Migne Reading Room

PG 49 · cols. 22–27 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:22Read from the page
ὑδροποσίας τῆς ἀφάτου οὐκ ἐλάττονα, ἀλλὰ καὶ πολλῷ πλείονα καὶ χαλεπώτερα ἡ ἄμετρος οἰνοποσία τίκτει νοσήματα καὶ τῷ σώματι καὶ τῇ ψυχῇ, τὸν πόλεμον τῶν παθῶν, καὶ τὸν χειμῶνα τῶν ἀτόπων λογισμῶν ἐπεισάγουσα τῇ διανοίᾳ, καὶ τοῦ σώματος τὴν ἰσχὺν χαυνοτέραν καὶ πλαδαρωτέραν ἐργαζομένη. Οὐ γὰρ οὕτως ἡ τῆς γῆς φύσις ἐνοχληθεῖσα τῇ τῶν ὑδάτων πλεονεξίᾳ συνεχῶς διαλύεται, ὡς ἡ τοῦ σώματος δύναμις χαυνοῦται καὶ διαῤῥεῖ καὶ ἐξίτηλος γίνεται συνεχῶς οἰνοποσίαις ἐπαντλουμένη. Φεύγωμεν τοίνυν τὰς ἀμετρίας ἑκατέρωθεν, καὶ τῆς ὑγείας ἐπιμελώμεθα τοῦ σώματος, καὶ τὰ σκιρτήματα αὐτοῦ περικόπτωμεν. Οἶνος γὰρ ἐδόθη παρὰ Θεοῦ, οὐχ ἵνα μεθύωμεν, ἀλλ' ἵνα νήφωμεν, ἵνα εὐφραινώμεθα, οὐχ ἵνα ἀλγῶμεν. Οἶνος γὰρ εὐφραίνει, φησὶ, καρδίαν ἀνθρώπου· σὺ δὲ αὐτὸν ἀθυμίας ὑπόθεσιν ποιεῖς· καὶ γὰρ βαρύθυμοι οἱ μεθύοντες μεθ' ὑπερβολῆς, σκότου πολλοῦ κατασκεδαννυμένου τῶν λογισμῶν. Φάρμακόν ἐστιν ἄριστον, ὅταν τὴν συμμετρίαν ἔχῃ ἀρίστην. Τοῦτο καὶ πρὸς τοὺς αἱρετικοὺς ἡμῖν χρήσιμον τὸ χωρίον, τοὺς διαβάλλοντας τοῦ Θεοῦ τὴν κτίσιν· εἰ γὰρ ἦν τῶν κεκωλυμένων, οὐκ ἂν ἐπέτρεψεν ὁ Παῦλος, οὐκ ἂν εἶπεν οἴνῳ κεχρῆσθαι. Οὐ πρὸς αἱρετικοὺς δὲ μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἀφελεστέρους τῶν ἡμετέρων ἀδελφῶν, οἳ ἐπὰν ἴδωσί τινας ὑπὸ μέθης ἀσχημονοῦντας, ἀφέντες κακίζειν ἐκείνους, τὸν παρὰ τοῦ Θεοῦ δοθέντα καρπὸν διαβάλλουσι, λέγοντες, Μὴ ἔστω οἶνος. Λέγωμεν τοίνυν πρὸς αὐτοὺς, Μὴ ἔστω μέθη· οἶνος γὰρ ἔργον Θεοῦ, μέθη δὲ ἔργον διαβόλου· οὐχ ὁ οἶνος ποιεῖ τὴν μέθην, ἀλλ' ἡ ἀσωτία ποιεῖ τὴν μέθην· μὴ διάβαλλε τοῦ Θεοῦ τὸ δημιούργημα, ἀλλὰ κατηγόρει τῆς τοῦ συνδούλου μανίας. Σὺ δὲ ἀφεὶς τὸν ἁμαρτάνοντα κολάζειν καὶ διορθοῦσθαι, τὸν εὐεργετοῦντα ὑβρίζεις;
immeasurable water-drinking no fewer, nay far more and more grievous diseases does immoderate wine-drinking beget for both body and soul, introducing into the mind the war of passions and the tempest of perverse thoughts, and rendering the strength of the body slacker and more flaccid. For not so much is the nature of the earth, when harassed by an excess of waters, continually dissolved, as the power of the body grows slack and wastes away and perishes when continually drenched with bouts of wine-drinking. Let us flee, therefore, excesses on either side, and let us care for the health of the body while pruning away its wanton impulses. For wine was given by God, not that we should be drunken, but that we should be sober; that we should be gladdened, not that we should grieve. For wine gladdens, it says, the heart of man; whereas you make it an occasion of despondency; for those who get drunk to excess are heavy of heart, since thick darkness is poured abroad over their reasonings. It is the best medicine when it keeps the best moderation. This passage is useful to us against the heretics also, who slander the creation of God; for had it been among forbidden things, Paul would not have permitted it, nor would he have told him to use wine. Nor against heretics only, but also against the simpler among our brethren, who, whenever they see certain men behaving unseemly from drunkenness, instead of reproaching those men, slander the fruit given by God, saying, Let there be no wine. Let us say to them, therefore: Let there be no drunkenness; for wine is the work of God, whereas drunkenness is the work of the devil; it is not wine that produces drunkenness, but intemperance that produces drunkenness; do not slander the handiwork of God, but accuse the madness of your fellow-servant. Do you, neglecting to punish and correct the offender, insult the Benefactor?
