Migne Reading Room

PG 49 · cols. 208–213 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:208Read from the page
μενῆ, καὶ τὰ ἁμαρτήματα ἡμῖν διαλύσει ῥᾳδίως, καὶ παρὰ ἀνθρώποις ἔπαινον καὶ πολλὴν ἡμῖν κατὰ τὸν βίον προξενήσει τὴν ἀσφάλειαν· οὐδὲν γὰρ ἐπισφαλέστερον τοῦ καὶ ἕνα μόνον ἐχθρὸν κεκτημένου. Καὶ γὰρ ἡ δόξα τῆς ζωῆς ἡμῶν καταβλάπτεται, μυρία κακῶς ἐκείνου λέγοντος πρὸς πάντας ἡμᾶς, καὶ ἡ διάνοια ἡμῶν θολοῦται, καὶ τὸ συνειδὸς θορυβεῖται, καὶ χειμῶνα διηνεκῆ λογισμῶν ὑφιστάμεθα. Ἅπερ ἅπαντα συνειδότες ἀπαλλάξωμεν ἑαυτοὺς κολάσεως καὶ τιμωρίας, καὶ τὴν παροῦσαν ἑορτὴν μετὰ τῶν εἰρημένων αἰδεσθῶμεν πάντων, καὶ ὧν παρὰ τοῦ βασιλέως δι' ἐκείνην ἀξιοῦμεν τυχεῖν, τούτων καὶ ἡμεῖς ἀπολαῦσαι δῶμεν ἑτέροις. Καὶ γὰρ πολλῶν ἀκούω λεγόντων, ὅτι πάντως ὁ βασιλεὺς τὸ Πάσχα τὸ ἱερὸν αἰδεσθεὶς τῇ πόλει καταλλαγήσεται καὶ τὰ ἁμαρτήματα ἀφήσει πάντα. Πῶς οὖν οὐκ ἄτοπον, ἡνίκα μὲν παρ' ἑτέρων σώζεσθαι δέῃ, τὴν ἑορτὴν καὶ τὴν ταύτης ἀξίαν προβάλλεσθαι· ἡνίκα δὲ ἂν ἑτέροις καταλλάττεσθαι κελευώμεθα, ἀτιμάζειν ταύτην καὶ μηδὲν εἶναι νομίζειν; Οὐδεὶς γὰρ οὕτως, οὐδεὶς τὴν ἱερὰν ταύτην καταισχύνει πανήγυριν, ὡς ὁ μετὰ τοῦ μνησικακεῖν αὐτὴν ἐπιτελῶν· μᾶλλον δὲ οὐδὲ ἐπιτελεῖν αὐτὴν δύναται ὁ τοιοῦτος, κἂν δέκα ἡμέρας ἐφεξῆς ἄσιτος μένῃ· ὅπου γὰρ ἔχθρα καὶ ἀπέχθεια, οὐδὲ νηστεία οὐδὲ ἑορτὴ γένοιτ' ἄν. Μὴ τολμᾷς ἀνίπτοις χερσὶ τῆς ἱερᾶς ἅψασθαι θυσίας, κἂν πολλὴ ἀνάγκη ἐπικέηται; Μὴ τοίνυν ἀνίπτῳ προσέρχου ψυχῇ· πολλῷ γὰρ ἐκείνου τοῦτο χαλεπώτερον, καὶ μείζονα φέρει τὴν κόλασιν. Οὐδὲν γὰρ οὕτως ἀκαθαρσίας πληροῖ τὴν διάνοιαν, ὡς ὀργὴ διηνεκῶς ἔνδον μένουσα. Ἔνθα γάρ ἐστι θυμὸς ἢ ὀργὴ, πνεῦμα πραότητος οὐκ ἐφίπταται· Πνεύματος δὲ ἁγίου ἄνθρωπος ἔρημος ὢν ποίαν ἕξει σωτηρίας ἐλπίδα; πότε δὲ ὀρθὰ βαδιεῖται; Μὴ τοίνυν, ἀγαπητὲ, τὸν ἐχθρὸν ἀμύνασθαι βουλόμενος, σαυτὸν κατακρήμνιζε, μηδὲ ἔρημον ποίει τῆς τοῦ Θεοῦ προστασίας. Μάλιστα μὲν γὰρ, εἰ καὶ δύσκολον ἦν τὸ πρᾶγμα, ἱκανὸν τῆς τιμωρίας τὸ μέγεθος, ὅπερ ἐκ τοῦ μὴ πείθεσθαι γίνεται, καὶ τὸν σφόδρα ὕπτιον καὶ νωθέστατον ἔστιν ἀναστῆσαι, καὶ πάντα πεῖσαι πόνον ὑπενεγκεῖν· νυνὶ δὲ καὶ πολλὴν ἔδειξεν ὁ λόγος τὴν εὐκολίαν οὖσαν, ἂν ἐθέλωμεν. Μὴ τοίνυν καταμελήσωμεν τῆς ἑαυτῶν ζωῆς, ἀλλὰ σπουδάσωμεν καὶ πάντα ποιῶμεν, ὥστε χωρὶς ἐχθρῶν παραστῆναι τῇ ἱερᾷ τραπέζῃ. Οὐδὲν γὰρ, οὐδὲν τῶν τοῦ Θεοῦ προσταγμάτων ἔσται δύσκολον, ἐὰν προσέχωμεν· καὶ τοῦτο ἐκ τῶν ἤδη κατωρθωκότων δῆλον. Πόσοι ὑπὸ τῆς τῶν ὅρκων ἐκλέπτοντο συνηθείας, καὶ τὸ πρᾶγμα δυσκατόρθωτον εἶναι ἐνόμιζον! ἀλλ' ὅμως διὰ τὴν τοῦ Θεοῦ χάριν, ἐπειδὴ μικρὰν ἐπεδείξασθε σπουδὴν, τὸ πλέον ἀπενίψασθε. Διὰ τοῦτο δὴ παρακαλῶ καὶ τὸ λεῖπον ἀποθέσθαι, καὶ ἑτέροις γενέσθαι διδασκάλους. Τοὺς δὲ μήπω κατορθώσαντας, ἀλλὰ τὸν μακρὸν χρόνον ἡμῖν προβαλλομένους, καθ' ὃν ὤμνυον ἔμπροσθεν, καὶ λέγοντας, ὡς ἀδύνατον ἐν βραχεῖ καιρῷ τὸ πολλοῖς ἔτεσι ῥιζωθὲν ἀνασπάσαι, ἐκεῖνο ἂν εἴποιμι, εἴ τι ἔνθα ἂν δέοι κατορθῶσαι τῶν ὑπὸ Θεοῦ κελευομένων, οὐ χρόνου χρεία, οὐδὲ
ly, and will easily dissolve our sins for us, and will procure for us praise among men and great safety throughout life; for nothing is more perilous than possessing even a single enemy. For both the reputation of our life is injured while he speaks ten thousand evil things of us to all men, and our mind is troubled, and our conscience is disturbed, and we endure a continual tempest of thoughts. Being conscious of all these things, let us rid ourselves of punishment and vengeance, and let us reverence the present feast along with all that has been said, and those things which we deem fit to obtain from the emperor on its account, let us also grant others to enjoy. For indeed I hear many saying that the emperor, reverencing the sacred Pascha, will assuredly be reconciled to the city and forgive all its offences. How then is it not absurd, when we must be saved by others, to put forward the feast and its dignity, yet when we are commanded to be reconciled to others, to dishonour it and reckon it as nothing? For no one—no one—so disgraces this sacred festival as he who celebrates it while bearing malice; or rather, such a man cannot even celebrate it, even if he remains without food for ten days in succession; for where there is enmity and hatred, neither fasting nor feast could ever be. Do you dare to touch the sacred sacrifice with unwashed hands, even if great necessity presses upon you? Do not therefore approach with an unwashed soul; for this is far more grievous than that, and brings a greater punishment. For nothing so fills the mind with uncleanness as wrath abiding continually within. For where there is anger or wrath, the spirit of meekness does not light; and when a man is bereft of the Holy Spirit, what hope of salvation will he have? And