fast by a cloud of despondency to be able to hear with readiness any of the things spoken; yet I behold you attending to us with abundant goodwill and vehement earnestness, having shaken off all sorrowful things, and through passion for hearing having thrust aside the pain pressing upon you. Wherefore I give thanks to God together with you, that calamity did not vanquish your philosophy, nor did fear unnerve your vigour, nor did affliction quench your eagerness, nor did peril wither your zeal, nor did fear of men overcome your longing for God, nor did the hardship of the season cast down your earnestness; and not only did it not cast it down, but it even strengthened it; not only did it not slacken it, but it even intensified it; not only did it not quench it, but it even kindled it the more. The marketplace indeed has been emptied, whereas the church has been filled; the former is an occasion of tragedy, the latter a source of joy and spiritual gladness. Whenever, therefore, you step into the marketplace, beloved, and beholding the desolation groan, flee for refuge to your mother, and straightway she will console you by the multitude of her own children, and will show you the choir of the brethren complete, and will beat back all your despondency. For in the city indeed we long to see men, just like those inhabiting the deserts; whereas when we flee into the church, we are thronged by the multitude; and just as when the sea is in tumult and raging with a great tempest, fear from without compels all to flee into the harbour, so too now the waves of the marketplace and the winter of the city drive all together into the church from every side, and bind the members fast with one another by the bond of love. Let us therefore give thanks to God for these things also, that we have reaped so great a gain from the affliction, that we have received so great a benefit from the trial. If there is no trial, neither is there a crown; if no wrestlings, neither are there prizes; if no lists, neither are there honours; if no affliction, neither is there relief; if no winter, neither is there summer; and this one may see not in the case of men alone, but also in the case of the very seeds. For there too much rain indeed, and much gathering of clouds, and much frost must come to pass, if the ear of corn is to rise up luxuriant; and where there is a season of sowing, there is also a season of rain.
Notes, col. 59

On the reading

Printed ει, for εἰ.

PG 49:60Read from the page
ναι τὴν φυλακὴν, μετὰ πλείονος τῆς εὐκολιας καὶ ἐπὶ τὰς λοιπὰς ἥξομεν, καὶ πρὸς αὐτὴν ἐλθόντες τῆς φιλοσοφίας τὴν κορυφὴν, καὶ τὸν παρόντα βίον μετὰ χρηστῆς τῆς ἐλπίδος καρπωσόμεθα, καὶ ἐν τῷ μέλλοντι μετὰ πολλῆς παραστησόμεθα παρρησίας τῷ Χριστῷ, καὶ τῶν ἀπορρήτων ἀπολαύσομεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
dianship of good habit, we shall come with greater ease to the remaining commandments also, and having arrived at the very summit of philosophy, we shall both reap the fruit of the present life with good hope, and in the life to come stand before Christ with abundant boldness, and enjoy the ineffable blessings; whereof may we all be counted worthy, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father be glory, together with the Holy Spirit, unto the ages of ages. Amen.
Ἐπεὶ οὖν καὶ νῦν ἐφέστηκε χειμὼν, χειμὼν ψυχῶν, οὐκ ἀέρος, σπείρωμεν καὶ ἡμεῖς ἐν τῷ χειμῶνι τούτῳ, ἵνα ἐν τῷ θέρει θερίσωμεν· σπείρωμεν δάκρυα, ἵνα θερίσωμεν ἀγαλλίασιν. Οὐκ ἐμὸς οὗτος ὁ λόγος· προφητικόν ἐστι τὸ παράγγελμα· Οἱ σπείροντες ἐν δάκρυσι, φησὶ, ἐν ἀγαλλιάσει θεριοῦσιν. Οὐχ οὕτω τὰ σπέρματα καταφερόμενος ὑετὸς θάλλειν ποιεῖ καὶ αὔξεσθαι, ὡς τὸν τῆς εὐσεβείας σπόρον ἀνίστησι καὶ παρασκευάζει κομᾷν ὁ ἐκ τῶν δακρύων καταφερόμενος ὑετός· οὗτος ἀποσμήχει ψυχὴν, ἄρδει διάνοιαν, προκόψαι ταχέως ποιεῖ τῆς διδασκαλίας τὴν βλάστησιν· διὰ τοῦτο καὶ αὔλακα βαθεῖαν ἀνατεμεῖν ἀναγκαῖον· καὶ γὰρ καὶ τοῦτο ὁ προφήτης παρῄνεσεν, οὕτως εἰπών· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις. Καθάπερ οὖν ὁ τὸ ἄροτρον ἐμβαλὼν, κάτωθεν τὴν γῆν ἀναρρήγνυσιν, ἀσφαλῆ τοῖς σπέρμασι