εʹ. Ὅταν τοίνυν ἀκούσωμέν τινων ταῦτα λεγόντων, ἐπιστομίζωμεν αὐτούς· οὐ γὰρ ἡ χρῆσις, ἀλλ' ἡ ἀμετρία τὴν μέθην ποιεῖ, μέθην, τὴν κακῶν ῥίζαν ἁπάντων. Οἶνος ἐδόθη, ἵνα σώματος ἀσθένειαν διορθώσηται, οὐχ ἵνα ψυχῆς ἰσχὺν καταβάλῃ, ἵνα σαρκὸς ἀῤῥωστίαν ἀνέλῃ, οὐχ ἵνα ψυχῆς ὑγείαν λυμαίνηται. Μὴ τοίνυν ἀμέτρως κεχρημένος τῇ τοῦ Θεοῦ δωρεᾷ πάρεχε λαβὰς τοῖς ἀνοήτοις καὶ ἀναιδεστέροις τῶν ἀνθρώπων. Τί γὰρ ἐλεεινότερον μέθης; νεκρός ἐστιν ἔμψυχος ὁ μεθύων· δαίμων ἐστὶν αὐθαίρετος, νόσημα συγγνώμην οὐκ ἔχον, πτῶμα ἀπολογίας ἐστερημένον, κοινὴ τοῦ γένους ἡμῶν ἀσχημοσύνη. Οὐ γὰρ ἐν συνουσίαις μόνον ἄχρηστος ὁ μεθύων, οὐδ' ἐν ἰδιωτικοῖς καὶ δημοσίοις πράγμασιν, ἀλλὰ καὶ ἐν ψιλῇ θεωρίᾳ πάντων ἐστὶν ἀηδέστερος, δυσωδίας πνέων· ἐρυγαὶ καὶ χασμήσεις, καὶ αἱ φωναὶ τῶν μεθυόντων ἀτερπεῖς καὶ ἀηδεῖς, βδελυγμίας ἐσχάτης πληροῦσαι τοὺς ὁρῶντας καὶ συγγινομένους· καὶ τὸ κεφάλαιον τῶν κακῶν, ὅτι τὸν οὐρανὸν ἄβατον ποιεῖ τοῖς μεθύουσι τοῦτο τὸ νόσημα, καὶ τῶν αἰωνίων ἀγαθῶν οὐκ ἀφίησιν ἐπιτυχεῖν, ἀλλὰ μετὰ τῆς ἐνταῦθα ἀσχημοσύνης καὶ ἐκεῖ κόλασις ἀφόρητος τοὺς τὰ τοιαῦτα νοσοῦντας ἀναμένει. Περικόψωμεν τοίνυν τὴν πονηρὰν ταύτην συνήθειαν, καὶ ἀκούσωμεν Παύλου λέγοντος, Οἴνῳ ὀλίγῳ χρῶ· καὶ γὰρ αὐτὸν τὸν ὀλίγον διὰ τὴν ἀσθένειαν ἐπέτρεψεν· ὡς εἰ μὴ ἦν ἀσθένεια διενοχλοῦσα, οὐκ ἂν
5. Whenever, therefore, we hear certain people saying these things, let us stop their mouths; for it is not the use, but the excess, that produces drunkenness—drunkenness, the root of all evils. Wine was given that it might set right bodily weakness, not cast down the strength of the soul; that it might remove infirmity of the flesh, not mar the health of the soul. Do not, therefore, by using the gift of God immoderately, furnish pretexts to the foolish and more shameless of men. For what is more pitiable than drunkenness? The drunkard is a breathing corpse; he is a self-chosen demon, a disease without pardon, a fall bereft of defence, a common disgrace of our race. For not only in gatherings is the drunkard useless, nor in private and public affairs, but even at bare sight he is the most repulsive of all men, breathing forth a foul stench; belchings and yawnings, and the cries of the drunken are unpleasing and offensive, filling beholders and companions with utter loathing; and the crown of evils is that this disease renders heaven inaccessible to drunkards, and does not suffer them to attain eternal blessings, but along with disgrace here unbearable punishment awaits hereafter those who are sick with such vices. Let us cut off, therefore, this wicked habit, and let us listen to Paul when he says, Use a little wine; for even that little he permitted on account of weakness; since had weakness not been troubling him, he would not
PG 49:23Read from the page
ἠνάγκασε τὸν μαθητὴν οὐδὲ τὸν ὀλίγον προσίεσθαι. Καὶ γὰρ καὶ τὰ ἀναγκαίως ἡμῖν παραδοθέντα σῖτα καὶ ποτὰ τοῖς καιροῖς καὶ ταῖς χρείαις ἀεὶ μετρεῖν δεῖ, καὶ μηδαμοῦ τὴν χρείαν ὑπερβαίνειν, μηδὲ ἁπλῶς καὶ εἰκῆ τι ποιεῖν. Ἀλλ' ἐπειδὴ τὴν τοῦ Παύλου κηδεμονίαν καὶ τὴν ἀρετὴν ἐμάθομεν τὴν Τιμοθέου, φέρε λοιπὸν ἐπ' αὐτὴν τὴν λύσιν τῶν ζητημάτων τὸν λόγον ἀγάγωμεν. Τίνα οὖν εἰσι τὰ ζητούμενα; ἀναγκαῖον γὰρ πάλιν εἰπεῖν ἵνα σαφεστέρα ἡ λύσις γένηται· τίνος οὖν ἕνεκεν ἅγιον τοιοῦτον καὶ τοσαῦτα οἰκονομοῦντα πράγματα, εἰς ἀῤῥωστίαν συνεχώρησεν ὁ Θεὸς ἐμπεσεῖν, καὶ οὔτε αὐτὸς, οὔτε ὁ διδάσκαλος ἴσχυσε τὸ νόσημα διορθώσασθαι, ἀλλὰ τῆς κατὰ τὴν οἰνοποσίαν ἐδεήθησαν βοηθείας; Καὶ τὰ μὲν ζητούμενα ταῦτα ἦν. Δεῖ δὲ αὐτὴν ἐπαγαγεῖν τὴν λύσιν, ὡς μὴ μόνον εἴ τινες νόσῳ καὶ ἀῤῥωστίᾳ τοιαύτῃ περιπέσοιεν, ἀλλὰ καὶ εἴ τινες πενίᾳ, καὶ λιμῷ, καὶ δεσμοῖς, καὶ βασάνοις, καὶ ἐπηρείαις, καὶ συκοφαντίαις, καὶ πᾶσι τοῖς κατὰ τὸν παρόντα βίον δεινοῖς, ἅγιοι καὶ μεγάλοι καὶ θαυμαστοὶ, καὶ ἐπ' ἐκείνων ἀπὸ τῶν σήμερον ῥηθησομένων ἀκριβῆ καὶ σαφεστάτην δυνηθῆναι εὑρέσθαι τὴν ἀπολογίαν πρὸς τοὺς ἐγκαλεῖν βουλομένους. Καὶ γὰρ ἠκούσατε πολλῶν τοιαῦτα ζητούντων· Τί δήποτε ὁ δεῖνα μέτριος ὢν καὶ ἐπιεικὴς ἄνθρωπος ὑφ' ἑτέρου παρανόμου τινὸς καὶ πονηροῦ καθ' ἑκάστην ἡμέραν εἰς δικαστήριον ἕλκεται, καὶ μυρία πάσχει δεινὰ, καὶ ὁ Θεὸς συγχωρεῖ; τίνος οὖν ἕνεκεν ἕτερος συκοφαντηθεὶς ἀπέθανεν ἀδίκως; Ὁ δεῖνα κατεποντίσθη, φησὶν, ἄλλος κατεκρημνίσθη· καὶ πολλοὺς ἂν ἔχοιμεν ἁγίους εἰπεῖν, καὶ ἐφ' ἡμῶν καὶ ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων πολλὰς ὑπομείναντας θλίψεις διαφόρους καὶ ποικίλας. Ἵνα οὖν ἁπάντων τούτων τὸν λόγον ἴδωμεν, καὶ μήτε αὐτοὶ θορυβώμεθα, μήτε ἑτέρους σκανδαλιζομένους περιορῶμεν, μετ' ἀκριβείας ἁπάσης τοῖς λεχθήσεσθαι μέλλουσι νῦν προσέχωμεν.
have compelled his disciple to take even that little. For indeed even the food and drink necessarily granted to us we must always measure by seasons and needs, and nowhere exceed our need, nor do anything casually and at random. But since we have learned the solicitude of Paul and the virtue of Timothy, come now, let us lead our discourse to the very solution of the questions. What, then, are the points inquired into? For it is necessary to state them again, so that the solution may become clearer: for what reason, then, did God permit such a saint, administering so many affairs, to fall into infirmity, and neither he himself nor his teacher had strength to set right the ailment, but stood in need of the aid of wine-drinking? Such, then, were the points inquired into. And we must bring in the solution in such a way that not only if certain saints, great and admirable men, should fall into disease and such infirmity, but also if any should fall into poverty, and famine, and bonds, and tortures, and despiteful treatment, and false accusations, and all the terrors of the present life, in their case too an exact and most clear defence may be found from what will be spoken today against those who wish to find fault. For you have heard many raising such questions: Why ever is such a one, being a moderate and gentle man, dragged every day into court by some lawless and wicked man, and suffers countless terrors, and God permits it? Why, then, was another falsely accused and put to death unjustly? Such a one was drowned in the sea, says one; another was flung down a precipice; and we could mention many saints, both in our own time and in that of our forefathers, who endured many diverse and varied afflictions. So that we may see the reason of all these things, then, and neither be troubled ourselves nor overlook others when scandalized, let us now attend with all exactness to what is about to be spoken.