when will he walk aright? Do not therefore, beloved, in wishing to avenge yourself on your enemy, hurl yourself down a precipice, nor strip yourself bare of God's protection. For above all, even if the matter were difficult, the magnitude of the vengeance that arises from disobedience suffices to rouse up even the utterly supine and most sluggish man, and to persuade him to endure every toil; whereas now our discourse has showed that its easiness also is great, if we are willing. Let us not therefore neglect our own life, but let us be zealous and do everything so as to stand beside the sacred table without enemies. For none—none—of God's injunctions will be difficult if we give heed; and this is manifest from those who have already succeeded. How many used to be beguiled by the habit of oaths, and supposed the matter hard to set right! Yet nevertheless, through the grace of God, once you displayed a little zeal, you washed away the greater part. Wherefore I exhort you to put off what remains as well, and to become teachers to others. And to those who have not yet set this right, but put forward to us the long time during which they used to swear formerly, and say that it is impossible in a brief season to pluck up what has taken root over many years, this I would say: if anything of the things commanded by God must be set right—wherever it may be—there is no need of time, nor of
PG 49:209Read from the page
πλήθους ἡμερῶν, οὐδὲ διαστήματος ἐνιαυτῶν, ἀλλὰ φόβου μόνον καὶ ψυχῆς εὐλάβειαν ἐχούσης, καὶ πάντως περιεσόμεθα, καὶ ἐν βραχεῖ καιρῷ.
a multitude of days, nor of an interval of years, but of fear alone and a soul possessing reverence, and we shall assuredly prevail, and that in a brief season.
ηʹ. Καὶ ἵνα μὴ νομίσητε, ὅτι ἁπλῶς ταῦτα λέγω, ὃν νομίζετε εἶναι πολύορκον ἄνθρωπον καὶ πλείονα ὀμνύοντα μᾶλλον ἢ φθεγγόμενον, τοῦτον ἐμοὶ παράδοτε δέκα μόνον ἡμέρας, κἂν μὴ πᾶσαν ἐξέλω τὴν συνήθειαν ἐν ταῖς ὀλίγαις ταύταις ἡμέραις, κατάγνωτέ μου τὴν ἐσχάτην ταύτην κατάγνωσιν· καὶ ὅτι οὐ κόμπος τὰ ῥήματα ταῦτα, ἀπὸ τῶν ἤδη γεγενημένων τοῦτο ἔσται δῆλον ὑμῖν. Τί τῶν Νινευϊτῶν ἀλογώτερον; τί δὲ ἀνοητότερον; ἀλλ' ὅμως οὗτοι οἱ βάρβαροι καὶ ἀνόητοι, οἱ μηδενὸς μηδέποτε ἀκούσαντες φιλοσοφοῦντος, οἱ μηδέποτε παραγγέλματα τοιαῦτα λαβόντες, ἀκούσαντες τοῦ προφήτου λέγοντος, Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται, ἐν τρισὶν ἡμέραις πᾶσαν ἀπέθεντο πονηρὰν συνήθειαν· ὁ πόρνος σώφρων ἐγένετο, ὁ θρασὺς ἐπιεικὴς, ὁ πλεονέκτης καὶ ἅρπαξ μέτριος καὶ φιλόφρων, ὁ ῥᾴθυμος σπουδαῖος. Οὐ γὰρ δὴ ἓν, οὐδὲ δύο, καὶ τρία, καὶ τέσσαρα τῶν παθῶν ἦσαν τὰ ἰάματα, ἀλλὰ πᾶσαν αὐτῶν διώρθωσαν τὴν πονηρίαν. Καὶ πόθεν τοῦτο δῆλον, φησίν; Ἀπὸ τῶν τοῦ προφήτου ῥημάτων· αὐτὸς γὰρ ὁ κατηγορήσας αὐτῶν, καὶ εἰπὼν, ὅτι Ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῶν ἕως τῶν οὐρανῶν, αὐτὸς αὐτοῖς τὸ ἐναντίον ἐμαρτύρησε πάλιν εἰπὼν, ὅτι Εἶδεν ὁ Θεὸς, ὅτι ἀπέστησαν ἕκαστος ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, οὐκ εἶπεν, ὅτι Ἀπὸ πορνείας ἢ μοιχείας ἢ κλοπῆς, ἀλλ', ὅτι Ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν. Καὶ πῶς ἀπέστησαν; Ὡς ὁ Θεὸς οἶδεν, οὐχ ὡς ἄνθρωπος ἐδοκίμασεν. Εἶτα οὐκ αἰσχυνόμεθα οὐδὲ ἐρυθριῶμεν, εἰ βαρβάρων ἀνθρώπων ἐν τρισὶν ἡμέραις μόνον πᾶσαν ἀποθεμένων κακίαν, ἡμεῖς ἐν τοσαύταις ἡμέραις ἐνηχούμενοι, διδασκόμενοι, μιᾶς μὴ περιγενοίμεθα πονηρᾶς συνηθείας; Καίτοι γε εἰς ἔσχατον ἦσαν κἀκεῖνοι πρότερον κακίας ἐληλακότες· ὅταν γὰρ ἀκούσῃς, ὅτι Ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῶν πρὸς μὲ, μηδὲν ἄλλο νόμιζε, ἢ τὴν ὑπερβολὴν τῆς πονηρίας αὐτῶν· ἀλλ' ὅμως ἴσχυσαν ἐν τρισὶν ἡμέραις πρὸς ὁλόκληρον ἀρετὴν μετατάξασθαι. Ὅπου γὰρ φόβος Θεοῦ, οὐ χρεία ἡμερῶν οὐδὲ διαστήματος χρόνου, ὥσπερ ὅπου ἀφοβία, οὐδὲν ὄφελος ἡμερῶν. Καθάπερ γὰρ τὰ ἰωθέντα τῶν σκευῶν ὁ μὲν ὕδατι μόνον ἀποτρίβων, κἂν πολὺν ἀναλώσῃ χρόνον, πάσης οὐκ ἀπαλλάξει τῆς κακίας ἐκείνης, ὁ δὲ εἰς χωνευτήριον ἐμβαλὼν, ἐν βραχείᾳ καιροῦ ῥοπῇ φαιδρότερα τῶν νεοτεύκτων εὐθέως ἐργάσεται· οὕτω δὴ καὶ ψυχὴ, τῷ τῆς ἁμαρτίας ἰῷ βαφεῖσα, ἂν μὲν ἁπλῶς καὶ ὡς ἔτυχεν ἑαυτὴν ἀποσμήξῃ, καὶ καθ' ἑκάστην ἡμέραν μετανοῇ, οὐδὲν πλέον κερδανεῖ· ἂν δὲ ὥσπερ εἰς χωνευτήριον τοῦ Θεοῦ τὸν φόβον ἑαυτὴν ἐμβάλῃ, ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὸ πᾶν ἀπονίψεται. Μὴ τοίνυν εἰς τὴν αὔριον ἀναβαλλώμεθα· Οὐ γὰρ οἴδαμεν τί τέξεται ἡ ἐπιοῦσα· μηδὲ λέγωμεν· Περιεσόμεθα τῆς συνηθείας κατὰ μικρόν· τοῦτο γὰρ τὸ, κατὰ μικρὸν, οὐδέποτε ἐπιλείψει. Διόπερ, τοῦτο ἀφέντες, ἐκεῖνο λέγωμεν, ὅτι Ἐὰν μὴ σήμερον κατορθώσωμεν τὸν ὅρκον, οὐκ ἀποστησόμεθα πρότερον, κἂν μυρία ἄγχῃ πράγματα, κἂν ἀποθανεῖν δέῃ, κἂν κολασθῆναι, κἂν πάντα ἀπολέσαι· οὐ δώ