προπαρασκευάζων τὴν φυλακὴν, ὥστε μὴ κατενεχθέντα ἄνω κεῖσθαι ἐπὶ τῆς ἐπιφανείας, ἀλλ' εἰς αὐτὰς τῆς γῆς παραπεμφθῆναι τὰς λαγόνας, καὶ ἐν ἀσφαλεῖ καταθέσθαι τὰς ῥίζας· οὕτω καὶ ἡμᾶς ἀναγκαῖον ποιεῖν, καὶ καθάπερ ἀρότρῳ τῇ θλίψει καταχρησαμένους ἀναρρῆξαι τῆς καρδίας τὸ βάθος. Τοῦτο γὰρ καὶ ἕτερος προφήτης παραινεῖ λέγων, Διαρρήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν. Διαρρήξωμεν τοίνυν τὰς καρδίας, ἵνα εἴ τις πονηρὰ βοτάνη καὶ λογισμὸς δολερός ἐστιν ἐν ἡμῖν, πρόρριζον αὐτὸν ἀνασπάσωμεν, καὶ καθαρὰς τοῖς τῆς εὐσεβείας σπέρμασι παράσχωμεν τὰς ἀρούρας Ἐὰν γὰρ μὴ νῦν νεώσωμεν, ἐὰν μὴ νῦν σπείρωμεν, ἐὰν μὴ νῦν δακρύσωμεν, ὅτε θλῖψις καὶ νηστεία, πότε ἄλλοτε ἥξομεν εἰς κατάνυξιν; ὅταν ἄνεσις ᾖ καὶ τρυφή; Ἀλλὰ τοῦτο ἀδύνατον· ἡ γὰρ ἄνεσις καὶ ἡ τρυφὴ εἰς ῥαθυμίαν ἐνάγειν εἴωθεν, ὥσπερ ἡ θλῖψις πρὸς σπουδὴν ἐπανάγει, καὶ πεπλανημένην ἔξω καὶ περὶ πολλὰ τὴν διάνοιαν κεχηνυῖαν πρὸς ἑαυτὴν ἐπιστρέφει. Μὴ τοίνυν ἀλγῶμεν ὑπὲρ τῆς ἀθυμίας ταύτης, ἀλλὰ καὶ εὐχαριστῶμεν τῷ Θεῷ· πολὺ γὰρ ἀπὸ τῆς θλίψεως τὸ κέρδος. Καὶ γὰρ ὁ γεωργὸς ἐπειδὰν σπείρῃ τὰ μετὰ πολλοῦ τοῦ πόνου συλλεγέντα σπέρματα, χειμῶνα γενέσθαι εὔχεται· καὶ ὁ μὲν ἰδιώτης θεωρῶν τὰ γινόμενα ἅπαντα θαυμάσεται, καὶ πρὸς ἑαυτὸν ἴσως ἐρεῖ· Τί ποτε ὁ ἄνθρωπος οὗτος ποιεῖ; τὰ συλλεγέντα σκορπίζει καὶ οὐχὶ σκορπίζει μόνον, ἀλλὰ καὶ ἀναμίγνυσι μετὰ πολλῆς τῆς ἀκριβείας τῇ γῇ, ὥστε αὐτὰ μηδὲ συλλέξαι δυνηθῆναι ῥᾳδίως· καὶ οὐκ ἀναμίγνυσι μόνον τῇ γῇ, ἀλλὰ καὶ εὔχεται γενέσθαι σφοδρὸν τὸν ὑετὸν, ὥστε κατασαπῆναι τὰ καταβληθέντα ἅπαντα, καὶ γενέσθαι πηλόν. Καὶ
Since, therefore, even now a winter has set in, a winter of souls, not of the air, let us also sow in this winter, that we may reap in the summer; let us sow tears, that we may reap exultation. This saying is not mine; the precept is prophetic: They that sow in tears, he says, shall reap in exultation. Not so much does the rain coming down make the seeds sprout and grow, as the rain coming down from tears raises up the seed of piety and prepares it to flourish luxuriantly; this cleanses the soul, waters the mind, and quickly makes the budding of teaching advance; wherefore it is necessary also to cut open a deep furrow; for this too the prophet exhorted, speaking thus: Break up for yourselves fallow grounds, and sow not among thorns. Just as he who puts in the plough breaks up the earth from beneath, preparing beforehand a safe keeping for the seeds, so that when cast down they do not lie above upon the surface, but are sent down into the very flanks of the earth, and lay down their roots in safety; so it is necessary for us also to do, and, employing affliction like a plough, to break up the depth of the heart. For this another prophet also advises, saying: Rend your hearts, and not your garments. Let us therefore rend our hearts, so that if any wicked weed and deceitful thought is in us, we may pluck it up by the roots, and afford clean fields for the seeds of piety. For if we do not break up the fallow ground now, if we do not sow now, if we do not weep now, when there are affliction and fasting, when else shall we come to compunction? When there are ease and luxury? Nay, that is impossible; for ease and luxury are wont to lead into indolence, just as affliction leads back to earnestness, and turns back towards itself the mind that had wandered abroad and gaped after many things. Let us not, therefore, grieve over this despondency, but let us even give thanks to God; for great is the gain from affliction. For the husbandman also, when he has sown the seeds gathered with much toil, prays that wintry weather may come; and the unskilled man, beholding all that takes place, will marvel, and will perhaps say to himself: What ever is this man doing? He scatters what was gathered, and not only scatters it, but also mixes it with abundant exactness into the earth, so that he cannot even gather it up again easily; and he not only mixes it into the earth, but also prays that a vehement rain may come, so that all that has been cast down may rot away and become mud. And
Notes, col. 60

On the reading

Printed εὐκολιας, for εὐκολίας.