ςʹ. Τῆς γὰρ τῶν ἁγίων κακώσεως τῆς ποικίλης καὶ παντοδαπῆς ὀκτὼ τὸν ἀριθμὸν αἰτίας ἔχω πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπεῖν. Διὸ συντείνατέ μοι ἑαυτοὺς μετὰ ἀκριβείας ἅπαντες, εἰδότες ὡς οὐδεμία λοιπὸν ἔσται ἡμῖν συγγνώμη καὶ ἀπολογία σκανδαλιζομένοις ἐπὶ τοῖς συμβαίνουσιν, εἴ γε τοσούτων προφάσεων οὐσῶν, ὡς μηδεμιᾶς οὔσης οὕτω μέλλοιμεν θορυβεῖσθαι καὶ ταράττεσθαι. Πρώτη μὲν οὖν, διὰ τὸ μὴ ταχέως αἴρεσθαι εἰς ἀπόνοιαν τῷ μεγέθει τῶν κατορθωμάτων καὶ τῶν θαυμάτων, ἀφίησιν αὐτοὺς ὁ Θεὸς κακοῦσθαι. Δευτέρα, ἵνα μὴ μείζονα τῆς ἀνθρωπίνης φύσεως περὶ αὐτῶν ὑπόνοιαν ἔχωσιν ἕτεροι, καὶ θεοὺς, ἀλλ' οὐκ ἀνθρώπους νομίσωσιν αὐτοὺς εἶναι. Τρίτη, ἵνα ἡ τοῦ Θεοῦ φαίνηται δύναμις διὰ τῶν ἐξασθενούντων καὶ διὰ τῶν δεσμουμένων κρατοῦσα καὶ περιγινομένη, καὶ τὸ κήρυγμα αὔξουσα. Τετάρτη, ἵνα αὐτῶν ἐκείνων ἡ ὑπομονὴ φανερωτέρα γένηται, οὐκ ἐπὶ μισθῷ τῷ Θεῷ δουλευόντων, ἀλλὰ καὶ τοσαύτην ἐπιδεικνυμένων εὐγνωμοσύνην, ὡς καὶ μετὰ τοσαῦτα κακὰ τὴν ἀκεραίαν περὶ αὐτὸν ἐπιδείκνυσθαι εὔνοιαν. Πέμπτη, ἵνα περὶ ἀναστάσεως φιλοσοφῶμεν· ὅταν γὰρ ἴδῃς ἄνδρα δίκαιον καὶ πολλῆς γέμοντα ἀρετῆς μυρία παθόντα δεινὰ, καὶ οὕτως ἀπελθόντα ἐντεῦθεν, καὶ ἄκων ἀναγκασθήσῃ πάντως ἐννοῆσαί τι περὶ τῆς ἐκεῖ κρίσεως. Εἰ γὰρ ἄνθρωποι τοὺς ὑπὲρ αὐτῶν κάμνοντας οὐκ ἀφιᾶσι χωρὶς
6. Of the varied and manifold affliction of the saints, I have eight causes in number to state to your charity. Therefore braced in mind, attend to me with exactness, all of you, knowing that henceforth there will be no pardon or defence left for us if we are scandalized at what befalls, if when so many reasons exist we should be troubled and disturbed just as though there were none at all. First, then, because He would not have them quickly lifted up to arrogance by the magnitude of their righteous deeds and miracles, God suffers them to be afflicted. Second, lest others should entertain an opinion of them greater than human nature admits, and suppose them to be gods and not men. Third, that the power of God may be manifested prevailing and triumphing through those who are utterly weak and through those in bonds, and increasing the proclamation of the Gospel. Fourth, that the endurance of those men themselves may become more manifest, serving God not for hire, but displaying such gratitude as even after so many evils to show unimpaired devotion towards Him. Fifth, that we may meditate wisdom concerning the resurrection; for when you see a righteous man, teeming with great virtue, suffering countless terrors and departing hence in such a plight, even against your will you will certainly be compelled to form some thought concerning the judgement there. For if men do not suffer those who toil on their behalf to depart without
PG 49:24Read from the page
μισθῶν καὶ ἀμοιβῆς ἀπελθεῖν, πολλῷ μᾶλλον ὁ Θεὸς τοὺς τοσαῦτα πεπονηκότας οὐκ ἂν ἕλοιτό ποτε ἀστεφανώτους ἀφεῖναι· εἰ δὲ οὐκ ἂν ἕλοιτο τῆς τῶν πόνων αὐτῶν ἀμοιβῆς αὐτοὺς ἀποστερῆσαί ποτε, ἀνάγκη καιρὸν εἶναί τινα μετὰ τὴν ἐντεῦθεν τελευτὴν, καθ' ὃν ἀπολήψονται τὰς ἀμοιβὰς τῶν ἐντεῦθεν πόνων. Ἕκτη, ἵνα πάντες οἱ περιπίπτοντες τοῖς δεινοῖς ἱκανὴν ἔχωσι παράκλησιν καὶ παραμυθίαν, εἰς ἐκείνους ἀφορῶντες, καὶ τῶν συμβεβηκότων αὐτοῖς μεμνημένοι κακῶν. Ἑβδόμη, ἵνα ὅταν παρακαλῶμεν ὑμᾶς πρὸς τὴν ἐκείνων ἀρετὴν, καὶ πρὸς ἕκαστον ὑμῶν λέγωμεν, ὅτι μίμησαι Παῦλον, καὶ ζήλωσον Πέτρον, μὴ νομίζοντες διὰ τὴν τῶν κατορθωμάτων ὑπερβολὴν ἑτέρας αὐτοὺς μετεσχηκέναι φύσεως, ἀποκνήσητε πρὸς τὴν μίμησιν. Ὀγδόη, ἵνα ὅταν δέῃ μακαρίζειν καὶ ταλανίζειν, μάθωμεν τίνας μὲν χρὴ μακαρίους ἡγεῖσθαι, τίνας δὲ ἀθλίους καὶ ταλαιπώρους. Καὶ αἱ μὲν αἰτίαι αὗται· δεῖ δὲ αὐτὰς ἀπὸ τῶν Γραφῶν πιστώσασθαι πάσας, καὶ δεῖξαι μετὰ ἀκριβείας, ὡς οὐκ ἀνθρωπίνων λογισμῶν ἐπίνοια, ἀλλὰ τῶν Γραφῶν ἐστιν ἀπόφασις τὰ εἰρημένα ἅπαντα. Οὕτω γὰρ καὶ ὁ λόγος ἡμῖν ἀξιοπιστότερος ἔσται, καὶ μᾶλλον ἐγκαθεδεῖται ταῖς ὑμετέραις ψυχαῖς. Ὅτι μὲν οὖν εἰς τὸ μετριάζειν καὶ ταπεινοφρονεῖν, καὶ τὸ μὴ φυσᾶσθαι ἐκ τῶν σημείων καὶ τῶν κατορθωμάτων, συμβάλλεται τοῖς ἁγίοις ἡ κάκωσις, καὶ διὰ τοῦτο συνεχώρησεν αὐτὴν ὁ Θεὸς γενέσθαι, καὶ τοῦ προφήτου Δαυῒδ, καὶ τοῦ Παύλου τὰ αὐτὰ λεγόντων ἀκούσωμεν. Ἐκεῖνος μὲν γάρ φησιν· Ἀγαθόν μοι, Κύριε, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου· οὗτος δὲ εἰπὼν, ὅτι Ἡρπάγην εἰς τρίτον οὐρανὸν, καὶ εἰς τὸν παράδεισον ἀπηνέχθην, ἐπήγαγε λέγων, Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος σατᾶν ἵνα με κολαφίζῃ. Τί τούτου σαφέστερον; Ἵνα μὴ ὑπεραίρωμαι, φησὶ, διὰ τοῦτο συνεχώρησεν ὁ Θεὸς τοὺς ἀγγέλους τοῦ σατανᾶ κολαφίζειν με· ἀγγέλους δὲ τοῦ σατανᾶ οὐχὶ δαίμονας λέγει τινὰς, ἀλλὰ ἀνθρώπους τοὺς ὑπηρετουμένους τῷ διαβόλῳ, τοὺς ἀπίστους, τοὺς τυράννους, τοὺς Ἕλληνας, οἳ συνεχῶς αὐτὸν ἔθλιβον, καὶ συνεχῶς ἤλαυνον· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἠδύνατο, φησὶν, ὁ Θεὸς καταστεῖλαι τοὺς διωγμοὺς, καὶ τὰς θλίψεις τὰς