8. And lest you suppose that I say these things lightly, hand over to me for ten days only the man whom you suppose to be a heavy swearer and one who utters oaths far more than words, and unless I remove the whole habit within these few days, condemn me with this utmost condemnation; and that these words are no boast, this will be manifest to you from the things that have already come to pass. What was more irrational than the Ninevites? And what more senseless? Yet nevertheless these barbarians and fools, who had never heard anyone discoursing on wisdom, who had never received such precepts, upon hearing the prophet saying, Yet three days, and Nineveh shall be overthrown, within three days laid aside every wicked habit: the fornicator became chaste, the insolent man gentle, the covetous and rapacious man moderate and kindly, the indolent man zealous. For the healings of their passions were not one, nor two, and three, and four, but they set right all their wickedness. And whence is this manifest, says one? From the words of the prophet; for the very one who accused them, and said that The cry of their wickedness hath gone up unto heaven, bore witness again to the opposite for them, saying that God saw that they turned every one from their wicked ways—he did not say, From fornication or adultery or theft, but, From their wicked ways. And how did they turn? As God knows, not as man judged. Are we not then ashamed, nor do we blush, if when barbarian men laid aside all wickedness in three days alone, we, though sounded in the ears and taught for so many days, should not prevail over a single wicked habit? And yet they also had formerly advanced to the utmost wickedness; for when you hear, The cry of their wickedness hath gone up unto me, suppose nothing else than the excess of their wickedness; yet nevertheless they had strength within three days to marshal themselves over to entire virtue. For where there is fear of God, there is no need of days nor of an interval of time, just as where there is fearlessness, there is no profit in days. For just as with rusted vessels, he who rubs them with water alone, even if he spends much time, will not rid them of all that foulness, whereas he who casts them into a smelting-furnace will in a brief turn of the scale straightway render them brighter than newly wrought ones; even so a soul dyed with the rust of sin, if it wipes itself off lightly and at random, and repents day by day, will gain nothing further; but if it casts itself into the fear of God as into a smelting-furnace, in a brief turn of the scale it will wash away the whole. Let us not therefore put off until tomorrow—for We know not what the morrow will bring forth—nor let us say: We shall prevail over the habit little by little; for this little by little will never come to an end. Wherefore, leaving this aside, let us say this: Unless we set right the matter of oaths today, we will not desist beforehand, even if ten thousand affairs press hard upon us, even if we must die, even if we must be punished, even if we must lose all things; we will not gi-
PG 49:210Read from the page
σομεν τῷ διαβόλῳ ῥᾳθυμίας ἐξουσίαν, οὐδὲ ἀναβολῆς πρόφασιν. Ἂν ὁ Θεὸς ἴδῃ σου τὴν πεπυρωμένην ψυχὴν, τὴν διεγηγερμένην προθυμίαν, καὶ αὐτὸς συνεφάψεταί σου τῆς διορθώσεως. Ναὶ, δέομαι καὶ ἀντιβολῶ, σπουδάτωμεν, ἵνα μὴ καὶ ἡμεῖς ἀπούσωμεν, ὅτι Ἄνδρες Νινευῖται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην, ὅτι ἐκεῖνοι μὲν ἅπαξ ἀκούσαντες κατώρθωσαν, ἡμεῖς δὲ οὐδὲ πολλάκις ἀκούσαντες ἐπεστράφημεν· ἐκεῖνοι ὁλόκληρον ἀρετὴν, ἡμεῖς δὲ οὐδὲ μέρος ἀρετῆς· ἐκεῖνοι κατασκαφῆναι ἀκούσαντες ἐφοβήθησαν, ἡμεῖς δὲ οὐδὲ γέενναν ἀκούοντες φοβούμεθα· ἐκεῖνοι προφητειῶν οὐ μετασχόντες, ἡμεῖς δὲ συνεχοῦς ἀπολαύοντες διδασκαλίας καὶ πολλῆς τῆς χάριτος. Ταῦτα λέγω νῦν οὐχ ὑπὲρ τῶν οἰκείων, ἀλλ' ὑπὲρ τῶν ἀλλοτρίων ὑμῖν ἐγκαλῶν ἁμαρτημάτων. Ὑμῖν μὲν γὰρ, εὖ οἶδ' ὅτι, καθάπερ ἔφθην εἰπὼν, ὁ νόμος οὗτος ὁ περὶ τοῦ ὀμνύειν κατώρθωται· ἀλλ' οὐκ ἀρκεῖ τοῦτο εἰς σωτηρίαν ἡμῖν, εἰ μὴ καὶ ἑτέρους διδάξαντες διορθώσομεν, ἐπεὶ καὶ ὁ τὸ τάλαντον ἐκεῖνο προσενεγκὼν, τὴν παρακαταθήκην ὁλόκληρον ἀποδοὺς, ἐπειδὴ τὸ δοθὲν οὐκ ἐπλεόνασεν, ἐκολάζετο. Μὴ τοίνυν μηδὲ ἡμεῖς τοῦτο σκοπήσωμεν, εἰ αὐτοὶ τῆς ἁμαρτίας ἀπηλλάγημεν, ἀλλ' ἕως ἂν ἑτέρους ἀπαλλάξωμεν, μὴ ἀποστῶμεν· καὶ ἕκαστος δέκα φίλους ῥυθμίσας τῷ Θεῷ προσαγαγέτω, κἂν οἰκέτας ἔχῃς, κἂν μαθητάς. Ἀλλ' οὐδὲ μαθητὰς, οὐδὲ οἰκέτας ἔχεις; ἀλλὰ φίλους ἔχεις· τούτους κατόρθωσον. Καὶ μή μοι λέγε, ὅτι Τοὺς πλείονας τῶν ὅρκων ἀπηλάσαμεν, ὀλιγάκις δὲ ἁλισκόμεθα· ἀλλὰ καὶ τὸ ὀλιγάκις τοῦτο ἄνελε. Εἰ χρύσινον ἕνα ἀπολέσεις, οὐκ ἂν ἅπαντας περιῆλθες ἐρευνῶν καὶ ζητῶν, ὥστε αὐτὸν εὑρεῖν; Τοῦτο καὶ ἐπὶ τῶν ὅρκων ποίησον. Ἐὰν ἴδῃς, ὅτι ἕνα ὅρκον ἐκλάπης, θρήνησον, στέναξον, ὡς