PG 49:61Read from the page
θορυβεῖται βλέπων βροντὰς καταρρηγνυμένας, καὶ ἀστραπὰς καταφερομένας· ὁ δὲ γηπόνος οὐχ οὕτως, ἀλλὰ χαίρει καὶ ἀγάλλεται χειμῶνα ὁρῶν· οὐ γὰρ τὰ παρόντα βλέπει, ἀλλὰ τὰ μέλλοντα ἀναμένει· οὐ πρὸς τὰς βροντὰς ὁρᾷ, ἀλλὰ τὰ δράγματα ἀναλογίζεται· οὐ τὰ σηπόμενα σπέρματα, ἀλλὰ τοὺς κομῶντας στάχυας· οὐ τὸν φορτικὸν ὑετὸν, ἀλλὰ τὸν ἥδιστον τῆς ἅλω κονιορτόν. Οὕτω δὴ καὶ ἡμεῖς μὴ τὴν θλῖψιν ὁρῶμεν τὴν παροῦσαν, μηδὲ τὴν ὀδύνην, ἀλλὰ τὴν ἐξ αὐτῆς γινομένην ὠφέλειαν, τὸν ἐξ αὐτῆς τικτόμενον καρπόν· ἀναμείνωμεν τῆς ἅλω τὰ δράγματα· καὶ γὰρ ἐὰν νήφωμεν, πολὺν ἀπὸ τοῦ καιροῦ τούτου δυνησόμεθα συναγαγεῖν τὸν καρπὸν, καὶ πληρῶσαι τὰ ταμιεῖα τῆς διανοίας τῆς ἡμετέρας· ἂν νήφωμεν, οὐ μόνον οὐδὲν πεισόμεθα ἀπὸ τῆς θλίψεως ταύτης δεινὸν, ἀλλὰ καὶ μυρία καρπωσόμεθα ἀγαθά· ἂν δὲ ῥᾳθυμῶμεν, καὶ ἡ ἄνεσις ἡμᾶς ἀπολεῖ· τὸν μὲν γὰρ μὴ προσέχοντα ἑκάτερα βλάπτει, τὸν δὲ μετὰ ἀκριβείας ζῶντα ἀμφότερα ὠφελεῖ. Καὶ καθάπερ τὸ χρυσίον, κἂν ὕδασιν ὁμιλήσῃ, τὴν οἰκείαν εὐπρέπειαν ἐπιδείκνυται, κἂν εἰς χωνευτήριον ἐμπέσῃ, φαιδρότερον γίνεται πάλιν· ὁ δὲ πηλὸς καὶ ὁ χόρτος, κἂν ὕδασιν ἀναμιχθεὶς τύχῃ, ὁ μὲν διαλύεται, ὁ δὲ σήπεται· κἂν εἰς πῦρ ἐμπέσῃ, ὁ μὲν φρύγεται, ὁ δὲ κατακαίεται· οὕτω δὴ καὶ ὁ δίκαιος, καὶ ὁ ἁμαρτωλός· ὁ μὲν γὰρ, κἂν ἀνέσεως ἀπολαύῃ, μένει λαμπρὸς, καθάπερ τὸ χρυσίον περικλυζόμενον ὕδατι· κἂν εἰς πειρασμὸν ἐμπέσῃ, φαιδρότερος γίνεται, καθάπερ τὸ χρυσίον βασανιζόμενον ὑπὸ τοῦ πυρός· ὁ δὲ ἁμαρτωλὸς, κἂν ἀνέσεως τύχῃ, διαλύεται καὶ κατασήπεται, καθάπερ ὁ χόρτος καὶ ὁ πηλὸς ὁμιλῶν ὕδατι· κἂν πειρασμὸν ὑπομείνῃ, κατακαίεται καὶ ἀπόλλυται, καθάπερ ὁ χόρτος καὶ πηλὸς ὑπὸ τοῦ πυρός.