ἐπαλλήλους· ἀλλ' ἐπειδὴ ἡρπάγην εἰς τρίτον οὐρανὸν καὶ ἀπηνέχθην εἰς τὸν παράδεισον, ἵνα μὴ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων τούτων ἐπαρθῶ καὶ μέγα φρονήσω, συνεχώρησε τοὺς διωγμοὺς τούτους, καὶ τοὺς ἀγγέλους τοῦ σατανᾶ ἀφῆκε κολαφίζειν με διὰ τῶν διωγμῶν καὶ τῶν θλίψεων, ἵνα μὴ ὑπεραίρωμαι. Εἰ γὰρ καὶ ἅγιοι καὶ θαυμαστοὶ οἱ περὶ Παῦλον καὶ Πέτρον, καὶ πάντες ὅσοι τοιοῦτοι, ὥσπερ οὖν καὶ εἰσὶν, ἀλλ' ἄνθρωποί εἰσι, καὶ δέονται πολλῆς γε τῆς ἀσφαλείας, εἰς τὸ μὴ ῥᾳδίως ἐπαίρεσθαι· καὶ μάλιστα πάντων οἱ ἅγιοι. Οὐδὲν γὰρ οὕτως εἰς ἀπόνοιαν αἴρειν εἴωθεν, ὡς συνειδὸς γέμον κατορθωμάτων, καὶ ψυχὴ μετὰ παῤῥησίας ζῶσα. Ἵνα οὖν μηδὲν τοιοῦτον πάσχωσιν ἐκεῖνοι, τοὺς πειρασμοὺς καὶ τὰς θλίψεις συνεχώρησεν εἶναι, δυναμένας αὐτοὺς καταστέλλειν καὶ πείθειν μετριάζειν ἐν ἅπασιν.
wages and recompense, much more would God never choose to leave uncrowned those who have laboured so greatly; and if He would never choose to deprive them of the recompense of their labours, there must of necessity be a certain time after the end of life here, in which they will receive the rewards of their labours here. Sixth, that all who fall into calamities may have sufficient consolation and solace by looking towards those men and remembering the sufferings that befell them. Seventh, lest when we exhort you to their virtue, and say to each of you, Imitate Paul, and emulate Peter, you should suppose because of the surpassing greatness of their righteous deeds that they shared in a different nature, and so shrink back from imitating them. Eighth, that when we have to call men blessed or wretched, we may learn whom we ought to deem blessed, and whom miserable and pitiable. Such, then, are the causes; but we must confirm them all from the Scriptures, and show with exactness that all that has been said is no invention of human reasonings, but the verdict of the Scriptures. For thus our discourse will be both more worthy of credit to you, and will sink deeper into your souls. That affliction, then, contributes for the saints to moderation and lowliness of mind, and to their not being puffed up by signs and righteous deeds, and that on this account God permitted it to take place, let us hear both the prophet David and Paul speaking the very same things. For the former says: It is good for me, O Lord, that Thou hast humbled me, that I may learn Thy statutes; while the latter, after saying, I was caught up to the third heaven, and carried away into paradise, added these words: And lest I should be exalted by the excess of the revelations, there was given to me a thorn in the flesh, a messenger of Satan to buffet me. What could be clearer than this? Lest I should be exalted, he says, on this account God permitted the messengers of Satan to buffet me; and by messengers of Satan he means not demons of some sort, but men who minister to the devil—the unbelievers, the tyrants, the pagans, who continually afflicted him and continually harried him; and what he means is of this sort: God was able, he says, to check the persecutions and the successive tribulations; but since I was caught up to the third heaven and carried away into paradise, lest I should be lifted up and think highly of myself at the excess of these revelations, He permitted these persecutions, and suffered the messengers of Satan to buffet me through persecutions and tribulations, lest I should be exalted. For even if men like Paul and Peter, and all such men, are holy and marvellous—as indeed they are—yet they are human beings, and stand in need of great safeguarding lest they be easily lifted up; and above all others, the saints. For nothing is so wont to lift a man up to arrogance as a conscience teeming with righteous deeds, and a soul living in bold confidence. Lest they should suffer anything of the sort, therefore, He permitted trials and tribulations to exist, which are able to keep them in check and persuade them to practise moderation in all things.
ζʹ. Ὅτι δὲ καὶ εἰς τὸ δειχθῆναι τοῦ Θεοῦ τὴν ἰσχὺν τὰ μεγάλα τοῦτο αὐτὸ συντελεῖ, καὶ τοῦτο ἄκουσον παρὰ τοῦ αὐτοῦ ἀποστόλου, τοῦτο πρότερον εἰρηκότος. Ἵνα γὰρ μὴ λέγῃς, ὅ τι οἱ ἄπιστοι νομίζουσι, τὸν Θεὸν τὸν ταυτα συγχωροῦντα ἀσθενῆ τινα εἶναι, καὶ μὴ δυναμενον ἐξαρπάσαι τῶν κινδύνων τοὺς ἑαυτοῦ, συγχωρεῖν αὐτοὺς κακοῦσθαι συνεχῶς. Καὶ τοῦτο σκόπει, πῶς διὰ τούτων
7. And that this very thing also contributes greatly towards manifesting the strength of God, hear this too from the same apostle, who spoke what preceded. For lest you should say what the unbelievers suppose—that the God Who permits these things is somehow weak, and because He is unable to snatch His own out of dangers permits them to be continually afflicted—consider this too, how through these very things
Notes, col. 24

On the reading

Printed ταυτα, for ταῦτα.