τῆς οὐσίας σου πάσης ἀπολωλυίας. Πάλιν λέγω, ὃ καὶ πρότερον· σύγκλεισον σαυτὸν ἐπὶ τῆς οἰκίας, μελέτην ποίησον καὶ γυμνάσιον μετὰ τῆς γυναικὸς, μετὰ τῶν παιδίων καὶ συνοικούντων· εἰπὲ πρὸς ἑαυτὸν σὺ πρότερον· Οὐκ ἰδιωτικῶν, οὐ δημοσίων ἅψομαι πραγμάτων, ἕως ἂν τὴν ψυχὴν διορθώσωμαι τὴν ἐμαυτοῦ. Ἂν ὑμεῖς τοὺς υἱοὺς τοὺς ἑαυτῶν παιδεύσητε, κἀκεῖνοι τοὺς ἑαυτῶν διδάξουσι, καὶ οὕτω μέχρι τῆς συντελείας καὶ παρουσίας τοῦ Χριστοῦ τὸ πρόσταγμα βαῖνον, τοῖς τὴν ῥίζαν παρασχοῦσιν ἅπαντα οἴσει τοῦτον τὸν μισθόν. Ἂν μάθῃ λέγειν ὁ υἱός σου, Πίστευσον, οὐ δυνήσεται εἰς θέατρον ἀναβῆναι, οὐδὲ εἰς καπηλεῖον εἰσελθεῖν, οὐδὲ ἐν κύβοις διατρίψαι· τὸ γὰρ ῥῆμα τοῦτο ἀντὶ χαλινοῦ τὸ στόμα περικείμενον, καὶ ἄκοντα ἐρυθριᾷν παρασκευάσει καὶ αἰσχύνεσθαι· εἴ ποτε ἐν ἐκείνοις φανείη, καὶ ἀποπηδᾷν ἀναγκάσει ταχέως. Ἀλλὰ καταγελῶσιν ἐκεῖνοι· ἀλλὰ σὺ δάκρυσον αὐτῶν τὴν παρανομίαν. Πολλοὶ καὶ τοῦ Νῶε κατεγέλασάν ποτε, ὅτε τὴν κιβωτὸν κατεσκεύαζεν· ἀλλ' ὅτε ἦλθεν ὁ κατακλυσμὸς, ἐκεῖνος αὐτῶν κατεγέλασε· μᾶλλον δὲ οὐδέποτε αὐτῶν κατεγέλασεν ὁ δίκαιος, ἀλλ' ἐθρήνησε καὶ ἐστέναξεν. Ὅταν οὖν ἴδῃς γελῶντας, ἐννόησον, ὅτι οἱ γελῶντες νῦν ὀδόντες τότε κλαυθμὸν καὶ βρυγμὸν ὑποστήσονται χαλεπώτατον, καὶ τοῦ γέλωτος τούτου μνησθήσονται τρίζοντες κατ' ἐκείνην τὴν ἡμέραν καὶ βρυχόμενοι· τότε ἀναμνησθήσῃ τοῦ γέλωτος τούτου. Πόσα κατεγέλασε τοῦ Λαζάρου ὁ πλούσιος! ἀλλ' ὕστερον ἰδὼν
ve the devil licence for indolence, nor a pretext for delay. If God sees your soul aflame, your eagerness aroused, He Himself also will take part with you in your reformation. Yea, I beg and entreat, let us be zealous, lest we also hear that The men of Nineveh shall rise up, and shall condemn this generation, because they, having heard once, set their ways right, whereas we, even after hearing many times, have not turned back; they achieved entire virtue, whereas we not even a part of virtue; they, upon hearing that they would be razed to the ground, were afraid, whereas we do not fear even when hearing of Gehenna; they without having partaken of prophecies, whereas we enjoy continual instruction and abundant grace. I say these things now accusing you not on account of your own sins, but on account of those of others. For with you, I know full well, just as I said before, this law concerning swearing has been set right; yet this does not suffice us for salvation unless we also teach and set others right, since he also who brought that talent, though he gave back the deposit entire, was punished because he did not increase what had been given. Let neither us therefore look to this alone, whether we ourselves have been rid of the sin, but until we rid others as well, let us not desist; and let each man, having regulated ten friends, present them to God, whether you have servants or disciples. Yet have you neither disciples nor servants? Still you have friends; set these right. And say not to me: We have driven away the greater number of oaths, and are caught seldom; nay, do away with this seldom as well. If you lose a single gold piece, would you not go round to all men searching and seeking so as to find it? Do this also in the case of oaths. If you see that you have been beguiled into a single oath, bewail, groan, as though all your substance had perished. Again I say what I said before: shut yourself up at home, make this your practice and exercise with your wife, with your children and household; say first to yourself: I will touch neither private nor public affairs until I have set right my own soul. If you instruct your own sons, and they teach theirs, and the injunction thus advances until the consummation and coming of Christ, it will bring this entire reward to those who furnished the root. If your son learns to say, Believe me, he will not be able to go up to the theatre, nor to enter a tavern, nor to spend time at dice; for this word, lying about his mouth in place of a bridle, will cause him even unwillingly to blush and be ashamed if ever he should appear among those things, and will compel him speedily to leap away. Yet those men mock; nay, do you weep over their lawlessness. Many also once mocked Noah when he was preparing the ark; yet when the flood came, he mocked them—or rather, that righteous man never mocked them, but bewailed and groaned. When therefore you see men laughing, reflect that the teeth that laugh now will then undergo most grievous weeping and gnashing, and will remember this laughter as they grind and roar on that day; then you too will remember this laughter. How much did the rich man mock Lazarus! Yet afterwards, upon seeing
Notes, col. 210

On the reading

Printed σπουδάτωμεν, for σπουδάσωμεν.