is troubled at seeing thunderbolts bursting forth and lightnings rushing down; whereas the husbandman is not so, but rejoices and exults at seeing wintry weather; for he looks not at things present, but awaits the things to come; he gazes not at the thunderbolts, but reckons up the sheaves; not the rotting seeds, but the luxuriant ears of corn; not the burdensome rain, but the sweetest dust of the threshing-floor. Even so let us too look not at the present affliction, nor at the pain, but at the benefit arising from it, the fruit brought forth from it; let us await the sheaves of the threshing-floor; for if we keep sober, we shall be able to gather abundant fruit from this season, and to fill the storehouses of our mind; if we keep sober, not only shall we suffer nothing terrible from this affliction, but we shall also reap countless good things; whereas if we are indolent, even ease will destroy us; for both harm the man who pays no heed, whereas both benefit the man who lives with exactness. And just as gold, even if it consort with waters, displays its proper comeliness, and even if it fall into a smelting-furnace, becomes brighter once again; whereas clay and grass, if they chance to be mingled with waters, the one dissolves and the other rots, and if they fall into fire, the one is parched and the other is burnt up; even so are both the righteous man and the sinner: for the former, even if he enjoy ease, remains bright, just like gold washed around by water, and even if he fall into trial, becomes brighter, just like gold tested by the fire; whereas the sinner, even if he obtain ease, dissolves and rots away, just like grass and clay consorting with water, and even if he endure trial, is burnt up and perishes, just like grass and clay by the fire.
Μὴ τοίνυν ἀλύωμεν ἐπὶ τοῖς παροῦσι δεινοῖς· ἐὰν γὰρ ἁμαρτίας ἔχῃς, ἀφανίζονται καὶ κατακαίονται ῥᾳδίως ὑπὸ τῆς θλίψεως· ἐὰν δὲ ἀρετὴν ἔχῃς, λαμπρύνῃ καὶ φαιδρύνῃ ὑπ' αὐτῆς· ἐὰν γὰρ ἀγρυπνῇς διηνεκῶς καὶ νήφῃς, ἀνώτερος ἔσῃ βλάβης ἁπάσης. Οὐ γὰρ ἡ τῶν πειρασμῶν φύσις, ἀλλ' ἡ τῶν πειραζομένων ῥᾳθυμία τὰ πτώματα ἐργάζεσθαι πέφυκεν. Ὥστε εἰ βούλει τρυφᾷν καὶ ἀνέσεως ἀπολαύειν καὶ ἡδονῆς, μὴ ζήτει ἡδονὴν μήτε ἄνεσιν, ἀλλὰ ζήτει ψυχὴν ὑπομονῆς γέμουσαν καὶ καρτερίαν ἐπιδείξασθαι δυναμένην· ὡς ἐὰν μὴ τοῦτο ἔχῃς, οὐχὶ πειρασμός σε ἐλέγξει μόνον, ἀλλὰ καὶ ἄνεσίς σε ἀπολεῖ καὶ καταβαλεῖ μειζόνως. Ὅτι γὰρ οὐχ ἡ τῶν δεινῶν προσβολὴ, ἀλλ' ἡ τῆς ἡμετέρας διανοίας ῥᾳθυμία ἀνατρέπει τὴν σωτηρίαν ἡμῶν, ἄκουσον τί φησιν ὁ Χριστός· Πᾶς ὅστις ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν, καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέρρηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν· καὶ πάλιν· Ὅστις ἀκούει μου τοὺς λόγους τούτους, καὶ οὐ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ψάμμον, καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέρρηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ κατέπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη. Ὁρᾷς ὅτι οὐχ αἱ τῶν πειρασμῶν προσβολαὶ, ἀλλ' ἡ τῶν οἰκοδομούντων ἄνοια τὴν πτῶσιν ἐποίησεν; Καὶ γὰρ ἐκεῖ βροχὴ, καὶ ἐνταῦθα βροχή· κἀκεῖ ποταμοὶ, καὶ ἐνταῦθα ποταμοί· κἀκεῖ πνευμάτων προσβολαὶ, καὶ ἐνταῦθα τὸ αὐτὸ τοῦτο· κἀκεῖνος ᾠκο-