Printed δυναμενον, for δυνάμενον.

PG 49:25Read from the page
ἀπέδειξεν ὁ Παῦλος, δεικνὺς, ὅτι οὐ μόνον ἀσθένειαν αὐτοῦ οὐ κατηγορεῖ τὰ γινόμενα, ἀλλὰ καὶ μειζόνως αὐτοῦ τὴν δύναμιν ἐπιδείκνυται πᾶσιν· εἰπὼν γὰρ, ὅτι Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ· καὶ τοὺς ἐπαλλήλους πειρασμοὺς διὰ τούτου δηλώσας, ἐπήγαγεν· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ' ἐμοῦ· καὶ εἶπέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Τότε μου δείκνυται ἡ δύναμις, φησὶν, ὅταν ὑμεῖς ἐν ἀσθενείᾳ ἦτε· καὶ δι' ὑμῶν τῶν δοκούντων ἀσθενεῖν ὁ τοῦ κηρύγματος αὔξεται λόγος, καὶ πανταχοῦ κατασπείρεται. Οτε γοῦν εἰς τὸ δεσμωτήριον μυρίας λαβὼν πληγὰς εἰσηνέχθη, τὸν δεσμοφύλακα ἔδησεν· ἐν τῷ ξύλῳ ἦσαν οἱ πόδες, ἐν τῇ ἁλύσει αἱ χεῖρες, καὶ τὸ δεσμωτήριον ἐσείετο κατὰ μέσην τὴν νύκτα, ὑμνούντων αὐτῶν.
was this demonstrated by Paul, showing that what takes place not only brings no charge of weakness against Him, but displays His power all the more greatly to all; for having said, There was given to me a thorn in the flesh, a messenger of Satan to buffet me, and having indicated his successive trials thereby, he added: Concerning this I three times besought the Lord, that it might depart from me; and He said to me: My grace is sufficient for you; for My power is made perfect in weakness. Then is My power shown, He says, when you are in weakness; and through you who seem to be weak the word of the proclamation grows and is sown everywhere. When, at all events, after receiving countless stripes he was brought into the prison, he bound the jailer: his feet were in the stocks, his hands in the chain, and the prison was shaken at midnight while they were singing hymns.
Ὁρᾷς πῶς ἡ δύναμις αὐτοῦ ἐν ἀσθενείᾳ ἐτελειοῦτο; Εἰ ἦν λελυμένος ὁ Παῦλος, καὶ ἔσεισεν ἐκεῖνο τὸ οἴκημα, οὐκ ἦν οὕτω θαυμαστὸν τὸ γινόμενον. Διὰ τοῦτο, φησὶ, μένε δεδεμένος, καὶ σαλευέσθωσαν οἱ τοῖχοι πάντοθεν, καὶ λυέσθωσαν οἱ δεσμῶται, ἵνα μειζόνως ἡ δύναμίς μου φαίνηται διὰ σοῦ τοῦ κατεχομένου καὶ συμπεποδισμένου, τῶν δεδεμένων λυομένων ἁπάντων. Τοῦτο οὖν αὐτὸ καὶ τὸν δεσμοφύλακα ἐξέπληξε τότε, ὅτι μετὰ τοσαύτης κατεχόμενος ἀνάγκης, δι' εὐχῆς μόνης ἴσχυσε μὲν τινάξαι τὰ θεμέλια, ἀναπετάσαι δὲ τὰς θύρας τοῦ δεσμωτηρίου, καὶ λῦσαι τοὺς δεδεμένους ἅπαντας. Οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ Πέτρου, καὶ ἐπ' αὐτοῦ τοῦ Παύλου, καὶ ἐπὶ τῶν ἄλλων δὲ ἀποστόλων ἴδοι τις ἂν συμβαῖνον τοῦτο συνεχῶς, καὶ τοῖς διωγμοῖς τὴν χάριν τοῦ Θεοῦ ἀεὶ ἐπανθοῦσαν, καὶ ταῖς θλίψεσι παραφαινομένην, καὶ οὕτω τὴν δύναμιν αὐτοῦ κηρύττουσαν. Διόπερ ἔλεγεν, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ὅτι δὲ καὶ μείζονα τῆς ἀνθρωπίνης φύσεως πολλοὶ πολλάκις ἔμελλον ὑποπτεύειν περὶ αὐτῶν, εἰ μὴ τοσαῦτα πάσχοντας ἑώρων, ἄκουσον πῶς αὐτὸ δέδοικεν ὁ Παῦλος. Ἐὰν γὰρ καὶ θελήσω, φησὶ, καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· φείδομαι δὲ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει τι ἐξ ἐμοῦ. Τί δέ ἐστιν ὃ λέγει; Ἠδυνάμην, φησὶ, πολλῷ μείζονα θαύματα εἰπεῖν, ἀλλ' οὐ βούλομαι, μήποτε τὸ μέγεθος τῶν σημείων μείζονα περὶ ἐμοῦ τοῖς ἀνθρώποις ὑπόνοιαν παραστήσῃ. Διὰ τοῦτο καὶ οἱ περὶ τὸν Πέτρον, ἐπειδὴ τὸν χωλὸν ὤρθωσαν, καὶ πάντες ἦσαν κεχηνότες πρὸς αὐτοὺς, καταστέλλοντες αὐτοὺς, καὶ πείθοντες ὡς οὐδὲν παρ' ἑαυτῶν, οὐδὲ οἴκοθεν ἐπεδείξαντο, λέγουσι· Τί ἡμῖν ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Καὶ πάλιν ἐν Λύστροις οὐ μόνον ἦσαν ἐκπεπληγμένοι, ἀλλὰ καὶ ταύρους στεφανώσαντες ἤνεγκαν, καὶ θῦσαι ἐπεχείρουν τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ. Ὅρα διαβόλου κακουργίαν· δι' ὧν ὁ Κύριος ἐσπούδαζε τὴν ἀσέβειαν ἐκκαθάραι τῆς οἰκουμένης, διὰ τούτων αὐτὴν ἐκεῖνος εἰσαγαγεῖν ἐσπούδαζε, πάλιν πείθων ἀνθρώπους θεοὺς νομίζειν, ὃ καὶ ἐν τοῖς ἔμπροσθεν χρόνοις ἐποίησε. Καὶ τοῦτο μάλιστά ἐστιν, ὃ τῆς εἰδωλολατρείας τὴν ἀρχὴν καὶ τὴν ῥίζαν εἰσήγαγε. Πολλοὶ γὰρ καὶ πολέμους κατορθώσαντες, καὶ τρόπαια στήσαντες, καὶ πόλεις οἰκοδομήσαντες, καὶ ἕτερά τινα τοιαῦτα τοῖς τότε εὐεργετήσαντες, θεοὶ παρὰ τοῖς πολλοῖς ἐνομίσθησαν, καὶ ναοῖς ἐτιμήθησαν καὶ βωμοῖς, καὶ πᾶς ὁ τῶν Ἑλληνικῶν θεῶν κατάλογος ἀπὸ τούτων σύγκειται τῶν ἀνθρώπων.