Printed ἀπούσωμεν, for ἀκούσωμεν.

PG 49:211Read from the page
αὐτὸν ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ, ἑαυτὸν ἐθρήνει λοιπόν.
him in the bosom of Abraham, he bewailed himself henceforth.
θʹ. Ταῦτα οὖν ἅπαντα ἐννοῶν συνώθει πάντας ταχέως εἰς τὴν τῆς ἐντολῆς ἐκπλήρωσιν. Καὶ μή μοι λέγε, ὅτι Κατὰ μικρὸν, μηδὲ εἰς τὴν αὔριον ἀναβάλλου· ἡ γὰρ αὔριον οὐδέποτε λαμβάνει τέλος. Τεσσαράκοντα λοιπὸν ἡμέραι παρῆλθον· ἂν τοίνυν τὸ Πάσχα παρέλθῃ τὸ ἱερὸν, οὐδενὶ συγγνώσομαι λοιπὸν, οὐδὲ παραίνεσιν προσάξω, ἀλλ' ἐπιταγὴν καὶ ἀποτομίαν ἀκαταφρόνητον· οὐδὲ γὰρ ἰσχυρὰ αὕτη ἡ ἀπολογία ἡ διὰ τῆς συνηθείας. Διὰ τί ὁ κλέπτων οὐ προβάλλεται συνήθειαν, καὶ ἀπαλλάττεται κολάσεως; διὰ τί ὁ φονεύων καὶ μοιχεύων; Πᾶσι τοίνυν προλέγω καὶ διαμαρτύρομαι, ὅτι ἂν συγ-
9. Reflecting therefore upon all these things, urge all men speedily on towards the fulfilment of the commandment. And say not to me, Little by little, nor put off until tomorrow; for this tomorrow never reaches an end. Forty days have now gone by; if therefore the sacred Pascha goes by, I shall pardon no one henceforth, nor apply exhortation, but injunction and severity not to be despised; for neither is this defence drawn from habit strong. Why does the thief not put forward habit and get off free from punishment? Why not the murderer and the adulterer? To all men therefore I declare beforehand and solemnly protest, that if when I me-
Εἰς a τὴν ἐπάνοδον τοῦ ἐπισκόπου Φλαβιανοῦ, καὶ εἰς τὴν τοῦ βασιλέως διαλλαγὴν πρὸς τὴν πόλιν· καὶ πρὸς τοὺς πλημμελήσαντας εἰς τὴν τῶν ἀνδριάντων καταστροφήν.
On a the return of Bishop Flavian, on the Emperor's reconciliation with the city, and on those who offended in the overthrow of the statues.
Ὁμιλία καʹ.
Homily XXI.
αʹ. Ἀπὸ τῆς ῥήσεως, ἀφ' ἧς ἀεὶ παρὰ τὸν καιρὸν τῶν κινδύνων πρὸς τὴν ὑμετέραν εἰώθειν ἀγάπην προοιμιάζεσθαι, ἀπὸ τῆς αὐτῆς ταύτης καὶ σήμερον ἄρξομαι τοῦ πρὸς ὑμᾶς λέγου, καὶ ἐρῶ μεθ' ὑμῶν· Εὐλογητὸς ὁ Θεὸς, ὁ τὴν ἱερὰν ταύτην ἑορτὴν μετὰ χαρᾶς καὶ εὐφροσύνης πολλῆς καταξιώσας ἡμᾶς ἐπιτελέσαι σήμερον, καὶ τὴν κεφαλὴν ἀποδοὺς τῷ σώματι, καὶ τὸν ποιμένα τοῖς προβάτοις, καὶ τὸν διδάσκαλον τοῖς μαθηταῖς, τὸν στρατηγὸν τοῖς στρατιώταις, τὸν ἀρχιερέα τοῖς ξερεῦσιν· εὐλογητὸς ὁ Θεὸς ὁ ποιῶν ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν. Ἡμῖν μὲν γὰρ ἀρκοῦν εἶναι ἐδόκει τὸ τῶν ἐπικειμένων τέως ἀπαλλαγῆναι κακῶν, καὶ ὑπὲρ τούτου πᾶσαν ἐποιούμεθα τὴν ἱκετηρίαν· ὁ δὲ φιλάνθρωπος Θεὸς, καὶ τῇ δόσει τὰς αἰτήσεις ἡμῶν ἀεὶ νικῶν μετὰ πολλῆς τῆς ὑπερβολῆς, καὶ τὸν πατέρα ἡμῖν θᾶττον ἐλπίδος ἁπάσης ἀπέδωκε. Τίς γὰρ ἂν προσεδόκησεν, ὅτι ἐν οὕτως ὀλίγαις ἡμέραις καὶ ἀπελεύσεται, καὶ διαλέξεται τῷ βασιλεῖ, καὶ λύσει τὰ δεινὰ, καὶ πάλιν ἐπανήξει πρὸς ἡμᾶς οὕτω ταχέως, ὡς καὶ τὸ Πάσχα τὸ ἱερὸν δυνηθῆναι φθάσαι καὶ μεθ' ἡμῶν ἐπιτελέσαι; Ἀλλ' ἰδοὺ, γέγονε τὸ ἀπροσδόκητον τοῦτο, καὶ τὸν πατέρα ἀπειλήφαμεν, καὶ μείζονα καρπούμεθα τὴν ἡδονὴν, τῷ παρ' ἐλπίδα αὐτὸν ἀπολαβεῖν νῦν. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστῶμεν τῷ φιλανθρώπῳ Θεῷ, καὶ θαυμάζωμεν αὐτοῦ τὴν δύναμιν καὶ τὴν φιλανθρωπίαν, καὶ τὴν σοφίαν καὶ τὴν κηδεμονίαν τὴν ὑπὲρ τῆς πόλεως γεγενημένην. Ὁ μὲν γὰρ διάβολος, καταδῦσαι πᾶσαν αὐτὴν ἐπεχείρησε διὰ τῶν τολμηθέντων· ὁ δὲ Θεὸς καὶ τὴν πόλιν καὶ τὸν ἱερέα καὶ τὸν βασιλέα διὰ ταύτης ἐκόσμησε τῆς συμφορᾶς, καὶ λαμπροτέρους πάντας ἀπέφηνεν. Ἡ πόλις μὲν γὰρ ηὐδοκίμησεν, ὅτι κινδύνου τοιούτου καταλαβόντος, παραδραμοῦσα πάντας τοὺς ἐν δυναστείαις, τοὺς πλοῦτον πολὺν περιβεβλημένους, τοὺς μεγάλην παρὰ βασιλεῖ δύναμιν ἔχοντας, ἐπὶ τὴν Ἐκκλησίαν καὶ τὸν ἱερέα τοῦ Θεοῦ κατέφυγε, καὶ μετὰ πολλῆς τῆς πίστεως τῆς ἄνωθεν ἑαυτὴν ἐξεκρέμασεν ἐλπίδος. Πολλῶν γοῦν μετὰ τὴν ἀποδημίαν τοῦ κοινοῦ πατέρος τοὺς τὸ δεσμωτήριον οἰκοῦντας θορυβούντων, καὶ λεγόντων, ὡς Οὐ καθυφήσι τῆς ὀργῆς ὁ βασιλεὺς,
1. From the saying wherewith throughout the season of dangers I was always accustomed to preface my address to your charity, from this very same saying I shall today also begin my discourse to you, and say with you: Blessed be God, Who has counted us worthy today to celebrate this sacred feast with joy and great gladness, and has restored the head to the body, and the shepherd to the sheep, and the teacher to the disciples, the general to the soldiers, the high priest to the priests; blessed be God, Who doth superabundantly above what we ask or think. For to us it seemed sufficient to be rid for the present of the impending evils, and for this we were making our whole supplication; whereas God, Who loves mankind, and Who by His giving always surpasses our petitions in great excess, has also given back our father to us more speedily than all hope. For who would have expected that in so few days he would both depart, and converse with the emperor, and resolve our terrors, and return again to us so speedily as even to be able to overtake the sacred Pascha and celebrate it with us? Yet behold, this unexpected thing has come to pass, and we have received back our father, and we reap a greater pleasure through receiving him back now beyond hope. For all these things, therefore, let us give thanks to God Who loves mankind, and let us marvel at His power and loving-kindness, and the wisdom and providential care that has been wrought on behalf of the city. For the devil, indeed, attempted to sink it entirely through the things that were dared; whereas God through this calamity adorned both the city and the priest and the emperor, and rendered them all more illustrious. For the city won renown because, when such a danger overtook it, passing by all those in authority, those clothed with great wealth, those possessing great power with the emperor, it fled for refuge to the Church and the priest of God, and with great faith suspended itself upon the hope from above. When many, at any rate, after the departure of our common father, were troubling those dwelling in the prison, and saying: The emperor is not relenting from his wrath,
Notes, col. 211

On the reading

Printed λέγου, for λόγου.