Let us not, therefore, be distraught at the present terrible things; for if you have sins, they are easily blotted out and burnt up by affliction; whereas if you have virtue, you are made bright and radiant by it; for if you keep watch continually and are sober, you will be superior to every harm. For it is not the nature of trials, but the indolence of those who are tried, that is wont to work downfalls. So if you wish to live delicately and to enjoy ease and pleasure, seek neither pleasure nor ease, but seek a soul full of patience and able to display endurance; since if you do not have this, not only will trial convict you, but ease also will destroy you and cast you down still more. For that it is not the assault of terrible things, but the indolence of our own mind that overturns our salvation, hear what Christ says: Every one who hears these words of Mine, and does them, shall be likened to a prudent man, who built his house upon the rock; and the rain came down, and the rivers came, and the winds blew, and beat against that house, and it fell not; for it had been founded upon the rock; and again: Every one who hears these words of Mine, and does them not, shall be likened to a foolish man, who built his house upon the sand; and the rain came down, and the rivers came, and the winds blew, and beat against that house, and it fell down, and great was the fall of it. Do you see that not the assaults of trials, but the folly of the builders caused the fall? For both there was rain, and here was rain; both there were rivers, and here were rivers; both there were blasts of winds, and here was this very same thing; both that man built-
PG 49:62Read from the page
δόμησε, καὶ οὗτος ᾠκοδόμησε· καὶ ἡ αὐτὴ οἰκοδομὴ, καὶ οἱ αὐτοὶ πειρασμοί· ἀλλ' οὐ τὸ αὐτὸ τέλος, ἐπειδὴ οὐχ ὁ αὐτὸς θεμέλιος. Οὐ γὰρ τῶν πειρασμῶν ἡ φύσις, ἀλλὰ τοῦ οἰκοδομήσαντος ἡ ἄνοια τὴν πτῶσιν ἐποίησεν· ἐπεὶ ἔδει καὶ τὴν ἐπὶ τῆς πέτρας οἰκοδομηθεῖσαν καταπεσεῖν οἰκίαν, νῦν δὲ οὐδὲν τοιοῦτον ἔπαθεν. Ἀλλὰ μὴ περὶ οἰκίας εἰρῆσθαι ταῦτα νομίζετε· περὶ γὰρ ψυχῆς ἐστιν ὁ λόγος, τὴν τῶν θείων λόγων ἀκρόασιν διὰ τῶν ἔργων ἐπιδεικνυμένης ἢ διακρουομένης. Οὕτως ᾠκοδόμησεν ἑαυτοῦ τὴν ψυχὴν ὁ Ἰώβ· κατέβη ἡ βροχὴ, πῦρ γὰρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε πάντα τὰ ποίμνια· ἦλθον οἱ ποταμοὶ, οἱ πυκνοὶ καὶ συνεχεῖς καὶ ἐπάλληλοι τῶν συμφορῶν ἄγγελοι, ὁ μὲν τῶν αἰπολίων, ὁ δὲ τῶν καμήλων, ὁ δὲ τῶν παίδων λέγων τὴν ἀπώλειαν· ἔπνευσαν οἱ ἄνεμοι, τὰ πικρὰ τῆς γυναικὸς ῥήματα· Εἰπὸν γάρ τι, φησὶ, ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα· καὶ οὐκ ἔπεσεν ἡ οἰκία, οὐχ ὑπεσκελίσθη ἡ ψυχὴ, οὐκ ἐβλασφήμησεν ὁ δίκαιος, ἀλλὰ καὶ ηὐχαρίστησεν οὕτως εἰπών· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Ὁρᾷς ὅτι οὐχὶ τῶν πειρασμῶν ἡ φύσις, ἀλλ' ἡ τῶν ῥᾳθυμούντων ὀλιγωρία τὴν πτῶσιν ποιεῖν εἴωθεν; ὡς τόν γε ἰσχυρὸν καὶ ἰσχυρότερον ἡ θλῖψις ἐργάζεται. Τίς ταῦτά φησιν; Ὁ ἐν τῇ θλίψει τραφεὶς, ὁ μακάριος Παῦλος, οὕτω λέγων· Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα. Καὶ καθάπερ τὰ ἰσχυρὰ τῶν δένδρων ἡ τῶν ἀνέμων ῥύμη προσπίπτουσα καὶ πάντοθεν ῥιπίζουσα οὐκ ἀνασπᾷ, ἀλλὰ στερρότερα καὶ ἰσχυρότερα ταῖς προσβολαῖς ταύταις κατασκευάζει· οὕτω καὶ ψυχὴν ἁγίαν, καὶ εὐλαβείᾳ συζῶσαν, αἱ τῶν πειρασμῶν ἐπαγωγαὶ καὶ τῶν θλίψεων οὐχ ὑποσκελίζουσιν, ἀλλὰ πρὸς πλείονα ὑπομονὴν ἀλείφουσι, καθάπερ καὶ τὸν μακάριον Ἰὼβ λαμπρότερον ἐποίησαν καὶ σεμνότερον. Νῦν μὲν οὖν ἄνθρωπος ἡμῖν ὀργίζεται, ἄνθρωπος ὁμοιοπαθὴς καὶ ὁμόψυχος, καὶ δεδοίκαμεν· τότε δὲ ἐκείνῳ δαίμων πονηρὸς καὶ ἄγριος ἦν ὁ ὀργιζόμενος, καὶ οὐχ ἁπλῶς ὠργίζετο, ἀλλὰ πάντα ἐκίνει τὰ μηχανήματα, καὶ πᾶσαν προσῆγεν μαγγανείαν, καὶ οὐδὲ οὕτως ἤλεγξε τοῦ δικαίου τὴν ἀνδρείαν. Καὶ οὗτος μὲν ἄνθρωπος ὢν, νῦν μὲν ὀργίζεται, νῦν δὲ καταλλάττεται, καὶ ὅμως ἀποτεθνήκαμεν τῷ δέει· τότε δὲ διάβολος ἦν ὁ πολεμῶν ὁ μηδέποτε καταλλαττόμενος τῇ τῶν ἀνθρώπων φύσει, ἀλλὰ πόλεμον ἄσ⟨…⟩ονδον καὶ μάχην ἀκήρυκτον πρὸς τὸ γένος ἡμῶν ἀράμενος· ἀλλ' ὅμως κατεγέλασεν αὐτοῦ τῶν βελῶν ὁ δίκαιος. Τίνα οὖν ἂν ἔχοιμεν ἀπολογίαν, ἢ ποίαν συγγνώμην, οἱ ⟨…⟩τως ἀνθρώπινον πειρασμὸν οὐ φέροντες οἱ τοσαῦτα φιλοσοφοῦντες ἐν τῇ χάριτι, τοῦ πρὸ τῆς χάριτος καὶ τῆς Παλαιᾶς Διαθήκης οὕτω τὸν ἀφόρητον πόλεμον ἐκεῖνον ἐνεγκόντος γενναίως;