Do you see how His power was made perfect in weakness? Had Paul been unbound when he shook that building, the event would not have been so marvellous. Therefore, He says, remain bound, and let the walls rock on every side, and let the prisoners be loosed, so that My power may shine forth all the more greatly through you who are held fast and fettered, while all who are bound are set free. This very thing, then, struck the jailer too with amazement at that time: that while held fast under such great constraint, through prayer alone he had strength to shake the foundations, fling wide the doors of the prison, and loose all who were bound. Nor here alone, but also in the case of Peter, and of Paul himself, and of the other apostles as well, one may see this happening continually, and the grace of God ever blossoming amid persecutions, and shining forth beside tribulations, and thus proclaiming His power. Wherefore He said, My grace is sufficient for you; for My power is made perfect in weakness. And that many would often have suspected something greater than human nature concerning them had they not seen them suffering such great afflictions, hear how Paul fears this very thing. For even if I should wish to boast, he says, I shall not be a fool; yet I refrain, lest anyone should credit to me above what he sees in me or hears from me. And what is it that he means? I was able, he says, to recount far greater miracles, but I am unwilling, lest perchance the magnitude of the signs suggest to men too lofty a notion concerning me. On this account Peter and his companion also, when they had set the lame man upright and all the people were gaping at them, restrained them and, persuading them that they had displayed nothing from themselves or from their own resources, said: Why do you gaze at us, as though by our own power or piety we had made him walk? And again at Lystra the crowds were not only struck with amazement, but even crowned bulls with garlands and brought them, and attempted to offer sacrifice to Paul and Barnabas. See the malice of the devil: by the very men through whom the Lord strove to purge impiety out of the world, through those same men that enemy strove to bring it in, persuading men once again to deem mortals gods—the very thing he did in former times as well. And this above all is what brought in the origin and root of idolatry. For many who had waged wars successfully, and set up trophies, and built cities, and conferred certain other such benefits upon the men of those days, were regarded as gods among the multitude, and were honoured with temples and altars; and the whole roll of the pagan gods is composed of these men.
Ἵνα οὖν μὴ καὶ ἐπὶ τῶν ἁγίων τοῦτο γένηται, συνεχώρησεν αὐτοὺς ἐλαύνεσθαι συνεχῶς, μαστίζεσθαι, ἀῤῥω-
Lest this should happen in the case of the saints as well, therefore, He permitted them to be harried continually, to be scourged, to fall into infir-
Notes, col. 25

On the reading

Printed Οτε, for Ὅτε.

PG 49:26Read from the page
στίαις περιπίπτειν, ἵνα ἡ τῆς σωματικῆς ἀῤῥωστίας ὑπερβολὴ καὶ τῶν πειρασμῶν τὸ πλῆθος πείσῃ τοὺς παρόντας τότε, ὅτι καὶ ἄνθρωποι ἦσαν οἱ τὰ τοιαῦτα θαυματουργοῦντες, καὶ οὐδὲν παρ' ἑαυτῶν εἰσέφερον, ἀλλὰ γυμνὴ ἡ χάρις δι' ἐκείνων πάντα εἰργάζετο. Εἰ γὰρ τοὺς μικρὰ καὶ εὐτελῆ πεποιηκότας θεοὺς ἐνόμισαν, πολλῷ μᾶλλον, εἰ μηδὲν ἔπασχον ἀνθρώπινον, τούτους ὑπώπτευσαν ἄν, τοιαῦτα ἐργασαμένους, οἷα οὐδεὶς οὐδέποτε οὐκ εἶδεν, οὐδὲ ἤκουσεν. Ὅπου γὰρ μαστιζομένων αὐτῶν, κρημνιζομένων, δεσμουμένων, ἐλαυνομένων, καθ' ἑκάστην κινδυνευόντων ἡμέραν, ὅμως κατέπεσόν τινες εἰς τὴν ἀσεβῆ ταύτην ὑπόνοιαν, πολλῷ μᾶλλον, εἰ μηδὲν ἔπασχον ἀνθρώπινον, τοῦτο ἂν ὑπωπτεύθησαν.
fall into bodily infirmities, so that the excess of bodily sickness and the multitude of trials might persuade those present at that time that the men working such wonders were also human beings, and contributed nothing from themselves, but pure grace wrought all things through them. For if they supposed those who had done small and paltry things to be gods, much more, had these suffered nothing human, would they have suspected this of men who had wrought such deeds as no one had ever seen or heard. For where, even while they were being scourged, cast down precipices, bound in chains, driven out, and endangered every day, certain people nevertheless fell into this impious suspicion, much more, had they suffered nothing human, would they have been suspected of this.