Printed ξερεῦσιν, for ἱερεῦσιν.

Printed καθυφήσι, for καθυφίησι.

Printed πέλιν, for πόλιν.

PG 49:212Read from the page
γενόμενος ὑμῖν κατ' ἰδίαν καὶ λαβὼν ἀπόπειραν (λήψομαι δὲ πάντως), εὕρω τινὰς μὴ διορθώσαντας τὸ ἐλάττωμα, ἀπαιτήσω δίκην, κελεύσας ἔξω μένειν τῶν μυστηρίων τῶν ἱερῶν, οὐχ ἵνα μένωσιν ἔξω, ἀλλὰ ἵνα διορθώσαντες ἑαυτοὺς οὕτως εἰσέλθωσι, καὶ μετὰ καθαροῦ συνειδότος ἀπολαύσωσι τῆς ἱερᾶς τραπέζης· τοῦτο γάρ ἐστι μετασχεῖν κοινωνίας. Γένοιτο δὲ εὐχαῖς τῶν προέδρων καὶ τῶν ἁγίων πάντων καὶ ταῦτα καὶ τὰ ἄλλα πάντα διορθώσαντας ἐλαττώματα, τυχεῖν τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
et with you privately and make trial (and make trial I assuredly shall), I find certain men who have not set right this fault, I shall exact punishment, commanding them to remain outside the sacred mysteries—not that they should remain outside, but that having set themselves right they may thus enter in, and with a pure conscience enjoy the sacred table; for this it is to partake of communion. And may it come to pass, through the prayers of the presiding bishops and of all the saints, that having set right both these and all our other faults, we may attain the kingdom of heaven, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, honour, and adoration, now and ever, and unto the ages of the ages. Amen.
ἀλλὰ παροξύνεται μειζόνως, καὶ περὶ κατασκαφῆς ὁλοκλήρου τῆς πόλεως βουλεύεται, καὶ ἕτερα πολλῷ πλείονα τούτων θρυλλούντων, οἱ δεδεμένοι τότε οὐδὲν ἐγίνοντο ἐκ τῆς φήμης ταύτης δειλότεροι, ἀλλ' ἡμῶν λεγόντων, ὡς Ψευδῆ ταῦτα καὶ διαβόλου μαγγανείας ἐστὶν ἔργα, βουλομένου καταβαλεῖν ὑμῶν τὰ φρονήματα, Οὐδὲν δεόμεθα τῆς διὰ λόγων πὰρακλήσεως, πρὸς ἡμᾶς ἔλεγον· ἴσμεν γὰρ οὗ τὴν ἀρχὴν κατεφύγομεν, καὶ ποίας ἐλπίδος ἑαυτοὺς ἐξεκρεμάσαμεν· τῆς ἱερᾶς ἀγκύρας τὴν σωτηρίαν ἡμῶν ἐξηρτήσαμεν· οὐκ ἀνθρώπῳ ταύτην ἐνεπιστεύσαμεν, ἀλλὰ τῷ παντοδυνάμῳ Θεῷ. Διὸ δὴ καὶ θαῤῥοῦμεν χρηστὸν ἔσεσθαι τὸ τέλος πάντως· οὐ γάρ ἐστιν, οὐκ ἔστι τὴν ἐλπίδα ταύτην καταισχυνθῆναί ποτε. Τοῦτο ἀντὶ πόσων στεφάνων, ἀντὶ πόσων ἐγκωμίων ἀρκέσει τῇ πόλει; πόσην ἐπισπάσεται τοῦ Θεοῦ τὴν εὔνοιαν, καὶ ἐν τοῖς λοιποῖς πράγμασιν; Οὐ γάρ ἐστιν, οὐκ ἔστι τῆς τυχούσης ψυχῆς, ἐν τῇ τῶν πειρασμῶν ἐπαγωγῇ νήφειν, καὶ πρὸς τὸν Θεὸν βλέπειν, καὶ πάντων καταγελάσασαν τῶν ἀνθρωπίνων, πρὸς ἐκείνην κεχηνέναι τὴν συμμαχίαν.
but is provoked the more, and is deliberating about razing the entire city to the ground, and were bruiting abroad many other things far beyond these, those in bonds at that time became no whit more cowardly from this rumour; nay, when we said, These things are false and the works of the devil's sorcery, wishing to cast down your spirits, they said to us: We stand in no need of consolation through words; for we know whither we fled for refuge at the outset, and upon what hope we suspended ourselves; we have fastened our salvation to the sacred anchor; not to man have we entrusted it, but to almighty God. Wherefore we are also confident that the end will assuredly be good; for it cannot be, it cannot be that this hope should ever be put to shame. In place of how many crowns, in place of how many encomiums will this suffice for the city? How great goodwill from God will it draw down in our remaining affairs as well? For it does not, it does not belong to an ordinary soul to keep sober in the onset of trials, and to look unto God, and, laughing to scorn all human things, to gaze eagerly towards that alliance.