and this man built; and there was the same building, and the same trials; yet not the same end, since there was not the same foundation. For not the nature of the trials, but the folly of the builder caused the fall; else the house built upon the rock ought also to have fallen down, whereas in fact it suffered nothing of the sort. Yet do not suppose that these things were spoken concerning a house; for the discourse is concerning a soul that either displays through deeds its hearing of the divine words or thrusts it aside. Thus Job built up his own soul: the rain came down, for fire fell from heaven and devoured all the flocks; the rivers came, the thick, continuous, and successive messengers of calamities, one telling the destruction of the herds of goats, another that of the camels, another that of his children; the winds blew, the bitter words of his wife: Speak some word, she says, against the Lord, and die; and the house fell not, the soul was not tripped up, the righteous man did not blaspheme, nay, he even gave thanks, speaking thus: The Lord gave, the Lord hath taken away; as it seemed good to the Lord, so also hath it come to pass. Do you see that not the nature of the trials, but the negligence of the indolent is wont to cause the fall? since affliction renders the strong man even stronger. Who says these things? He who was nurtured in affliction, the blessed Paul, speaking thus: Affliction works endurance, and endurance probation, and probation hope. And just as the rushing blast of winds falling upon strong trees and tossing them from every side does not uproot them, but renders them firmer and stronger by these assaults; so too the onsets of trials and of afflictions do not trip up a holy soul living in godliness, but anoint it unto greater endurance, just as they also made the blessed Job brighter and more venerable. Now indeed a man is angry with us, a man of like passions and like soul, and we are afraid; whereas then it was a wicked and savage demon who was angry with him, and was not merely angry, but set every engine in motion and brought to bear every sorcery, and not even so did he overcome the courage of the righteous man. And this man indeed, being human, now is angry and now is reconciled, and yet we are dead with dread; whereas then the foe warring was the devil, who is never reconciled to the nature of men, but has taken up truceless war and unheralded battle against our race; and yet the righteous man laughed his darts to scorn. What defence, therefore, could we have, or what pardon, we who thus do not bear a human trial, we who philosophize so much under grace, when he before grace and the Old Testament bore that unbearable war so nobly?
Ταῦτα οὖν ἀεὶ διαλεγώμεθα, ἀγαπητοὶ, πρὸς ἀλλήλους, καὶ διὰ τούτων ἑαυτοὺς παρακαλῶμεν τῶν λόγων· Καὶ γὰρ ὑμεῖς μάρτυρες, καὶ τὸ συνειδὸς τὸ ὑμέτερον, ὅσον ἀπὸ τοῦ πειρασμοῦ τούτου τὸ κέρδος ἐσχήκαμεν· ὁ ἀκόλαστος σώφρων ἐγένετο νῦν, ὁ θρασὺς ἐπιεικέστερος, ὁ ῥάθυμος σπουδαῖος, οἱ μηδέποτε ἐκκλησίαν ἰδόντες, ἀλλ' ἐν θεάτροις προσεδρεύοντες, ἐν ἐκκλησίᾳ διημερεύουσι νῦν. Διὰ ταῦτα οὖν ἀλγεῖς, εἰπέ μοι, ὅτι σε σπουδαῖον τῷ φόβῳ ἐποίησεν ὁ Θεός; ὅτι σε τῇ θλίψει πρὸς αἴσθησιν τῆς σεαυτοῦ σωτηρίας ἤγαγεν; Ἀλλ' ὀδυνᾶταί