ηʹ. Τρίτη μὲν οὖν ἐστιν αὕτη ἡ τῆς κακώσεως αἰτία· τετάρτη δὲ, τὸ μὴ νομίζεσθαι τοὺς ἁγίους ἐπ' ἐλπίδι τῆς παρούσης εὐπραγίας τὸν Θεὸν θεραπεύειν. Καὶ γὰρ πολλοὶ τῶν ἐν ἀσελγείᾳ ζώντων παρὰ πολλῶν ἐγκαλούμενοι πολλάκις, καὶ πρὸς τοὺς τῆς ἀρετῆς καλούμενοι πόνους, καὶ τῶν ἁγίων ἐγκωμιαζομένων ἀκούοντες ἐπὶ τῇ τῶν δεινῶν εὐψυχίᾳ, ἀπὸ τούτων διαβάλλειν αὐτοὺς ἐπιχειροῦσι· καὶ οὐκ ἄνθρωποι μόνον, ἀλλὰ καὶ αὐτὸς ὁ διάβολος αὐτὸ τοῦτο ὑπώπτευσεν. Ἐπειδὴ γὰρ ὁ Ἰὼβ πολὺν περιεβέβλητο πλοῦτον, καὶ πολλῆς ἀπήλαυεν εὐπορίας, ὀνειδιζόμενος ὑπὸ τοῦ Θεοῦ δι' αὐτὸν ὁ πονηρὸς δαίμων ἐκεῖνος, οὐδὲν ἔχων εἰπεῖν, οὐδὲ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπολογήσασθαι ἐγκλημάτων, οὐδὲ ταῖς ἀρεταῖς ἐπισκῆψαι τοῦ δικαίου, πρὸς ταύτην εὐθέως καταφεύγει τὴν ἀπολογίαν, οὕτω λέγων· Μὴ δωρεὰν Ἰὼβ σέβεταί σε; περιέφραξας τὰ ἔσω αὐτοῦ καὶ τὰ ἔξω. Ἐπὶ μισθῷ, φησὶν, ἐστὶν ἐκεῖνος ἐνάρετος, τοσαύτης εὐπορίας ἀπολαύων. Τί οὖν ὁ Θεός; Βουλόμενος δεῖξαι, ὅτι οὐκ ἐπὶ μισθῷ θεραπεύουσιν αὐτὸν οἱ ἅγιοι, περιεῖλεν αὐτοῦ τὴν εὐπορίαν ἅπασαν, καὶ πενίᾳ παρέδωκε, καὶ νοσήματι χαλεπῷ περιπεσεῖν συνεχώρησεν. Εἶτα ἐλέγχων αὐτὸν ὡς εἰκῆ ταῦτα ὑποπτεύσαντα, φησὶν, ὅτι Ἔτι ἔχεται ἀκακίας· σὺ δὲ εἶπας διακενῆς τὰ ὑπάρχοντα αὐτοῦ ἀπολέσαι. Τοῖς γὰρ ἁγίοις ἀρκεῖ τοῦτο εἰς ἀμοιβὴν καὶ ἀντίδοσιν, τὸ θεραπεύειν τὸν Θεόν· ἐπεὶ καὶ τῷ φιλοῦντι τοῦτο ἀρκεῖ εἰς ἀμοιβὴν τὸ φιλεῖν τὸν ἐρώμενον τὸν ἑαυτοῦ, καὶ πλέον οὐδὲν ἐπιζητεῖ, οὐδὲ ἡγεῖταί τι μεῖζον εἶναι τούτου. Εἰ δὲ ἐπ' ἀνθρώπου τοῦτο, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ· ὅπερ οὖν καὶ ὁ Θεὸς δεῖξαι βουλόμενος, πλέον ὧν ᾔτησεν ὁ διάβολος ἔδωκεν. Ἐκεῖνος μὲν γάρ φησιν· Ἐξαπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι αὐτοῦ· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ, Σοὶ αὐτὸν παραδίδωμι, φησίν. Καθάπερ γὰρ ἐπὶ τῶν ἔξωθεν ἀγώνων οἱ σφριγῶντες τὰ σώματα καὶ εὐεκτοῦντες τῶν ἀθλητῶν οὐχ οὕτω φαίνονται, ἐπειδὰν τὸ διάβροχον ἐλαίῳ πάντοθεν ἱμάτιον ὦσι περιβεβλημένοι, ἀλλ' ὅταν αὐτὸ ῥίψαντες γυμνοὶ πρὸς τὰ σκάμματα ἕλκωνται, τότε μάλιστα τοὺς θεατὰς τῇ τῶν μελῶν ἀναλογίᾳ πάντοθεν ἐκπλήττουσιν, οὐδενὸς αὐτὴν ἐπισκιάσαι δυναμένου λοιπόν· οὕτω καὶ ὁ Ἰὼβ, ἡνίκα μὲν ἦν τὸν πλοῦτον ἅπαντα περιβεβλημένος ἐκεῖνον, οὐκ ἦν κατάδηλος τοῖς πολλοῖς ὅστις ἦν· ἐπειδὴ δὲ αὐτὸν, καθάπερ ἱμάτιον ἀποδυσάμενος ὁ ἀθλητὴς, ἔῤῥιψε, καὶ πρὸς τοὺς τῆς εὐσεβείας ἀγῶνας γυμνὸς εἰσῆλθεν, οὕτω γυμνωθεὶς τοὺς θεατὰς ἐξέπληξεν ἅπαντας, ὡς καὶ αὐτὸ τὸ τῶν ἀγγέλων θέατρον ἐπὶ τῇ τῆς ψυχῆς αὐτοῦ καρτερίᾳ μέγα ἀνακεκραγέναι, καὶ κροτῆσαι τὸν
8. This, then, is the third cause of affliction; and the fourth is so that the saints might not be supposed to serve God in hope of present prosperity. For indeed many of those who live in licentiousness, when reproached oftentimes by many and summoned to the labours of virtue, and hearing the saints praised for their stoutness of heart in terrible trials, attempt from these things to slander them; and not human beings only, but the devil himself suspected this very thing. For since Job was clothed with great wealth and enjoyed abundant prosperity, that wicked demon, when reproached by God on his account, having nothing to say, nor wherewith to defend himself concerning the charges against him, nor wherewith to impeach the virtues of the righteous man, straightway flees to this plea, speaking thus: Does Job worship Thee for nought? Thou hast hedged round his inward things and his outward things. It is for hire, says he, that yonder man is virtuous, enjoying such great prosperity. What then did God do? Wishing to show that it is not for hire that the saints serve Him, He stripped away all his prosperity, and gave him over to poverty, and permitted him to fall into a grievous disease. Then, convicting him of having suspected these things in vain, He says: He still holds fast to innocence; yet you told Me to destroy his substance to no purpose. For to the saints this suffices for recompense and requital, to serve God; since for one who loves, too, this suffices for recompense, to love his own beloved, and he seeks nothing more, nor deems anything to be greater than this. And if this is so in the case of a human being, much more in the case of God; which very thing God, wishing to demonstrate, gave more than what the devil asked. For the one says: Stretch forth Thy hand, and touch him; whereas God says not thus, but: Behold, I deliver him up to you, says He. For just as in the outward contests those athletes who are vigorous in body and in fine condition do not appear so when they are wrapped in their cloak drenched on every side with oil, but when, having flung it off, they are drawn naked to the wrestling-pit, then most of all do they astonish the spectators on every side by the symmetry of their limbs, since nothing is able to overshadow it any longer; so too Job, while he was clothed with all that wealth, was not manifest to the many as to who he was; but once he flung it off, like an athlete stripping off his cloak, and entered naked into the contests of piety, having thus been stripped naked he astonished all the spectators, so that even the very theatre of the angels cried out aloud at the endurance of his soul, and applauded that
PG 49:27Read from the page
στεφανίτην ἐκεῖνον. Ὥσπερ γὰρ ἔφθην εἰπὼν, οὐχ οὕτως ἐφαίνετο τοῖς ἀνθρώποις πάντα τὸν πλοῦτον περιβεβλημένος ἐκεῖνον, ὡς ὅτε καθάπερ ἱμάτιον ῥίψας αὐτὸν, γυμνὸς ἐδείχθη, ὥσπερ ἐν θεάτρῳ, μέσῃ τῇ οἰκουμένῃ, καὶ πάντες αὐτοῦ τὴν εὐεξίαν τῆς ψυχῆς ἐξεπλάγησαν· οὐκ ἀπὸ τῆς γυμνώσεως δὲ μόνον ἐδείκνυτο, ἀλλὰ καὶ ἀπὸ τῆς πάλης καὶ τῆς κατὰ τὴν ἀῤῥωστίαν ὑπομονῆς.
crown-winner. For just as I said before, he did not appear so to men while clothed with all that wealth, as when, having flung it off like a cloak, he was shown naked, as though in a theatre, in the midst of the inhabited world, and all were struck with amazement at the vigour of his soul; and it was shown not from his stripping alone, but also from his wrestling and his endurance in sickness.
Ὥσπερ γὰρ ἔφθην εἰπὼν, οὐκ αὐτὸς αὐτὸν ἐπάταξεν ὁ Θεὸς, ἵνα μὴ πάλιν ὁ διάβολος λέγῃ, ὅτι ἐφείσω, καὶ οὐχ ὅσην ἔδει, τοσοῦτον ἐπήγαγες πειρασμόν· ἀλλ' αὐτῷ παρέδωκε τῷ διαβόλῳ καὶ τὴν τῶν θρεμμάτων ἀπώλειαν, καὶ τὴν τῆς σαρκὸς ἐξουσίαν. Θαρῥῶ τῷ ἀθλητῇ, φησί· διὰ τοῦτο οὐ κωλύω προσαγαγεῖν αὐτῷ ὅσα ἂν θέλῃς παλαίσματα. Ἀλλὰ καθάπερ οἱ δόκιμοι τῶν παλαιστῶν καὶ τῇ τέχνῃ καὶ τῇ ῥώμῃ τοῦ σώματος θαρῥεῖν ἔχοντες, οὐκ ὀρθοὶ συμπλέκονται τοῖς ἀνταγωνισταῖς πολλάκις, οὐδὲ ἐξ ἴσης, ἀλλὰ μέσους ἑαυτοὺς παρέχουσι κατασχεῖν ἐκείνοις, ὥστε λαμπροτέραν ποιήσασθαι τὴν νίκην· οὕτω καὶ ὁ Θεὸς μέσον ἔδωκε τῷ διαβόλῳ κατασχεῖν τὸν ἅγιον, ἵνα ὅταν αὐτοῦ μετὰ τὴν τοσαύτην τῆς συμβολῆς πλεονεξίαν κρατήσῃ, καὶ ἐπὶ τῆς γῆς ἐκτείνῃ, λαμπρότερος ὁ στέφανος γένηται. Χρυσίον ἐστὶ δόκιμον· ὡς βούλει δοκίμασον, ὡς βούλει βασάνισον, οὐχ εὑρήσεις ἐν αὐτῷ κηλῖδα. Οὐ τὴν ἑτέρων δὲ ἡμῖν ἀνδρείαν δείκνυσι μόνον, ἀλλὰ καὶ ἑτέραν παραμυθίαν κομίζει πολλήν. Τί γάρ φησιν ὁ Χριστός; Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς ἄνθρωποι, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐποίουν καὶ τοῖς προφήταις οἱ πατέρες αὐτῶν. Καὶ πάλιν ὁ Παῦλος βουλόμενος παραμυθήσασθαι τοὺς Μακεδόνας, Ὑμεῖς γὰρ, φησὶ, μιμηταὶ ἐγενήθητε ἀδελφοὶ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων. Καὶ Ἑβραίους πάλιν οὕτω παρακαλεῖ, καταλέγων τοὺς δικαίους ἅπαντας τοὺς ἐν καμίνοις, τοὺς ἐν λάκκοις, τοὺς ἐν ἐρήμοις, τοὺς ἐν ὄρεσι, τοὺς ἐν σπηλαίοις, τοὺς ἐν λιμῷ, τοὺς ἐν στενοχωρίᾳ διάγοντας· ἡ γὰρ κοινωνία τῶν παθῶν φέρει τινὰ παραμυθίαν τοῖς ἐκπεπτωκόσιν. Ὅτι δὲ καὶ τοὺς περὶ ἀναστάσεως πάλιν τοῦτο εἰσάγει λόγους, ἄκουσον αὐτοῦ τοῦ Παύλου λέγοντος· Εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος, εἰ νεκροὶ οὐκ ἐγείρονται; Καὶ πάλιν, Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπ⟨…⟩κότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. Μυρία πάσχομεν δεινὰ κατὰ τὸν παρόντα βίον, φησίν· εἰ τοίνυν οὐκ ἔστιν ἐλπίσαι ἑτέραν ζωὴν, τί γένοιτ' ἂν ἡμῶν ἀθλιώτερον;
For just as I said before, God did not strike him Himself, lest the devil should again say: Thou sparedst him, and didst not bring upon him so great a trial as was needful; rather, He gave over to the devil himself both the destruction of the flocks and authority over his flesh. I have confidence in the athlete, says He; therefore I do not hinder you from bringing up against him whatever wrestling-bouts you wish. But just as approved wrestlers, having confidence both in their skill and in the strength of their body, oftentimes do not grapple upright with their antagonists, nor on equal terms, but offer their own waists for those men to seize, so as to render their victory more splendid; so too God gave the saint by the waist for the devil to seize, so that when, after so great an advantage in the clash, he should prevail over him and stretch him out upon the ground, the crown might become more splendid. He is approved gold: test him as you wish, touch-stone him as you wish, you will find no blemish in him. And it not only shows us the bravery of others, but also brings another great consolation. For what says Christ? Blessed are you when men revile you, and persecute you, and say every evil word against you, lying, for My sake; rejoice and be glad, for your reward is great in the heavens; for so did their fathers to the prophets also. And again Paul, wishing to console the Macedonians, says: For you, brothers, became imitators of the Churches of God which are in Judaea, because you also suffered the same things from your own fellow-tribesmen, even as they did from the Jews. And the Hebrews again he exhorts thus, recounting all the righteous who lived in furnaces, in pits, in deserts, in mountains, in caves, in famine, in distress; for fellowship in sufferings brings a certain consolation to those who have fallen into distress. And that this again introduces the arguments concerning resurrection also, hear Paul himself saying: If after the manner of man I fought with wild beasts at Ephesus, what is the profit to me, if the dead are not raised? And again: If in this life we have hoped in Christ only, we are more pitiable than all men. We suffer countless terrible things in the present life, says he; if, then, it is not possible to hope for another life, what could be more wretched than we?
θʹ. Ὅθεν δῆλον, ὅτι οὐ μέχρι τοῦ παρόντος ἔστηκε τὰ ἡμέτερα· καὶ τοῦτο δῆλον ἀπὸ τῶν πειρασμῶν γίνεται. Οὐ γὰρ ἄν ποτε ἀνάσχοιτο ὁ Θεὸς τοὺς τοσαῦτα καὶ τηλικαῦτα πεπονθότας κακὰ, καὶ τὸν παρόντα βίον ἅπαντα ἐν πειρασμοῖς καὶ μυρίοις διάγοντας κινδύνοις, μὴ πολλῷ μείζοσιν ἀμείψασθαι δωρεαῖς· εἰ δὲ οὐκ ἀνάσχοιτο, εὔδηλον ὅτι βελτίω τινὰ καὶ λαμπροτέραν ἡτοίμασεν ἑτέραν ζωὴν, καθ' ἣν μέλλει τοὺς τῆς εὐσεβείας ἀθλητὰς στεφανοῦν καὶ ἀνακηρύττειν, τῆς οἰκουμένης ὁρώσης ἁπά-
9. Whence it is manifest that our affairs do not stop at the present life; and this becomes manifest from our trials. For God would never endure not to requite with much greater gifts those who have suffered so many and so great evils, and who pass the whole present life in trials and countless dangers; and if He would not endure this, it is quite clear that He has prepared some better and more splendid other life, in which He is about to crown and proclaim the athletes of piety, while the whole inhabited world looks