Ἡ μὲν οὖν πόλις οὕτως εὐδοκίμησεν· ὁ δὲ ἱερεὺς πάλιν οὐχ ἧττον ἤπερ ἡ πόλις· τὴν γὰρ ἑαυτοῦ ψυχὴν ὑπὲρ πάντων ἔδωκε, καὶ πολλῶν ὄντων τῶν κωλυόντων, τοῦ χειμῶνος, τῆς ἡλικίας, τῆς ἑορτῆς, καὶ οὐκ ἔλαττον τῆς ἀδελφῆς πρὸς ἐσχάτας οὔσης ἀναπνοὰς, ἁπάντων ὑψηλότερος ἐγένετο τῶν κωλυμάτων, καὶ οὐκ εἶπε πρὸς ἑαυτόν· Τί τοῦτο; ἡ μόνη περιλειφθεῖσα ἡμῖν ἀδελφὴ, καὶ μετ' ἐμοῦ τὸν ζυγὸν ἕλκουσα τοῦ Χριστοῦ, καὶ τοσοῦτόν μοι συνοικήσασα χρόνον, πρὸς ἐσχάτας ἐστὶ νῦν ἀναπνοάς· ἡμεῖς δὲ αὐτὴν καταλείψαντες ἀπελευσόμεθα, καὶ οὐκ ὀψόμεθα ἐκπνέουσαν καὶ τὰς τελευταίας ἀφεῖσαν φωνάς; Ἀλλ' αὐτὴ μὲν καθ' ἑκάστην ηὔχετο τὴν ἡμέραν ἡμᾶς καὶ ὀφθαλμοὺς καθελεῖν καὶ στόμα συνελεῖν καὶ περιστεῖλαι, καὶ τὰ ἄλλα πάντα τὰ πρὸς τὸν τάφον ἐπιμελήσασθαι· νυνὶ δὲ καθάπερ ἔρημός τις καὶ ἀπροστάτευτος οὐδενὸς ἐπιτεύξεται τούτων παρὰ τοῦ ἀδελφοῦ, παρ' οὗ μάλιστα ἐπεθύμει τυχεῖν, ἀλλ' ἀφιεῖσα τὴν ψυχὴν, οὐκ ὄψεται τὸν πάντων αὐτῇ ποθεινότερον; καὶ πόσων οὐκ ἔσται θανάτων αὐτῇ τοῦτο βαρύτερον; Εἰ γὰρ καὶ πόῤῥωθεν ἀφεστήκει, οὐκ ἔδει δραμεῖν καὶ πάντα ποιῆσαι καὶ παθεῖν, ὥστε ταύτην αὐτῇ παρασχεῖν τὴν χάριν; νῦν δὲ πλησίον ὢν ἐγκαταλείψω, καὶ ἀφεὶς ἀπελεύσομαι; καὶ πῶς οἴσει τὰς μετὰ ταῦτα ἡμέρας; Ἀλλ' οὐδὲν τούτων οὐ μόνον οὐκ εἶπεν, ἀλλ' οὐδὲ ἐν-
Thus, then, did the city win renown; and the priest, in turn, no less than the city; for he gave his own soul on behalf of all, and though the hindrances were many—the winter, his age, the feast, and not least his sister at her last gasp—he rose above all the hindrances, and did not say to himself: What is this? My only remaining sister, who draws the yoke of Christ with me and has dwelt with me for so long a time, is now at her last gasp; and shall we leave her behind and depart, and not see her breathing her last and uttering her final words? Nay, she used to pray every day that we should close her eyes and shut her mouth and lay her out, and attend to all the other rites pertaining to burial; yet now, like some desolate and unprotected woman, shall she obtain none of these things from her brother, from whom she most desired to obtain them, and as she yields up her soul, shall she not see him who is dearer to her than all men? And than how many deaths will this not be heavier for her? For even if I had been far away, ought I not to have run and done and suffered everything so as to grant her this favour? Yet now, when I am near at hand, shall I forsake her, and leave her and depart? And how will she bear the days thereafter? Yet none of these things did he not only say, nay, he did not even con-
Notes, col. 212

On the reading

Printed πὰρακλήσεως, for παρακλήσεως.

PG 49:213Read from the page
εννόησεν, ἀλλὰ καὶ πάσης συγγενείας τὸν τοῦ Θεοῦ προτιμήσας φόβον, ἔγνω τοῦτο καλῶς, ὅτι καθάπερ τὸν κυβερνήτην οἱ χειμῶνες, καὶ τὸν στρατηγὸν οἱ κίνδυνοι, οὕτω καὶ τὸν ἱερέα ὁ πειρασμὸς ποιεῖ φαίνεσθαι. Πάντες, φησὶ, πρὸς ἡμᾶς κεχήνασι καὶ Ἰουδαῖοι καὶ Ἕλληνες· μὴ καταισχύνωμεν αὐτῶν τὰς περὶ ἡμῶν ἐλπίδας, μηδὲ τοσοῦτον περιίδωμεν ναυάγιον, ἀλλὰ τὰ καθ' ἡμᾶς ἐπιτρέψαντες τῷ Θεῷ πάντα, καὶ τὴν ψυχὴν αὐτὴν ἐκδῶμεν. Καὶ σκόπει ἱερέως μεγαλοψυχίαν, καὶ Θεοῦ φιλανθρωπίαν· ὧν ὑπερεῖδεν ἁπάντων, τούτων ἀπήλαυσεν ἁπάντων, ἵνα καὶ τῆς προθυμίας τὸν μισθὸν λάβῃ, καὶ διὰ τῆς ἀπολαύσεως τῆς παρὰ προσδοκίαν μείζονος ἐπιτύχῃ τῆς ἡδονῆς. Εἵλετο τὴν ἑορτὴν ἐπὶ τῆς ἀλλοτρίας καὶ πόῤῥω τῶν οἰκείων ἐπιτελέσαι διὰ τὴν τῆς πόλεως σωτηρίαν· ὁ δὲ Θεὸς πρὸ τοῦ Πάσχα ἡμῖν αὐτὸν ἀπέδωκεν, ὥστε κοινὴν μεθ' ὑμῶν τὴν ἑορτὴν ἀγαγεῖν, ἵνα καὶ τῆς προαιρέσεως ἔχῃ τὸν μισθὸν, καὶ τῆς εὐφροσύνης ἀπολαύσῃ μείζονος. Οὐκ ἔδεισε τὴν ὥραν τοῦ ἔτους, καὶ θέρος παρὰ πάντα γέγονε τῆς ἀποδημίας τὸν καιρόν· οὐχ ὑπελογίσατο τὴν ἡλικίαν, καὶ καθάπερ νέος καὶ σφριγῶν, οὕτω μετ' εὐκολίας διέδραμε τὴν μακρὰν ταύτην ὁδόν· οὐκ ἐνενόησε τὴν τελευτὴν τῆς ἀδελφῆς, οὐδὲ κατεμαλάχθη· καὶ ἐπανελθὼν ζῶσαν αὐτὴν κατείληφε, καὶ πάντων, ὧν ὑπερεῖδε, πάντων ἐπέτυχε.