Let us therefore always converse of these things with one another, beloved, and exhort ourselves through these words; for both you and your own conscience are witnesses how great a gain we have obtained from this trial: the licentious man has now become temperate, the audacious man gentler, the indolent man earnest; those who had never seen a church, but sat constantly in theatres, now spend the whole day in church. Is it on account of these things, therefore, that you grieve, tell me: because God has made you earnest through fear? because through affliction He has led you to a sense of your own salvation? Nay, is
PG 49:63Read from the page
σου τὸ συνειδός; ἀλλὰ τιτρώσκεταί σου καθ' ἑκάστην ἡμέραν ἡ διάνοια θάνατον προσδοκῶσα, καὶ ἀπειλὴν μεγίστην; Ἀλλὰ καὶ ἐντεῦθεν ἡμῖν πολλὴ πρὸς ἀρετὴν ἐπίδοσις ἔσται, ἐπιτεινομένης ἡμῖν τῆς εὐλαβείας διὰ τῆς ἀγωνίας. Δυνατὸς μὲν γὰρ ὁ Θεὸς ἅπαντα λῦσαι σήμερον τὰ δεινά· ἀλλ' ἕως ἂν ἴδῃ καθαρθέντας ἡμᾶς, ἕως ἂν ἴδῃ γενομένην ἐπιστροφὴν, καὶ μετάνοιαν παγίαν καὶ ἄσειστον, οὐ καταλύει τὴν θλῖψιν. Καὶ γὰρ ὁ χρυσοχόος, ἕως ἂν ἴδῃ τὸ χρυσίον καλῶς ἐκκαθαρθὲν, οὐκ ἀνασπᾷ τοῦ χωνευτηρίου· οὕτω καὶ ὁ Θεὸς οὐ παράγει τοῦτο τὸ νέφος, ἕως ἂν ἡμᾶς σωφρονίσῃ καλῶς. Ὁ γὰρ συγχωρήσας τὸν πειρασμὸν, αὐτὸς οἶδε καὶ τὸν καιρὸν τῆς λύσεως τοῦ πειρασμοῦ. Οὕτω καὶ ὁ κιθαρῳδὸς οὔτε ἐπιτείνει τὴν νευρὰν, ἵνα μὴ διαρρήξῃ, οὔτε χαλᾷ πέρα τοῦ μέτρου, ἵνα μὴ λυμήνηται τὴν συμφωνίαν τῆς ἁρμονίας· οὕτω καὶ ὁ Θεὸς ποιεῖ, οὔτε ἐν ἀνέσει διηνεκεῖ, οὔτε ἐν θλίψει μακρᾷ τὴν ἡμετέραν καθίστησι ψυχὴν, κατὰ τὴν αὑτοῦ σύνεσιν ἀμφότερα ταῦτα ποιῶν. Οὐκ ἀφίησι μὲν γὰρ διηνεκοῦς ἀνέσεως ἀπολαύειν, ἵνα μὴ γενώμεθα ῥᾳθυμότεροι· οὐκ ἀφίησι δὲ ἐν θλίψει συνεχεῖ εἶναι πάλιν, ἵνα μὴ καταπέσωμεν μηδὲ ἀπαγορεύσωμεν.
your conscience pained? nay, is your mind wounded every day expecting death and the greatest menace? Yet from this too there will be for us a great advance towards virtue, as our godliness is intensified through the agony. For God is indeed able to undo all these terrible things today; yet until He sees us cleansed, until He sees conversion wrought, and repentance firm and unshaken, He does not put an end to the affliction. For the goldsmith also, until he sees the gold well purified, does not draw it up out of the smelting-furnace; so too God does not cause this cloud to pass away until He has chastened us well. For He Who permitted the trial knows Himself also the season for the dissolution of the trial. Even so the harper neither tightens the string too much, lest he snap it, nor slackens it beyond measure, lest he mar the concord of the harmony; so too God acts, placing our soul neither in perpetual ease nor in prolonged affliction, doing both of these things according to His own understanding. For He does not suffer us to enjoy perpetual ease, lest we become more indolent; nor again does He suffer us to be in continual affliction, lest we sink down and despair.
γʹ. Αὐτῷ τοίνυν παραχωρῶμεν τὸν καιρὸν τῆς ἀπαλλαγῆς τῶν δεινῶν, ἡμεῖς δὲ εὐχώμεθα μόνον, ἡμεῖς ἐν εὐλαβείᾳ ζήσωμεν. Ἡμῶν μὲν γὰρ ἔργον τὸ μεταβαλέσθαι πρὸς ἀρετὴν, τοῦ Θεοῦ δὲ ἔργον τὸ λῦσαι τὰ δεινά· καὶ γὰρ σοῦ τοῦ πειραζομένου μᾶλλον αὐτὸς βούλεται σβέσαι τὴν πυρὰν ταύτην, ἀλλ' ἀναμένει σου τὴν σωτηρίαν Ὥσπερ οὖν ἐξ ἀνέσεως ἐγένετο θλῖψις, οὕτω καὶ ἀπὸ θλίψεως ἄνεσιν χρὴ προσδοκᾷν. Οὐδὲ γὰρ ἀεὶ χειμὼν οὐδὲ ἀεὶ θέρος, οὐκ ἀεὶ κύματα οὐδὲ ἀεὶ γαλήνη, οὐκ ἀεὶ νὺξ οὐδὲ ἀεὶ ἡμέρα· οὕτως οὐδὲ ἀεὶ θλῖψις, ἀλλ' ἔσται καὶ ἄνεσις, μόνον ἐὰν ἐν τῇ θλίψει διαπαντὸς εὐχαριστῶμεν τῷ Θεῷ Καὶ γὰρ οἱ τρεῖς παῖδες εἰς κάμινον ἐνεβλήθησαν, καὶ οὐδὲ οὕτως ἐπελάθοντο τῆς εὐλαβείας, οὐδὲ ἐφόβησεν αὐτοὺς ἡ φλὸξ, ἀλλὰ τῶν ἐν θαλάμῳ καθημένων, καὶ μηδὲν πασχόντων δεινὸν, σπουδαιότερον τῷ πυρὶ κυκλούμενοι, τὰς ἱερὰς ἐκείνας ἀνέπεμπον εὐχάς. Διὰ τοῦτο τεῖχος αὐτοῖς ἐγένετο τὸ πῦρ, καὶ στολὴ ἡ φλὸξ, καὶ πηγὴ ἡ κάμινος, καὶ δεδεμένους λαβοῦσα λελυμένους ἀπέδωκεν· ἔλαβε θνητὰ σώματα, καὶ ὡς ἀθανάτων ἀπέσχετο· οὐκ ἔγνω τὴν φύσιν, ἀλλ' ᾐδέσθη τὴν εὐλάβειαν· ἔδησε τοὺς πόδας ὁ τύραννος, καὶ ἔδησαν οἱ πόδες τοῦ πυρὸς τὴν ἐνέργειαν. Ὢ παραδόξου πράγματος! τοὺς δεδεμένους ἔλυσεν ἡ φλὸξ, καὶ αὐτὴ λοιπὸν ὑπὸ τῶν δεδεμένων ἐδέδετο· μετέβαλε γὰρ τῶν πραγμάτων τὴν φύσιν τῶν νεανίσκων ἡ εὐλάβεια, μᾶλλον δὲ οὐ τὴν φύσιν μετέβαλεν, ἀλλ' ὃ πολλῷ θαυμαστότερον ἦν, μενούσης τῆς φύσεως τὴν ἐνέργειαν ἔστησεν. Οὐ γὰρ ἔσβεσε τὸ πῦρ, ἀλλὰ καιόμενον ἀργὸν ἐποίησε· καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, οὐκ ἐπὶ τῶν σωμάτων τοῦτο τῶν ἁγίων ἐγένετο μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἱματίων αὐτῶν, καὶ ἐπὶ τῶν ὑποδημάτων· καὶ καθάπερ ἐπὶ τῶν ἀποστόλων, τὰ ἱμάτια Παύλου νοσήματα καὶ δαίμονας ἤλαυνε, καὶ αἱ σκιαὶ Πέτρου θάνατον ἐφυγάδευον· οὕτω δὴ καὶ ἐνταῦθα τῶν παίδων τούτων τὰ ὑποδήματα τὴν τοῦ πυρὸς δύναμιν ἔσβεσεν. Οὐκ οἶδα πῶς εἴπω· τὸ γὰρ θαῦμα πᾶσαν ὑπερβαίνει λόγου διήγησιν. Καὶ γὰρ ἔσβεστο ἡ ἐνέργεια, καὶ οὐκ ἔσβεστο· ὅτε μὲν γὰρ τοῖς σώμασιν ὡμίλει τῶν ἁγίων ἐκείνων, ἔσβεστο· ὅτε δὲ τὰ δεσμὰ διαρρῆξαι ἔδει, οὐκ ἔσβεστο· τὰ γοῦν δεσμὰ διέρρηξε, καὶ τῶν ἀστραγάλων οὐχ ἥψατο.
3. Let us therefore yield to Him the season of deliverance from terrible things, and let us only pray, let us live in godliness. For our task is to turn ourselves towards virtue, whereas God's task is to undo the terrible things; for He Himself wishes even more than you who are tried to quench this pyre, yet He awaits your salvation. Just as affliction arose out of ease, therefore, so too out of affliction one must expect ease. For neither is it always winter nor always summer, not always billows nor always calm, not always night nor always day; even so it is not always affliction, but there will also be ease, if only in affliction we continually give thanks to God. For the three youths also were cast into a furnace, and not even so did they forget their godliness, nor did the flame frighten them, but more earnestly than men sitting in a bride-chamber and suffering nothing terrible, though encircled by the fire, they sent up those sacred prayers. Wherefore the fire became a wall unto them, and the flame a robe, and the furnace a fountain, and having received them bound, it gave them back loosed; it received mortal bodies, and held back from them as from immortals; it knew not their nature, but revered their godliness; the tyrant bound their feet, and their feet bound the operation of the fire. O paradoxical wonder! the flame loosed those who were bound, and was itself thenceforth bound by those who were bound; for the godliness of the youths changed the nature of things—or rather, it did not change their nature, but what was far more wonderful, while their nature remained, it stayed its operation. For it did not quench the fire, but rendered it idle while burning; and what is indeed wonderful and paradoxical, this came to pass not only in the case of the bodies of the saints, but also in the case of their garments and of their sandals; and just as in the case of the apostles, the garments of Paul drove away diseases and demons, and the shadows of Peter put death to flight, even so here too the sandals of these youths quenched the power of the fire. I know not how to speak of it; for the miracle surpasses all narration of speech. For its operation was quenched, and yet was not quenched: when it consorted with the bodies of those saints, it was quenched; whereas when it had to burst their bonds, it was not quenched; at all events it burst their bonds, and did not touch their ankles.