ceive them in mind, but preferring the fear of God to all kinship, he knew this well, that just as tempests make the helmsman manifest, and dangers the general, so also trial makes the priest manifest. All men, says he, are gazing eagerly upon us, both Jews and Greeks; let us not put to shame their hopes concerning us, nor overlook so great a shipwreck, but entrusting all our affairs to God, let us surrender our soul itself as well. And behold the magnanimity of the priest, and the loving-kindness of God: all those things which he disregarded, all these he enjoyed, so that he might both receive the reward of his eagerness, and through enjoyment beyond expectation attain a greater pleasure. He chose to celebrate the feast in a foreign land and far from his own people on account of the city's salvation; whereas God gave him back to us before Pascha, so as to keep the feast in common with you, that he might both have the reward of his purpose and enjoy a greater gladness. He did not fear the season of the year, and it proved summer throughout the whole season of his journey; he did not take his age into account, and like a young man in his prime, so with ease did he traverse this long road; he did not dwell on his sister's decease, nor was he softened; and upon returning he found her alive, and all the things that he disregarded, all these he attained.
βʹ. Καὶ ὁ μὲν ἱερεὺς οὕτως εὐδόκιμος γέγονε παρὰ Θεῷ καὶ ἀνθρώποις· τὸν βασιλέα δὲ τοῦ διαδήματος λαμπρότερον τοῦτο τὸ πρᾶγμα ἐκόσμησε. Πρῶτον μὲν ὅτι δῆλον ἐγένετο τότε, ὅτι ἅπερ οὐδενὶ ἑτέρῳ, ταῦτα χαριεῖται τοῖς ἱερεῦσιν· ἔπειτα, ὅτι καὶ μετὰ πολλοῦ τοῦ τάχους τὴν χάριν ἔδωκε, καὶ τὴν ὀργὴν ἔλυσεν. Ἀλλ' ἵνα σαφέστερον καὶ τοῦ βασιλέως τὴν μεγαλοψυχίαν, καὶ τοῦ ἱερέως τὴν σοφίαν, καὶ πρὸ τούτων ἀμφοτέρων τοῦ Θεοῦ μάθητε τὴν φιλανθρωπίαν, δότε μοι μικρὰ τῆς ἐκεῖ γεγενημένης δημηγορίας διηγήσασθαι πρὸς ὑμᾶς.
2. And the priest thus became renowned before God and men; while as for the emperor, this affair adorned him more splendidly than his diadem: first, because it then became manifest that what he would grant to no one else, these things he will grant as a favour to the priests; next, because with great speed as well he granted the favour and dissolved his wrath. Yet in order that you may learn more clearly both the magnanimity of the emperor, and the wisdom of the priest, and before both of these the loving-kindness of God, grant me to recount to you a few things from the discourse that took place there.
Ἐρῶ δὲ ἃ παρά τινος τῶν ἔνδον ἑστώτων ἔμαθον· ὁ μὲν γὰρ πατὴρ οὔτε μικρὸν οὔτε μέγα εἶπε πρὸς ἡμᾶς, ἀλλὰ τὴν Παύλου μεγαλοψυχίαν μιμούμενος, ἀεὶ τὰ οἰκεῖα κρύπτει κατορθώματα, καὶ πρὸς τοὺς ἐρωτῶντας πανταχοῦ, τί πρὸς τὸν βασιλέα εἶπε, καὶ πῶς ἔπεισε, καὶ πῶς αὐτοῦ τὴν ὀργὴν ἐξέβαλεν ἅπασαν, ταῦτα ἔλεγε τὰ ῥήματα· Οὐδὲν ἡμεῖς εἰς τὸ πρᾶγμα εἰσηνέγκαμεν, ἀλλ' αὐτὸς ὁ βασιλεὺς, τοῦ Θεοῦ μαλάξαντος αὐτοῦ τὴν καρδίαν, καὶ πρὸ τῶν ἡμετέρων ῥημάτων πᾶσαν ἀφῆκε τὴν ὀργὴν, καὶ τὸν θυμὸν ἔλυσε, καὶ περὶ τῶν γεγενημένων διαλεγόμενος, ὡς ἑτέρου τινὸς ὑβρισθέντος, οὕτω τὰ συμβάντα ἅπαντα χωρὶς ὀργῆς διηγεῖτο. Ἀλλ' ἅπερ οὗτος ἀπέκρυψεν ἀπὸ ταπεινοφροσύνης, ταῦτα ὁ Θεὸς εἰς μέσον ἐξήνεγκε. Τίνα δέ ἐστι ταῦτα; Μικρὸν ἀνωτέρω τὸν λόγον ἀγαγὼν ὑμῖν διηγήσομαι. Ἐπειδὴ γὰρ ἐξῆλθε τῆς πόλεως πάντας ἐν τοσαύτῃ καταλιπὼν ἀθυμίᾳ, πολλῷ δεινότερα ἡμῶν ἔπασχε τῶν ἐν αὐτοῖς ὄντων τοῖς δεινοῖς. Πρῶτον μὲν γὰρ συγγενόμενος κατὰ μέσην τὴν ὁδὸν τοῖς ἐπὶ τὴν ἐξέτασιν τῶν γεγενημένων παρὰ τοῦ βασιλέως πεμφθεῖσι, καὶ μαθὼν παρ' ἐκείνων, ἐφ' οἷς ἦσαν ἀπεσταλμένοι, καὶ τὰ καταληψόμενα τὴν πόλιν ἀναλογιζόμενος δεινὰ, τοὺς θορύβους, τὰς ταραχὰς, τὴν φυγὴν, τὸν φόβον, τὴν ἀγωνίαν, τοὺς κινδύνους, πηγὰς ἠφίει δακρύων, τῶν σπλάγχνων αὐτῷ διακοπτομένων· τοῖς γὰρ πατράσιν ἔθος πολλῷ μεῖζον
And I shall tell what I learned from one of those who stood within; for our father said neither little nor much to us, but imitating Paul's magnanimity, he always hides his own achievements, and to those questioning him everywhere as to what he said to the emperor, and how he persuaded him, and how he cast out all his wrath, he used to speak these words: We contributed nothing to the affair, but the emperor himself, God having softened his heart, even before our words let go all his wrath and dissolved his anger, and conversing about what had come to pass as though some other man had been insulted, he thus recounted all that had happened without wrath. Yet the things which this man hid out of humility, these God brought forth into the midst. And what are these? Carrying the account a little further back, I shall recount them to you. For after he went forth from the city, leaving all behind in such deep despondency, he suffered things far more terrible than we who were in the midst of the terrors themselves. For first, meeting midway on the road with those sent by the emperor to investigate what had come to pass, and learning from them for what purpose they had been dispatched, and reckoning up the terrors that were about to overtake the city—the tumults, the disturbances, the flight, the fear, the agony, the dangers—he sent forth fountains of tears, his bowels being rent within him; for it is customary for fathers far more